Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ Ι ΄. Περί τῆς φοβερᾶς τοῦ Κυρίου ἡμέρας καί τῆς μελλούσης κρίσεως, ὅτι καί πρό τοῦ θανάτου ἐν ἡμῖν ἔνθεν ἤδη καθαιρομένοις διά δακρύων ἐνεργεῖται ἐν οἷς ἄν ἐγγένηται κατά τήν παροῦσαν ζωήν, κατά τήν μέλλουσαν οὐχ ὑπαντᾶ. Καί τίς ἐστιν ἡ ἡμέρα Κυρίου καί τίσιν αἴφνης ἀποκαλύπτεται. Καί ὅτι ἡ εἰς Χριστόν πίστις οὐ δύναται μόνη σῶσαι ἡμᾶς, εἰ μή καί Πνεύματος Ἁγίου γνωστῶς γενώμεθα μέτοχοι καί ὅτι οὐχί πάντες οἱ βαπτιζόμενοι διά τοῦ βαπτίσματος λαμβάνουσι τόν Χριστόν. Καί πῶς δύναταί τις γνῶναι εἰ περιφέρει ἐν αὐτῷ τόν Χριστόν καί Πνεύματος Ἁγίου γέγονε μέτοχος. Καί ἑρμηνεία ὡς ἐν παραδρομῇ εἰς τό « Ἐν ἀρχῇ ἦν ὁ Λόγος». Καί μακαρισμός εἰς τούς ἐξ ἀγώνων τήν ἐπιφοίτησιν δεξαμένους τοῦ Πνεύματος.
Προηγούμενο: ΛΟΓΟΣ Η΄. Περί ἀγάπης Θεοῦ καί πίστεως καί ὅπως τις ἐγκύμων γίνεται τῆς τοῦ Θεοῦ ἀγάπης. Καί περί ἐλλάμψεως καί θεωρίας φωτός καί μυστικῆς ὁμιλίας τοῦ Πνεύματος.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

ΛΟΓΟΣ Θ΄. Περί γνώσεως ἀληθινῆς καί ὅτι ἡ τοῦ Θεοῦ γνῶσις οὐκ ἐκ μαθημάτων, ἀλλ’ ἐκ καθαρότητος καί τῆς ἄνωθεν χάριτος ἐπιγίνεται τῷ σπουδαίῳ· καί ὅτι χαλεπόν τό κρίνειν· καί ἔλεγχος τῶν οἰομένων εἰδέναι τά τοῦ Πνεύματος χωρίς Πνεύματος· ἐν ᾧ καί περί τῆς τοῦ Πατρός ἁγιωσύνης· καί οἷον ἀγαθόν ἐστιν ἡ πίστις καί τίς ὁ ταύτης καρπός καί ὅπως αὐξάνεται· καί ὅτι οἱ τόν θησαυρόν ἐν ἑαυτοῖς ἐσχηκότες τοῦ Πνεύματος καί ἐν ἄλλοις ὄντα γνωρίζουσι· καί τίνα τῶν ἁγίων τά σημεῖα καί πῶς καί τίσι γνωρίζονται· καί ὅτι ὁ μή γεννηθείς ἄνωθεν οὐ δύναται ἰδεῖν τόν γεγεννηκότα Θεόν οὐδέ γνωρίσαι τόν εἰς τοῦτο πεφθακότα διά τοῦ Πνεύματος.

Νῦν εὐκαίρως καλόν εἰπεῖν μετά τοῦ Δαυίδ καί οὕτω γεγωνότερον φθέγξασθαι· «Κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπί τούς υἱούς τῶν ἀνθρώπων τοῦ ἰδεῖν εἰ ἔστι συνιῶν ἤ ἐκζητῶν τόν Θεόν», εἶτα· «Πάντες ἐξέκλιναν ἅμα ἠχρειώθησαν· οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός». «Ποῦ γάρ» ἵνα τοῖς εἰρημένοις καί τά τοῦ Ἀποστόλου συνείρω «σοφός; Ποῦ γραμματεύς; Ποῦ συζητητής τοῦ αἰῶνος τούτου; Οὐχί ἐμώρανεν ὁ Θεός τήν σοφίαν τοῦ κόσμου τούτου», διά τό μή δύνασθαί τινα δι’ αὐτῆς ἐπιγνῶναι τήν ἀληθινήν σοφίαν, τόν ὄντως ὄντα Θεόν; Εἰ γάρ διά γραμμάτων καί μαθημάτων ἡ ἐπίγνωσις τῆς ἀληθοῦ σοφίας καί τῆς τοῦ Θεοῦ γνώσεως ἔμελλεν ἡμῖν, ἀδελφοί, δίδοσθαι, τίς ἦν ἄρα χρεία τῆς πίστεως ἤ τοῦ θείου βαπτίσματος ἤ τῆς τῶν μυστηρίων αὐτῶν μεταλήψεως; Οὐδεμία μενοῦν. «Ἐπεί δέ διά τῆς σοφίας οὐκ ἔγνω ὁ κόσμος τόν Θεόν, εὐδόκησεν ὁ Θεός, φησί, διά τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τούς πιστεύοντας». Καί ταῦτα μέν ὁ κῆρυξ καί νυμφαγωγός τῆς τοῦ Χριστοῦ Ἐκκλησίας.

Ἐγώ δέ εἰκότως θρηνήσω καί κλαύσομαι ἐπί τῇ συντριβῇ τῶν ἐμῶν μελῶν, τοῦ ἐμοῦ γένους, τῶν κατά σάρκα καί πνεῦμά μου ἀδελφῶν, ὅτι οἱ τόν Χριστόν διά τοῦ βαπτίσματος ἐνδυσάμενοι, τά τοῦ Χριστοῦ μυστήρια εἰς οὐδέν λογιζόμενοι, τήν ἐπίγνωσιν τῆς τοῦ Θεοῦ ἀληθείας διά τῆς τοῦ κόσμου σοφίας λαμβάνειν νομίζομεν καί τό μόνον ἀναγνῶναι τάς θεοπνεύστους συγγραφάς τῶν ἁγίων ὀρθοδοξίας εἶναι κατάληψιν τοῦτο οἰόμεθα καί τῆς Ἁγίας Τριάδος ἀκριβῆ καί βεβαίαν εἴδησιν τοῦτο νομίζομεν· οὐ μόνον δέ, ἀλλά καί τῶν ἄλλων ἡμῶν οἱ σεμνότεροι θεωρίαν τήν διά μόνου τοῦ Πνεύματος γινομένην ἐν τοῖς ἀξίοις, αὐτήν τήν ἐν ταῖς διανοίαις αὐτῶν ἀνάπλασιν τῶν νοημάτων ἀφρόνως εἶναι ὑπολαμβάνουσιν. Ὤ τῆς εὐηθείας, ὤ τῆς πωρώσεως. Οἱ δέ καί ἐμβαθύνειν ἀνάγνως ἐθέλοντες εἰς τά τοῦ Θεοῦ βάθη καί θεολογεῖν ἐπειγόμενοι, ὅταν ἀκούσωσι περί Θεοῦ ὅτι, ὥσπερ ἐν τρισίν ἡλίοις μία φωτός ἐστι σύγκρασις, οὕτω καί ἐν τῇ Τριάδι μιᾶς θεότητος ἔλλαμψις, αὐτίκα τρεῖς ἡλίους ἐν τῷ νοΐ αὐτῶν ἀναπλάττουσι, τῷ μέν φωτί ἡνωμένους, ἤτοι τῇ οὐσίᾳ, ταῖς δέ ὑποστάσεσι διακεχωρισμένους, καί οἴονται ἀφρόνως ἐκείνην αὐτήν ὁρᾶν τήν θεότητα καί οὕτως εἶναι τήν ἁγίαν καί ὁμοούσιον καί ἀδιαίρετον Τριάδα ὁμοίαν τῷ παραδείγματι. Ἀλλ’ οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν. Οὐδείς γάρ τά περί τῆς Ἁγίας Τριάδος νοῆσαι καλῶς καί εἰπεῖν δύναται ἀπό μόνης τῆς τῶν Γραφῶν ἀναγνώσεως, πίστει δέ μόνῃ ταῦτα δεχόμενος, ἐμμένει μέν τοῖς γεγραμμένοις καί πλέον οὐδέν περιεργάζεται, τοῖς δέ περιέργοις καί πολυπραγμονεῖν τά θεῖα θρασέως κατατολμῶσιν, ἔξω τῶν γεγραμμένων καί ὧν ἐδιδάχθη, εἰπεῖν ὅλως οὐ δύναται.

Ὅτι δέ τοῦτό ἐστιν ἀληθές, ἄκουσον τί φησιν ὁ Χριστός· «Οὐδείς ἐπιγινώσκει τόν Υἱόν εἰ μή ὁ Πατήρ, οὐδέ τόν Πατέρα τις ἐπιγινώσκει εἰ μή ὁ Υἱός καί ᾧ ἄν βούληται ὁ Υἱός ἀποκαλύψαι». Διά τούτων οὖν καί τῶν τοιούτων ῥημάτων ἀποφράττει τά ἀναίσχυντα καί ἀπύλωτα στόματα τῶν λεγόντων καί νομιζόντων διά τῆς ἔξωθεν σοφίας καί τῆς τῶν γραμμάτων μαθήσεως ἐπιγινώσκειν τήν ὄντως ἀλήθειαν, αὐτόν τόν Θεόν, καί τήν ἐπίγνωσιν κτᾶσθαι τῶν κεκρυμμένων μυστηρίων ἐν Πνεύματι τοῦ Θεοῦ. Εἰ γάρ τόν Υἱόν οὐδείς ἐπιγινώσκει εἰ μή ὁ Πατήρ, οὐδέ τόν Πατέρα τις ἐπιγινώσκει εἰ μή ὁ Υἱός καί ᾧ ἄν βούληται ὁ Υἱός ἀποκαλύψαι τά βάθη τούτου καί τά μυστήρια - τό γάρ μυστήριόν μου ἐμοί καί τοῖς ἐμοῖς - , τίς ἄρα τῶν ἐπί γῆς ἀνθρώπων σοφῶν ἤ ῥητόρων ἤ μαθηματικῶν ἕτερος, πλήν τῶν κεκαθαρμένων τόν νοῦν ἐξ ἄκρας φιλοσοφίας τε καί ἀσκήσεως, καί γεγυμνασμένα τά τῆς ψυχῆς ἐπιφερομένων ἀληθῶς αἰσθητήρια, ἄνευ τῆς ἄνωθεν διά τοῦ Κυρίου ἀποκαλύψεως ἐκ μόνης γνῶναι δυνηθείη τῆς ἀνθρωπίνης σοφίας τά κεκρυμμένα μυστήρια τοῦ Θεοῦ, ἅ διά νοερᾶς θεωρίας, τῆς ὑπό τοῦ θείου Πνεύματος ἐνεργουμένης, ἀνακαλύπτονται οἷς ἐδόθη καί ἀεί δίδοται εἰδέναι ταῦτα διά τῆς ἄνωθεν χάριτος; Ἐκείνων ἐστίν ἡ τούτων γνῶσις, ὧν ὁ νοῦς καθ’ ἑκάστην ὑπό τοῦ Ἁγίου καταλαμπάνεται Πνεύματος διά τήν τῆς ψυχῆς καθαρότητα, ὧν οἱ ὀφθαλμοί ὑπό τῶν ἀκτίνων τοῦ ἡλίου τῆς δικαιοσύνης τρανῶς ἠνεῴχθησαν, ὧν ὁ λόγος τῆς γνώσεως καί ὁ λόγος τῆς σοφίας διά μόνου τοῦ Πνεύματος, ὧν ἡ σύνεσις καί ὁ φόβος τοῦ Θεοῦ διά τῆς ἀγάπης καί τῆς εἰρήνης τετήρηται ἐν τῇ ἀγαθωσύνῃ καί τῇ τῶν τρόπων χρηστότητι ἐγκρατῶς μετά πίστεως. Τούτων ἡ γνῶσις τῶν θείων, τούτοις καί λέγεται καθά δή καί τοῖς ἀποστόλοις παρά Χριστοῦ, ὡς μιμουμένους αὐτούς· «Ὑμῖν δέδοται γνῶναι τά μυστήρια τοῦ Θεοῦ, τοῖς δέ λοιποῖς ἐν παραβολαῖς».

Οὗτοι τοιγαροῦν ἴσασιν, θείῳ κινούμενοι Πνεύματι, τήν πρός τόν Πατέρα τοῦ Υἱοῦ ἰσοτιμίαν καί ἕνωσιν. Ἐν γάρ τῷ Πατρί τόν Υἱόν καθορῶσι καί ἐν τῷ Υἱῷ τόν Πατέρα διά τοῦ Πνεύματος, ὡς γέγραπται· «Ἐγώ ἐν τῷ Πατρί καί ὁ Πατήρ ἐν ἐμοί», τοῦ Πνεύματος τῷ Πατρί δηλονότι συνόντος· εἰ γάρ ἐκ τοῦ Πατρός ἐκπορεύεται, ὁ δέ Πατήρ ὅλος ἐν ὅλῳ τῷ Υἱῷ ἐστιν, ὅλον ἐν αὐτοῖς ἐστι καί τό Πνεῦμα τό Ἅγιον. Πατήρ δέ καί Υἱός καί Ἅγιον Πνεῦμα εἷς Θεός, ὁ ὑπό πάσης πνοῆς προσκυνούμενος. Καί πῶς τρεῖς ἡλίους ἕνα εἰπεῖν ἰσχύσεις; Εἰ γάρ ἑνώσεις αὐτούς, ἑνωθήσονται, καί εἰς ἕνα οἱ τρεῖς ἔσονται· εἰ δ’ οὖν, ἀλλά διήμαρτες τῆς ἑνότητος. Πατέρα δέ, Υἱοῦ καί Πνεύματος δίχα, οὐδαμῶς εὑρήσεις, ἀλλ’ οὐδέ Υἱόν, τοῦ Πατρός καί τοῦ Πνεύματος, οὐδέ Πνεῦμα Ἅγιον τοῦ ἐξ οὗ ἐκπορεύεται ἀλλότριον τῆς ἑνώσεως. Ἐν μέν γάρ τῷ Πνεύματι τόν Πατέρα καί τόν Υἱόν, ἐν δέ τῷ Υἱῷ τον Πατέρα καί μετά τοῦ Πνεύματος, ἐν δέ τῷ Πατρί τόν Υἱόν συναϊδίως ἀεί ὄντα καί μένοντα καί συνεκλάμπον ἔχοντα τό Πνεῦμα τό Ἁγιον πίστευε. Εἷς ταῦτα Θεός καί οὐ τρεῖς, ἐν τρισίν ὑποστάσεσιν ὁ ὤν καί ἀεί ὤν καί ὡσαύτως ὤν, τῇ μιᾷ συμφυΐᾳ καί βασιλείᾳ καί θεότητι ἀνυμνούμενος ὑπό ἀπείρων δυνάμεων. Εἰ γάρ καί ἐν ἑκάστῳ τούτων τά συμφυῆ τῆς θείας ἰδιότητος καθορᾶται, ἀλλά τά τρία ἕν καί καθ’ ἕν τά τρία εἰσίν, ὅπερ ἐν ἡλίοις γενέσθαι ἀμήχανον.

Ἀλλά γάρ ἐβουλόμην καί εἰκόνα δοῦναί τινα ἀμυδρῶς παριστῶσαν τῶν λεγομένων τήν δύναμιν τοῖς θρασυνομένοις εἰδέναι διά μόνης τῆς ψευδωνύμου γνώσεως καί ἄνευ τοῦ ἐρευνῶντος Πνεύματος τά βάθη καί τά μυστήρια τοῦ Θεοῦ, εὐλαβοῦμαι δέ τόν εἰρηκότα Θεόν μή διδόναι τά ἅγια τοῖς ἀναιδέσι καί τολμηροῖς, μηδέ τούς μαργαρίτας βάλλειν ἔμπροσθεν τῶν ὡς κοινά τά θεῖα λογιζομένων καί οἱονεί διά τῶν χαμερπῶν νοημάτων καί ἀπλήστων ψυχῶν ἀτιμούντων καί καταπατούντων αὐτά· ὧν τετύφλωκε τόν νοῦν ὁ Θεός, καθώς φησιν ὁ προφήτης, καί πεπώρωκεν αὐτῶν τήν καρδίαν, ἵνα βλέποντες μή βλέπωσι καί ἀκούοντες μή συνιῶσι. Καί εἰκότως· ἐπειδή γάρ ἀναξίους διά τῆς οἰήσεως ἑαυτούς καί τῶν πονηρῶν ἐπιτηδευμάτων ἐποίησαν, διά τοῦτο ἐάθησαν ὑπό τοῦ Θεοῦ τῷ σκότει τῆς ἀπιστίας καί τῆς ἰδίας κακίας πορεύεσθαι, καθώς φησιν ὁ Δαυίδ· «Ἐξαπέστειλα αὐτούς κατά τά ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν· πορεύσονται ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν». Οἱ γάρ τοσαῦτα ὑποδείγματα ἔχοντες τῆς τῶν ἐντολῶν τοῦ Θεοῦ ἐκπληρώσεως, ἅ δι’ ἔργων οἱ πατέρες ἡμῶν τετελεκότες προὔθησαν τοῖς πιστοῖς ἡμῖν εἰς ἐκμίμησιν ἀρετῆς, καί συνιέναι μή θελήσαντες μηδέ ἐκείνους βουληθέντες μιμήσασθαι, ἀλλά τοὐναντίον καί διαλοιδοροῦντες αὐτούς καί τούς βίους τῶν κατά Θεόν ἀγωνισαμένων ὡς οὐ κατά Θεόν ὄντας ἐνδιαβάλλοντες, πῶς οὐχί μόνον ἀνάξιοί εἰσι θείας γνώσεως, ὡς ἀπειθείας καί ἀπωλείας υἱοί, ἀλλά καί πάσης ὑπεύθυνοι τιμωρίας καί κατακρίσεως, ὅτι ἑαυτούς ἀνακρίνειν, εἰ ἄρα καί εἰσιν ἐν τῇ πίστει, ὡσπερ ἐπιλαθόμενοι, τά ἀλλότρια κρίνουσι καί τά ὑπέρ αὐτούς ἀσυνέτως ἐρευνῶσι καί ἐξετάζουσι, μηδαμῶς τόν οὕτω λέγοντα Θεόν δυσωπούμενοι· «Μή κρίνετε καί οὐ μή κριθῆτε» καί «Ἐν ᾧ κρίματι κρίνετε κριθήσεσθε»· μηδέ τόν ἐκείνου λέγοντα μαθητήν· Μενοῦνγε, ὦ ἄνθρωπε, «σύ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; Τῷ ἰδίῳ κυρίῳ στήκει ἤ πίπτει» καί «Μή κρίνετε ἀλλήλους καί μή καταλαλεῖτε ἀλλήλων».

Οἱ γοῦν τοιοῦτοι πῶς ἄρα πιστοί καί χριστιανοί εἶναι γνωρισθήσονται, τά τοῦ Χριστοῦ καί τῶν ἀποστόλων αὐτοῦ παρακρουόμενοι ῥήματα καί καθώς ἐκεῖνος καί οἱ τούτου νενομοθετήκασι μαθηταί μή φυλάσσοντες μηδέ τοῖς ἴχνεσι τοῦ διδασκάλου ἑπόμενοι καί βαδίζοντες; Πῶς τό τῶν ἐντολῶν φῶς ὅλως θεάσονται οἱ φανερῶς τάς θείας ἐντολάς παραβαίνοντες; Οὐδαμῶς. «Μηδείς ὑμᾶς, φησίν, ἀπατάτω κενοῖς λόγοις, ὦ ἀδελφοί». Ἀδελφούς δέ ἡμᾶς ὁ Παῦλος καλεῖ διά τήν ἐκ τοῦ θείου βαπτίσματος πνευματικήν ἀναγέννησιν καί συγγένειαν, ἐπεί τοῖς ἔργοις καί σφόδρα ἀλλότριοι, ὡς ὁρῶ, τῆς τῶν ἁγίων ἀδελφότητος καθεστήκαμεν. Καί τοῦτο ἐξ αὐτῶν τῶν πραγμάτων παραστῆσαι πειράσομαι, μᾶλλον δέ αὐτά ἡμῶν τά ἔργα καί οἱ λόγοι ἡμᾶς ἀπελέγξουσιν· διό καί ὡς πρός ἕνα τόν λόγον ποιούμενος, ἔνθεν ἐρῶ.

Ἀπετάξω τῷ κόσμῳ καί τοῖς ἐν κόσμῳ, ὦ ἀδελφέ; Γέγονας ἀκτήμων καί ὑποτακτικός καί τοῦ οἰκείου θελήματος ξένος; Καί πρᾳότητα ἐκτήσω καί ταπεινός γέγονας; Νηστείας εἰς ἄκρον καί εὐχήν καί ἀγρυπνίαν κατώρθωσας; Ἀγάπην ἐκτήσω πρός τόν Θεόν ὁλικήν καί ὡς ἑαυτόν τόν πλησίον σου κέκτησαι; Ὑπέρ τῶν μισούντων καί ἀδικούντων σε καί ἐχθρωδῶς ἐχόντων κατά σοῦ μετά δακρύων παρακαλεῖς καί ἀφεθῆναι αὐτοῖς ἀπό ψυχῆς πρῶτον αὐτός συμπαθήσας ἀξιοῖς, ἤ οὔπω εἰς τό ὕψος τοῦτο ἀνηνέχθης τῶν ἀρετῶν; Εἰπέ. Εἰ δέ εἰπεῖν αἰσχύνῃ τό οὔ, ἤ πάλιν διά ταπεινοφροσύνην οὐ βούλει τό ναί προσειπεῖν, ἐγώ σοι προσθήσω τά εἰκότα, ὦ ἀδελφέ, καί δείξω ἐξ αὐτῆς ἐκ ποίων ἔργων καί κατορθωμάτων εἰς τοῦτο τό ὕψος πᾶς ὁ ἀγωνιζόμενος ἐν ἀληθείᾳ μετά πολλῆς τῷ ὄντι συνέσεως καί ἁγιότητος ἔρχεται. Εἰ μέν οὖν, ὡς εἴρηται, πέφθακας εἰς τά προειρημένα πάντα καί τούς ἐχθρούς σου ἠγάπησας καί μετά δακρύων ὑπέρ αὐτῶν πολλάκις ἀπό καρδίας ἐδάκρυσας, τήν ἐκείνων πάντως ἐπιστροφήν καί μετάνοιαν ἐξαιτούμενος, πάντα δηλονότι τά λοιπά προκατώρθωσας· οἷον γέγονας ἀπαθής ἐξ ἀγώνων, καθαράν ἐκτήσω τήν καρδίαν ἀπό παθῶν καί ἐν αὐτῇ καί δι’ αὐτῆς ἐθεάσω τόν ἀπαθῆ Θεόν. Ἄλλως γάρ οὐκ ἔνι μετά συμπαθοῦς καρδίας ἐξ ἀγάπης ὑπέρ τῶν ἐχθρῶν εὔξασθαι, εἰ μή συναφείᾳ καί συνουσίᾳ καί θεωρίᾳ Θεοῦ διά συνεργείας τοῦ ἀγαθοῦ Πνεύματος κτησαίμεθα ἑαυτούς καθαρούς ἀπό παντός μολυσμοῦ σαρκός καί πνεύματος.

Εἰ οὖν εἰς τοῦτο χάριτι τοῦ σώσαντός σε Θεοῦ μετά χρηστότητος καί ταπεινοφροσύνης πολλῆς ἔφθασας, ἀδελφέ, τί τοῖς συνασκηταῖς καί τοῖς συναχθεῖσιν εἰς ταῦτα διαπιστεῖς καί φθονεῖς καί λοιδορίαις ἐνδιαβάλλεις αὐτούς, τήν χρηστήν αὐτῶν ὑπόληψιν πειρώμενος καθελεῖν; Οὐκ οἶσθα ὅτι οἱ ἀπό πρώτης ὥρας, τοῖς φθάσασι περί τήν ἑνδεκάτην διά τό ἐξ ἴσης ἐκείνοις λαβεῖν φθονήσαντες, ἕνεκεν τούτου εἰς τό πῦρ τό ἐξώτερον ἀπερρίφησαν; Καί πῶς σύ, τά αὐτά καί χείρονα τούτων ποιῶν καί λέγων κατά τῶν ἁγίων, ὧν ὁ βίος, ἡ ἀρετή καί ἡ σύνεσις λάμπει ὥσπερ ὁ ἥλιος, νομίζεις μή τῆς αὐτῆς ἤ καί χείρονος κολάσεως ταῖς τιμωρίαις ὑποβληθῆναι; Ἤ οὐκ οἶδας ὅτι φθόνος οὐδείς παρά ἁγίων ἁγίοις ἐστί, καθά γέγραπται· «Ἔνθα ὁ φθόνος, ἐκεῖ καί ὁ τοῦ φθόνου πατήρ διάβολος κατοικεῖ καί οὐχί ὁ τῆς ἀγάπης Θεός»; Τόν οὖν φθόνον ὠδίνων, πῶς εἶναι ὅλως ἅγιος οἴεσαι, ὁ μηδέ πιστός ἤ χριστιανός ἐκ τῆς Θεοῦ ἀγάπης καί τοῦ πλησίον σου γνωριζόμενος; Ὅτι δέ οὕτως ἐστίν ἡ τῶν πραγμάτων τούτων ἀκολουθία καί ὁ τόν φθόνον ὠδίνων ἔχει μέν ἐντός αὐτοῦ τόν διάβολον, οὐ δύναται δέ εἶναι Χριστοῦ διά τό μή ἔχειν ἀγάπην πρός τόν πλησίον, παντί που δῆλον τῷ τάς θείας Γραφάς ἐπαΐοντι.

Εἰ δέ τῶν τοιούτων χαρισμάτων οὔπω ἠξίωσαι οὐδέ εἰς τοσοῦτον ὕψος ἀφίκου τοῦ θεοποιῶν ἀρετῶν, πῶς ἄρα κἄν ὅλως τολμᾷς ἀνοῖξαι τό στόμα καί φθέγξασθαι; Πῶς, κατηχούμενος ὤν, διδάσκειν ἐθέλεις καί περί ὧν οὐκ οἶδας ἤ ἤκουσας πολυπραγμονεῖν ἐπιχειρεῖς καί, ὡς εἰδώς τά θεῖα, περί τοιούτων πραγμάτων θρασύνῃ διαλέγεσθαι; Οὐκ οἶδας ὅτι ἔξω τῶν προθύρων τῆς ἐκκλησίας, οἷα δή κατηχούμενος, ἵστασαι, εἰ καί αὐθαδείᾳ γνώμης ἑαυτῷ τήν μετά πάντων τῶν πιστῶς καί καθαρῶς εὐχομένων προτρέπεις στάσιν, μή τοῖς ἀποστολικοῖς κανόσιν ἑπόμενος; Κατηχούμενος γάρ οὐχ ὁ ἄπιστος μόνος ἄρτι λέγεται, ἀλλά καί ὁ μή ἀνακεκαλυμμένῳ προσώπῳ νοός τήν δόξαν Κυρίου κατοπτριζόμενος. Ἐγώ δέ σου καί τήν ἄνοιαν λίαν θρηνῶ, ὅτι ἅγιον μέν εἶναί τινα τοιοῦτον ὡς πάλαι καί νῦν παντελῶς καί καθόλου διαπιστεῖς, τοῖς πᾶσι δέ συναριθμῶν ἑαυτόν οἷα κοινοῖς ὡς κοινόν, καθάπερ Πνεύματι Ἁγίῳ φθεγγόμενος ὥς τις ἅγιος καί θεοφόρος ἀνήρ, ἅ μηδ’ ὅλως γινώσκειν ὑπό τοῦ λόγου κεντούμενος ὡμολογήσας καί ἅ μηδέ ἰδεῖν μηδέ ἀκοῦσαι μηδέ καταξιωθῆναι λαβεῖν ἐν καρδίᾳ σου ἔφης, ταῦτα καί διερμηνεύειν καί ὡς εἰδώς σαφηνίζειν ὅλως οὐκ ἐπαισχύνῃ, οὐδέ πρός τόν τῶν ἀνθρώπων ἐρυθριᾷς γέλωτα. Εἰ γάρ μή ἀπαθής, ὡς εἴπομεν, γέγονας, μηδέ Πνεῦμα Ἅγιον ἔχειν ἠξίωσαι, μηδέ ἅγιος εἶ, πῶς εἰδέναι λέγεις ὡς ἅγιος τά τοῦ Πνεύματος, «ἅ - ὡς γέγραπται - ὀφθαλμός οὐκ εἶδε καί οὖς οὐκ ἤκουσε καί ἐπί καρδίαν ἀνθρώπου χοϊκοῦ οὐκ ἀνέβη, τά ἀγαθά ἅ ἡτοίμασεν ὁ Θεός τοῖς ἀγαπῶσιν αὐτόν»;

Ἡμῖν δέ, ἵνα παραφρονῶν εἴπω, ὑπό σοῦ βιαζόμενος, διά τοῦ Πνεύματος αὐτοῦ, ἐσχάτοις οὖσι καί ἠλεημένοις, κατά τήν ἄφατον πρός ἡμᾶς αὐτοῦ ἀγαθότητα ἀπεκάλυψεν ἱκεσίαις τοῦ μακαρίου καί ἁγίου πατρός ἡμῶν Συμεών, «ἵνα εἰδῶμεν» καθώς φησιν ὁ Ἀπόστολος «τά ὑπό τοῦ Θεοῦ χαρισθέντα ἡμῖν· τό γάρ Πνεῦμα ἐρευνᾷ καί τά βάθη τοῦ Θεοῦ. Ἡμεῖς δέ - φησίν - οὐκ ἐλάβομεν τό πνεῦμα τοῦ κόσμου, ἀλλά τό Πνεῦμα τό ἐκ τοῦ Θεοῦ». Καί δι’ αὐτοῦ ἀπεκαλύφθη καί ἐπεγνώσθη ἡμῖν, ἁμαρτωλοῖς οὖσι καί ταπεινοῖς, ὁ Θεός καί Πατήρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καί σωτῆρος, τοῦ μεγάλου Θεοῦ, ἐν αὐτῷ τῷ Χριστῷ καί Θεῷ, ὅν οὐδείς ἀνθρώπων εἶδεν οὐδέ ἰδεῖν δύναται. «Ὁ γάρ εἰπών ἐκ σκότους φῶς λάμψαι, αὐτός ἐστιν ὅς καί ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν», τῶν εὐτελῶν καί ἀχρείων, τοῖς ὀστρακίνοις σκεύεσι τῶν σκηνωμάτων ἡμῶν ὥσπερ θησαυρός δηλονότι ἐμπεριεχόμενος, ὁ πάντῃ ἀπερίληπτός τε καί ἀπερίγραπτος, μικρός μέν ἐν ἡμῖν μορφούμενος, ὁ ἄμορφος καί ἀνίδεος, τά σύμπαντα δέ ἀπεριγράπτως πληρῶν, ὡς ὑπερμεγέθης καί ὑπερπλήρης.

Τό δέ μορφοῦσθαι ἐν ἡμῖν τόν ὄντως ὄντα Θεόν, τί ἐστιν εἰ μή τό ἡμᾶς αὐτούς πάντως μεταποιεῖν τε καί ἀναπλάττειν καί εἰς τήν τῆς θεότητος αὐτοῦ εἰκόνα μεταμορφοῦν; Οἷον ἔγνωμεν ἄρα γεγονότα καί τόν ἅγιον Συμεώνην τόν Εὐλαβῆ, τόν ἐν τῇ μονῇ τῶν Στουδίου ἀσκήσαντα, τῇ πείρᾳ αὐτῇ τά περί τούτου βεβαιωθέντες. Τῇ γάρ ἀποκαλύψει τοῦ ἐν αὐτῷ Πνεύματος τήν εἰς αὐτόν πίστιν ἐπισφραγίσαντες, ἀναντίρρητον ταύτην φυλάττομεν· μᾶλλον δέ ἐκ τοῦ αὐτοῦ φωτός, ὡς ἐκ λαμπάδος τινός, τόν τῆς ψυχῆς ἡμῶν λύχνον μεταδοτικῶς ἀνάψαντες, ἄσβεστον διατηροῦμεν, ταῖς ἐκείνου εὐχαῖς καί πρεσβείαις φρουρούμενοι, ἐξ ὧν ἀρδουμένη αὐξάνει ἡ πίστις ἡμῶν ἡ πρός αὐτόν καί ἔτι αὐξήσει - ἐν Θεῷ θαρρῶν λέγω -, ἑκατονταπλασίονα τόν καρπόν φέρουσα ἐν αὐτῷ τῷ θείῳ φωτί. Καρπός γάρ πίστεως τό ἅγιον καί ἀνέσπερον φῶς, φῶς δέ ἅγιον προσθήκη καί αὔξησις πίστεως· καθόσον γάρ τό φῶς πηγάζει, ἡ πίστις αὐξάνει καί εἰς ὕψος ἀνέρχεται. Κατά δέ τήν ἀναλογίαν τῆς πίστεως ὁ καρπός ἀριδήλως βρίθει τοῦ Πνεύματος· «Ὁ δέ καρπός τοῦ Πνεύματος ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πρᾳότης, ἐγκράτεια», ἅπερ καθ’ ἕν ὁ ἔχων ἐπίσταται. Ὥσπερ γάρ ὁ μαργαρίτας ἔχων καί λίθους διαφανεῖς, σάπφειρον, ἀμέθυσον καί ἄλλους τινάς, οἶδεν, εἰ μή ἀπείρως ἔχει, ἑνός ἑκάστου αὐτῶν τό εἶδος, τό μέγεθος, οὕτω καί ὁ τάς ἀρετάς μετά πόνου καί δακρύων πολλῶν ἐν ἑαυτῷ φυτεύσας καί τούς καρπούς ἐνεγκών τούς τοῦ Πνεύματος, ἐπίσταται καί τό εἶδος καί τήν ποιότητα ἑνός ἑκάστου αὐτῶν καί τῆς ἁπάντων αὐτῶν γλυκύτητος ἀπογεύεται· καί τό δή μεῖζον καί θαυμαστότερον, ὅτι καί ἐν ἄλλοις ὄντα τόν αὐτόν ἐπιγινώσκει καρπόν.

Καθάπερ γάρ τά ἔθνη ἀπό τῆς στολῆς, τό δέ πλεῖστον ἀπό τῆς φωνῆς καί τῶν λόγων ἐπιγινώσκονται, οὕτω δή καί οἱ ἅγιοι γνωρίζονται μέν ἀπό τῆς κοσμιότητος αὐτῶν καί τοῦ εὐσχήμου βαδίσματος καί τῶν ἄλλων τῶν ἔξωθεν, τό δέ γνώρισμα μετά ἀκριβείας καί ἀληθείας τό ἴδιον αὐτῶν ὁ λόγος ὁ γεννώμενος ἐξ αὐτῶν παρίστησιν.

Ὅ γάρ οὐκ ἔχει ἡ καρδία, τό στόμα προφέρειν οὐ δύναται· εἰ δέ καί εἴπῃ, ὡς οὐ καλῶς λέγων εὐθύς ὑπ’ αὐτῶν τῶν ἑαυτοῦ λόγων ἐλέγχεται. «Ὁ γάρ ἀγαθός, φησίν, ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας προφέρει τά ἀγαθά, ὁ δέ πονηρός ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας προφέρει τά πονηρά». Καί ὅρα μοι τά βάθη τοῦ Πνεύματος, πῶς οὐκ εἶπεν ὁ Κύριος ὅτι «ἐκ τῆς ἀγαθῆς καρδίας προφέρει τά ἀγαθά» μόνον, ἀλλά προσέθετο εἰπεῖν «ἐκ τοῦ θησαυροῦ τῆς καρδίας», ἵνα μάθῃς ὅτι καρδίαν κενήν καί κούφην οὐδείς ἡμῶν ἔχειν δύναται, ἀλλά εἴτε διά ἀγαθοεργίας καί ἀληθινῆς πίστεως τήν χάριν ἔχει τοῦ Πνεύματος ἕκαστος, ἤ διά τῆς ἀπιστίας καί ἀμελείας τῶν ἐντολῶν καί τῆς τῶν φαύλων ἀποπληρώσεως τόν πονηρόν ἐν ἑαυτῷ περιφέρει διάβολον. Καί ἵνα μή νομίσῃς ὅτι οὐ τούς ἐν μέρει μέν φυλάσσοντας τάς τοῦ Χριστοῦ ἐντολάς, ἐν μέρει δέ τούτων καταφρονοῦντας, ἀλλά τούς φυλάσσοντας πάσας ταύτας μετά ἀκριβείας, τόν θησαυρόν λέγει τοῦ Πνεύματος ἔχειν,, ἐδίδαξεν εἰπών· «Ὁ ἔχων τάς ἐντολάς μου καί τηρῶν αὐτάς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με· ὁ δέ ἀγαπῶν με ἀγαπηθήσεται ὑπό τοῦ Πατρός μου καί ἐγώ ἀγαπήσω αὐτόν καί ἐμφανίσω αὐτῷ ἐμαυτόν· καί ἐγώ καί ὁ Πατήρ ἐλευσόμεθα καί μονήν παρ’ αὐτῷ ποιήσομεν».

Ὁρᾷς ὅπως ὁ ἀγαθήν καρδίαν κτησάμενος διά πόνων καί τῆς τῶν ἐντολῶν ἐργασίας ἔνοικον ἔσχε τήν ὅλην ἐν ἑαυτῷ θεότητα, ἥτις ἐστίν ὁ ἀγαθός θησαυρός; Ὅτι δέ εἰς τόν παραβαίνοντα μίαν καί τήν τυχοῦσαν ἐντολήν, ἤ ἀμελοῦντα καί μή ποιοῦντα αὐτήν, ὁ τοιοῦτος οὐ κατοικεῖ θησαυρός, ἄκουε αὐτοῦ πάλιν λέγοντος· «Ὁ λύσας μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καί διδάξας οὕτω τούς ἀνθρώπους ποιεῖν ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν». Ἐλαχίστας δέ ταύτας ὠνόμασεν οὐχ οὕτως οὔσας, ἀλλά διά τό παρ’ ἡμῶν οὕτω ταύτας λογίζεσθαι· τό γάρ ἀργολογεῖν ἤ τι τοῦ πλησίον ἐπιθυμεῖν ἤ ὁρᾶν ἐμπαθῶς ἤ ἐξουθενεῖν καί ὑβρίζειν τινά ὡς οὐδέν ἡγούμενοι, ἀδιαφοροῦμεν, τοῦ ταῦτα ὑπό κρῖμα θεμένου ἐπιλαθόμενοι. Τί γάρ φησί; «Πάντα λόγον ἀργόν ὅν ἐαν λαλήσωσιν οἱ ἄνθρωποι, λόγον δώσουσι περί αὐτοῦ ἐν ἡμέρᾳ κρίσεως», καί ἄλλως· «Οὐκ ἐπιθυμήσεις τι τοῦ πλησίον σου», καί πάλιν· «Ὁ ἐμβλέψας πρός τό ἐπιθυμῆσαι ἤδη ἐμοίχευσεν ἐν τῇ καρδίᾳ αὐτοῦ. Ὅστις δέ εἴπῃ πάλιν τῷ ἀδελφῷ αὐτοῦ ῥακκᾶ, ἔνοχος ἔσται τῇ γεέννῃ τοῦ πυρός». Θέλων δέ καί ὁ Ἀπόστολος δεῖξαι ὅτι ἐν τοῖς τά τοιαῦτα πράσσουσιν ὁ διάβολος ἐνεργεῖ, ἔφη· «Τό δέ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία». Εἰ οὖν οὐδέν ἄλλον ἐστίν ἡ ἁμαρτία εἰ μή ἐντολῆς παράβασις, ἐντολή δέ ἐστι καί τό μή ἐπιθυμῆσαι καί τό μή ψεύσασθαι καί τό μή κλέψαι, ἀλλά μηδέ ἀργολογῆσαι μήτε τῷ ἀδελφῷ σου ἐρεῖν κακῶς, πᾶς ὁ ποιῶν ταῦτα ὑπό τοῦ κέντρου τοῦ θανάτου ἤτοι τῆς ἁμαρτίας τέτρωται, ἐν αὐτῇ δέ τῇ πληγῇ καί τῷ τῆς ἁμαρτίας δήγματι ὥσπερ σκώληξ εὐθύς ὁ διάβολος εἰσερχόμενος εὑρίσκεται κατοικῶν.

Εἶδες πῶς οἱ μή κτησάμενοι πάλιν τάς ἑαυτῶν καρδίας διά δακρύων καί μετανοίας κεκαθαρμένας ἔνοικον ἔχουσιν ἐν αὐτοῖς τόν διάβολον, ὅς ἐστιν ὁ πονηρός θησαυρός; Οὕτως ὁ ἀγαθός ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ ἐκφέρει τά ἀγαθά, ὁ δέ πονηρός ὁμοίως τά πονηρά. Ἡ δέ ἀληθής μετάνοια διά τῆς ἐξομολογήσεως καί τῶν δακρύων, ὥσπερ ὑπό ἐμπλάστρου καί φαρμάκου τινός, ἀποσμήχει καί ἐκκαθαίρει τῆς καρδίας τό τραῦμα καί τήν οὐλήν ἥν τό κέντρον ἐν αὐτῇ τοῦ νοητοῦ θανάτου διήνοιξεν, εἶτα τόν ἐμφωλεύοντα σκώληκα ἔξω βάλλει καί θανατοῖ εἰς συνούλωσιν καί ὑγίειαν τελείαν τό τραῦμα ἀποκαθίστησι. Τοῦτο δέ ἄρα παρά τῶν καρδίαν ἐχόντων τήν ὑγίειαν ἐμπόνως ἐπιζητοῦσαν διά δακρύων καί μετανοίας μόνων ἐπιγινώσκεται ἐνεργούμενον. Τῶν ἄλλων γάρ οἱ λοιποί καί ἐνηδύνονται τούτοις τοῖς τραύμασιν· οὐ μόνον δέ, ἀλλά καί ἐπιξέειν ταῦτα καί ἕτερα τούτοις μᾶλλον ἐπιθεῖναι σπουδάζουσιν, ὑγίειαν τήν τοῦ πάθους ἐκπλήρωσιν λογιζόμενοι· διόπερ καί ἐγκαυχῶνται, ὅταν τι πονηρόν ἐργάσωνται ἁμαρτίας ἀτόπημα, καί τήν αἰσχύνην αὐτῶν ὡς δόξαν λογίζονται. Διά τί δέ πάσχουσι τοῦτο; Ἐπειδή ἀγνοοῦσι τῆς παντελοῦς καθάρσεως τό ἡδύ τε καί χαρίεν, μᾶλλον δέ ἀπιστοῦσι καί ἀδύνατον εἶναι ἑαυτούς πείθουσι τό καθαρεῦσαι ἄνθρωπον τελείως ἀπό παθῶν καί ὅλον οὐσιωδῶς ἐν ἑαυτῷ δέξασθαι τόν Παράκλητον.

Διά τοῦτο τοίνυν καί κατά τῆς ἑαυτῶν ἀεί σωτηρίας λαλοῦσι καί πράττουσι, κλείοντες ἐφ’ ἑαυτοῖς τάς πύλας τῆς βασιλείας τῶν οὐρανῶν καί πάντας ἄλλους τούς εἰσελθεῖν βουλομένους κωλύοντες. Εἴ που δέ καί ἀκούσουσι περί ἑτέρου τινός νομίμως ἀγωνισαμένου ἐν ταῖς ἐντολαῖς τοῦ Κυρίου καί ταπεινοῦ τῇ καρδίᾳ καί τοῖς φρονήμασι γενομένου, καθαρεύοντός τε ἀπό παντοίων παθῶν καί πᾶσι τά μεγαλεῖα κηρύττοντος τοῦ Θεοῦ - ὅσα δηλονότι ἐποίησεν ἐπ’ αὐτῷ ὁ Θεός κατά τάς ἀψευδεῖς ὑποσχέσεις αὐτοῦ καί ὅπως μέν, λέγοντος πρός ὠφέλειαν τῶν ἀκουόντων, κατηξιώθη φῶς ἰδεῖν Θεοῦ καί Θεόν ἐν φωτί δόξης, ὅπως δέ γνωστῶς ἔγνω ἐν ἑαυτῷ τήν ἐπιφοίτησιν καί ἐνέργειαν τοῦ Ἁγίου Πνεύματος καί ἅγιος ἐν Ἁγίῳ Πνεύματι γέγονεν -, εὐθύς ὥσπερ κύνες λυσσῶντες καθυλακτοῦσιν αὐτοῦ καί κατεσθίειν, εἰ δυνατόν, τόν ταῦτα λέγοντα σπεύδουσι, «Παῦσαι, λέγοντες, πεπλανημένε καί ὑπερήφανε σύ. Τί ἄρα τοιοῦτος ἄρτι γέγονεν ὡς οἱ ἅγιοι πατέρες ἐγένοντο; Τίς δέ Θεόν εἶδεν ἤ ἰδεῖν κἄν ὁπωσοῦν δύναται; Τίς Πνεῦμα Ἅγιον ἐπί τοσοῦτον ἔλαβεν, ὡς δι’ αὐτοῦ τόν Πατέρα καί τόν Υἱόν ἀξιωθῆναι ἰδεῖν; Παῦσαι μή σε τοῖς λίθοις καταλευσθῆναι ποιήσωμεν».

Οἷς μή ἀνταποκριθῆναι ἀξίως τῆς αὐτῶν ἀφροσύνης οὐκ οἴομαι δεῖν· φησί γάρ ὁ σοφώτατος Σολομῶν· «Μή ἀποκρίνου ἄφρονι κατά τήν ἐκείνου ἀφροσύνην, ἵνα μή ὅμοιος γένῃ αὐτῷ, ἀλλά ἀποκρίνου ἄφρονι πρός τήν ἀφροσύνην αὐτοῦ, ἵνα μή φαίνηται σοφός παρ’ ἑαυτῷ». Ἐξ ὑμῶν μέν, ὦ οὗτοι, ὡς αὐτοί φατε, οὐδείς οὐδαμῶς· ἐκ δέ τῶν προαιρουμένων τόν σταυρόν ἆραι καί τήν στενήν ὁδεῦσθαι ὁδόν καί τάς ἑαυτῶν ἀπολέσαι ψυχάς ἕνεκεν τῆς αἰωνίου ζωῆς, πολλοί μέν εἶδον καί πρότερον, πλείους δέ, οἶμαι, ὁρῶσι καί νῦν, καί τῶν βουλομένων ἕκαστος ὄψεται, κἄν ὑμεῖς σκαιότητι γνώμης καί βασκανίας φαυλότητι τούτους ἰδεῖν οὐκ ἰσχύετε. Καί ὅρα τί φησιν ὁ εὐαγγελιστής· «Ὅσοι ἔλαβον αὐτόν ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι· οἵ οὐκ ἐξ αἱμάτων οὐδέ ἐκ θελήματος σαρκός, οὐδέ ἐκ θελήματος ἀνδρός, ἀλλ’ ἐκ Θεοῦ ἐγεννήθησαν». Εἰ οὖν οὐκ ἐγεννήθης ἐκ τοῦ Θεοῦ σύ, οὐδέ τέκνον ὑπάρχεις αὐτοῦ δηλονότι, οὐδέ προλαβών ἐδέξω αὐτόν, οὐδέ ἔλαβες αὐτόν ἐν σεαυτῷ, καί διά τοῦτο οὔτε ἐξουσίαν σοι δέδωκεν οὔτε δύνασαι τέκνον γενέσθαι Θεοῦ· τέκνον δέ Θεοῦ μή γενόμενος, πᾶς ἄρα τόν ἐν τοῖς οὐρανοῖς θεάσῃ Θεόν καί Πατέρα σου; Οὐδείς πρό τοῦ γεννηθῆναι τόν ἑαυτοῦ πατέρα ποτέ τεθέαται, καί οὐδείς ἀνθρώπων τόν Θεόν ὄψεται, ἐάν μή πρότερον ἐξ αὐτοῦ γεννηθῇ. Διά τοῦτο καί ὁ Κύριος ἔλεγεν· «Ἐάν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται εἰσελθεῖν εἰς τήν βασιλείαν τῶν οὐρανῶν», καί πάλιν· «Τό γεννώμενον ἐκ τῆς σαρκός, φησί, σάρξ ἐστι, τό δέ γεννώμενον ἐκ τοῦ Πνεύματος πνεῦμά ἐστιν», ἐξ ἁγίου ἅγιον δηλονότι· «τό δέ Πνεῦμα ἐρευνᾷ καί τά βάθη τοῦ Θεοῦ». Σύ δέ, εἰ ἀπό σαρκός μόνον γεγέννησαι καί οὔπω τήν ἐκ τοῦ Πνεύματος γέννησιν ἔγνως, οὐδέ Πνεῦμα αὐτός σύ γεννηθείς γέγονας, πῶς ἄρα δύνασαι τά βάθη τοῦ Θεοῦ ἐρευνᾶν, μᾶλλον δέ πῶς δύνασαι ὁρᾶν τόν Θεόν; Πάντως οὐδαμῶς, αὐτός σύ, καί μή βουλόμενος, καθομολογήσεις, ὦ ἀδελφέ.

Εἶεν. Τί δαί; «Ἀλλά σύ» φησί «τοιοῦτος ὑπάρχεις αὐτός; Καί πόθεν σε τοιοῦτον εἶναι ἐπιγνωσόμεθα;» Ἐγώ μέν ἄνευ τῆς ἄνωθεν χάριτος οὐχ οἷός τέ εἰμι τοῦτο εἰπεῖν, ἀλλ’ οὐδέ Παῦλος αὐτός, οἶμαι, καί Ἰωάννης· πλήν ὅμως στενάζω ἐπί τῇ πωρώσει τῶν καρδιῶν τῶν ταῦτα προτεινομένων μοι καί ζητούντων πόθεν ἐπιγνῶναι τόν εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας πεφθακότα τοῦ Ἰησοῦ. Ὅθεν, εἰ βούλει μαθεῖν, οἱ τυφλοί τούς ἄλλους τῶν ἀνθρώπων ἐπιγινώσκουσιν· ὅθεν ὁ Ἰσαάκ ἐπέγνω τόν Ἰακώβ, τήν στολήν ἐνδεδυμένον Ἡσαῦ τοῦ ἀδελφοῦ αὐτοῦ. Ἴστε γάρ ἅπαντες πῶς ἐπαπορῶν ἔλεγεν· «Αἱ μέν χεῖρες χεῖρες Ἡσαῦ, ἡ δέ φωνή φωνή Ἰακώβ». Ὅθεν δείκνυται ὅτι τῆς μέν στολῆς τόν δόλον οὐκ ἔγνω - τυφλός γάρ ἦν -, τήν δέ συνήθη φωνήν ἐγνώρσιε τοῦ υἱοῦ· εἰ τοίνυν καί κωφός ἦν, πάντως οὐδέ τήν λαλιάν αὐτοῦ γνωρίσαι ἴσχυσεν ἄν. Οὕτως οὖν καί ὑμεῖς, οἵτινές ἐστε οἱ οὕτως ἐπαποροῦντες, οὐ μόνον τυφλοί ἀλλά καί κωφοί τυγχάνοντες, πῶς δύνασθε ἄνδρα γνωρίσαι πνευματικόν; Οὐδαμῶς δή. Ὅτι δέ τοῦτό ἐστιν ἀληθές, καί οἱ μή βλέποντες πνευματικῶς οὐδέ ἀκούειν πνευματικῶς δύνανται, ἄκουσον τοῦ Κυρίου πρός τούς ἀπίστους τῶν Ἰουδαίων οὕτω λέγοντος· «Διά τί τήν λαλιάν τήν ἐμήν οὐ γινώσκετε; Διότι οὐ δύνασθε ἀκούειν τῶν λόγων τῶν ἐμῶν», καί μετ’ ὀλίγα· «Ὁ ὤν ἐκ τοῦ Θεοῦ τά ῥήματα τοῦ Θεοῦ ἀκούει· διά τοῦτο ὑμεῖς οὐκ ἀκούετε, ὅτι ἐκ Θεοῦ ἐστέ. Ὑμεῖς ἐκ τοῦ πατρός τοῦ διαβόλου ἐστέ καί τάς ἐπιθυμίας τοῦ πατρός ὑμῶν θέλετε ποιεῖν». Εἰ οὖν καί ὑμεῖς ὑπό τῆς ἀπιστίας καί πονηρίας καί τῆς τῶν ἐντολῶν ἀμελείας καί παραβάσεως σάρκες ἐστέ, παχεῖς, λέγω, τάς καρδίας, καί τά ταύτης ὦτα βεβυσμένα ἔχετε, τόν δέ ὀφθαλμόν κεκαλυμμένον τῆς ψυχῆς ὑπό τῶν παθῶν, πᾶς ἄρα πνευματικόν καί ἅγιον ἄνδρα ἐπιγνῶναι δυνήσεσθε;

Ἀλλά, παρακαλῶ, σπουδάσωμεν, πατέρες καί ἀδελφοί μου, παντί τρόπῳ ἑαυτούς ἡμῶν ἕκαστος ἐπιγνῶναι, ἵνα ἐκ τῶν καθ’ ἡμᾶς τά ὑπέρ ἡμᾶς γνῶναί ποτε δυνησώμεθα. Ἀδύνατον γάρ τόν μή ἐπιγνόντα ἑαυτόν πρότερον, ὥστε δύνασθαι μετά τοῦ Δαυίδ λέγειν· «Ἐγώ δέ εἰ μι σκώληξ καί οὐκ ἄνθρωπος», καί πάλιν, ὡς ὁ Ἀβραάμ· «Ἐγώ εἰμι γῆ καί σποδός», ἐπιγνῶναί τι τῶν πνευματικῶν καί θείων λογίων πνευματικῶς καί ἀξίως τοῦ ὑπερφυοῦς καί σοφοῦ Πνεύματος. Μηδείς ὑμᾶς πλανάτω κενοῖς καί σεσοφισμένοις λόγοις, ὅτι τά θεῖα τῆς πίστεως ἡμῶν μυστήρια δύναταί τις ὅλως καταλαβεῖν ἄνευ τοῦ μυσταγωγοῦντος καί φωτίζοντος Πνεύματος· ἀλλά γάρ οὐδέ πρᾳότητος καί ταπεινοφροσύνης χωρίς δύναται γενέσθαι δοχεῖον τῶν χαρισμάτων τοῦ Πνεύματος. Χρή γάρ ἀναντιρρήτως τόν θεμέλιον τῆς πίστεως καλῶς πάντας ἡμᾶς καταβαλεῖν πρότερον εἰς τά τῆς ψυχῆς ἡμῶν βάθη, εἶτα τήν ἐντός εὐσέβειαν διά τῶν ποικίλων τῆς ἀρετῆς εἰδῶν ὡς τεῖχος ὀχυρόν ἀνυψῶσαι· καί οὕτω πάντοθεν τειχισθείσης τῆς ψυχῆς καί οἱονεί ἐμπαγείσης ἐν αὐτῇ ὡς ἐπί θεμελίῳ καλῷ τῆς ἀρετῆς, τότε δεῖ καί τήν σκέπην τῆς οἰκοδομῆς ταύτης, ἥτις ἐστίν ἡ γνῶσις ἡ θεία τοῦ Θεοῦ, ἀνεγεῖραι καί ὁλόκληρον τόν οἶκον κατασκευάσαι τοῦ Πνεύματος.

Ἡνίκα γάρ κατά ἀναλογίαν τῆς μετανοίας καί τῆς τῶν ἐντολῶν ἐκπληρώσεως διά δακρύων ἐκκαθαρθῇ ἡ ψυχή, πρῶτον μέν τά κατ’ αὐτόν ὁ ἄνθρωπος καί ἑαυτόν ὅλον ὑπό τῆς χάριτος ἐπιγνῶναι καταξιοῦται, εἶτα μετά πολλήν καί ἐπίμονον κάθαρσιν καί βαθεῖαν ταπείνωσιν ἀμυδρῶς πως κατ’ ὀλίγον καί τά περί Θεοῦ καί τῶν θείων νοεῖν ἄρχεται καί, καθ’ ὅσον νοεῖ, καταπλήττεται καί πλείονα κτᾶται ταπείνωσιν, ἀνάξιον ἑαυτόν παντάπασι τῆς τῶν τοιούτων μυστηρίων γνώσεως καί ἀποκαλύψεως λογιζόμενος. Διόπερ καί ὑπό τῆς τοιαύτης ταπεινώσεως, ὡς ὑπό τείχους ὀχυροῦ φρουρούμενος, ἔνδον μένει, ἀπό οἰήσεως λογισμῶν ἄτρωτος, αὐξάνων τῇ πίστει, τῇ ἐλπίδι καί τῇ εἰς Θεόν ἀγάπῃ τό καθ’ ἡμέραν, καί τήν προκοπήν μετά προσθήκης τῆς γνώσεώς τε καί ἀναβάσεως τρανῶς καθορῶν. Ὅταν δέ καί εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τῆς γνώσεως τοῦ Χριστοῦ καταντήσῃ καί Χριστόν αὐτόν καί νοῦν ἀληθῶς Χριστοῦ κτήσηται, τότε ὡς μηδέν ὅλως εἰδώς ἤ ἔχων διάκειται καί ὡς ἀχρεῖον ἑαυτόν καί εὐτελεῖ δοῦλον ἡγεῖται· τό δέ δή θαυμαστόν καί ὑπέρ φύσιν, μᾶλλον δέ κατά φύσιν ὄν, ἄνθρωπον ἐλαχιστότερον ἑαυτοῦ ἤ ἁμαρτωλότερον ἐν ὅλῳ τῷ κόσμῳ οὐ λογίζεται εἶναι.

Τό δέ πῶς, εἰπεῖν οὐκ ἔχω, εἰ μή τοῦτο μόνον ἐν τῷ ἐπαινετῷ τούτῳ πάθει καταλαβεῖν ἠδυνήθην· ἔστι δέ τι τοιοῦτον· ποιωθείσης τῆς ψυχῆς καί ἐμβαφείσης διά τοῦ Πνεύματος εἰς τά βάθη τῆς ταπεινοφροσύνης ἐν Χριστῷ τῷ Θεῷ τῆς διανοίας αὐτῆς, τόν κόσμον τε ἅπαντα καί τούς ἐν κόσμῳ ἐντεῦθεν ἀγνοησάσης, μόνην δέ ἑαυτήν ἀεί καθορώσης καί μόνα τά ἑαυτῆς, καί χρονισάσης ἐν τῇ τοιαύτῃ μελέτῃ καί ἐν ἕξει γενομένης αὐτῆς, μόνην ἑαυτήν ἀληθῶς ἐξουθενημένην καί εὐτελεστάτην ὁρᾷ, οὐδένα δέ πείθεται τοιοῦτον εἶναι ἐν ἅπασι τοῖς ἀνθρώποις τοῦ κόσμου. Οὕτω τοίνυν καθ’ ὅσον ἑαυτόν ἔχει τις πάντων ἀνθρώπων ἐν αἰσθήσει ψυχῆς εὐτελέστερόν τε καί ταπεινότερον, κατά τοσοῦτον καί πρῶτος τῶν ἄλλων ἁπάντων ὑπάρξει, ὥς φησιν ὁ Κύριος ἡμῶν καί Θεός· «Ὁ θέλων εἶναι πάντων πρῶτος ἔστω πάντων ἔσχατος καί πάντων διάκονος».

Σπουδάσωμεν οὖν καί ἡμεῖς, ὦ ἀδελφοί, εἰς τοιαύτην φθάσαι τάξιν τε καί κατάστασιν, καί τούς εἰς τοῦτο πεφθακότας ἁγίους ῥᾳδίως ἐπιγνωσόμεθα καί τῶν παρόντων καί τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καί φιλανθρωπίᾳ τοῦ Κυρίου καί Θεοῦ καί Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καί τό κράτος νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων· ἀμήν.



Ἑπόμενο: ΛΟΓΟΣ Ι ΄. Περί τῆς φοβερᾶς τοῦ Κυρίου ἡμέρας καί τῆς μελλούσης κρίσεως, ὅτι καί πρό τοῦ θανάτου ἐν ἡμῖν ἔνθεν ἤδη καθαιρομένοις διά δακρύων ἐνεργεῖται ἐν οἷς ἄν ἐγγένηται κατά τήν παροῦσαν ζωήν, κατά τήν μέλλουσαν οὐχ ὑπαντᾶ. Καί τίς ἐστιν ἡ ἡμέρα Κυρίου καί τίσιν αἴφνης ἀποκαλύπτεται. Καί ὅτι ἡ εἰς Χριστόν πίστις οὐ δύναται μόνη σῶσαι ἡμᾶς, εἰ μή καί Πνεύματος Ἁγίου γνωστῶς γενώμεθα μέτοχοι καί ὅτι οὐχί πάντες οἱ βαπτιζόμενοι διά τοῦ βαπτίσματος λαμβάνουσι τόν Χριστόν. Καί πῶς δύναταί τις γνῶναι εἰ περιφέρει ἐν αὐτῷ τόν Χριστόν καί Πνεύματος Ἁγίου γέγονε μέτοχος. Καί ἑρμηνεία ὡς ἐν παραδρομῇ εἰς τό « Ἐν ἀρχῇ ἦν ὁ Λόγος». Καί μακαρισμός εἰς τούς ἐξ ἀγώνων τήν ἐπιφοίτησιν δεξαμένους τοῦ Πνεύματος.
Προηγούμενο: ΛΟΓΟΣ Η΄. Περί ἀγάπης Θεοῦ καί πίστεως καί ὅπως τις ἐγκύμων γίνεται τῆς τοῦ Θεοῦ ἀγάπης. Καί περί ἐλλάμψεως καί θεωρίας φωτός καί μυστικῆς ὁμιλίας τοῦ Πνεύματος.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος