Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ Η΄. Περί ἀγάπης Θεοῦ καί πίστεως καί ὅπως τις ἐγκύμων γίνεται τῆς τοῦ Θεοῦ ἀγάπης. Καί περί ἐλλάμψεως καί θεωρίας φωτός καί μυστικῆς ὁμιλίας τοῦ Πνεύματος.
Προηγούμενο: ΛΟΓΟΣ στ΄. Περί ἀπαθείας καί ἐναρέτου ζωῆς. Καί ὅπως χρή τό οἰκεῖον ἐκκόπτειν θέλημα καί εἰς ὕψος ἀνέρχεσθαι τελειότητος. Καί περί συναφείας Θεοῦ πρός ψυχήν καί ψυχῆς πρός σῶμα καί ἑνώσεως τῶν τριῶν παραδόξου. Καί πρός τούτοις περί πνευματικῆς ἰατρείας καί ὅπως χρή θεραπεύειν τούς ψυχικῶς ἀσθενοῦντας.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

ΛΟΓΟΣ Ζ΄. Περί τῶν δουλευόντων Θεῷ, τίνες τε εἶεν και ὁποῖοι καί ποταποί. Καί τίς ἐστιν ὁ μετανοῶν καί ἡ ἐργασία αὐτοῦ, καί τίς ὁ τήν ἀσκητικήν ζωήν μετερχόμενος καί ἡ ἐργασία αὐτοῦ, καί τίς ὁ δουλεύων Θεῷ καί τό ἔργον αὐτοῦ. Καί ὅτι, ἐάν μή τάς ἀρετάς κτησώμεθα, οὐδέν ἡμᾶς ἀπαλλαγή μόνον τῶν παθῶν ὠφελήσει.

Ἐπειδήπερ ὅσον ἀπό τοῦ θείου βαπτίσματος χριστιανούς ἡμᾶς ἑαυτούς δίχα τῶν ἔργων καί πιστούς λογιζόμεθα, εἰς τήν ὁμοούσιον καί ἀδιαίρετον Τριάδα πιστεύοντες καί εἰς τόν ἕνα ταύτης τόν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν καί Θεόν, καί δούλους ἑαυτούς ἐκ συνηθείας οὕτω πως ἁπλῶς ἐπιγραφόμεθα τοῦ Θεοῦ καί καλοῦμεν, καί γράφοντες πρός ἑτέρους τοῦτο αὐτοί ἑαυτούς ἄνωθεν γράφοντες ὀνομάζομεν , μή εἰδότες ἴσως αὐτό τοῦτο, τί ἐστι δουλεία Θεοῦ καί τίς ὁ ἀκούειν ἄξιος καί εἶναι δοῦλος Θεοῦ, τόν λόγον ὑπό τοῦ Λόγου κινοῦμαι γυμνάσαι καί εἰπεῖν ἐπείγομαι περί τῶν δουλευόντων Θεῷ τίνες τε εἶεν καί ὁποῖοι καί ποταποί, καί τίνα τά παρά τῶν τοιούτων διά Κύριον γινόμενα ἔργα, ὡς ἄν ἀπό τῶν ἑαυτοῦ πράξεων ἕκαστος γνώσεται ἑαυτόν, καί τίνα θεραπεύει διά τῶν ἑαυτοῦ ἐγχειρήσεων καί τίνι δουλεύει, ἤ τίνα ποτέ ἐθεράπευσε καί τίνι ἐδούλευσεν, εἴσεται, ἵνα μή ἑαυτῷ τις χαριζόμενος δοκῇ τῷ Κυρίῳ δουλεύειν καί οὐχ ἑαυτῷ. Ἀλλά περί μέν τῶν ἐν τῷ κόσμῳ διαγόντων καί ὑπό ζυγόν ὄντων τοῦ βίου οὐδείς λόγος ἡμῖν, διαρρήδην τοῦ ἁγίου Παύλου βοῶντος· «Ὁ ἄγαμος μεριμνᾷ τά τοῦ Κυρίου πῶς ἀρέσει τῷ Κυρίῳ, ὁ δέ γαμίσας μεριμνᾷ τά τοῦ κόσμου πῶς ἀρέσει τῇ γυναικί» καί τῷ κόσμῳ, περί δέ τῶν ἀποταξαμένων τῷ κόσμῳ καί τοῖς ἐν κόσμῳ ἅπας ὁ λόγος ἔσται ἡμῖν.

Οἱ εἰς τό στάδιον ἄρτι τῆς μετανοίας ἐξ ἀκουσίου γνώμης καί αὐτοθελῶς εἰσερχόμενοι καί κατά τό ἐνόν εἰς τήν σωματικήν γυμνασίαν ἑαυτούς ἐγγυμνάζοντες, εἰσαγωγικοί τε, λέγω, καί οἱ ἐν ταύτῃ χρονίσαντες, οἴονται τῷ Κυρίῳ δουλεύειν καί ἐξ ἔργων δικαιοῦσθαι ἐλπίζουσι. Μή προσέχοντες γάρ τῷ φωτί τῶν θείων Γραφῶν, ἀλλ’ ἔξω τούτου ἀεί τῶν τοιούτων τινές πορευόμενοι καί ἐν σκότει τῶν πονηρῶν διανοιῶν αὐτῶν κατεχόμενοι, οὐ γινώσκουσιν ὅτι πολύ ὑπάρχει τό ἐν μέσῳ διάφορον τῶν τε μετανοούντων καί ἀγωνιζομένων εἰς τήν γυμνασίαν τῆς ἀρετῆς καί αὐτῶν τῶν τῷ δεσπότῃ δουλευόντων Χριστῷ. Οἱ μέν γάρ μετανοοῦντες, ὑπέρ ὧν κακῶς ἔπραξαν μεταμελόμενοι, συγχώρησιν τῶν ἐπταισμένων αἰτοῦνται λαβεῖν, οἷος ἦν ὁ τελώνης, ἡ πόρνη, ὁ Πέτρος αὐτός, ὅτε, πτοηθείς καί ἀρνησάμενος τρίτον, ἔκλαυσε πικρῶς, καί εἴ τις κατ’ ἐκεῖνον τόν ἄσωτον τόν μετά πορνῶν καί τελωνῶν καταδαπανήσαντα τόν κλῆρον τόν πατρικόν· οὗτοι γάρ καί οἱ τοιοῦτοι οὐχί δουλεύειν λέγονται τῷ Κυρίῳ, ἀλλά ἐχθροί καί προσκεκρουκότες ὑπάρχοντες, διά μετανοίας καί ἐξομολογήσεως καταλλάσονται αὐτῷ. Οἱ δέ τήν ἄσκησιν μετερχόμενοι καί ἄρτι πρός τήν γυμνασίαν τῆς ἀρετῆς ἐκθύμως ἐγγυμναζόμενοι τά πάθη μετά τήν μετάνοιαν νικῆσαι σπουδάζουσι, σπουδαίως αὐτήν καί θερμῶς δηλονότι πεποιηκότες ὑπέρ τῶν προημαρτημένων αὐτοῖς· οὐ μόνον δέ, ἀλλά καί τάς ἀρετάς ἀντί τῶν παθῶν κτήσασθαι ἀσφαλῶς ἀγωνίζονται.

Καί ὁ μέν ἄρτι μετανοῶν λυπεῖται, κλαίει, νηστεύει, ἀγρυπνεῖ, χαμευνεῖ, διακονεῖ καί πάσας ὑποφέρει τάς θλίψεις, ἀεί τά ἑαυτοῦ κακά λογιζόμενος καί ὡς μειζόνων κολάσεων ἄξιον ἑαυτόν ἔχων, ἀταράχως ὑπομένει πάντα τά ἐπερχόμενα, ἵνα διά τῆς τοιαύτης αὐτοῦ ὑπομονῆς ἀφεθῇ αὐτῷ τά ἐγκλήματα. Ὁ δέ ἀγωνιζόμενος ἄρτι καλός ἀσκητής οὐχί διά ἔκτισιν ἁμαρτημάτων, ἀλλά διά τόν πρός τά πάθη πόλεμον, ταῦτα πάντα καί ἕτερα τούτων πλείονα ἐπιτηδεύεται καί ποιεῖ· καί πᾶσαν θλῖψιν ἐπερχομένην αὐτῷ μετά χαρᾶς ἀποδέχεται, μή ἐπερχομένης δέ, αὐτός ἑαυτόν θλίβει· καί πᾶσαν πρᾶξιν πραχθεῖσαν, ἥν ἀκούσει παρά τῶν πάλαι ἁγίων ἤ καί παρά τῶν συνόντων πραττομένην θεάσεται, σπουδάζει τό κατά δύναμιν καί αὐτός ποιῆσαι αὐτήν, ἵνα τῇ ποικιλίᾳ τῶν ἀσκητικῶν ἀρετῶν τε καί πράξεων τά πολλά καί ποικίλα πάθη, δι’ ὧν τήν ἰσχύν καθ’ ἡμῶν οἱ δαίμονες κέκτηνται, ἐξαλείψῃ καί τέλεον ἐκ τῆς ἑαυτοῦ ψυχῆς ταῦτα ἐξαφανίσῃ, πάσῃ δυνάμει ψυχῆς τάς ἀρετάς ἀντ’ αὐτῶν ἐν ἑαυτῷ θησαυρίζων. Εἰ γάρ μή οὕτω γένηται παρ’ αὐτοῦ καί οὕτω τά τῶν ἀγώνων ἕξει καλῶς ἐν αὐτῷ, οὐδέν ἔσται ὄφελος αὐτῷ ἐκ μόνης τῆς τῶν παθῶν ἀλλοτριώσεως· οὐ γάρ ὁ μή πλεονεκτῶν, ἀλλ’ ὁ ἐλεῶν ἐπαινεῖται, οὐδέ ὁ τό δοθέν τάλαντον σῶον φυλάξας ἀλλ’ ὁ διπλασιάσας ἐσώθη, οὐδέ ὁ ἐκκλίνας ἀπό κακοῦ, ἀλλ’ ὁ ποιήσας τό ἀγαθόν μακαρίζεται, οὐδέ ὁ τοῖς ἐχθροῖς τοῦ βασιλέως μή συντιθέμενος ἀλλ’ ὁ καί ὑπέρ αὐτοῦ κατ’ αὐτῶν ὁπλιζόμενός τε καί ἀντιμαχόμενος τήν ἀγάπην ἐνδείκνυται.

Καί μαρτυρεῖ τοῦτο αὐτός ὁ δεσπότης Χριστός οὕτω διαρρήδην βοῶν· «Ὁ μή ὤν μετ’ ἐμοῦ κατ’ ἐμοῦ ἐστι· καί ὁ μή συνάγων μετ’ ἐμοῦ σκορπίζει». Τοῦτο δέ λέγων, δείκνυσιν ὅτι ὁ μή παντί τρόπῳ καί πάσῃ σπουδῇ τάς ἐντολάς αὐτοῦ τηρῶν καί ἀεί τάς ἀρετάς διά τῆς τῶν ἐντολῶν κτώμενος ἐργασίας καί εἰς τό πρόσω δι’ αὐτῶν ἀνερχόμενος, ἀλλά τῶν μέν πονηρῶν μόνων τῷ δοκεῖν ἀπεχόμενος, τῶν δέ γε ἀγαθῶν μή ἐπί πολύ ἀντεχόμενος, ἀλλ’ οἱονεί τοῦ συλλέγειν τάς ἀρετάς διά τῆς τῶν ἐντολῶν ἀμελείας παυσάμενος, οὐδέ ἅ δοκεῖ ἔχειν φυλάξαι δύναται· διά γάρ τῆς ἀργίας καί ταῦτα ἀπόλλυσι· καί δηλοῖ τοῦτο τό «ὁ μή συνάγων σκορπίζει». Ἐπί μέν γάρ τῶν αἰσθητῶν τοῦτο ἀδύνατον· ὁ γάρ μή συνάγων ἐκεῖ, ἀλλά ἀργός καθεζόμενος, οὐχί καί ὡς ὁ σκορπίζων ἐστίν. Ἐπί δέ τῶν πνευματικῶν οὐχ οὕτως, ἀλλά τόν μή ποιοῦντα τό ἀγαθόν ὡς ἁμαρτάνοντα ἔχει ἡ θεία Γραφή καί κατακρίνεσθαι αὐτόν ὑπεμφαίνει· «Τῷ γάρ εἰδότι καλόν, φησί, ποιεῖν καί μή ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστιν», καί πάλιν· «Ἐπικατάρατος πᾶς ἄνθρωπος ὁ ποιῶν τά ἔργα Κυρίου ἀμελῶς». Ὅπερ ἐμοί πάντως ἀρκέσει πρῶτον, τῷ χαύνῳ καί ἀμελεῖ, εἰς κατάκρισιν. Εἰ δέ ὁ ἀμελῶς ποιῶν τάς ἐντολάς τοῦ Θεοῦ κεκατήραται, πόσῳ μᾶλλον ὁ μερικῶς ποιῶν ἐξ ὧν ποιεῖν δύναται, ἤ καί μηδόλως ποιῶν, ἐπί πλεῖον κατακριθήσεται. Τοῦτο δέ καί ἐπί τῶν πολιτικῶν νόμων καί τῶν βιωτικῶν πραγμάτων εὑρήσεις γινόμενον· τόν γάρ βλέποντα δοῦλον διορυττομένην παρά τινων τήν οἰκίαν τοῦ κυρίου αὐτοῦ καί συλουμένην τήν περιουσίαν αὐτοῦ καί μήτε συνεργήσαντα τοῖς κλέπταις μήτε παρεμποδίσαντα αὐτοῖς ἤ κραυγάσαντα, ἀλλ’ ἐάσαντα τούτους, ἄραντας πάντα, λάθρα διαφυγεῖν, ἴσως ἐκείνοις ἐπίβουλον ἑαυτοῦ καί κλέπτην τόν δοῦλον ἐκεῖνον ὁ δεσπότης λογίζεται. Τί δαί; Οὐχί καί ὑμεῖς πάντες τά αὐτά κατά τοῦ πονηροῦ κατεψηφίσασθε;

Οὕτως ἔσται πάντως κἀμοί τῷ ἀθλίῳ πρῶτον καί ταπεινῷ, - ὀκνῶ γάρ εἰπεῖν καί πᾶσιν ὑμῖν - ἐάν πονηρῶν μέν ἔργων καί πράξεων ἀποσχώμεθα, τάς δέ ἀρετάς ἀντ’ αὐτῶν μή πάσῃ ἰσχύϊ κτησώμεθα ἐπί τοσοῦτον, ἕως οὗ ἄνδρες γενώμεθα τέλειοι καί καταντήσωμεν εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, καθώς ὁ Παῦλος ἐντέλλεται γενέσθαι πάντας ἡμᾶς. Καί εἰκότως· εἰ γάρ μή τοιοῦτοι γενοίμεθα, πῶς δουλεῦσαι τῷ Κυρίῳ ἰσχύσομεν; Πῶς στρατευθῆναι Χριστῷ δυνησόμεθα; Πῶς δέ καί πνευματικῶς ὁπλισόμεθα καί εἰς παράταξιν Θεοῦ ζῶντος καταριθμηθῶμεν καί τοῖς ἐχθροῖς φοβεροί φανησόμεθα; Οὐδαμῶς. Μή οὖν οἰέσθω τις νηστεύων ἤ ἀγρυπνῶν ἤ πεινῶν ἤ διψῶν ἤ χαμευνίᾳ συζῶν ἤ πενθῶν ἤ κλαίων ἤ ὕβρεις ἐπερχομένας αὐτῷ καί πειρασμούς ὑποφέρων, ὅτι τῷ Θεῷ δουλεύει ἤ ἑτέρῳ τινί διά τῶν τοιούτων χαρίζεταί τι. Ἀλλ’ ἑαυτόν μόνον ὠφελεῖ, καί ταῦτα, ἐάν ἐν ταπεινώσει καί γνώσει πνευματικῇ ὑπομένῃ αὐτά καί μετέρχηται· εἰ δέ μή, οὐδέ ἑαυτόν. Τό γάρ μή γινόμενον μετά ταπεινοφροσύνης καί γνώσεως πνευματικῆς, οἷον ἄν καί ἔστιν, οὐδέν ὀνίσησι τόν ποιοῦντα. Καί πῶς τοῦτο ἔστι, διά πάντων τῶν θείων Γραφῶν ὁ βουλόμενος διδαχθήσεται. Ἡμεῖς γάρ τοῦτο δεῖξαι μόνον κατεπειγόμεθα, ὅτι οὔτε οἱ ἐν τῇ μετανοίᾳ, οὔτε οἱ ἐν τῇ ἀσκήσει χρονίσαντες τῷ κυρίῳ δουλεύουσιν, ἀλλ’ ἑαυτούς ὠφελοῦσι καί ἑαυτοῖς μόνοις χαρίζονται· καί, εἰ δοκεῖ, ἀπό παραδειγμάτων πιστότερον τόν λόγον καί βεβαιότερον ἐργασώμεθα.

Τίνας λέγομεν εἶναι τούς τῷ ἐπιγείῳ δουλεύοντας βασιλεῖ; Τούς ἀναστρεφομένους ἐν τοῖς ἑαυτῶν οἴκοις, ἤ τούς συνακολουθοῦντας αὐτῷ πανταχοῦ; Τούς διάγοντας ἐν τοῖς ἑαυτῶν προαστείοις, ἤ τούς κατειλεγμένους ἐν τοῖς στρατεύμασι; Τούς ἀναπεπτωκότας καί τρυφῶντας καί οἴκαδε σπαταλῶντας, ἤ τούς ἐν πολέμοις ἀνδραγαθοῦντας καί πληττομένους, ἔσθ’ ὅτε καί πλήττοντας καί τῶν ἐχθρῶν ἀναιροῦντας πολλούς καί τούς αἰχμαλωτισθέντας συνδούλους αὐτῶν ἀναρρυομένους καί τούς ἐχθρούς καταισχύνοντας; Τούς χρυσοχόους καί χαλκοτύπους καί λινοξόους, τούς ἀεί ἐργαζομένους καί μόλις ἑαυτοῖς καί τοῖς συνοῦσι τήν σωματικήν δυναμένους πορίσασθαι χρείαν, ἤ τούς στρατηγούς, τούς χιλιάρχους καί τούς λοιπούς ἄρχοντας καί αὐτούς τούς ὑπ’ αὐτῶν ἀρχομένους λαούς; Οὐ πρόδηλον τούτους εἶναι μᾶλλον τούς τῷ ἐπιγείῳ δουλεύοντας βασιλεῖ, ἤ ἐκείνους; Χαλκεύς γάρ καί χρυσοχόος καί τέκτων, εἴ τι ἔργον ἐργάσονται τῷ βασιλεῖ, παρά τῶν ὑπηκόων τόν συμφωνηθέντα λαμβάνουσι μισθόν καί ὡς ξένοι τινές καί ἀλλότριοι ἀναστρέφουσιν οἴκαδε, μήτε τόν βασιλέα ἰδόντες, μήτε γνῶσιν ἔχοντες φιλίας τῆς οἱασοῦν πρός αὐτόν· οἱ δέ καί φίλοι τοῦ βασιλέως εἰσί καί δι’ αὐτῶν ὁ ὑφ’ ἑνί ἑκάστῳ αὐτῶν ὑπάρχων λαός. Οὕτως οὖν καί ἐπί τοῦ ἐπουρανίου νόει μοι βασιλέως καί ἐπί τῶν δουλευόντων αὐτῷ. Δοῦλοι γάρ αὐτοῦ, ὡς ὑπ’ αὐτοῦ καί κτισθέντες καί παραχθέντες, οἱ πάντες ἐσμέν, πιστοί τε καί ἄπιστοι, δοῦλοι καί ἐλεύθεροι, πλούσιοι καί πένητες, ἱερεῖς, ἀρχιερεῖς, βασιλεῖς τε καί ὁμοῦ καί ἄρχοντες· ἀλλ’ οἱ μέν εὐγνωμόνως καί ἐν πάσῃ ἰσχύϊ τάς ἐντολάς αὐτοῦ τηροῦντες καί διά τούτων τήν εἰς αὐτόν πίστιν βεβαίαν ἐπιδεικνύμενοι ἀγαθοί καλοῦνται καί πιστοί λέγονται, οἱ δέ ἀμελῶς μέν καί ῥᾳθύμως ὅμως δέ δουλεύειν αὐτῷ προαιρούμενοι πονηροί καλοῦνται καί ὀκνηροί, οἱ δέ καί ἐναντία τῶν ἐκείνου προσταγμάτων ποιοῦντες ἤ λέγοντες ἐχθροί εἰσι καί πολέμιοι, εἰ καί ἀσθενεῖς εἰσι καί οὐδέν ὅλως ἰσχύοντες κατ’ αὐτοῦ.

Ἡμεῖς οὖν τοῦ Κυρίου ἀκούσαντες λέγοντος· «Ὅστις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτόν καί ἀράτω τόν τόν σταυρόν αὐτοῦ καί ἀκολουθείτω μοι» καί τοῦ Ἀποστόλου διδάσκοντος· «Τεκνία, μή ἀγαπᾶτε τόν κόσμον μηδέ τά ἐν τῷ κόσμῳ· ἡ γάρ ἀγάπη τοῦ κόσμου ἔχθρα εἰς Θεόν ἐστί» καί ὅτι· «Ὁ ἀγαπῶν τόν κόσμον ἐχθρός τοῦ Θεοῦ καθέστηκεν», πάντα τῷ δοκεῖν ἀφέντες, τῷ Σωτῆρι ἡμῶν καί Θεῷ ἠκολουθήσαμεν, μᾶλλον δέ τόν κόσμον ὡς ἐμπόδιον ἡμῖν πρός ἀρετήν ὄντα, πρός τόν μονήρη βίον μετήλθομεν, οἱονεί τήν πολεμίαν καταλιπόντες γῆν, ἐν ᾗ αἰχμάλωτοι, ἑκουσίως ἀποφυγόντες, διήγομεν, καί πρός τήν χώραν τοῦ ἡμετέρου δεσπότου καί βασιλέως Χριστοῦ μετέβημεν, ἐνδυσάμενοι μόνον τό σχῆμα τοῦ ὑπ’ αὐτοῦ τελοῦντος λαοῦ, οὐ μέντοιγε διά τοῦ ἐνδύματος αὐτῷ στρατευθέντες ἤ δουλεύοντες, ὡς οὐδέ οἱ τήν ἴσην τοῖς στρατιώταις φοροῦντες στολήν στρατιῶται τοῦ βασιλέως τυγχάνουσιν, ἀλλ’ ὑπό τήν αὐτοῦ τέως γεγονέναι λέγομεν βασιλείαν, τό μοναχικόν ἐνδυσάμενοι ἔνδυμα, στρατευθῆναι δέ αὐτῷ διά τοῦτο οὐ λέγομεν, διότι τά ὅπλα ἡμῶν οὔκ εἰσι σωματικά ἀλλά πνευματικά· «Οὐ γάρ ἐστιν ἡμῖν ἡ πάλη πρός αἷμα καί σάρκα, ἀλλά πρός τάς ἀρχάς, πρός τάς ἐξουσίας, πρός τά πνευματικά τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις». Ὅταν οὖν ἐνδυσώμεθα τά ὅπλα τοῦ φωτός, ἀσπίδα καί περικεφαλαίαν καί τά λοιπά, ἅ Παῦλος ὁ ἅγιος ἀπηριθμήσατο, καί τήν μάχαιραν τοῦ Πνεύματος ἠκονημένην λάβωμεν ἐν χερσί, τότε καί στρατευθῆναι λέγομεν καί πρός παράταξιν ἡμᾶς ἑαυτούς εὐτρεπίζομεν.

Τέως δέ, οἱ περιβαλόμενοι τό μοναχικόν ἔνδυμα καί εἰσελθόντες εἰς τό στάδιον τῆς μετανοίας καί τῆς ἀσκήσεως, σκοπήσωμεν, εἰ δοκεῖ, τί ἐργαζόμεθα. Κλαίομεν; Διά τί; Πάντως ἵνα τῶν ἁμαρτημάτων ἡμῶν τήν ἄφεσιν λάβωμεν, οὐ μόνον δέ, ἀλλ’ ἐκκαθαρθῶμεν καί τῶν ἐξ αὐτῶν μολυσμῶν. Νηστεύομεν; Πάντως ἵνα τάς τῆς σαρκός κινήσεις συστείλωμεν καί τήν καρδίαν μαλακωτέραν ποιήσωμεν. Ἀγρυπνοῦμεν καί ψάλλομεν; Ἵνα μή πονηρά διαλογιζώμεθα καί πρός μετεωρισμούς ἐκτρεπώμεθα. Εὐχόμεθα σωματικῶς; Ὡς ἄν μή ὑπό τοῦ ἐχθροῦ αἰχμαλωτιζώμεθα νοερῶς καί ὥστε εἰς τό τά χρηστά ἐννοεῖν καί κατά διάνοιαν πνευματικῶς ἀεί καί ἀδιαλείπτως προσεύχεσθαι φθάσωμεν. Πενθοῦμεν; Πάντως ἵνα τῆς χαρᾶς τοῦ πένθους ἐπαπολαύωμεν. Εὐτελῆ φοροῦμεν καί τρύχινα, χαμαικοιτοῦμέν τε καί σιδήροις τό σῶμα σφίγγομεν οἱ πολλοί; Διά τί; Ἵνα πάντως τό σφριγῶν τοῦτο σῶμα κατάγξωμεν καί φορτίσωμεν καί μή ἐάσωμεν αὐτό, ὥσπερ τινά πῶλον ἀδάμαστον, χαλινοῦ δίχα τοῦ αὐτόν ἄγχοντος, καί συνελάσαν εἰς κρημνόν, ἑαυτό καί τόν ἐπιβάτην νοῦν κατακρημνίσῃ εἰς βόθρον ἀπωλείας καί πυρός αἰωνίου. Ταῦτα δέ ποιοῦντες, τί ἄρα τοῖς ὁρῶσιν αὐτοῖς χαριζόμεθα; Πάντως οὐδέν. Εἰ δέ μή τοῖς ὁρῶσι, πολλῷ μᾶλλον τῷ καί σοφίαν καί δύναμιν χαρισαμένῳ εἰς τό ἑαυτούς ἡμᾶς διασώσασθαι.

Ἀλλά λοιδορίας καί θλίψεις ἐπερχομένας μετ’ εὐχαριστίας ἀμνησικάκως ὑποφέρομεν; Καί ἐν τούτῳ πάλιν ἡμᾶς αὐτούς καί οὐχ ἕτερον εὐεργετοῦμεν. Καί ἄκουσον τοῦτο λέγοντος τοῦ Κυρίου· «Ἐάν μή ἀφῆτε τοῖς ἀνθρώποις τά παραπτώματα αὐτῶν ἀπό τῶν καρδιῶν ὑμῶν, οὐδέ ὁ πατήρ ὑμῶν ὁ οὐράνιος ἀφήσει ὑμῖν τά παραπτώματα ὑμῶν». Ἰδού οὖν, κἄν λοιδορίας, κἄν ῥαπίσματα, κἄν κολαφίσματα, κἄν ἐμπαιγμούς, κἄν ἐκπτύσματα, κἄν ὁτιοῦν πανθάνωμεν, εἰ μέν εὐχαρίστως ὑποφέρομεν καί τούς ταῦτα ἡμῖν ἐπιφέροντας ἀπό ψυχῆς συμπαθοῦμεν, ἡμῖν αὐτοῖς χαριζόμεθα, τῶν εἰς Θεόν ἁμαρτηθέντων ἡμῖν λαμβάνοντες ἄφεσιν· εἰ δέ μνησικακοῦμεν καί ἀνταποδιδόναι αὐτοῖς πολυτρόπως πειρώμεθα, ἑαυτούς ἡμᾶς βλάπτομεν, ἀσυγχώρητα ἡμῶν διατηρεῖσθαι ποιοῦντες τά ἁμαρτήματα. Καθεζόμεθα ἐν κελλίῳ, φεύγομεν εἰς τά ὄρη, ἐν σπηλαίοις κατοικοῦμεν καί ἐν στύλοις ὑψούμεθα; Διά τί; Σπεύδοντες πάντως διεκφυγεῖν τόν ὡς λέοντα περιπατοῦντα καί φρικτά ὠρυόμενον καθ’ ἡμῶν καί ζητοῦντα τίνα καταπίῃ. Εἰ οὖν δῴη ὁ Θεός - ἄνευ γάρ τῆς ἐκείνου βοηθείας ἐκφεύξασθαι οὐ δυνησόμεθα τούς ἐκείνου ὀδόντας καί τά ποικίλα δεσμά, ὅπου ἄν καί ἀπέλθωμεν - καί διασωθῶμεν, μή βρῶμα τῷ δεινῷ τούτῳ θηρίῳ γενόμενοι, πῶς δουλεύειν τῷ Κυρίῳ διά τῶν τοιούτων πράξεων εἴπομεν; Ἐμοί οὐ δοκεῖ τοῦτο εὔλογον, οἶμαι δέ, οὐδέ ὑμῖν.

Πῶς γάρ ὁ καταδιωκόμενος μέν ὑπό τινος, φεύγων δέ αὐτός ἰσχυρῶς, τόν εἰσδεξάμενον αὐτόν ἐν τῇ ἑαυτοῦ οἰκίᾳ καί στάντα πρό τῶν θυρῶν καί τοῦ διώκοντος αὐτόν ἐχθροῦ λυτρωσάμενον δουλεύσαι τούτου γε ἕνεκα εἴποι ἄν; Οὐδαμῶς, ἀλλ’ ὡς ὑπ’ αὐτοῦ μᾶλλον εὐεργετηθείς καί ῥυσθείς τοῦ ἐχθροῦ αὐτοῦ, ὀφείλει τήν εὐχαριστίαν αὐτῷ ἀποδιδόναι διηνεκῶς. Πῶς δέ, εἴπατέ μοι, οἱ προσαιτοῦντες πένητες, ἤ διά ἀσθένειαν σώματος ἤ διά ἀργίαν καί ὀκνηρίαν ἐργάζεσθαι μή βουλόμενοι, δουλεύειν τοῖς ἐλεημοσύνην διδοῦσι καί διακονοῦσιν αὐτοῖς λογισθήσονται, καί οὐχί μᾶλλον παρά τῶν ἐλεημόνων οἱ πτωχοί δωρεάν φανῶσι διακονεῖσθαι καί ἐκδουλεύεσθαι; Οὕτω τοιγαροῦν καί ἡμεῖς ἅπαντες, φτωχοί καί ἐπιδεεῖς ὑπάρχοντες ἐκ προγεγονότων ἀνομιῶν, τῷ ἡμᾶς ἐλεοῦντι Θεῷ οὕτω διακειμένους ἡμᾶς δουλεύειν οὐδέποτε ἄν εἴποιμεν, ἐπειδή, ὡς εἴρηται, οἱ μέν ἐκ προγεγονότων ἁμαρτημάτων, οἱ δέ ἐκ συνηθείας κακῆς, οἱ δέ ἐξ ὀκνηρίας καί ἀργίας τῶν ἐντολῶν τοῦ Θεοῦ, οἱ δέ ἐκ προαιρέσεως πονηρᾶς, οἱ δέ ἐκ προλήψεως ἡδονῶν, οἱ δέ ἀξ ἀγνοίας καί ἀπιστίας τῶν θείων Γραφῶν, ἄλλοι ἐξ οἰήσεως καί τοῦ δοκεῖν μηδέν πλέον χρῄζειν εἰς σωτηρίαν ψυχῆς, καί ἁπλῶς πάντες ὑπάρχομεν πένητες καί γυμνοί. Οὐ μόνον δέ, ἀλλά καί τραυματίαι, ποικίλαις κατεχόμενοι νόσοις καί ὡς ἐν διαφόροις ξενῶσι καί γηρωκομείοις ἐν αὐτοῖς τοῖς κελλίοις καί μοναστηρίοις ἡμῶν ἐλεεινῶς ἀνακεκλιμένοι ὄντες ἤ περιπατοῦντες ποσῶς, βοῶμεν καί θρηνοῦμεν καί κλαίομεν καί αὐτόν προσκαλούμεθα τόν ἰατρόν ψυχῶν τε καί σωμάτων - ὅσοι δηλαδή τῆς ἀλγηδόνος τῶν τραυμάτων ἤ τῶν παθῶν ἐλάβομεν αἴσθησιν, ἐπειδήπερ εἰσί καί ὡς φρενήρεις τινές, μηδέ ὅτι τίποτε ἀσθενοῦσιν εἰδότες ἤ ὅτι κατέχονται ὑπό τινος πάθους - , ἵνα ἐλθών ἰάσηται ἡμῶν τάς τετραυμαστισμένας καρδίας καί δῷ τήν ὑγίειαν ταῖς ψυχαῖς ἡμῶν, κειμέναι ὑπό τήν κλίνην τῆς ἁμαρτίας καί τοῦ θανάτου, ἐπειδή ἅπαντες ἡμάρτομεν, κατά τόν θεῖον Ἀπόστολον, καί δεόμεθα τοῦ ἐλέους αὐτοῦ καί τῆς χάριτος.

Τῷ οὖν ἡμᾶς ἐλεοῦντι, οὕτω διακειμένους ὡς λέλεκται, καί ἐφ’ ἡμᾶς σπλαγχνιζομένῳ καί τάς ψυχάς ἡμῶν ἰατρεύοντι καί τά πρός σωτηρίαν ἡμᾶς διδάσκοντι καί παρεχομένῳ κατά μικρόν ἡμῖν τήν ὑγίειαν τῶν τραυμάτων καί νοσημάτων ἡμῶν, δουλεύειν ὅλως εἰπεῖν τολμήσομεν; Οὔμενουν, ὡς οὐδέ ὁ ὑπό τῶν λῃστῶν συντριβείς τό σῶμα καί ἡμιθανής κείμενος τῷ ἐπί τοῦ ἰδίου κτήνους αὐτόν ἄραντι καί εἰς τό πανδοχεῖον ἀπαγαγόντι καί οἶνον ἐπιθέντι αὐτῷ καί ἔλαιον δουλεῦσαι λέγεται, ἀλλά μᾶλλον ἐλεηθῆναι ἰαθῆναι καί εἰς τήν προτέραν ὑγίειαν ἐπανελθεῖν δι’ αὐτοῦ. Τοιγαροῦν παρειμένοι καί λελωβησμένοι καί ἡμεῖς ὄντες καί τραυματίαι καί ἀμελοῦντες τῶν πρός ἰατρείαν ἡμῶν καί παντί τρόπῳ μή ποιεῖν, ὡς εἶπον, σπουδάζοντες, πῶς τολμήσομεν εἰπεῖν ἤ ἐννοῆσαι ὅτι τῷ Κυρίῳ δουλεύομεν; Οὐδαμῶς· ἀλλά τί; Παρακαλοῦμεν, ὡς ἔφθην εἰπών, εἰ ὅλως ἐν οἵοις ἐσμέν αἰσθανόμεθα, δεόμενοι ἰαθῆναι ἀπό τῶν νόσων ἡμῶν. Ὅτε δέ τοῦτο γένηται καί τήν νόσον ὡς ἱμάτιον πεπαλαιωμένον καί διερρωγός καί ῥερυπωμένον κατ’ ὀλίγον ἀποδυσόμεθα ἄνωθεν, καί τήν ὑγίειαν ὡς διπλοΐδα φωτεινήν ὅλῳ τῷ σώματι ἐνδυσόμεθα, ἤγουν ἀπό κορυφῆς ἕως ἄκρων ποδῶν, τότε ἄλλοις καί αὐτοί διακονοῦντες ἐν οἴνῳ καί ἐλαίῳ καί τοῖς λοιποῖς ἐμπλάστροις τε καί φαρμάκοις τούτους ἰατρεύοντες, αὐτῷ δουλεύειν τῷ Κυρίῳ λογισθησόμεθα τῷ οὕτως εἰπόντι· «Ἐφ’ ὅσον ἐποιήσατε ἑνί τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοί ἐποιήσατε». Εἰ δέ οὐχ οὕτως πρῶτον ἕξομεν, ἀλλ’ ἔτι νοσοῦντες τοῦτο ποιῆσαι ἐπιχειρήσομεν, ἀποκριθείς ὁ Δεσπότης ἐρεῖ ἡμῖν· «Ἰατρέ, ἰάτρευσον σεαυτόν».

Διπλοΐδα δέ φωτεινήν εἰπόντας ἡμᾶς τήν ὑγίειαν τῆς ψυχῆς ἀκούσας, μή ἐξ ἀγνοίας καταγελάσῃς τοῦ ῥήματος μηδέ σωματικήν ὑγίειαν ὑπολαμβάνειν λέγειν ἡμᾶς, ἀλλ’ ἀσώματόν τινα καί θείαν νοεράν, ἥτις οὐκ ἀπό φαρμάκων καί βοτάνων εἴωθεν γίνεσθαι, «οὐδέ ἐξ ἔργων τινῶν, ἵνα μή τις καυχήσηται». Καθάπερ γάρ τις ὀστοῦν συντιθείς νεκρόν πρός ὀστοῦν καί ἁρμονίαν πρός ἁρμονίαν, ἅτινά μοι καί λάβοις εἰς ἔργα καί κτῆσιν τῆς ἀρετῆς, οὐδέν ὠφελεῖ, μή ὄντος τοῦ δυναμένου κρέας καί νεῦρα εἰς αὐτά ἐξυφᾶναι, ἀλλά καί τοῦτο ποιήσας καί τάς μέν ἁρμονίας συνδήσας τοῖς νεύροις, τά δέ νεκρά ἐκεῖνα ὀστᾶ κρέας ἐπενδύσας καί δέρμα καί εἰς σῶμα ἀποτελέσας αὐτά, οὐδέν ἔσται πάλιν ὄφελος, ἐστερημένον ὑπάρχον τοῦ ζωοποιοῦντος καί κινοῦντος αὐτό πνεύματος, τουτέστιν ἔρημον ψυχῆς ὄν, οὕτω καί ἐπί τῆς νεκρωμένης μοι νόει ψυχῆς καί ἐπί τά ἔνδοθεν τῶν ταύτης μελῶν μετάγαγέ σου τόν νοῦν καί ἰδέ πάσας συναγομένας τάς πράξεις, νηστείαν λέγω καί ἀγρυπνίαν, χαμευνίαν καί ξηροκοιτίαν, ἀκτημοσύνην καί ἀλουσίαν καί τά τούτοις ἀκόλουθα, ὡς ὀστᾶ νεκρά, καί συναρμολογουμένας ἀλλήλαις καί ἑτέραν τῇ ἑτέρᾳ συνακολουθούσας καί συντιθεμένας καί οἱονεί πως ἀκέραιον ἀποτελούσας τό τῆς ψυχῆς σῶμα. Τί οὖν τό ὄφελος, ἐάν ἄψυχον κεῖται καί ἄπνουν, μή ὄντος τοῦ Ἁγίου Πνεύματος ἐν αὐτῷ; Μόνον γάρ ἐκεῖνο ἐλθόν ἐν ἡμῖν καί ἐγκατοικῆσαν, ὡς ἄψυχα μέλη ἀπ’ ἀλλήλων διεσπασμένα, οὕτω νενεκρωμένας τάς ἐναρέτους πράξεις συνδεῖ νεύροις ἰσχύος πνευματικῆς καί συνενοῖ τῇ ἀγάπῃ τῇ πρός Θεόν, καί τηνικαῦτα καινούς ἡμᾶς ἀπό παλαιῶν καί ζῶντας ἐκ νεκρῶν ἀποδείκνυσιν· ἄλλως δέ οὐκ ἔνι ζῆσαι ψυχήν.

Ὥσπερ γάρ τό σῶμα ἡμῶν, κἄν ἀσθενῇ κἄν μή, δίχα ψυχῆς κινεῖσθαι τοῦτο, ἤ κἄν ὅλως ζῆν, τῶν ἀδυνάτων ἐστίν, οὕτω καί ἡ ψυχή, κἄν ἁμαρτήσῃ κἄν μή, ἄνευ τοῦ Ἁγίου Πνεύματος νεκρά ἐστι καί ζῆσαι τήν αἰωνίαν ζωήν ὅλως οὐ δύναται· εἰ γάρ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία ἐστίν, ὁ ἁμαρτήσας πάντως πληγείς ὑπ’ αὐτοῦ ἀπέθανεν· εἰ δέ οὐδείς ἀναμάρτητος - πάντες γάρ, φησίν, ἥμαρτον καί ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ - , πάντες δηλονότι οἱ ἁμαρτήσαντες ἀπεθάνομεν καί ἐσμέν νεκροί. Νόει οὖν μοι νεκρόν νοερῶς σεαυτόν. Εἰπέ τοίνυν πῶς ἐπαληθῶς ζήσειας, μή ἑνωθείς τῇ ἀληθινῇ ζωῇ, τουτέστι τῷ Ἁγίῳ Πνεύματι, δι’ οὗ πᾶς πιστός ἀναγεννᾶται καί ἀναζωοῦται ἐν Χριστῷ. «Ἐγώ γάρ, φησί, εἰμί ἡ ἀλήθεια καί ἡ ἀνάστασις καί ἡ ζωή». Οἱ δοῦλοι καί μαθηταί τοῦ Χριστοῦ φῶς εἰσι καί ἀλήθεια καί ζωή· «Ὁ δεχόμενος γάρ ὑμᾶς, φησίν, ἐμέ δέχεται· καί ὁ ἐμέ δεχόμενος δέχεται τόν ἀποστείλαντά με». Εἰ οὖν ἡμεῖς νεκροί, ἐκεῖνος δέ μόνος ἡ αἰώνιός ἐστι ζωή, πρό τοῦ ἑνωθῆναι αὐτῷ καί ζῆσαι, μή λέγωμεν ὅτι τῷ Κυρίῳ δουλεύομεν. Νεκροί γάρ πῶς τινί ποτε ἐκδουλεύσουσιν; Εἰ μή ἐκεῖνον γνωστῶς ὡς διπλοΐδα περιβαλώμεθα, μή νομίσωμεν ὅτι τῶν νοσημάτων ἡμῶν ἤ τῶν ἐνοχλούντων παθῶν ὅλως ἠλευθερώθημεν.

Ὥσπερ γάρ τό σκότος οὐ φεύγει, εἰ μή τό φῶς παραγένηται, οὕτως οὐδέ ἡ νόσος τῆς ψυχῆς φυγαδεύεται, εἰ μή ὁ τάς ἀσθενείας ἡμῶν αἴρων ἐλεύσεται καί ἡμῖν ἑνωθῇ. Ἐρχόμενος δέ αὐτός, ἐπεί πᾶσαν νόσον και πᾶσαν ἀσθένειαν ψυχικήν ἀπελαύνει, καλεῖται ὑγίεια, τήν ὑγίειαν ἡμῖν χαριζόμενος τῆς ψυχῆς· φωτίζων δέ ἡμᾶς, λέγεται φῶς, ὑπέρ φῶς ἅπαν ὤν· καί ζωοποιῶν ἡμᾶς, λέγεται ζωή, ὑπέρ ζωήν ἅπασαν ὤν· περιλάμπων δέ ἡμᾶς ὅλους καί τῇ δόξῃ τῆς αὐτοῦ θεότητος περικυκλῶν καί ἐπιθάλπων, καλεῖται ἱμάτιον, καί οὕτως ἐνδιδύσκεσθαι τοῦτον λέγομεν τόν ἀναφῆ πάντῃ καί ἄληπτον· ἑνούμενος δέ ἀμίκτως ἡμῶν τῇ ψυχῇ καί ὅλην ποιῶν ταύτην ὡς φῶς, ἐνοικεῖν λέγεται ἐν ἡμῖν καί ἀπεριγράπτως περιγράφεσθαι. Ὤ τοῦ θαύματος! Οὕτω τοιγαροῦν γίνεται πάντα ἡμῖν ὁ ὑπεράνω πάντων ὤν, ἄρτος, σκέπη καί ὕδωρ, ὅ πάλαι τῇ Σαμαρείτιδι εἶπε τόν πιόντα μή διψῆσαί ποτε. Εἰ οὖν ἔτι διψᾷς, οὔπω ἐξ ἐκείνου τοῦ ὕδατος ἔπιες· ἀψευδής γάρ ἐστιν ὁ τοῦτο εἰπών. Ἐγώ γάρ τινος ἤκουσα λέγοντος, ὅτι ἀφ’ οὗ ἐκ τούτου τοῦ ὕδατος εἰς κόρον πιεῖν ὁ φιλάνθρωπος Δεσπότης μοι ἐχαρίσατο, εἰ συνέβη ἐπιλαθέσθαι με καί ὡς μή πιόντα ζητεῖν πάλιν δοθῆναί μοι παρ’ ἐκείνου πιεῖν, αὐτό ἐκεῖνο, ὅπερ δηλονότι ἔπιον ὕδωρ, ἔνδοθεν ἥλετο τῆς καρδίας μου καί ἐπήδα ὥσπερ ῥεῖθρον φωτοειδές καί εὐθύς ἑώρων αὐτό. Ἐκεῖνο δέ οἱονεί ἐλάλει διά τῶν παλμῶν ἐν ἐμοί καί ἔλεγειν· «Οὐχ ὁρᾷς με ὅτι ἐνταῦθά εἰμι μετά σοῦ; Καί πόθεν μοι δοθῆναί σοι ἤ ἄλλοθέν ποθεν παραγενέσθαι με ἐπιζητεῖς; Οὐκ οἶδας ὅτι ἀεί σύνειμι οἷς ἅπαξ ἐμαυτό ἐπιδώσω πιεῖν με καί πηγή γίνομαι ἀθάνατος ἐν αὐτοῖς;».

Εἰ οὖν τοῦτο γεγονός ἔγνως καί ἐν σοί, ὦ ἀδελφέ, μακάριος εἶ. Εἰ δέ τόν Χριστόν μέν τεθέασαι, οὔπω δέ σοι τοῦτο τό πόμα πιεῖν ἐχαρίσατο, πρόσπεσον, κλαῦσον, δυσώπησον, θρήνησον, τύψον σεαυτοῦ τάς ὄψεις, ὥσπερ ποτέ ὁ Ἀδάμ, τίλλε σου τάς τρίχας τῆς κεφαλῆς· μή ἀναπέσῃς ἐπί κλίνης, ἀλλά κλίνη γενέσθω σοι ἅπαν ἔδαφος· μή δῷς ὕπνον εἰς κόρον σοῖς ὀφθαλμοῖς, μή ὅλως νυσταγμόν τοῖς βλεφάροις σου· μή πρός τι τῶν ἐπί γῆς ἤ τῶν ἐν οὐρανῷ ἐπιστρέψῃς σου τό ὄμμα - τί γάρ σοι καί πρός ἄλλο τι, τόν ποιητήν τῶν ἁπάντων ὁρῶν σου πρό ὀφθαλμῶν; - μή ἐμπλήσῃς τήν γαστέρα σου τῶν ἐδωδίμων ποτέ· μή γλυκάνῃς σου τόν λάρυγγα ἐνηδόνῳ βρώσει ἤ πόσει εἰς πλησμονήν· μή περιεργάσῃ τά γινόμενα πράγματα, μηδέ πρός τούς ἀδιαφόρως καί καταφρονητικῶς βιοῦντας ἀποβλέψῃς, ἵνα μή εἰς οἴησιν ἐμπέσῃς ἤ καί κατακρίνῃς αὐτούς· ἀλλά γάρ μηδέ συγκαθεσθῇς πρός συντυχίας ἀκαίρους ποτέ μετ’ αὐτῶν· μή παριέλθῃς τούς ὀνομαστούς ζητῶν μοναχούς, μηδέ ἐρεύνα τούς βίους αὐτῶν, ἀλλ’ εἰ μέν πνευματικῷ πατρί Θεοῦ χάριτι ἐνέτυχες, αὐτῷ μόνῳ λέγε τά κατά σέ· εἰ δ’ οὖν, ἀλλά τόν Χριστόν ὁρῶν, εἰς ἐκεῖνον ἀπόβλεπε ἀεί καί διά παντός ἐκεῖνον μόνον τῆς σῆς κατηφείας καί θλίψεως ἔχε θεωρητήν.

Δείκνυε αὐτῷ, μᾶλλον δέ ἐκεῖνος ὁράτω σου τήν ἀλουσίαν, τήν ἄγαν ἀκτημοσύνην, τόν ἀφιλάργυρον τρόπον. Μηδέ, εἰ ῥέει ποθέν ἅπας ὁ πλοῦτος τοῦ κόσμου ἤ καί πλῆθος χρυσίου ἔρριπται πρό τῶν ποδῶν σου - γίνεται γάρ καί τοῦτο ἐκ τῆς τοῦ Πονηροῦ μηχανῆς καί τῶν ἐκείνου συνεργῶν καί ὑπασπιστῶν - , ἐπιστρέψαι κἄν ὅλως τόν ὀφθαλμόν καί ἀπιδεῖν πρός ταῦτα θελήσῃς, εἰ καί προφάσει τῶν πτωχῶν ἀναμαρτήτως δοκεῖ καί λαμβάνεσθαι καί διδόσθαι παρά σοῦ. Ἐκεῖνος βλεπέτω σε τυπτόμενον καί μή ἀντιτύπτοντα, ὑβριζόμενον καί μή ἀνθυβρίζοντα, λοιδορούμενον καί τούς λοιδοροῦντάς σε εὐλογοῦντα, μή δόξαν ζητοῦντα, μή τιμήν, μή ἀνάπαυσιν, καί ἁπλῶς πάντα ποιοῦντα καί πάντα διαπραττόμενον καί μηδόλως ἐνδιδοῦντα μήτε εἰς τά ὀπίσω στρεφόμενον, ἕως οὗ σπλαγχνισθείς ἐπιδώσει σοι τό φοβερόν ἐκεῖνο καί ἄρρητον καί ἀκατονόμαστον πόμα πιεῖν. Καί ὅταν τούτου ἀξιωθῇς, τότε γνώσεις ἅπερ λαλοῦμεν καί ἅπερ σοι ὑφηγούμεθα. «Λαλοῦμεν γάρ σοφίαν, φησίν, οὐ τοῦ αἰῶνος τούτου τήν καταργουμένην, ἀλλά λαλοῦμεν Θεοῦ σοφίαν ἐν μυστηρίῳ, τήν ἀποκεκρυμμένην».

Εἰ δέ οὐδέ αὐτόν τόν Χριστόν ὅλως ἰδεῖν κατηξίωσαι, τί ὅτι καί δοκεῖς ζῆν; Τί ὅτι καί δουλεύειν νομίζεις αὐτῷ, ὅν οὐδέπω τεθέασαι; Μή θεασάμενος δέ μηδέ φωνῆς αὐτοῦ ἀκοῦσαι ἀξιωθείς, πόθεν τό θέλημα αὐτοῦ τό ἅγιον καί εὐάρεστον καί τέλειον διδαχθήσῃ; Εἰ δέ ἐκ τῶν ἁγίων εἴπῃς μαθήσεσθαι τοῦτο Γραφῶν, ἐρωτῶ πῶς αὐτό, νεκρός ὅλος ὤν καί ἐν σκότει κείμενος, ἀκοῦσαι δυνηθῇς ἤ ἐκπληρῶσαι, ἵνα καί ζῆσαι ἀξιωθῇς καί ἰδεῖν τόν Θεόν. Οὐδαμῶς. Τί οὖν; Εἰ νεκροί ἐσμεν, φησίν, ἐν σκότει διάγομεν, πῶς ζῆσαι ἰσχύσομεν ἤ πῶς τόν Χριστόν, τό ἀληθινόν φῶς, ἐλθόντα ἐπί τῆς γῆς θεασόμεθα; Ἄκουε νουνεχῶς καί μή θέλε δικαιοῦν σεαυτόν· ἀλλά ταπεινώθητι ἐνώπιον τοῦ Θεοῦ καί εἰπέ· «Κύριε, ὁ μή θέλων τόν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τό ἐπιστρέψαι καί ζῆν αὐτόν, ὁ κατελθών διά τοῦτο ἐπί τῆς γῆς, ἵνα τους κειμένους καί τεθανατωμένους ὑπό τῆς ἁμαρτίας ἐξαναστήσῃς καί σέ κατιδεῖν αὐτούς, τό φῶς τό ἀληθινόν, ὡς ἰδεῖν ἀνθρώπῳ δυνατόν, καταξιώσῃς, πέμψον μοι ἄνθρωπον γινώσκοντά σε, ἵνα, ὡς σοί δουλεύσας αὐτῷ καί πάσῃ δυνάμει μοι ὑποταγείς καί τό σόν ἐν τῷ ἐκείνου θελήματι ποιήσας θέλημα, εὐαρεστήσω σοι τῷ μόνῳ Θεῷ καί καταξιωθῶ σου κἀγώ τῆς βασιλείας, ὁ ἁμαρτωλός».

Ἐάν οὖν οὕτως ἐπιμείνης ἐξ ὅλης ψυχῆς καί δυνάμεως κρούων, παρακαλῶν τε καί δεόμενος αὐτοῦ, οὐκ ἐγκαταλείψει σε, ἀλλά ἤ δι’ ἑαυτοῦ ἤ δι’ ἑνός τῶν δούλων αὐτοῦ, ὅσα δεῖ σε ποιῆσαι διδάξει σε καί διά τῆς αὐτοῦ χάριτος καί τῆς εὐχῆς τοῦ δούλου αὐτοῦ ἰσχύν σοι χαρίσεται τοῦ ἐκπληρῶσαι αὐτά. Χωρίς γάρ ἐκείνου οὐ δυνήσῃ ποιῆσαι οὐδέν· ἀλλ’ ἐκεῖνος, καθώσπερ ἔφθην εἰπών, ἀπαραλείπτως γενήσεταί σοι τά πάντα· εἰ δέ μή πάντα τέως εὑρίσκῃ ἐν τῇ ἐξόδῳ σου τόν Χριστόν ἐκζητῶν, τέως τοῖς αὐτοῦ φίλοις καί ἄρχουσιν ὑποτασσόμενος εἶς καί δουλεύων εὑρίσκῃ διά τούτων ἐκείνῳ, τέως τῶν τοῦ Θεοῦ δούλων καί οὐχί τό σόν θέλημα ἐκ πληροῖς - Θεοῦ δέ θέλημα τό θέλημα τῶν ἐκείνου δούλων ἐστίν - , τέως ἐν ἐργασίᾳ καί οὐκ ἀργίᾳ, τέως ἐν ταπεινώσει καί οὐκ ἐν οἰήσει. Μνήσθητι ὧν εἶπον, ὅτι οἱ στρατηγοί καί οἱ ἄρχοντες πάντες οἱ μέν δοῦλοι, οἱ δέ φίλοι τοῦ βασιλέως εἰσί καί διά τούτων αὐτῶν καί ὁ ὑφ’ ἑνί ἑκάστῳ τούτων πέλων λαός· οἵ, εἰ καί μή τόν βασιλέα καθορῶσι καί συντυγχάνουσιν, ἀλλά τῷ στρατηγῷ αὐτῶν ἤ τῷ ἄρχοντι ὡς ἐκείνῳ αὐτῷ τῷ βασιλεῖ καλῶς ἐκδουλεύοντες δωρεάς τε καί ἀξιώματα λαβεῖν δι’ αὐτῶν ἀπό τοῦ βασιλέως ἐλπίζουσιν, οἱ δέ καί λαμβάνουσι μεσίτας τούς ἑαυτῶν ἄρχοντας προβαλλόμενοι. Εἰσί δέ οἵ καί διά τῆς οἰκείας ἀνδρείας καί ἀρετῆς ἀκουστοί γίνονται καί παρά τοῦ βασιλέως προσλαμβάνονται καί τιμῶνται καί ἄλλων ἄρχοντες καί μεσῖται ἀποκαθίστανται, καί τηνικαῦτα καταξιοῦνται καί αὐτῷ ἐκείνῳ τῷ βασιλεῖ τήν κατά πρόσωπον ὑπηρεσίαν ἀποπληροῦν καί αὐτῷ προσομιλεῖν καί τῆς ἐκείνου ἀκούειν φωνῆς.

Εἰ δέ σύ μέν, ὡς προείρηται, ζητῆσαι καί κροῦσαι οὐκ ἀνέχῃ, ἀλλά ὑπό στρατιώταις ἀνωνύμοις γενέσθαι, τουτέστιν ὑποτακτικός εὐτελής μετά εὐτελῶν καταταγῆναι προτεθύμησαι, καί ἄρχουσι πνευματικοῖς ἐκδουλεῦσαι οὐ βούλει, τί ἐμέ μέμφῃ λέγοντά σε νεκρόν ἤ τυφλόν ἤ ἀσθενῆ καί παρειμένον καί τῆς δουλείας ἀποκεχωρισμένον τοῦ βασιλέως Χριστοῦ; Ἀλλά κάθῃ, εἴποις, ἐν τῷ κελλίῳ, σεαυτῷ προσέχων καί μηδένα μηδαμῶς ἀδικῶν; Τοῦτο δέ αὐτό ἆρα ποιῆσαι καί αὐτός καταδέξῃ τόν σόν δοῦλον ἤ ὑπηρέτην, ἵνα καταφρονήσας σου τῆς ὑπηρεσίας, ἐν ἑτέρῳ καί αὐτός ἀπελθών κελλίῳ καθίσῃ, μηδένα μηδέν μηδέ σεαυτόν ἀδικῶν; Ἀλλά ἕτερος τίς ἀνθρώπων ὅλως ἀκοῦσαι τοῦτο ἀνέξεται; Πῶς οὖν, καθήμενον ἐν τῷ κελλίῳ καί παρ’ ἑτέρων ὑπηρετούμενος, σύ δουλεύειν λέγεις Θεῷ; Διά ποίων τῶν ἔργων; Εἰπέ. Εἰ γάρ σεαυτῷ διακόνεις εἰς πάντα καί ἐκ τῶν ἔργων τῶν χειρῶν σου τά πρός χρείαν εἶχες πᾶσαν τοῦ σώματος, οὐδέ οὕτως τῷ Θεῷ δουλεύειν σε λέγειν ἐχρῆν. Ὁ γάρ δοῦλος οὐχί ἐν τῷ ἑαυτόν διατρέφειν καί ἐνδιδύσκειν ἐπαινεῖται, ἀλλ’ ἐάν μή καί τό κοινῶς λεγόμενον πάκτον ἐκ τοῦ ἔργου αὐτοῦ καθ’ ἑκάστην πρός τόν ἑαυτοῦ παρέχῃ κύριον, ὡς ἄχρηστος τιμωρεῖται καί κατακρίνεται. Πῶς οὖν ἡμεῖς, ὡς ἐλεύθεροι ζῶντες καί τῇ ἀνέσει καί ἀμελείᾳ καί ῥᾳθυμίᾳ ἑαυτούς ἐκδιδοῦντες καί μή μόνον μηδέν ἐργαζόμενοι μήτε διακονοῦντες καί καθ’ ὥραν γογγύζοντες, εἰ μή παρ’ ἑτέρων διακονούμεθα, τῷ Θεῷ δουλεύειν καί μηδένα ἀδικεῖν λέγομεν; Ὅσοις γάρ ἄν ὑπηρετεῖν δύναταί τις καί μή προαιρεῖται τοῦτο ποιεῖν, τοσούτοις ἀδικεῖ καί ὑπεύθυνον ἑαυτόν τοῦ κρίματος ἀποκαθιστᾷ καί τῆς Δεσποτικῆς ἀποφάσεως τῆς οὕτω λεγούσης· «Ἀπέλθετε ἀπ’ ἐμοῦ οἱ κατηραμένοι εἰς τό πῦρ τό αἰώνιον τό ἡτοιμασμένον τῷ διαβόλῳ καί τοῖς ἀγγέλοις αὐτοῦ. Ἐπείνασα γάρ» καί τά ἑξῆς ἀπαριθμησάμενος «ἐν ἀσθενείᾳ ἤμην, εἶπε, καί οὐ διακονήσατέ μοι». Πῶς οὖν ἤ ποίῳ προσώπῳ αὐτόν θεασώμεθα, τό ἑκάστου ἔργον ἐρχόμενον ἐπισκέψασθαι;

Μή πλανᾶσθε· ὁ Θεός πῦρ ἐστι καί πῦρ ἦλθε καί ἔβαλεν ἐπί τῆς γῆς· ὅ καί περιέρχεται ζητῶν ὕλην δράξασθαι, ἤτοι πρόθεσιν καί προαίρεσιν ἀγαθήν, καί ἐμπεσεῖν εἰς αὐτήν καί ἀναφθῆναι. Εἰς οὕς δέ ἀναφθῇ, αἴρεται εἰς φλόγα μεγάλην καί ἀφικνεῖται ἕως τῶν οὐρανῶν καί οὐκ ἐᾷ τόν ἐμπυρισθέντα ἀργεῖν ὅλως ἤ ἠρεμεῖν. Οὐδέ ἀγνώστως, ὥς τινες οἴονται τῶν νεκρῶν, κατακαίει τήν ἐμπρησθεῖσαν ψυχήν - οὐδέ γάρ ἀναίσθητος ὕλη ἐστίν - , ἀλλ’ ἐν αἰσθήσει καί γνώσει καί ὀδύνῃ ἀφορήτῳ τό καταρχάς· αἰσθητική γάρ ὑπάρχει καί λογική· μετά δέ ταῦτα, καθαράν τοῦ ῥύπου τῶν παθῶν τελείως ἡμᾶς, τίνεται τροφή καί πόσις, φωτισμός καί χαρά ἀδιαλείπτως ἐντός ἡμῶν, καί φῶς αὐτούς ἡμᾶς κατά μέθεξιν ἀπεργάζεται. Ὥσπερ γάρ ἐκκαιόμενος κλίβανος καταρχάς μέν ἐκ τοῦ τῆς ὕλης ἐκπεμπομένου καπνοῦ μᾶλλον μελαίνεται, ἐπάν δέ σφοδρῶς ἐκκαῇ, ὅλος διαυγής γίνεται καί τοῦ πυρός ὅμοιος καί οὐδεμίαν μελανίαν ἐκ τοῦ καπνοῦ ἔκτοτε κατά μέθεξιν προσλαμβάνει, οὕτω δή καί ψυχή ἡ τῷ θείῳ ἐναρξαμένη πόθῳ ἐκκαίεται πρῶτα μέν τόν τῶν παθῶν ζόφον ἐν τῷ πυρί τοῦ Πνεύματος ὡς καπνόν ἐν ἑαυτῇ ἐκπεμπόμενον καθορᾷ καί τήν προσοῦσαν αὐτῇ ἐξ αὐτοῦ μελανίαν ἐνοπτρίζεται καί θρηνεῖ καί τούς ἀκανθώδεις λογισμούς καί τάς φρυγανώδεις προλήψεις καταφλεγομένας καί ἀποτεφρουμένας τέλεον ἐπαισθάνεται· ἐπάν δέ ταῦτα ἐξαναλωθῇ καί ἡ τῆς ψυχῆς οὐσία μόνη χωρίς πάθους ἐναπομείνῃ, τότε οὐσιωδῶς καί αὐτῇ ἑνοῦται τό θεῖον καί ἄϋλον πῦρ· καί εὐθύς ἀνάπτεται καί διαυγάζει καί μεταλαμβάνει, ὥσπερ ὁ κλίβανος, τοῦ αἰσθητοῦ τούτου πυρός· οὕτω καί τό σῶμα, τοῦ θείου καί ἀρρήτου φωτός, καί αὐτό, πῦρ κατά μέθεξιν γίνεται.

Οὐκ ἄν δέ τοῦτό ποτε γένηται ἐν ἡμῖν, ἐάν μή τόν κόσμον καί τά ἐν τῷ κόσμῳ ἅπαντα βδελυξώμεθα καί αὐτάς ἡμῶν τάς ψυχάς κατά τήν τοῦ Κυρίου φωνήν ἀπολέσωμεν. Τό γάρ πῦρ ἐκεῖνο ἄλλως ἐν ἡμῖν οὐκ ἀνάπτεται· ὅ οἱ λαβόντες οὐ μόνον νοσημάτων ψυχικῶν παντελῶς ἀπηλλάγησαν, ἀλλά καί πολλούς ἄλλους, ἐκ τῶν δικτύων ἐξελθόντες τοῦ διαβόλου, νοσοῦντας ψυχικῶς καί ἀσθενοῦντας ἰάσαντο καί τῷ δεσπότῃ Χριστῷ ὡς δῶρα τούτους προσήγαγον. Ἐκ γάρ τοῦ πυρός ἐκείνου τοῦ θείου πᾶσαν ἐπιστήμην καί πᾶσαν τέχνην οὗτοι σοφῶς διδαχθέντες, διά πάντων ἐν παντί τῷ βίῳ καί ἐν πάσῃ αὐτῶν τῇ ζωῇ τῷ Θεῷ εὐηρέστησαν, οἷος ἦν ὁ τάς κλεῖς τῆς βασιλείας λαβών Πέτρος ὁ θεῖος ἀπόστολος, οἷος ἦν Παῦλος ὁ εἰς τρίτον ἁρπαγείς οὐρανόν, καί καθεξῆς οἱ θεῖοι ἀπόστολοι· τοιοῦτοι δέ ὑπῆρχον καί οἱ ἅγιοι καί θεοφόροι πατέρες ἡμῶν καί διδάσκαλοι, οἱ τάς αἱρέσεις διά τοῦ πυρός τούτου τοῦ θείου ὡς ἀκάνθας ἐξαφανίσαντες, οἱ τοῖς δαίμοσιν ὡς δούλοις ἀχρείοις καί ἀσθενέσιν ἐπιτάσσοντες (κἀκεῖνοι, μετά φόβου αὐτοῖς ὑπακούοντες, τοιοῦτοι γεγόνασι καί ἀεί γίνονται), οἱ οὕτως τόν Θεόν ἀγαπήσαντες, ὡς μηδέ τῆς ἑαυτῶν φείσασθαι ψυχῆς. Οὗτοι τοιγαροῦν καί ὅσοι κατ’ αὐτούς τῷ Θεῷ δουλεῦσαι καί δουλεύειν ἀεί λέγονται, οἱ δέ ἁμαρτίαις ἔτι ὄντες ὑπεύθυνοι οὐχί, ἀλλά δούλοις ἐοίκασι πονηροῖς καί προσκεκρουκόσι τῷ ἰδίῳ δεσπότῃ· οἱ δέ καί ὑπό παθῶν ἔτι ὀχλούμενοι, τοῖς ἀεί μαχομένοις καί τοῖς ἀντιπίπτουσιν ἤ παλαίουσιν· οἱ δέ τάς ἀρετάς ἀκμήν μή κτησάμενοι, ἀγωνιζόμενοι δέ ταύτας κτήσασθαι, τοῖς ἠκρωτηριασμένοις τά σώματα ἤ καί τοῖς λειπομένοις τῶν πρός ζωήν πένησι παρεικάζονται, δεομένοις μᾶλλον ὧν ὑστεροῦνται μελῶν καί χρειῶν, οὐχί δέ παρέχουσιν ἄλλοις τά πρός τήν χρείαν ἤ ἀμισθί δυναμένοις δουλεύειν.

Χρεών δέ ἐστι κατά τήν τοῦ Ἀποστόλου φωνήν πᾶσαν ἀρετήν κατορθώσαντας ἄρτιον ἡμᾶς ἀποτελέσαι τόν κατά Θεόν ἡμῶν ἄνθρωπον, ἐν μηδενί μηδέν λειπόμενον δηλονότι, καί τήν τοῦ Πνεύματος χάριν ἀπό τοῦ ἐπουρανίου βασιλέως Χριστοῦ, ὡς οἱ ἀπό τοῦ ἐπιγείου στρατιῶται τό σιτηρέσιον, λαβεῖν· καί τηνικαῦτα, ὡς ἤδη τέλειοι γεγονότες ἄνδρες, εἰς τήν ἡλικίαν τοῦ Χριστοῦ καί τό μέτρον ἀναδραμόντες αὐτῆς καί τοῖς στρατώταις καί δούλοις καταλεγέντες αὐτοῦ, ἐκστρατεύσομεν κατά τῶν πολεμίων ἐχθρῶν, ἐπειδή, ὥς φησι Παῦλος ὁ θεῖος ἀπόστολος, οὐδείς «στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ». Τί λέγων ὀψώνιον; Τό βασιλικόν σιτηρέσιον. Εἰ τοίνυν καί ἡμεῖς μή λάβοιμεν ἀπό Θεοῦ τόν ἄρτον τόν ἐκ τοῦ οὐρανοῦ καταβαίνοντα καί διδοῦντα τῷ κόσμῳ ζωήν, ἤγουν τήν χάριν τοῦ Πνεύματος - τοῦτο γάρ ἐστι τό πνευματικόν σιτηρέσιον, ᾧ τρέφονται οἱ Χριστῷ στρατευθέντες καί ὅ ἀντί ὅπλων πνευματικῶς ἐπενδύονται -, πῶς εἰς παράταξιν, εἰπέ μοι, ἐξέλθωμεν τοῦ Θεοῦ ἤ πῶς καταταγῶμεν ἐν τοῖς δούλοις αὐτοῦ;

Ἀλλά δεῦτε καί διαναστῶμεν, ὅσοι ἀπό δουλείας τῆς τῶν παθῶν βούλεσθε φυγεῖν καί Χριστῷ τῷ ἀληθινῷ προσδραμεῖν δεσπότῃ, ἵνα καί δοῦλοι αὐτοῦ χρηματίσητε· καί τοιοῦτοι σπουδάσωμεν καί ἡμεῖς γενέσθαι, οἵους ὁ λόγος προλαβών ἀνετάξατο. Μή οὖν καταφρονήσωμεν τῆς σωτηρίας ἡμῶν μηδέ ἀπατῶμεν ἡμᾶς ἑαυτούς καί προφασιζώμεθα προφάσεις ἐν ἁμαρτίαις ἐν τῷ λέγειν· ἀδύνατον τοῦτό ἐστι κατά τήν παροῦσαν γενέαν τοιοῦτον γενέσθαι ποτέ. Μή δή φιλοσοφῶμεν κατά τῆς σωτηρίας ἡμῶν μηδέ κατά τῶν ἰδίων ψυχῶν ῥητορεύωμεν· δυνατόν γάρ ἐστιν, ἐάν θέλωμεν, καί τοσοῦτον ὡς ἀρκεῖν προαίρεσιν μόνην εἰς τοσοῦτον ὕψος ἀνενέγκαι ἡμᾶς· ὅπου γάρ, φησίν, ἑτοίμη προαίρεσις, τό κωλῦον οὐδέν. Ὁ Θεός βούλεται θεούς ἐξ ἀνθρώπων ποιῆσαι ἡμᾶς, ἑκόντας δέ καί οὐκ ἄκοντας· καί ἡμεῖς ἀναδυόμεθα, τήν εὐεργεσίαν ἀποσειόμενοι; Καί πόσης τοῦτο εὐηθείας οὐκ ἔστιν ἤ παραπληξίας καί ἀφροσύνης ἐσχάτης; Τοσοῦτον γάρ βούλεται τοῦτο ὁ Θεός, ὅτι ἐκ τῶν κόλπων τοῦ εὐλογημένου Πατρός αὐτοῦ ἀνεκφοιτήτως ἐξελθών κατῆλθεν καί ἦλθεν διά τοῦτο ἐπί τῆς γῆς. Εἰ τοίνυν θελήσομεν καί ἡμεῖς, οὐδέν οὐδαμῶς εἰς τοῦτο ἡμᾶς ἐμποδίσαι δυνήσεται· μόνον ὁρμήσωμεν διά μετανοίας θερμῆς πρός αὐτόν καί αὐτός ἐγγίσας ἡμῖν καί ἐφαψάμενος τῶν καρδιῶν ἡμῶν μόνῳ τῷ ἀχράντῳ δακτύλῳ αὐτοῦ ἀνάψει τάς λαμπάδας τῶν ψυχῶν ἡμῶν καί οὐκέτι ἐάσει σβεσθῆναι αὐτάς ἕως τῆς συντελείας τοῦ αἰῶνος καί ἐπ’ αἰώνων καί ἔτι, ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμή καί προσκύνησις νῦν καί εἰς τούς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων· ἀμήν.



Ἑπόμενο: ΛΟΓΟΣ Η΄. Περί ἀγάπης Θεοῦ καί πίστεως καί ὅπως τις ἐγκύμων γίνεται τῆς τοῦ Θεοῦ ἀγάπης. Καί περί ἐλλάμψεως καί θεωρίας φωτός καί μυστικῆς ὁμιλίας τοῦ Πνεύματος.
Προηγούμενο: ΛΟΓΟΣ στ΄. Περί ἀπαθείας καί ἐναρέτου ζωῆς. Καί ὅπως χρή τό οἰκεῖον ἐκκόπτειν θέλημα καί εἰς ὕψος ἀνέρχεσθαι τελειότητος. Καί περί συναφείας Θεοῦ πρός ψυχήν καί ψυχῆς πρός σῶμα καί ἑνώσεως τῶν τριῶν παραδόξου. Καί πρός τούτοις περί πνευματικῆς ἰατρείας καί ὅπως χρή θεραπεύειν τούς ψυχικῶς ἀσθενοῦντας.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος