Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ Θ΄. Περί γνώσεως ἀληθινῆς καί ὅτι ἡ τοῦ Θεοῦ γνῶσις οὐκ ἐκ μαθημάτων, ἀλλ’ ἐκ καθαρότητος καί τῆς ἄνωθεν χάριτος ἐπιγίνεται τῷ σπουδαίῳ· καί ὅτι χαλεπόν τό κρίνειν· καί ἔλεγχος τῶν οἰομένων εἰδέναι τά τοῦ Πνεύματος χωρίς Πνεύματος· ἐν ᾧ καί περί τῆς τοῦ Πατρός ἁγιωσύνης· καί οἷον ἀγαθόν ἐστιν ἡ πίστις καί τίς ὁ ταύτης καρπός καί ὅπως αὐξάνεται· καί ὅτι οἱ τόν θησαυρόν ἐν ἑαυτοῖς ἐσχηκότες τοῦ Πνεύματος καί ἐν ἄλλοις ὄντα γνωρίζουσι· καί τίνα τῶν ἁγίων τά σημεῖα καί πῶς καί τίσι γνωρίζονται· καί ὅτι ὁ μή γεννηθείς ἄνωθεν οὐ δύναται ἰδεῖν τόν γεγεννηκότα Θεόν οὐδέ γνωρίσαι τόν εἰς τοῦτο πεφθακότα διά τοῦ Πνεύματος.
Προηγούμενο: ΛΟΓΟΣ Ζ΄. Περί τῶν δουλευόντων Θεῷ, τίνες τε εἶεν και ὁποῖοι καί ποταποί. Καί τίς ἐστιν ὁ μετανοῶν καί ἡ ἐργασία αὐτοῦ, καί τίς ὁ τήν ἀσκητικήν ζωήν μετερχόμενος καί ἡ ἐργασία αὐτοῦ, καί τίς ὁ δουλεύων Θεῷ καί τό ἔργον αὐτοῦ. Καί ὅτι, ἐάν μή τάς ἀρετάς κτησώμεθα, οὐδέν ἡμᾶς ἀπαλλαγή μόνον τῶν παθῶν ὠφελήσει.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

ΛΟΓΟΣ Η΄. Περί ἀγάπης Θεοῦ καί πίστεως καί ὅπως τις ἐγκύμων γίνεται τῆς τοῦ Θεοῦ ἀγάπης. Καί περί ἐλλάμψεως καί θεωρίας φωτός καί μυστικῆς ὁμιλίας τοῦ Πνεύματος.

Εἰ δοκεῖ, τοίνυν ἀκούσωμεν τοῦ σωτῆρος ἡμῶν Θεοῦ διαρρήδην βοῶντος καί λέγοντος πρός ἡμᾶς· «Οὐκ ἦλθον ἵνα κρίνω τόν κόσμον, ἀλλ’ ἵνα σωθῇ ὁ κόσμος δι’ ἐμοῦ». Καί δεῖξαι βουλόμενος τόν τρόπον τῆς σωτηρίας, φησίν· «Ἔπεμψεν ὁ Θεός τόν Υἱόν αὐτοῦ εἰς τόν κόσμον, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτόν μή ἀπόληται, ἀλλ’ ἔχῃ ζωήν αἰώνιον». Ταῦτα τοιγαροῦν ὁ πιστεύων ἀπό καρδίας καί πληροφορούμενος ὅτι οὐκ ἦλθεν ὁ Χριστός κρῖναι αὐτόν ἀλλά σῶσαι, καί οὐκ ἐξ ἔργων ἤ κόπων καί ἱδρώτων, ἀλλά διά μόνης τῆς εἰς αὐτόν πίστεως, πῶς, εἰπέ μοι, ἄρα μή ἀγαπήσῃ αὐτόν ἐξ ὅλης αὐτοῦ τῆς ψυχῆς καί ἐξ ὅλης αὐτοῦ τῆς διανοίας; Καί μάλιστα ὅταν ἀκούσῃ ὅσα ἐκεῖνος ἔπαθε, σῶσαι αὐτόν καί πάντας βουλόμενος, οἷον τήν ἐξ οὐρανῶν αὐτοῦ κάθοδον, τήν ἐν γαστρί τῆς Παρθένου καί Θεοτόκου εἴσοδόν τε καί σύλληψιν καί τό ὅπως ἀτρέπτως γέγονεν ἄνθρωπος ὁ ὑπεράνω πάντων τῶν οὐρανῶν, ὁ ἰσότιμος καί ὁμοούσιος τῷ Πατρί καί πᾶσαν τήν κτίσιν τῇ χειρί περικρατῶν αὐτοῦ τῆς δυνάμεως, ὁ ἄνω σύν τῷ Πατρί ὤν καί κάτω βρέφος γενέσθαι κατά τήν ἀκολουθίαν τῆς ἡμετέρας καταδεξάμενος φύσεως.

Καί σύν τούτοις, ὅταν εἰς νοῦν ἀναλάβῃ τά λοιπά τῆς οἰκονομίας αὐτοῦ μυστήρια, οὐ μόνον δέ, ἀλλά καί ἅ ὑπέμεινε πάθη ὁ τῇ φύσει ἀπαθής δι’ αὐτόν, οἷον τόν τόκον αὐτοῦ τόν ἀπόρρητον, τά σπάργανα, τό σπήλαιον αὐτό, τήν φάτνην τῶν ἀλόγων ἐφ’ ᾗ πενιχρῶς ὁ βασιλεύς τοῦ παντός ἀνεκλίθη, τήν φυγήν τήν εἰς Αἴγυπτον, τήν ἐξ Αἰγύπτου ἐπάνοδον, τήν τοῦ Συμεών ὑποδοχήν, καί ὅπως ὡς εἷς τῶν κοινῶν ἀνθρώπων παρ’ αὐτοῦ ηὐλογήθη καί εἰσήχθη ἐν τῷ ναῷ, τήν τῶν γονέων ὑποταγήν, τήν παρά τοῦ Ἰωάννου βάπτισιν ἐν τῷ Ἰορδάνῃ, τόν πειρασμόν τοῦ διαβόλου, τάς θαυματουργίας αὐτοῦ καί διά ταῦτα οὐ θαυμαζόμενον, ἀλλά φθονούμενον μᾶλλον καί λοιδορούμενον καί διακωμῳδούμενον ὑπό πάντων (τότε τίνων; πονηρῶν καί ἀθέων ἀνδρῶν ὧν φανερῶς τε καί ἀφανῶς ἐμφράξαι ἠδύνατο τά ἀπύλωτα στόματα καί ξηρᾶναι τάς γλώσσας αὐτῶν καί τήν ἐνοῦσαν αὐτοῖς φωνήν ἀποσβέσαι), τήν προδοσίαν τοῦ μαθητοῦ, τόν δεσμόν ὅν ὑπέστη παρά τῶν μιαιφόνων, καί ὅπως ὡς κακοῦργος ἤγετο παρ’ αὐτῶν, καί παρεδίδοτο τῷ Πιλάτῳ ὡς κατάκριτος, καί ῥάπισμα ἔλαβεν ὑπό δούλου, καί τήν τοῦ θανάτου σιωπήσας ἀπόφασιν ἔλαβεν (Ἐμοί γάρ, φησίν, οὐ λαλεῖς; Οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχων σταυρῶσαί σε καί ἐξουσίαν ἔχων ἀπολῦσαί σε;), εἶτα τόν φραγγελισμόν, τούς ἐμπαιγμούς, τά ὀνείδη, τήν πορφύραν, τόν κάλαμον, μεθ’ οὗ ἐπί τῆς ἀχράντου κεφαλῆς αὐτοῦ τάς μάστιγας παρά τῶν θεοκτόνων ἐδέχετο, τόν ἀκάνθινον στέφανον, τόν σταυρόν, ὅν καί ἐβάσταζεν ὁ διαβαστάζων λόγῳ τά σύμπαντα· καί ἁπλῶς εἰπεῖν, ὅταν ἐννοήσῃ ὅπως ἔξω τῆς πόλεως ἤγετο ἐπί τόν Κρανίου τόπον, τῶν δημίων καί τῶν στρατιωτῶν περιστοιχούντων αὐτόν μεθ’ ἅμα ὄχλων ἀπείρων ἐπί τήν θεωρίαν ἐφεπομένων, καί ἐπί τούτοις, ἀγγέλων μέν ἄνωθεν φριττόντων, τοῦ Θεοῦ δέ καί Πατρός ὁρῶντος τόν ὁμοούσιον Υἱόν καί ὁμόθρονον καί ὁμότιμον ταῦτα πάσχοντα παρά τῶν ἀσεβῶν Ἰουδαίων, καί γυμνόν ἐπί σταυροῦ ἀναρτώμενον καί ἥλοις τάς χεῖρας καί τούς πόδας ἡλούμενον, λόγχῃ τε τήν πλευράν τιτρωσκόμενον, καί χολήν ποτιζόμενον μετά ὄξους, καί πάντα οὐ μόνον μακροθύμως φέροντα, ἀλλά καί τῶν σταυρούντων ὑπερευχόμενον, πῶς οὐκ ἀγαπήσει αὐτόν ἐξ ὅλης ψυχῆς αὐτοῦ;

Ὅταν γάρ ἐνθυμηθῇ ὅτι, Θεός ὤν ἄναρχος ἐξ ἀνάρχου Πατρός, συμφυής καί ὁμοούσιος τοῦ παναγίου καί προσκυνητοῦ Πνεύματος, ἀόρατος καί ἀνεξιχνίαστος, κατελθών ἐσαρκώθη καί ἄνθρωπος γέγονε καί πάντα τά εἰρημένα καί πολλά ἕτερα ἔπαθε δι’ αὐτόν, ἵνα τοῦ θανάτου καί τῆς φθορᾶς ἀπαλλάξῃ αὐτόν καί υἱόν Θεοῦ καί θεόν ὅμοιον αὐτοῦ ἀπεργάσηται, ἆρά γε, εἰ λίθου σκληρότερος ᾖ καί κρυστάλλου ψυχρότερος, οὐ μαλαχθήσεται τήν ψυχήν καί διαθερμανθήσεται τήν καρδίαν πρός ἀγάπην Θεοῦ; Ἐγώ οὕτω λέγω καί ὁμολογουμένως οὕτως ἐστίν ἡ ἀλήθεια ὅτι, ἐάν πιστεύσῃ τις ἀπό καρδίας ταῦτα πάντα καί ἐκ βαθέων ψυχῆς, εὐθύς ἕξει καί τήν πρός Θεόν ἀγάπην ἐν τῇ καρδίᾳ αὐτοῦ.

Ὥσπερ γάρ λέγουσιν ἐν τῇ κόχλῳ τόν μαργαρίτην, ἀνεῳγμένης ἐκείνης, ἐκ τῆς δρόσου τοῦ οὐρανοῦ καί ἐκ τῆς ἀστραπῆς ἐν αὐτῇ συλλαμβάνεσθαι, οὕτω καί τήν πρός Θεόν ἀγάπην λογίζου ἐν ἡμῖν σπείρεσθαι. Ἀπό γάρ τῶν εἰρημένων αὐτοῦ παθημάτων ἀκούουσα ἡ ψυχή καί κατά μικρόν πιστεύουσα, ἀναλόγως τῆς πίστεως αὐτῆς διανοίγεται, ὑπό ἀπιστίας ἠσφαλισμένη πρότερον οὖσα· ἐπάν δέ διανοιχθῇ, ὥσπερ δρόσος οὐράνιος, ἡ τοῦ Θεοῦ ἀγάπη ἥτις ἐστίν ἀρρήτῳ φωτί συνημμένη, δίκην ἀστραπῆς νοερῶς ἐν ταῖς καρδίαις ἡμῶν ἐμπίπτουσα, ὡς μαργαρίτης ἀποτελεῖται φαεινός, περί οὗ καί ὁ Κύριος λέγει ὅτι, ὅν εὑρών ὁ ἔμπορος, ἀπελθών ἐπώλησε πάντα τά ὑπάρχοντα αὐτοῦ καί ἠγόρασε τόν ἕνα μαργαρίτην ἐκεῖνον. Τοίνυν καί ὁ καταξιωθείς οὕτω πιστεῦσαι, καθώς εἴπομεν, καί τόν νοητόν μαργαρίτην ἐν ἑαυτῷ τῆς τοῦ Θεοῦ ἀγάπης εὑρεῖν, οὐκ ἀνέχεται μή καταφρονῆσαι πάντων καί πάντα διαδοῦναι τά ὑπάρχοντα αὐτοῦ πένησι καί τοῖς βουλομένοις ἄλλως ἀφῆσαι διαρπάσαι αὐτά, ἵνα τήν πρός Θεόν ἀγάπην ἄσυλόν τε καί ὅλως ἀμείωτον διαφυλάξῃ. Αὕτη γάρ καθ’ ἑκάστην αὐξανομένη ἐν τῇ καρδίᾳ τοῦ ἀντί πάντων προτιμῶντος αὐτήν γίνεται θαῦμα θαυμάτων ἐν αὐτῷ, ἀνέκφραστόν τε πάντῃ καί παντάπασιν ἀδιήγητον, μήτε νῷ καταληπτόν μήτε λόγῳ ῥητόν· καί τῷ ἀνεκδιηγήτῳ καί ἀκατανοήτῳ τοῦ πράγματος ἐξιστάμενος καί πρός ἐκεῖνο ἔχων ἀδολεσχοῦντα τόν νοῦν, ὅλως ἔξω τοῦ κόσμου οὐ τῷ σώματι ἀλλά ταῖς αἰσθήσεσι πάσαις γίνεται· συναπίασι γάρ τῷ νῷ καί αὗται πρός τό ἐντός αὐτοῦ καθορώμενον.

Τοιγαροῦν καί κατανοεῖ τοῦ ἰδεῖν ὁ οὕτως ἔχων καί ὁρᾷ καί ἰδού φῶς· τό δέ φῶς ἄνωθεν ἔχειν δοκεῖ αὐτῷ τήν ἀρχήν. Ζητῶν οὖν εὑρίσκει τοῦτο μήτε ἀρχήν τέλους ἔχον μήτε μεσότητα κεκτημένον· ὡς δέ ἐπί τούτοις ἐξαπορεῖ, καί ἰδού τρία ἐν αὐτῷ, τό δι’ οὗ καί ἐν ᾧ καί εἰ ὅν. Καί ταῦτα ἰδών, μαθεῖν ἐρωτᾷ καί ἀκούει τρανῶς· «Ἰδού ἐγώ τό Πνεῦμα δι’ οὗ καί ἐν ᾧ ὁ Υἱός» καί «Ἰδού ἐγώ ὁ Υἱός εἰς ὅν ὁ Πατήρ». Ἐπί πλεῖον δ’ ἐπαποροῦντος αὐτοῦ, «Ἰδού» πάλιν φησίν «ὁρᾷς» ὁ Πατήρ. «Καί ἐγώ» φησίν ὁ Υἱός «ἐν τῷ Πατρί». Καί τό Πνεῦμα ἔλεγεν· «Ὄντως ἐγώ· δι’ ἐμοῦ γάρ τόν Πατέρα καί τόν Υἱόν ὁ βλέπων ὁρᾷ καί ὁρῶν τῶν ὁρωμένων ἐξίσταται». Ποῦ ὄντας; «Ἐν ᾧ οὐδείς οἶδεν οὐκ ἀνθρώπων, οὐκ ἀγγέλων, πλήν αὐτῆς τῆς μιᾶς ἐμοῦ καί ἑνάδος καί ὑπέρ οὐσίαν οὐσίας καί φύσεως». Ἐν ἐμοί δέ, φησί, πῶς; «Ὅλη καθόλου· ἀχώριστος γάρ εἰμι πάντῃ καί ἄτμητος, τό ἕν κἀν ταῖς ὑποστάσεσιν ἔχουσα. Εἰ οὖν ἐν ἐμοί πως ἤ που πέλεις, μή εἰδέναι φαίης τινά. Καθό μέν ἄνθρωπος καί περιγραπτός εἷς, ὡς ἐν περιγραφῇ πέλω καί τόπῳ, περιγραπτός γάρ γέγονε βροτωθείς καί ὁ εἷς ἐξ ἡμῶν· κατά δέ τήν ἐνοῦσάν μοι φύσιν πάμπαν ἀόρατος, ἀπερίγραπτος, ἀσχημάτιστος, ἀναφής, ἀψηλάφητος, ἀκίνητος, ἀεικίνητος, πάντα πληροῦσα καί οὐδαμοῦ τό σύνολον οὖσα, οὐκ ἐν σοί, οὐκ ἐν ἄλλῳ τινί τῶν πάλαι ἤ τῶν νῦν ἐγγιζόντων ἀγγέλων ἤ προφητῶν, οἷς οὐδ’ ὡράθην ὅλως, οὐδ’ ὁρῶμαί ποτε».

Ὁ γοῦν ταῦτα μυστικῶς ὁρῶν καί μυούμενος τά ὑπέρ ἀγγέλους, τά ὑπέρ τήν ἀνθρωπίνην κατάληψιν, ἆρα μετά ἀνθρώπων εἶναι ὁ τοιοῦτος τῇ αἰσθήσει ἤ τῇ διανοίᾳ ὅλως ἰσχύσει; Εἰ γάρ ὁ βασιλεῖ προσομιλῆσαι θνητῷ καί παρεστάναι ποτέ καταξιωθείς, τῶν ἄλλων ἁπάντων ἐπιλανθάνεται καί ὅλος τοῖς τοῦ βασιλέως ἀποκρέμαται ῥήμασι, πόσῳ γε μᾶλλον ὁ αὐτόν ἐκεῖνον τόν ποιητήν καί δεσπότην καί Κύριον τοῦ παντός «ὅν οὐδείς εἶδεν ἀνθρώπων οὐδέ ἰδεῖν δύναται» βλέπειν καταξιωθείς, ὡς ἀνθρώπῳ ἐφικτόν, καί προσομιλῆσαι αὐτῷ καί φωνῆς ἐκείνου ἀκούειν τοῦ μέλλοντος κρῖναι ζῶντας καί νεκρούς, οὐκ ἐκστήσεται ἑαυτοῦ καί ὅλος ἔξω κόσμου καί σαρκός ὄντως γένηται καί μετ’ αὐτοῦ ἐπιποθήσει συνέσεσθαι, ἀλλά ἀποστάς τοῦ τοιούτου καί τηλικούτου, τοῦ ὑπέρ πᾶν τοιοῦτον ὄντος καί τηλικοῦτον, ἐπί μερίμνας ἔλθῃ βιωτικάς καί φθειρομένων ὅλως ἤ παρερχομένων καί ῥεόντων πραγμάτων φροντίσειεν; Οὐδαμῶς οἶμαι τῶν εὖ φρονούντων τινά εἰς τοῦτο ὅλως ἐλθεῖν καταδέξασθαι.

Τά μέν γάρ ἐν τῷ βίῳ τούτῳ καλά συνεπομένων ὁμολογουμένως ἔχουσι καί συγκεκληρωμένην αὐτοῖς τήν λύπην καί τήν ἀθυμίαν καί τήν ὁδύνην, ἡ δέ μετά τοῦ Θεοῦ διαγωγή καί ἡ ὁμιλία καί ἡ θεωρία τῶν ἀπορρήτων αὐτοῦ ἀγαθῶν πᾶσαν ὑπερβαίνει μακαριότητα καί πάσης ὑπέρκειται δόξης καί εὐκληρίας καί χαρᾶς καί ἀνέσεως, ὡς πάσης ὑπεραίρουσα τιμῆς καί τρυφῆς καί ἀπολαύσεως τοῦ νομιζομένου παντός ἀγαθοῦ τῆς παρούσης ζωῆς. Καθόσον γάρ ὑπερέχει τό ἐν πολυτελεῖ καί ἁπαλῇ στρωμνῇ ἀναπαύεσθαι ὑπέρ τό ἐν ἐσχάρᾳ πεπυρακτωμένῃ ἀνακεῖσθαι, κατά τοσοῦτον ὑπερφέρει πάσης τοῦ βίου εὐφροσύνης καί ἀπολαύσεως ἡ ἐκ τῆς τοῦ Θεοῦ συνουσίας καί ὁμιλίας ἐγγινομένῃ τῇ ψυχῇ χαρά καί ἀγαλλίασις. Διά δή τοῦτο καί ὁ τῶν κρειττόνων πολλάκις καί κατά ἄγνοιαν ἤ ῥαθυμίαν ἀποστάς καί πρός τάς φροντίδας τοῦ κόσμου γενόμενος, ἐφ’ ὅσον τῆς ἐν αὐτοῖς πικρίας καί ἀφορήτου βλάβης αἴσθηται, δρομαῖος πρός τά ἀφ’ ὧν ἐξελήλυθεν ἐπανέρχεται, πολλά ἑαυτόν μεμφόμενος ὅτι συγκατεσπάσθη ὅλως καί μέσον τῶν ἀκανθῶν τοῦ βίου καί τοῦ φλογίζοντος πυρός τάς τῶν ἀνθρώπων ψυχάς ἐγένετο, ὅμως φεύγει καί πρός τόν ἑαυτοῦ ἀνατρέχει Δεσπότην· καί εἰ μή ἦν φιλάνθρωπος, δεχόμενος ἐπανερχομένους ἡμᾶς καί μή μνησικακῶν ἤ ὀργιζόμενος, ἀλλά καί μᾶλλον τῆς πρός αὐτόν ἐπανόδου ἀποδεχόμενος, «οὐκ ἄν ἐσώθη πᾶσα ψυχή» ἁγίου, εἴτε καί μέσως ἤ ἄλλως ἔχοντος. Διά τοῦτο πάντες οἱ τετελειωμένοι ἐν ἁγιωσύνῃ καί ἀρετῇ δωρεάν καί οὐκ ἐξ ἔργων δικαιοσύνης ἐσώθησαν· καί οὐχ οὗτοι μόνον, ἀλλά καί οἱ μετά ταῦτα τελειούμενοι, πάντες οὕτω σωθήσονται.

Ἐπεί δέ «οὐκ ἐξ ἔργων νόμου, ἵνα μή τις καυχήσεται», κατά τόν θεῖον Ἀπόστολον, ἡ σωτηρία ἡμῖν ἐπιγίνεται τοῖς πιστοῖς, οὐ χρή τοῖς ἔργοις, νηστείαις λέγω καί ἀγρυπνίαις ἤ χαμευνίαις καί λιμῷ καί δίψει, ὅλως θαρρεῖν, οὐ σιδήροις τό σῶμα καθηλοῦν, οὐ τρυχίνοις ἐνδύμασι τοῦτο ταλαιπωρεῖν. Οὐδέν γάρ ὅλως ταῦτά εἰσιν, ἐπειδή πολλοί καί τῶν κακούργων καί τῶν πενομένων αὐτῶν ταῦτα παθόντες οἱ αὐτοί διέμειναν, μηδέν τῆς κακίας ὑφιέντες αὐτῶν μηδέ τῆς πονηρίας βέλτιους γενόμενοι. Συμβάλλονται μέν καί ταῦτά τισι, καί τό σῶμα πρός ταπείνωσιν μᾶλλον δέ πρός ἀδυναμίαν καί ἀσθένειαν ἕλκουσιν· ἀλλ’ οὐ τοῦτο μόνον ζητεῖ ὁ Θεός, πνεῦμα δέ συντετριμμένον καί καρδίαν συντετριμμένην καί τεταπεινωμένην ἐπιποθεῖ καί τό ἀεί ἐν καταβεβλημένῳ φρονήματι λαλεῖν τήν καρδίαν ἡμῶν πρός αὐτόν· «Τίς εἰμι ἐγώ, Κύριέ μου δέσποτα καί Θεέ, ὅτι κατῆλθες καί ἐσαρκώθης καί ἀπέθανες δι’ ἐμέ, ἵνα με τοῦ θανάτου καί τῆς φθορᾶς ἀπαλλάξῃς καί τῆς σῆς δόξης ὁμοῦ καί θεότητος κοινωνόν ἀπεργάσῃ καί μέτοχον;». Ὁπηνίκα γάρ οὕτως ἕξεις κατά τάς ἀφανεῖς κινήσεις τῆς καρδίας σου, εὐθύς εὑρήσεις αὐτόν ἐναγκαλιζόμενόν σε μυστικῶς καί κατασπαζόμενον καί χαριζόμενόν σοι πνεῦμα εὐθές ἐν τοῖς ἐγκάτοις, πνεῦμα ἐλευθερίας καί ἀφέσεως τῶν ἁμαρτημάτων σου, οὐ μόνον δέ, ἀλλά καί τοῖς χαρίσμασιν αὐτοῦ καταστεφανοῦντά σε καί ἔνδοξόν σε διά σοφίας καί γνώσεως ἀπεργαζόμενον.

Τί γάρ ἕτερον οὕτω Θεῷ φίλον καί εὐαπόδεκτον, ὡς καρδία συντετριμμένη καί τεταπεινωμένη καί φρόνημα καταβεβλημένον ἐν πνεύματι ταπεινώσεως; Ἐν γάρ τοιαύτῃ καταστάσει ψυχῆς οἰκεῖ μέν αὐτός ὁ Θεός καί ἐπαναπαύεται πᾶσα δέ μηχανή τοῦ διαβόλου εἰς ἅπαν ἄπρακτος διαμένει καί πάντα τά φθοροποιά πάθη τῆς ἁμαρτίας τέλεον ἀφανίζεται καί βρίθει μόνος ἐν αὐτῇ ὁ καρπός τοῦ Ἁγίου Πνεύματος, ὅς ἐστιν ἡ ἀγάπη, ἡ χαρά, ἡ εἰρήνη, ἡ ἀγαθωσύνη, ἡ χρηστότης, ἡς πίστις, ἡ πραότης, ἡ ταπεινοφροσύνη καί ἡ περιεκτική ἐγκράτεια, οἷς ἀκολούθως ἕπεται ὡραίως ἡ γνῶσις ἡ θεία, ἡ σοφία τοῦ Λόγου καί ἡ ἄβυσσος τῶν κεκρυμμένων νοημάτων καί μυστηρίων Χριστοῦ· ἐν οἷς ὁ φθάσας γενέσθαι καί ποιωθείς, τήν καλήν ἀλλοίωσιν ἀλλοιοῦται καί ἐξ ἀνθρώπων ἄγγελος γίνεται, ὦδε μέν τοῖς ἀνθρώποις συναναστρεφόμενος σώματι, ἐν οὐρανοῖς δέ περιπολεύων τῷ πνεύματι καί τοῖς ἀγγέλοις συνδιαιτώμενος καί ὑπό τῆς ἀφράστου χαρᾶς πλατυνόμενος εἰς τήν ἀγάπην τοῦ Θεοῦ· εἰς ἥν οὐδείς ἄν τῶν ἀνθρώπων ἐγγίσει ποτέ, εἰ μή διά μετανοίας πρότερον καί δακρύων πολλῶν τήν ἑαυτοῦ καθαριεῖ καρδίαν καί εἰς βυθόν ἐλάσει ταπεινοφροσύνης καί ἐγκύμων τοῦ παναγίου γένηται Πνεύματος, χάριτι καί φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρί δόξα, τιμή, κράτος, σύν Ἁγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων· ἀμήν.



Ἑπόμενο: ΛΟΓΟΣ Θ΄. Περί γνώσεως ἀληθινῆς καί ὅτι ἡ τοῦ Θεοῦ γνῶσις οὐκ ἐκ μαθημάτων, ἀλλ’ ἐκ καθαρότητος καί τῆς ἄνωθεν χάριτος ἐπιγίνεται τῷ σπουδαίῳ· καί ὅτι χαλεπόν τό κρίνειν· καί ἔλεγχος τῶν οἰομένων εἰδέναι τά τοῦ Πνεύματος χωρίς Πνεύματος· ἐν ᾧ καί περί τῆς τοῦ Πατρός ἁγιωσύνης· καί οἷον ἀγαθόν ἐστιν ἡ πίστις καί τίς ὁ ταύτης καρπός καί ὅπως αὐξάνεται· καί ὅτι οἱ τόν θησαυρόν ἐν ἑαυτοῖς ἐσχηκότες τοῦ Πνεύματος καί ἐν ἄλλοις ὄντα γνωρίζουσι· καί τίνα τῶν ἁγίων τά σημεῖα καί πῶς καί τίσι γνωρίζονται· καί ὅτι ὁ μή γεννηθείς ἄνωθεν οὐ δύναται ἰδεῖν τόν γεγεννηκότα Θεόν οὐδέ γνωρίσαι τόν εἰς τοῦτο πεφθακότα διά τοῦ Πνεύματος.
Προηγούμενο: ΛΟΓΟΣ Ζ΄. Περί τῶν δουλευόντων Θεῷ, τίνες τε εἶεν και ὁποῖοι καί ποταποί. Καί τίς ἐστιν ὁ μετανοῶν καί ἡ ἐργασία αὐτοῦ, καί τίς ὁ τήν ἀσκητικήν ζωήν μετερχόμενος καί ἡ ἐργασία αὐτοῦ, καί τίς ὁ δουλεύων Θεῷ καί τό ἔργον αὐτοῦ. Καί ὅτι, ἐάν μή τάς ἀρετάς κτησώμεθα, οὐδέν ἡμᾶς ἀπαλλαγή μόνον τῶν παθῶν ὠφελήσει.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος