Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΙΑ '. Περί τῆς ζωοποιοῦ νεκρώσεως τοῦ Ἰησοῦ καί Θεοῦ τῆς ἀεί γινομένης εὐαισθήτως ἐν τοῖς τελείοις. Καί ὅτι ἡ κτῆσις τῶν ἀρετῶν αἵματι ἀγοράζεται· καί τίνα τῶν ἀρετῶν τά καταγώγια καί ὅτι ὁ μή διά τῆς πρώτης βαθμίδος κατά τάξιν εἰς τήν βασιλείαν τῶν οὐρανῶν ἀνερχόμενος οὐδαμῶς εἰσελεύσεται εἰς αὐτήν. Ὅτι ἐν τοῖς τελείοις χαρά καί ἀγαλλίασίς ἐστι, καί οὐ δάκρυον, καί βρύουσι τῆς θεολογίας τά ῥεῖθρα. Καί πρός τό τέλος, ὅτι δεῖ ἐπιπηδᾶν ταῖς ἀρχαῖς ἄνευ τῆς πληροφούσης τάς καρδίας ἡμῶν χάριτος, τῆς ἐπί τό ποιμαίνειν καλούσης τόν λαόν τοῦ Θεοῦ· καί τί τό ἔργον τῶν προϊσταμένων, τίς δέ ἡ περί τά λογικά πρόβατα φροντίς, καί πῶς ὀφείλουσι ταῦτα παρά τῶν ποιμένων ποιμαίνεσθαι.
Προηγούμενο: ΛΟΓΟΣ Θ΄. Περί γνώσεως ἀληθινῆς καί ὅτι ἡ τοῦ Θεοῦ γνῶσις οὐκ ἐκ μαθημάτων, ἀλλ’ ἐκ καθαρότητος καί τῆς ἄνωθεν χάριτος ἐπιγίνεται τῷ σπουδαίῳ· καί ὅτι χαλεπόν τό κρίνειν· καί ἔλεγχος τῶν οἰομένων εἰδέναι τά τοῦ Πνεύματος χωρίς Πνεύματος· ἐν ᾧ καί περί τῆς τοῦ Πατρός ἁγιωσύνης· καί οἷον ἀγαθόν ἐστιν ἡ πίστις καί τίς ὁ ταύτης καρπός καί ὅπως αὐξάνεται· καί ὅτι οἱ τόν θησαυρόν ἐν ἑαυτοῖς ἐσχηκότες τοῦ Πνεύματος καί ἐν ἄλλοις ὄντα γνωρίζουσι· καί τίνα τῶν ἁγίων τά σημεῖα καί πῶς καί τίσι γνωρίζονται· καί ὅτι ὁ μή γεννηθείς ἄνωθεν οὐ δύναται ἰδεῖν τόν γεγεννηκότα Θεόν οὐδέ γνωρίσαι τόν εἰς τοῦτο πεφθακότα διά τοῦ Πνεύματος.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

ΛΟΓΟΣ Ι ΄. Περί τῆς φοβερᾶς τοῦ Κυρίου ἡμέρας καί τῆς μελλούσης κρίσεως, ὅτι καί πρό τοῦ θανάτου ἐν ἡμῖν ἔνθεν ἤδη καθαιρομένοις διά δακρύων ἐνεργεῖται ἐν οἷς ἄν ἐγγένηται κατά τήν παροῦσαν ζωήν, κατά τήν μέλλουσαν οὐχ ὑπαντᾶ. Καί τίς ἐστιν ἡ ἡμέρα Κυρίου καί τίσιν αἴφνης ἀποκαλύπτεται. Καί ὅτι ἡ εἰς Χριστόν πίστις οὐ δύναται μόνη σῶσαι ἡμᾶς, εἰ μή καί Πνεύματος Ἁγίου γνωστῶς γενώμεθα μέτοχοι καί ὅτι οὐχί πάντες οἱ βαπτιζόμενοι διά τοῦ βαπτίσματος λαμβάνουσι τόν Χριστόν. Καί πῶς δύναταί τις γνῶναι εἰ περιφέρει ἐν αὐτῷ τόν Χριστόν καί Πνεύματος Ἁγίου γέγονε μέτοχος. Καί ἑρμηνεία ὡς ἐν παραδρομῇ εἰς τό « Ἐν ἀρχῇ ἦν ὁ Λόγος». Καί μακαρισμός εἰς τούς ἐξ ἀγώνων τήν ἐπιφοίτησιν δεξαμένους τοῦ Πνεύματος.

Πολύς ἡμῖν, ἀγαπητοί, ὁ περί τῆς κρίσεως λόγος καί δυσερμήνευτος, ὅτι οὐ περί ἐνεστώτων καί ὁρωμένων ἐστίν, ἀλλά περί μελλόντων καί ἀοράτων ὅθεν πολλῆς τῶν εὐχῶν χρείας, πολλῆς τῆς σπουδῆς, πολλῆς τῆς τοῦ νοῦ καθαρότητος, καί τοῖς λέγουσιν ἡμῖν καί τοῖς ἀκούουσιν, ἵνα οἱ μέν γνῶναι καλῶς καί εἰπεῖν, οἱ δέ συνετῶς ἀκοῦσαι δυνηθῶσι τῶν λεγομένων. Ἀλλά τίς ἐστιν ὁ τοῦ λόγου σκοπός; Σκοπός οὖν τοῦ παρόντος λόγου ἐστίν ἡ μεγάλη καί ἐπιφανής καί φοβερά τοῦ Κυρίου ἡμέρα, καί τίνος ἕνεκεν, ἵνα γνῶμεν, ἡμέρα Κυρίου καλεῖται καί λέγεται.

Λέγεται τοίνυν ἡμέρα Κυρίου οὐχ ὡς ἐσχάτη τῶν ἡμερῶν τούτων οὖσα, οὐδέ διά τό ἐν ᾗ μέλλειν ἔρχεσθαι αὐτόν, καθά δή καί ἐπί τῶν ἡμερῶν τούτων λέγομεν τοῦ παρόντος καιροῦ ἡμέρα τοῦ Πάσχα καί ἡ ἡμέρα τῆς Πεντηκοστῆς καί ἡ ἡμέρα ἐν ᾖ προελθεῖν μέλλει ὁ βασιλεύς καί τά ποιῆσαι καί τά· ἀλλ’ οὐδέ διά τό ἐν αὐτῇ μέλλειν γενέσθαι τήν κρίσιν ἡμέρα κρίσεως λέγεται (οὐδέ γάρ ἕτερον μέν ἡ ἡμέρα ἔσται ἐκείνη καί ἕτερος ὁ ἐν αὐτῇ μέλλων ἐλεύσεσθαι Κύριος), ἀλλ’ ἐπειδή αὐτός ὁ τῶν ἁπάντων Θεός καί δεσπότης λάμψει τηνικαῦτα τῇ δόξῃ τῆς ἰδίας θεότητος. Καί ὁ μέν αἰσθητός ἥλιος ὑπό τῆς τοῦ Δεσπότου λαμπρότητος καλυφθήσεται καί εἰς τό μή ὁρᾶσθαι γενήσεται, καθά νυνί τά ἄστρα ὑπό τούτου καλύπτεται καί οὐχ ὁρᾶται, αὐτά δέ τά ἄστρα σβεσθήσονται καί ἅπαντα εἰλιγήσονται ὡς βιβλίον τά ὁρατά, ἤγουν ὑποχωρήσουσι, τόπον δεδωκότα τῷ ποιητῇ· καί ἔσται μόνος ἐκεῖνος ἡμέρα τε ὁμοῦ καί Θεός, ὁ νῦν ὑπάρχων τοῖς πᾶσιν ἀόρατος, καί ὁ φῶς οἰκῶν ἀπρόσιτον τότε πᾶσιν ἀποκαλυφθήσεται οἷός ἐστι καί πληρώσει τά πάντα τοῦ οἰκείου φωτός καί γενήσεται ἄδυτος, ἀτελεύτητος, ἀϊδίου χαρμονῆς ἡμέρα ἐν τοῖς ἁγίοις αὐτοῦ, τοῖς δέ γε κατ’ ἐμέ ῥᾳθύμοις καί ἁμαρτωλοῖς εἰς ἅπαν ἀπρόσιτος καί ἀθέατος. Ἐπειδή γάρ ἔτι περιοῦσιν οὐκ ἐγένετο τούτοις διά σπουδῆς τοῦ ἰδεῖν τόν φῶς τῆς δόξης αὐτοῦ διά καθάρσεως καί ὅλον αὐτόν ἐν αὐτοῖς εἰσοικίσασθαι, εἰκότως ἔσται τούτοις καί εἰς τό μέλλον ἀπρόσιτος.

Καί γάρ βουληθείς ἐξ ἀρχῆς αὐτῆς ποιῆσαι τό ἀγαθόν καί ἡμέτερον, ὥς φησιν ἡ θεία Γραφή, τό αὐτεξούσιον τοῖς πρωτοπλάστοις καί προπάτορσιν ἡμῶν ἐχαρίσατο καί ἡμῖν δι’ αὐτῶν, ὡς ἄν, μή ἐκ λύπης ἤ ἐξ ἀνάγκης, ἀλλ᾿ἐκ τῆς πρός αὐτόν εὐνοίας τε καί ἀγάπης διά τῆς αὐτοπροαιρέτου θελήσεως μετά χαρᾶς τάς ἐντολάς αὐτοῦ ἐργαζόμενοι καί ταύτας φυλάσσοντες, ὡς ἐξ οἰκείων πόνων τάς ἀρετάς κτησάμενοι λογισθήσονται, καί ὡς οἰκεῖα δῶρα ταύτας τῷ Δεσπότῃ προσάξουσι, καί διά τούτων κατά προκοπήν εἰς τήν τοῦ Θεοῦ τελείαν εἰκόνα καί ὁμοιότητα ἀναχθῶσι, καί ἀκαταφλέκτως προσεγγίσωσι τῷ ἀπροσίτῳ δίχα σωματικοῦ θανάτου, κατά γενεάν καί γενεάν ὁ καθείς αὐτῷ προσπελάζοντες. Ἐπεί δέ οἱ μέν πρωτόπλαστοι, πρῶτοι τῷ ἐχθρῷ θελήματι ὑπακούσαντες, τῆς ἐντολῆς τοῦ Θεοῦ παραβάται γεγόνασι καί οὐ μόνον τῆς ἐλπίδος τῆς μείζονος, ἤγουν τοῦ ἐν αὐτῷ γενέσθαι τῷ ἀνεσπέρῳ φωτί, ἐξέπεσον, ἀλλά καί εἰς φθοράν καί θάνατον μετηνέχθησαν καί εἰς ἀφεγγές περιπτώκασι σκότος, δοῦλοι τῷ τοῦ σκότους ἄρχοντι γεγονότες καί ὑπ’ αὐτοῦ κατακρατηθέντες, ἐν τῷ τοῦ θανάτου σκότει διά τῆς ἁμαρτίας ἐγένοντο, ὕστερον δέ καί ἡμεῖς, οἱ ἐξ ἐκείνων τεχθέντες, θελήματι τῷ τυράννῳ τούτῳ ὑποκύψαντες, ἐδουλώθημεν, καί οὐ βίᾳ (ἔδειξαν γάρ τοῦτο σαφῶς οἱ πρό τοῦ νόμου καί ἐν τῶ νόμῳ εὐαρεστήσαντες καί τό ἑαυτῶν θέλημα τῷ δεσπότῃ Θεῷ καί οὐ τῷ διαβόλῳ προσαναθέμενοι), τούς πρό νόμου καί ἐν νόμῳ εὐαρεστήσαντας τοῦ αἰωνίου σκότους λυτρώσασθαι βουληθείς ὁ φιλάνθρωπος Κύριος καί τοῖς μετά τόν νόμον τήν ἐλευθερίαν δωρήσασθαι ἐν τῇ χάριτι καί πάντας, ὡς εἰπεῖν, ὁμοῦ τούς εὐηρεστηκότας αὐτῷ πρό τοῦ νόμου καί ἐν νόμῳ καί μετά τόν νόμον τῆς τοῦ διαβόλου τυραννίδος ἐλευθερῶσαι, αὐτός δι’ ἑαυτοῦ τοῦτο ὁ πάντα δυνατός καί ἀνεξίκακος ποιῆσαι ἠνέσχετο. Ὅν γάρ ἰδίαις καί ἀοράτοις χερσί καθ’ ὁμοίωσιν καί κατ’ εἰκόνα αὐτοῦ πεποίηκεν, οὐ δι’ ἑτέρου, ἀλλά δι’ ἑαυτοῦ πάλιν καταπεσόντα ἀναστῆσαι ἠθέλησεν, ὡς ἄν καί πλειόνως τιμήσῃ καί δοξάσῃ τό γένος ἡμῶν ἐν τῷ κατά πάντα ἐξομοιωθῆναι ἡμῖν αὐτόν καί ἴσον ἐν τῷ ἀνθρωπίνῳ μέρει γενέσθαι. Ὤ τῆς ἀφάτου φιλανθρωπίας καί ἀγαθότητος, ὅτι οὐ μόνον παραβάντας ἡμᾶς καί ἁμαρτήσαντας οὐκ ἐκόλασεν, ἀλλά καί οἷοι γεγόναμεν ἡμεῖς διά ταῆς παραβάσεως, τοιοῦτος γενέσθαι καί αὐτός κατεδέξατο, ἄνθρωπος φθαρτός ἐξ ἀνθρώπου φθαρτοῦ, θνητός ἐκ θνητοῦ, ἁμαρτία ἐξ ἁμαρτήσαντος γεγονώς, ὁ ἄφθαρτος, ὁ ἀθάνατος καί ἀναμάρτητος ὤν, σαρκί μόνον τεθεωμένῃ τῷ κόσμῳ ὀφθείς, οὐχί καί αὐτῇ γυμνῇ τῇ θεότητι. Τίνος χάριν; Ὅτι οὐκ ἦλθε κρῖναι τόν κόσμον, ἀλλά σῶσαι τόν κόσμον, ὥς φησιν αὐτός ἐν τοῖς εὐαγγελίοις αὐτοῦ.

Ἡ γάρ ἀποκάλυψις αὐτοῦ τῆς θεότητος κρίσις ἐν οἷς ἀποκαλυφθῇ γίνεται· οὐ γάρ ἄν ὑπήνεγκε τήν δόξαν αὐτοῦ τῆς θεότητος πᾶσα σάρξ γυμνήν ἐπιφανεῖσαν τῆς θεανδρικῆς συναφείας τε καί ἀφράστου ἑνώσεως, ἀλλά ψυχικῶς τε ὁμοῦ καί σωματικῶς ἄρδην ἔμελλε πᾶσα ἡ κτίσις ἀπόλλυσθαι διά τό ὑπό ἀπιστίας τηνικαῦτα πάντας κατέχεσθαι. Ἡ γάρ θεότης, ἤγουν ἡ χάρις τοῦ παναγίου Πνεύματος, οὐδενί οὐδέποτε δίχα πίστεως πεφανέρωται· εἰ δέ ἐφάνη, εἴτε πάλιν ἐκ παραδόξου φανείη τινί τῶν ἀνθρώπων, φοβερά καί φρικτή δείκνυται, οὐ φωτίζουσα, ἀλλα φλέγουσα, οὐ ζωοποιοῦσα, ἀλλά τιμωροῦσα δεινῶς. Καί τοῦτο φανερόν ἐξ ὧν ὁ μακάριος Παῦλος, τό σκεῦος τῆς ἐκλογῆς, ἔπαθεν· πρός γάρ τῇ ἀστραψάσῃ αἴγλῃ τοῦ ἀπροσίτου φωτός ἐν αὐτῷ πληγείς τάς ὄψεις, οὐ φωτισθείς, καί σκοτισθείς μᾶλλον, οὐχί αὐγασθείς, καί τήν κατά φύσιν προσαπώλεσεν ὅρασιν· καί ταῦτα, ὁ μέγας μέλλων τηνικαῦτα τῆς τοῦ Χριστοῦ Ἐκκλησίας γενέσθαι διδάσκαλος. Ὁ τοιοῦτος γάρ καί τηλικοῦτος, ὅς ἔφη· «Ὁ Θεός ὁ εἰπών ἐκ σκότους φῶς λάμψαι, ὅς ἔλαμψειν ἐν ταῖς καρδίαις ἡμῶν», καί μετ’ ὀλίγα· «Ἔχομεν δέ τόν θησαυρόν τοῦτον» τῆς ἐλλάμψεως δηλονότι «ἐν ταῖς καρδίαις ἡμῶν», τότε οὐδέ μικράν ἀπαυγήν αὐτοῦ ἀντιβλέπειν ἠδύνατο.

Τοιγαροῦν ἐντεῦθεν ἀκριβῶς διδασκόμεθα ὅτι τοῖς μέν ἔτι τῇ ἀπιστίᾳ καί τοῖς πάθεσι κατεχομένοις ἀπρόσιτος καί ἀόρατος ἡ χάρις εἰς ἅπαν ἐστί, τοῖς δέ διά πίστεως ἐν φόβῳ καί τρόμῳ τάς ἐντολάς κατεργαζομένοις καί μετάνοιαν ἀξίαν ἐπιδεικνυμένοις ἀποκαλυπτομένη ὁρᾶται, καί αὐτή δι’ ἑαυτῆς τήν μέλλούσαν γενέσθαι κρίσιν ἀνατιρρήτως ἐν αὐτοῖς ἐμποιεῖ· μᾶλλον δέ ἡμέρα θείας κρίσεως γίνεται, ἐξ ἧς ὁ καθαρός ἀεί ἐλλαμπόμενος ἐν ἀληθείᾳ ἑαυτόν οἷός ἐστι, καί τά ἔργα αὐτοῦ, τά τε αἰσθητῶς πραχθέντα, τά τε ψυχικῶς ἐνεργηθέντα, οἷά εἰσι, πάντα λεπτομερῶς καθορᾷ. Οὐ μόνον δέ, ἀλλά καί πυρί θείῳ κρίνεται καί ἀνακρίνεται καί ὕδατι τότε δακρύων πιαινόμενος ὅλον τό σῶμα κάθυγρος γίνεται καί βαπτίζεται κατ’ ὀλίγον ὅλος ὑπό τοῦ θείου πυρός τε καί Πνεύματος καί γίνεται ὅλος καθαρός, ὅλος ἀμόλυντος, υἱός φωτός καί ἡμέρας καί οὐχί ἔκτοτε ἀνθρώπου θνητοῦ. Διά τοι τοῦτο καί ὁ τοιοῦτος ἐν τῇ μελλούσῃ κρίσει καί δίκῃ οὐ κρίνεται, προκέκριται γάρ· οὐδέ ὑπό τοῦ φωτός ἐκείνου ἐλέγχεται, προπεφώτισται γάρ· οὐδέ ἐν τούτῳ τῷ πυρί εἰσερχόμενος δοκιμάζεται ἤ καίεται, προδεδοκίμασται γάρ· οὐδέ ὡς τότε φανεῖσαν τήν ἡμέραν Κυρίου λογίζεται, ὅλος γάρ ἐκ τῆς ὁμιλίας καί συνουσίας Θεοῦ ἡμέρα φαεινή καί λαμπρά γέγονεν· οὐδέ ἐν τῷ κόσμῳ τότε εὑρίσκεται ἤ σύν τῷ κόσμῳ, ἀλλ’ ἔξω τούτου εἰς ἅπαν ἐστίν. «Ἐγώ γάρ, φησίν, ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου», καί ὁ Ἀπόστολος· «Εἰ γάρ ἑαυτούς ἐκρίνομεν, οὐκ ἄν ἐκρινόμεθα· κρινόμενοι δέ ὑπό Κυρίου παιδευόμεθα, ἵνα μή σύν τῷ κόσμῳ κατακριθῶμεν», καί πάλιν· «Ὡς τέκνα φωτός περιπατεῖτε», φησίν.

Ὅσοι οὖν τέκνα τοῦ φωτός ἐκείνου καί υἱοί τῆς μελλούσης ἡμέρας γένωνται καί ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατεῖν δύνανται, ἐπ’ αὐτούς ἡ ἡμέρα Κυρίου οὐδέποτε ἐπελεύσεται· ἐν αὐτῇ γάρ εἰσιν ἀεί καί διά παντός. Ἡ γάρ ἡμέρα Κυρίου, οὐχί εἰς τούς ὑπό τοῦ θείου φωτός ἀεί καταλαμπομένους, ἀλλ’ εἰς τούς ἐν τῷ σκότει τῶν παθῶν ὄντας καί ἐν τῷ κόσμῳ διάγοντας καί τά τοῦ κόσμου ποθοῦντας, αἴφνης μέλλει ἀποκαλύπτεσθαι καί φοβερά αὐτοῖς καί ὡς πῦρ ἄστεκτον λογισθήσεται. Φανήσεται δέ τοῦτο τό πῦρ ὁ Θεός οὐχ ὅλον πνευματικῶς, ἀλλ’ ὡς ἄν τις εἴποι ἀσωμάτως ἐν σώματι, ὥσπερ ἐξαναστάς ὡρᾶτο τοῖς μαθηταῖς πάλαι ὁ Χριστός, καθά φησιν ὁ εὐαγγελιστής· ἀναλαμβανομένου γάρ αὐτοῦ εἰς οὐρανούς, ταῦτά φασιν οἱ ἄγγελοι πρός αὐτούς· «Ὅν τρόπον ἐθεάσασθε αὐτόν πορευόμενον εἰς τόν οὐρανόν, οὕτως πάλιν ἐλεύσεται». Εἰ γάρ μή τοῦτο ἔσται, πῶς αὐτόν οἱ ἁμαρτωλοί, οἱ ἄπιστοι, οἱ αἱρετικοί καί πνευματομάχοι θεάσονται, τυφλοί ὄντες τῇ ψυχῇ καί τούς ὀφθαλμούς αὐτῆς ἐμπεφραγμένους τῷ βορβόρῳ τῆς ἀπιστίας καί ἁμαρτίας ἔχοντες, ὥσπερ πρός Θεσσαλονικεῖς καί Παῦλος ὁ ἀπόστολος ἔγραψεν. Ἐπειδή γάρ περί τῶν κεκοιμημένων και τῆς μελλούσης δόξης εἶπε καί ὅπως πάντες οἱ ἅγιοι διά νεφελῶν ἁρπαγήσονται, ἔφη· «Περί δέ τῶν χρόνων καί τῶν καιρῶν, ἀδελφοί, οὐ χρείαν ἔχετε τοῦ γράφεσθαι ὑμῖν· αὐτοί γάρ ἀκριβῶς οἴδατε ὅτι ἡ ἡμέρα Κυρίου ὡς κλέπτης ἐν νυκτί οὕτως ἔρχεται· ὅταν γάρ εἴπωσιν, εἰρήνη καί ἀσφάλεια, τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος, ὥσπερ ἡ ὠδίν τῇ τικτούσῃ, καί οὐ μή ἐκφύγωσιν. Ὑμεῖς δέ, ἀδελφοί, οὐκ ἐστέ ἐν σκότει, ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς κλέπτης καταλάβῃ· πάντες ὑμεῖς υἱοί φωτός ἐστε καί υἱοί ἡμέρας. Οὐκ ἐσμέν νυκτός οὐδέ σκότους· ἄρ’ οὖν μή καθεύδωμεν ὡς καί οἱ λοιποί, ἀλλά γρηγορῶμεν καί νήφωμεν». Καί μετ’ ὀλίγα· «ὅτι οὐκ ἔθετο ἡμᾶς ὁ Θεός εἰς ὀργήν, ἀλλ’ εἰς περιποίησιν σωτηρίας, ἵνα εἴτε γρηγοροῦμεν, εἴτε καθεύδομεν, ἅμα σύν αὐτῷ ζήσωμεν».

Υἱούς οὖν ἀκούων φωτός καί υἱούς ἡμέρας, ἀγαπητέ, μή εἴπῃς ἐν τῇ καρδίᾳ ὅτι, ὅσοι εἰς Χριστόν ἐβαπτίσθημεν καί εἰς ἐκεῖνον πιστεύομεν καί Θεόν αὐτόν προσκυνοῦμεν, αὐτόν καί ἐνδεδύμεθα καί υἱοί ἡμέρας καί υἱοί φωτός ἀνεπαισθήτως πάντως ἐσμέν καί οὐχί νυκτός οὐδέ σκότους. Μή τοῦτο εἴπῃς ἤ ὑπολάβῃς καί ἐν ἀμελείᾳ καί ἀμεριμνίᾳ τάς ὑπολοίπους τῆς ζωῆς σου διέλθῃς ἡμέρας, δοκῶν μόνον καί οἰόμενος εἶναί τι, μηδέν ὤν· ἀλλά σκόπησον καί κατά σεαυτόν ἀκριβῶς κατανόησον καί εἰπέ· «Εἰ πάντες ἄνθρωποι οἱ ἐν τῷ κόσμῳ ὄντες καί τόν ἥλιον τοῦτον αἰσθητῶς βλέποντες ἐν τῷ σκότει εἰσί, πάντως, ἐπεί οὐδέν πλέον τῶν ἄλλων ὁρῶ, καί ἐγώ σύν αὐτοῖς ἐν σκότει εἰμί. Ὥσπερ γάρ δύνοντος αὐτοῦ καθ’ ἑκάστην νύξ γίνεται καί οὐδέν πλέον τι τούτου ὁρῶ, οὕτως, ἀποθανόντος μου, οὐδαμοῦ φῶς θεάσομαι, ἀλλ’ ἐν ἀφεγγεῖ σκότει καί ἀνηλίῳ εἰς αἰῶνας ἔσομαι καί οὐκέτι διά τῶν ὀφθαλμῶν βλέψω τό ὁρώμενον τοῦτο φῶς· τοῦ γάρ σώματος οἱ ἄνθρωποι χωριζόμενοι, τῶν αἰσθητῶν εὐθύς πάντων ἀποχωρίζονται. Εἰ οὖν ἐν σκότει εἰμί νῦν, καί ἐν σκότει μετά θάνατον ἔσομαι· πάντως καί ἐπ’ ἐμοί ἡ ἡμέρα Κυρίου ὡς κλέπτης ἐν νυκτί ἐπελεύσεται καί ὡς ἡ ὠδίν τῇ ἐν γαστρί ἐχούσῃ καί οὐ μή δυνηθῷ ἐκφυγεῖν».

Οὐ γάρ ἐν τῷ τοῦ ὕδατος βαπτίσματι ἡ σωτηρία ἡμῶν ἐστιν, ἀλλά καί ἐν τῷ Πνεύματι, οὐδέ ἐν τῷ ἄρτῳ μόνῳ καί τῷ οἴνῳ τῆς μεταλήψεως ἡ τῶν ἁμαρτιῶν ἄφεσις καί ἡ τῆς ζωῆς μετουσία δίδοται, ἀλλά καί ἐν τῇ συνεπομένῃ καί ἀνακεκραμένῃ μυστικῶς καί ἀσυγχύτως τούτοις θεότητι. Μυστικῶς δέ λέγεται διά τό μή πᾶσιν, ἀλλά τοῖς ἀξίοις ζωῆς αἰωνίου, ἀποκαλύπτεσθαι καί υἱούς φωτός καί ἡμέρας ποιεῖν τούς ὁρῶντας αὐτήν· οἱ γάρ τό φῶς μή ὁρῶντες, εἰ καί λάμπει τρανῶς, ἀλλ’ οὖν ἐκεῖνοι ἐν σκότει κάθηνται. Μηδείς ὑμᾶς, ἀδελφοί, κενοῖς λόγοις ἐξαπατάτω μηδέ εἰς τήν πίστιν τήν εἰς Χριστόν μόνην θαρρείτω τις. «Χριστός γάρ, φησίν, ἐάν περιτέμνησθε, οὐδέν ὑμᾶς ὠφελήσει», καί πάλιν· «Ἡ πίστις δίχα τῶν ἔργων νεκρά ἐστιν». Ὥσπερ γάρ τό σῶμα ψίχα ψυχῆς ὑπάρχει νεκρόν, οὕτω καί ἡ πίστις δίχα τῶν ἔργων νεκρά ἐστιν.Οἱ γάρ Θεόν εἶναι τόν Χριστόν ὁμολογοῦντες, τάς δέ ἐντολάς αὐτοῦ μή φυλάσσοντες, οὐχ ὡς ἀρνούμενοι μόνον, ἀλλά καί ὡς ἀτιμάζοντες αὐτόν λογισθήσονται· οὐ μόνον δέ, ἀλλά καί μειζόνως ὑπέρ τούς τά ἴδια σώματα περιτέμνοντας, ὡς τάς τοῦ Θεοῦ ἐντολάς ἀκρωτηριάζοντες, ἐνδίκως κατακριθήσονται. Ὁ τόν πατέρα γάρ ἀτιμάζων, πῶς υἱός λογισθήσεται; Ὁ τοῦ φωτός χωριζόμενος, πῶς ἐν αὐτῷ ὡς ἐν ἡμέρᾳ διάξειεν; Οὐδαμῶς, ἀδελφοί.

Εἰ δέ λέγοι τις ὅτι δύναται τηρῆσαι πάσας τάς ἐντολάς, γινωσκέτω ὅτι τόν Θεόν ἐνδιαβάλλει καί κατακρίνει ὡς ἀδύνατα ἡμῖν ἐπιτάξαντα· ὅς οὐκ ἐκφεύξεται τό τῆς δίκης ἄφυκτον, ἀλλ’ ὡς ὁ εἰπών· «Ἤδειν σε ὅτι σκληρός εἶ, θερίζων ὅπου οὐκ ἔσπειρας καί συνάγων ὅθεν οὐ διεσκόρπισας», καί οὗτος κατακριθήσεται, καί τῷ εἰπόντι τῷ Ἀδάμ ὄφει· «Γινώσκων ὁ Θεός ὅτι ᾗ ὥρᾳ φάγεσθε ἀπό τοῦ ξύλου ὅμοιοι αὐτῷ ἔσεσθε, τούτου χάριν ἐνετείλατο ὑμῖν μή φαγεῖν ἐξ αὐτοῦ», ὁμοιωθήσεται. Ψεύστην γάρ καί πλάνον καί φθόνου μεστόν τόν Θεόν ὁ τοιοῦτος ἀποκαλεῖ· ψεύστην μέν, ὅτι ἐκείνου εἰπόντος· «Ὁ ζυγός μου χρηστός καί τό φορτίον μου ἐλαφρόν ἐστιν», οὐ μόνον οὐκ ἐλαφρόν οὗτος, ἀλλά καί ἀβάστακτον αὐτό ἀποφαίνεται· πλάνον δέ, ὅτι κατῆλθε πολλά ὑποσχόμενος καί μηδέν δοοῦναι θέλων ἡμῖν, μᾶλλον δέ φθονῶν τῇ σωτηρίᾳ ἡμῶν ἀδύνατα ἐπέταξεν ἡμῖν, ποιῆσαι καί φυλάξαι, ὅπως ἐκπληρῶσαι ταῦτα μή δυναμένους, προφάσεως δῆθεν εὐλόγου λαβόμενος, τῶν ἀγαθῶν ἡμᾶς ἐκείνων ἀποστερήσῃ. Ἀλλ’ οὐαί τοῖς ταῦτα λέγουσιν, ἐάν μή μετανοήσωσιν· οὐδέν γάρ φορτικόν, οὐδέν ἐπαχθές ὁ Δεσπότης ἡμῶν καί Θεός ἐνετείλατο, μᾶλλον μέν οὖν ῥᾴδιά τε ὁμοῦ πάντα καί εὔκολα, καθά - πιστεύσατέ μοι - καί αὐτός ἔγνων ἐγώ εὔκολον εἶναι τήν ἐντολήν τοῦ Θεοῦ καί τήν ἐπίτευξιν αὐτοῦ τε καί τῆς βασιλείας αὐτοῦ. Ἀλλά διά παραδείγματος τοῦτο ὑμῖν ὑποδείξω.

Ἄνθρωπός τις ἀντάρτῃ δουλεύων τινί ἀντιδίκῳ καί τοῦ βασιλέως τῶν Χριστιανῶν ἐχθρῷ, πολλά τρόπαια κατά τῶν δούλων αὐτοῦ καί ἀνδραγαθίας ποιῶν, καί ἐν τιμῇ μεγίστῃ παρά τῷ τυράννῳ ἐκείνῳ καί τοῖς ὑπ᾿αὐτόν στρατεύμασιν ὤν, ἐμηνύθη παρά τοῦ βασιλέως τῶν Χριστιανῶν διαφόρως τοῦ προσελθεῖν καί σύν αὐτῷ εἶναι καί ἀξιωθῆναι μεγάλων δωρεῶν καί συμβασιλεύειν αὐτῷ. Ὁ δέ ἐπί χρόνους τινάς οὐκ ἠβουλήθη, κατ’ αὐτοῦ δέ μᾶλλον χεῖρον ἔκτοτε τόν πόλεμον ἀνερρίπισεν. Ἐν μιᾷ τοίνυν καθ’ ἑαυτόν γνωσιμαχήσας καί μεταμεληθείς, ἐβουλεύσατο φυγῇ χρήσασθαι καί μόνος πρός τόν βασιλέα πορευθῆναι, τοῦτο πρός ἑαυτόν λογισάμενος ὅτι, εἰ καί μέχρι τοῦ νῦν μηνύοντί μοι τῷ βασιλεῖ οὐχ ὑπήκουσα, ἀλλά πιστεύω ὡς οὐ μή λογισθῇ μου νῦν ἐπιστρέφοντος τήν ἀναβολήν τῶν τοσούτων ἐτῶν καί βραδυτῆτα διά τό εἶναι αὐτόν, ὡς ἀκούω, συμπαθῆ καί φιλάγαθον, συμπαθήσει δέ μοι καί ἅ ὑπέσχετό μοι πάντα ἀποπληρώσει. Ὡς οὖν ταῦτα ἀπό καρδίας ἐλογίσατο, καί ἔργῳ ἐποίησε· προσελθών τῷ βασιλεῖ καί τούς πόδας κρατήσας αὐτοῦ, συγχώρησιν μετά κλαυθμοῦ ἐξῃτήσατο. Ὅν εὐθύς, τῇ ἀπροσδοκήτῳ χαρᾷ ὁ χρηστός ἐκεῖνος ληφθείς βασιλεύς, ἀποδεξάμενος, ἐπί θαύματος εἶχε τήν τούτου μεταβολήν καί ταπείνωσιν, ἀνθ’ ὧν ὅπως παρρησιάζεσθαι μᾶλλον ὤφειλεν και τιμάς ἀπαιτεῖν ὑπέρ ἧς ἐνεδείξατο πρός αὐτόν ἀγάπης καί πίστεως, καταλιπών μέν τόν ἀντάρτην, προσελθών δέ τῇ βασιλείᾳ αὐτοῦ, κεῖται θρηνῶν ὑπέρ τῆς βραδυτῆτος καί τῶν παρ’ αὐτοῦ προγεγονότων κακῶν, ἀναστήσας αὐτόν «ἐπέπεσεν ἐπί τόν τράχηλον αὐτοῦ καί κατεφίλησεν αὐτόν» τε ὅλον καί τούς δακρύοντας αὐτοῦ ὀφθαλμούς ἐπί ὥρας πολλάς. Εἶτα στέφος καί στολήν καί ὑποδήματα ὅμοια ὧν αὐτός ἐφόρει ἐνεχθῆναι κελεύσας, αὐτός δι’ ἑαυτοῦ τόν πρώην ἐχθρόν καί ἀντίδικον περιέβαλε, μηδέν ὅλως προσονειδίσας αὐτόν· καί οὐ τοῦτο μόνον, ἀλλά νυκτός καί ἡμέρας συγχαίρων αὐτῷ καί συνευφραινόμενος, περιλαμβάνων τε καί κατασπαζόμενος στόμα πρός στόμα αὐτόν, τοσοῦτον ὑπερηγάπησεν αὐτόν ὅτι οὐδέ ἐν τῷ ὑπνοῦν αὐτοῦ ἐχωρίζετο, συνανακλινόμενος αὐτῷ καί περιλαμβάνων ἐπί τῆς κλίνης καί πάντοθεν τῷ ἑαυτοῦ χλανιδίῳ περισκέπων καί ἐπιτιθείς τό ἑαυτοῦ πρόσωπον ἐπί πᾶσι τοῖς αὐτοῦ μέλεσιν.

Τοιοῦτόν ἐστι καί τό ἡμέτερον πρός Θεόν καί οὕτως οἶδα ἐν τοιούτῳ τρόπῳ τούς μετανοοῦντας τόν φιλάγαθον Θεόν ἀποδέχεσθαι καί φιλεῖν, φεύγοντας μέν κόσμον πλάνον καί κοσμοκράτορα, γυμνούς δέ προσερχομένους αὐτῷ τῶν τοῦ βίου πραγμάτων ὡς βασιλεῖ καί Θεῷ, εἰ μή τισιν ἄρα βαρύ καταφαίνεται τό τήν γεννησαμένην καταλιπεῖν καί τούς οἰκείους φίλους καί συγγενεῖς ἀπαρνήσασθαι καί τόν πλοῦτον ἐᾶσαι τόν ἀπολλύμενον, ἐπεί οὐδέν ἔγωγε φορτικόν εὗρον ἤ λυπηρόν ἤ ἐπαχθές, προσφυγών τῷ Θεῷ καί σωτῆρί μου. Ἀλλ’ εἰ χρή τήν ἀλήθειαν ὑμῖν ἐξειπεῖν καί ἅ οὐκ ἐβουλόμην πᾶσι δῆλα ποιεῖν, ταῦτα τήν ἀγάπην ὑμῶν ἀπογυμνῶσαι, ἵνα δῶ τι καλόν τισιν ἐξ ὑμῶν, ἐν πάσῃ μᾶλλον στενοχωρίᾳ καί θλίψει καί τῇ νομιζομένῃ κακοπαθείᾳ ὑπερεκβλύζουσαν τήν χαράν καί εὐφροσύνην ἔβλεπον ἐν ἐμοί διά τῆς ἀποκαλύψεως καί ἐπιφανείας τοῦ προσώπου αὐτοῦ, ὥστε πληροῦσθαι ἐναργῶς ἐπ’ ἐμοί τό οὕτω λέγον τοῦ Παύλου ῥητόν· «Τό γάρ παραυτίκα ἐλαφρόν τῆς θλίψεως βάρος δόξης κατεργάζεται ἐν ἡμῖν», καί τό τοῦ Δαυίδ· «Ἐν θλίψει» λέγοντος «ἐπλάτυνάς με», ὡς ἐντεῦθεν μηδέν ἡγεῖσθαί με τάς ἐπερχομένας θλίψεις καί τούς πειρασμούς πρός τήν οὐχί μέλλουσαν, ἀλλά παραυτίκα ἀποκαλυπτομένην μοι διά Πνεύματος Ἁγίου δόξαν Ἰησοῦ Χριστοῦ, ἧς τῇ μετοχῇ τε καί θέᾳ καί αὐτάς τάς πρός θάνατον νόσους καί εἴ τινα ἑτέραν ἀφορητοτέραν ὀδύνην διά πόνων τοῖς ἀνθρώποις ἐγγινομένην οὐδέν ἡγούμην, πᾶσαν ἐπιλανθανόμενος ὀδύνην καί λύπην τοῦ σώματος· οὕτω τό φορτίον τῶν ἐντολῶν ἐλαφρόν καί τόν ζυγόν Κυρίου χρηστόν αὐτόθεν ἐλογιζόμην, ἐν δέ τῷ μή εὑρίσκειν με δι’ αἰτίας τινός ὑπέρ αὐτοῦ συντόμως ἀποθανεῖν, θλῖψις, πιστεύσατε, ἦν μοι ἀφόρητος.

Τοιγαροῦν, ἀδελφοί μου ἀγαπητοί, πάντα ἀφέντες δράμωμεν γυμνοί, καί προσελθόντες τῷ δεσπότῃ Χριστῷ προσπέσωμεν καί προσκλαύσωμεν ἐνώπιον τῆς αὐτοῦ ἀγαθότητος, ἵνα καί αὐτός, θεασάμενος τήν πίστιν καί τήν ταπείνωσιν ἡμῶν, ὁμοίως ἡμᾶς, μᾶλλον δέ μειζόνως, ἀποδέξηται καί τιμήσῃ, καί στολῇ καί διαδήματι τῷ ἑαυτοῦ κατακοσμήσῃ καί ἀξίους τοῦ ἐπουρανίου νυμφῶνος δαιτυμόνας ἐργάσηται. Οὐ γάρ ἴσον τό ἀπό βασιλέως εἰς βασιλέα φθαρτόν προσελθεῖν, ἐπιγείου τε βασιλείας ἐν ἐπιτυχίᾳ γενέσθαι καί τό ἀπό γῆς εἰς οὐρανούς ἀνελθεῖν καί δόξης αἰωνίου καί βασιλείας ἀφθάρτου ἀξιωθῆναι καί Θεοῦ συγκληρονόμος συγκοινωνός γενέσθαι, καί οὐχί βασιλεύς μόνον, ἀλλά καί θεός γενέσθαι ἀπό Θεοῦ, καί σύν τῷ Θεῷ εἰς αἰῶνας αἰώνων εὐφραίνεσθαι. Μή οὖν προτιμήσωμέν τι τῶν γηΐνων καί φθειρομένων, παρακαλῶ, ἀδελφοί, ἵνα μή τῆς Χριστοῦ δόξης καί κοινωνίας ἐκπέσωμεν, ἀλλ’ ἀπ’ ἐντεῦθεν ἤδη, ἑαυτούς ἐκκαθάραντες, τούς ἀρραβῶνας λαβεῖν, μᾶλλον δέ αὐτόν ἐκεῖνον, τόν ἐπί πάντων καί ἐν πᾶσι καί πᾶν ἀγαθόν ὄντα, σπουδάσωμεν κτήσασθαι.

Μηδέ εἴπῃ τις· «Ἐγώ ἀπό τοῦ ἁγίου βαπτίσματος τόν Χριστόν λαβών ἔχω», ἀλλά μανθανέτω ὅτι οὐχί πάντες οἱ βαπτιζόμενοι λαμβάνουσι διά τοῦ βαπτίσματος τόν Χριστόν, μόνοι δέ οἱ βεβαιόπιστοι καί ἐν γνώσει τελείᾳ ἤ καί προκαθάρσει ἑαυτούς εὐτρεπίσαντες καί οὕτως ἐλθόντες ἐπί τό βάπτισμα. Καί τοῦτο εἴσεται ὁ ἐρευνῶν τάς Γραφάς ἀπό τῶν ἀποστολικῶν λόγων καί πράξεων· γέγραπται γάρ· «Ἀκούσαντες δέ οἱ ἐν Ἱερουσαλύμοις ἀπόστολοι ὅτι δέδεκται ἡ Σαμάρεια τόν λόγον τοῦ Θεοῦ, ἀπέστειλαν πρός αὐτούς τόν Πέτρον καί Ἰωάννην, οἵτινες καταβάντες προσηύξαντο περί αὐτῶν ὅπως λάβωσι Πνεῦμα Ἅγιον· οὔπω γάρ ἦν ἐπ’ οὐδενί αὐτῶν ἐπιπεπτωκός, μόνον δέ βεβαπτισμένοι ὑπῆρχον εἰς τό ὄνομα τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ. Τότε ἐπετίθουν τάς χεῖρας ἐπ’ αύτούς καί ἐλάμβανον Πνεῦμα Ἅγιον». Εἶδες πῶς οὐ πάντες οἱ βαπτιζόμενοι εὐθύς τό Ἅγιον Πνεῦμα λαμβάνουσιν; Ἔμαθες παρά τῶν ἀποστόλων ὅτι, καί πιστεύσαντές τινες καί βαπτισθέντες, τόν Χριστόν διά τοῦ βαπτίσματος οὐκ ἐνεδύσαντο; Εἰ γάρ τοῦτο ἐγένετο, οὐκ ἄν μετά ταῦτα εὐχῆς καί τῆς τῶν χειρῶν τῶν ἀποστόλων ἐδεήθησαν ἐπιθέσεως· λαμβάνοντες γάρ Πνεῦμα Ἅγιον, τόν Κύριον Ἰησοῦν ἐλάμβανον. Οὐ γάρ ἄλλο ὁ Χριστός καί ἄλλο τό Πνεῦμα· καί τίς τοῦτο φησίν; Αὐτός ὁ Θεός Λόγος τῇ Σαμαρείτιδι προσειπών· «Πνεῦμα ὁ Θεός». Εἰ οὖν ὁ Χριστός Θεός, πνεῦμα κατά τήν τῆς θεότητος φύσιν ἐστίν καί ὁ ἔχων αὐτόν, Πνεῦμα Ἅγιον ἔχει· ὁ δέ τό Πνεῦμα ἔχων, αὐτόν πάλιν ἔχει τόν Κύριον, καθώς καί ὁ Παῦλός φησι· «Τό δέ Πνεῦμα ὁ Κύριος ἐστι».

Βλέπειν οὖν ἑαυτούς ἡμᾶς χρή, ἀδελφοί, καί κατανοεῖν ἀκριβῶς τάς ψυχάς ἡμῶν, εἰ τόν Κύριον Ἰησοῦν εὐαγγελισθέντα ἡμῖν ἐδεξάμεθα καί ἐν ἑαυτοῖς ἡμῖν αὐτόν κεκτήμεθα, ἵνα, καθώς ὁ εὐαγγελιστής Ἰωάννης φησί, γνῶμεν εἰ ἐξουσίαν ἐλάβομεν παρ’ αὐτοῦ τέκνα Θεοῦ γενέσθαι. Προσεχέτω τοιγαροῦν τοῖς λεγομένοις ὑπό τῶν ἁγίων Γραφῶν ἕκαστος καί ἑαυτόν κατανοείτω, καθώς εἴπομεν, ἵνα μή μάτην ἑαυτόν φρεναπατῶν, πιστός εἶναι οἰόμενος, ἄπιστος εὑρεθήσεται, καί τόν Κύριον ἔχειν νομίζων ἐν ἑαυτῷ κενός ἐξέλθῃ τοῦ σώματος καί ὡς μηδέν ἔχων κατακριθήσεται, ἀφαιρούμενος ὅ δοκεῖ ἔχειν, καί εἰς τό πῦρ ἐμβληθήσεται. Πόθεν οὖν γνωσόμεθα εἰ ἐν ἡμῖν ὁ Χριστός ἐστι, καί πῶς ἑαυτούς ἡμᾶς καταμάθωμεν; Τά ἀπό τῶν θείων Γραφῶν λόγια ἀναλεγόμενοι καί ἀντιπαρατιθοῦντες ὡς ἔσοπτρα ταῖς ψυχαῖς ἡμῶν, ἐν αὐτοῖς ὅλους ἑαυτούς καταμάθωμεν. Ἀλλ’ ἀνωτέρω τόν λόγον ἀγάγωμεν, καί Θεοῦ διδόντος λόγον ἐν ἀνοίξει τοῦ ἀκαθάρτου μου στόματος, τόν τῆς κατανοήσεως τρόπον ποσῶς ὑμῖν, τοῖς ἀδελφοῖς μου, ἐκθήσομαι. Ἀλλά προσέχετε, ἀξιῶ· περί φρικτῶν γάρ ὁ λόγος ἐστίν.

«Ἐν ἀρχῇ ἦν ὁ Λόγος καί ὁ Λόγος ἦν πρός τόν Θεόν καί Θεός ἦν ὁ Λόγος· οὗτος ἦν ἐν ἀρχῇ πρός τόν Θεόν. Πάντα δι’ αὐτοῦ ἐγένετο. Ἐν αὐτῷ ζωή ἦν καί ἡ ζωή ἦν τό φῶς τῶν ἀνθρώπων· καί τό φῶς ἐν τῇ σκοτίᾳ φαίνει καί ἡ σκοτία αὐτό οὐ κατέλαβεν». Ταῦτα τοίνυν εἰπών, τήν ἀδιαίρετον Τριάδα ἐδήλωσε, Θεόν τόν Πατέρα λέγων, Λόγον τόν Υἱόν, ζωήν τό Πνεῦμα τό Ἅγιον, ὅπερ καί ἕν φῶς τά τρία ἐστίν ἐν τῇ σκοτίᾳ φαῖνον. Ἐν ποίᾳ ἄρα σκοτία; Ἐν τῇ τῶν ὁρωμένων κτίσει, πάντως φησίν· ὁ γάρ Θεός παντί καί πανταχοῦ πάρεστι, φῶς ὤν καί φαίνων· καί ἡ σκοτία αὐτόν οὐ κατέλαβεν, ἀντί τοῦ· μολυσμός αὐτῷ ἁμαρτίας ὅλως οὐ προσήγγισεν, οὐδέ ἡ κτίσις αὐτόν φαίνειν παρενεπόδισεν, οὐδέ ἔγνω, οὐδέ εὗρεν, οὐδ’ ἡνώθη, οὐδέ αὐτόν ἑώρακεν. Διό τό αὐτό νόημα δευτερῶν, ἵνα σαφές αὐτό ἀπεργάσηται, ἐπήγαγε καί φησιν· «Ἦν τό φῶς τό ἀληθινόν ὅ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τόν κόσμον· ἐν τῷ κόσμῳ ἦν καί ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο καί ὁ κόσμος αὐτόν οὐκ ἔγνω». Ἀπ’ ἀρχῆς ἦν ὁ Θεός πανταχοῦ, φησίν, ὁ ζωογονῶν πάντα ἄνθρωπον ἐρχόμενον εἰς τόν κόσμον, καί πρό τοῦ ποιῆσαι τόν κόσμον ἐν τῷ κόσμῳ ἦν. Πῶς; Ὅτι προϋφέστηκε παρ’ αὐτῷ καί ἐν αὐτῷ τά πάντα· οἱ γάρ μήπω γεννηθέντες, οὐχ ὡς μή ὄντες, ἀλλ’ ὡς ἤδη γεγονότες, παρά τῷ Θεῷ εἰσιν. Εἶτα ποιήσας τόν κόσμον, οὐ τόπῳ, φησί, διέστη τοῦ κόσμου, ἀλλ’ ἐν αὐτῷ ἦν καί ὁ κόσμος αὐτόν οὐκ ἔγνω.

Πῶς οὖν πρό τοῦ ποιῆσαι τόν κόσμον πανταχοῦ ἦν καί, τόν κόσμον ποιήσας, ἐν τῷ κόσμῳ ἦν φαίνων καί ὁ κόσμος αὐτόν οὐ κατέλαβεν; Προσέχετε μετά ἀκριβείας. Οὐ τόπῳ διέστη «ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν», φησίν, ὅτε τόν αἰσθητόν τοῦτον κόσμον παρήγαγεν ὁ Θεός, ἀλλά φύσει καί δόξῃ θεότητος, μηδέν ἐκ τῶν γεγονότων δηλονότι προσεγγίσαν ἤ ὅλως καταλαβόν αὐτόν· καί γάρ ἀχώριστον ὤν τῶν πάντων, ἐν τοῖς πᾶσιν ἀριδήλως ἐστί. «Καί οὐδείς αὐτόν ἐπιγινώσκει, φησίν, εἰ μή ὁΥἱός καί ᾧ ἐάν βούληται ὁ Υἱός ἀποκαλύψαι». Οὗτος οὖν ὁ ἐν τῷ κόσμῳ ὤν καί παρά τοῦ κόσμου ἀγνοούμενος, εἰς τά ἴδια ἦλθεν καί οἱ ἴδιοι αὐτόν οὐκ ἐδέξαντο. Ἴδια δέ αὐτοῦ τόν κόσμον ἐκάλεσε καί τούς ἐν τῷ κόσμῳ καί διά τόν κτίστην αὐτόν καί δεσπότην τούτων εἶναι καί διά τήν ἐκ τῆς σαρκός συγγένειαν. Μή οὖν παραδράμῃς τά εἰρημένα, ἀλλά γνῶθι ὅτι ὁ ἐν ἀρχῇ ὤν πρός τόν Θεόν Λόγος, καί Θεός ὤν καί τήν ζωήν ἔχων ἐν ἑαυτῷ καί πάντα ποιήσας καί φῶς ὤν ὅ πάντα ἄνθρωπον φωτίζει, αὐτός ὁ πρό τοῦ κόσμου ἐν κόσμῳ ὤν καί τόν κόσμον ποιήσας καί ἐν αὐτῷ ὑπάρχων καί ὑπό τοῦ κόσμου ἀγνοούμενος καί παρ’ αὐτοῦ μή καταλαμβανόμενος, ἐν τῷ κόσμῳ σωματωθείς παρεγένετο, ἵνα τοῖς μέν ἐκ πίστεως εἰς Θεόν αὐτόν δεχομένοις καί τάς ἐντολάς αὐτοῦ φυλάσσουσι καί τόν σταυρόν αἴρουσιν, ὡς Θεός ἀποκαλυφθῇ καί οἷός ἐστι γνωσθῇ, νῦν μέν μετρίως, καθ’ ὅσον ἕκαστος χωρεῖ, ἐν δέ τῇ ἀναστάσει τρανότερον. «Ὅσοι γάρ, φησίν, ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι τοῖς πιστεύουσιν εἰς τό ὄνομα αὐτοῦ, οἵ οὐκ ἐξ αἱμάτων οὐδέ ἐκ θελήματος σαρκός οὐδέ ἐκ θελήματος ἀνδρός, ἀλλ’ ἐκ Θεοῦ ἐγεννήθησαν. Καί ὁ Λόγος σάρξ ἐγένετο καί ἐσκήνωσεν ἐν ἡμῖν, καί ἐθεασάμεθα τήν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρά πατρός, πλήρης χάριτος καί ἀληθείας».

Ἰδού τό κάτοπτρον ὅ προεῖπον ὑμῖν οὗτοι οἱ λόγοι εἰσίν. Καί σκόπει μοι τῶν εὐαγγελικῶν ῥημάτων τό ἀκριβές, πῶς τρανῶς διδάσκει ἡμᾶς τῶν πιστῶν τά γνωρίσματα, ἵνα καί ἑαυτούς ἡμᾶς ἕκαστος καί τούς πλησίον ἐπιγινώσκωμεν. Ὅσοι δέ ἔλαβον αὐτόν, φησί, διά τῆς πίστεως δηλονότι Θεόν αὐτόν καί οὐκ ἄνθρωπον μόνον ὁμολογήσαντες, ἔδωκεν αὐτοῖς ἐξουσίαν διά τοῦ βαπτίσματος τέκνα Θεοῦ γενέσθαι, τῆς τοῦ διαβόλου τυραννίδος ἐλευθερώσας αὐτούς, ὥστε μή μόνον εἶναι πιστούς, ἀλλ’ εἰ βούλοιντο πορεύεσθαι ταῖς αὐτοῦ ἐντολαῖς, καί τήν ἁγιότητα τῇ τῶν ἐντολῶν ἐργασίᾳ προσεπικτῶνται, ὡς ἐν ἑτέρῳ φησί· «Γίνεσθε ἅγιοι, ὅτι ἐγώ ἅγιός εἰμι», καί πάλιν· «Γίνεσθε οἰκτίρμονες, ὡς καί ὁ Πατήρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστίν». Εἶτα μετά ταῦτα καί τόν τρόπον δηλοῖ τῆς υἱοθεσίας, εἰπών· «Οἵ οὐκ ἐξ αἱμάτων οὐδέ ἐκ θελήματος σαρκός,οὐδέ ἐκ θελήματος ἀνδρός, ἀλλ’ ἐκ Θεοῦ ἐγεννήθησαν». Γέννησιν ἐνταῦθα τήν πνευματικήν καλεῖ ἀλλοίωσιν, ἥτις ἐνεργεῖται και καθορᾶται ἐν τῷ τοῦ Ἁγίου Πνεύματος βαπτισμῷ, καθώς αὐτός ὁ ἀψευδής Κύριος οὕτω φησίν· «Ἰωάννης μέν ἐβάπτισεν ὕδατι, ὑμεῖς δέ βαπτισθήσεσθε ἐν Πνεύματι Ἁγίῳ». Ἐν τούτῳ τοίνυν οἱ βαπτιζόμενοι ὡς ἐν φωτί φῶς γίνονται καί τόν γεγεννηκότα γνωρίζουσι· καί γάρ ὁρῶσιν αὐτόν.

Ὅτι δέ οὐκ ἀρκεῖ μόνον ἡμῖν πρός σωτηρίαν τό βάπτισμα, ἀλλά καί τῆς σαρκός τοῦ Ἰησοῦ καί Θεοῦ καί τοῦ αἵματος τοῦ τιμίου αὐτοῦ οἰκειοτέρα καί ἀναγκαιοτέρα ἡμῖν ἐστιν ἡ μετάληψις, ἄκουσον τῶν ἑξῆς· «Καί ὁ Λόγος σάρξ ἐγένετο καί ἐσκήνωσεν ἐν ἡμῖν». καί ὅτι περί τούτων ταῦτα δηλοῖ, ἄκουε τοῦ Κυρίου λέγοντος ὧδε· «Ὁ τρώγων μου τήν σάρκα καί πίνων μου τό αἷμα ἐν ἐμοί μένει, κἀγώ ἐν αὐτῷ». Τούτου γάρ γεγονότος καί πνευματικῶς διά τοῦ παναγίου Πνεύματος ἡμῶν βαπτισθέντων καί τέκνων Θεοῦ γεγονότων καί τοῦ σαρκωθέντος Λόγου διά τῆς τοῦ ἀχράντου σώματος καί αἵματος αὐτοῦ μεταλήψεως σκηνώσαντος ὡς φῶς ἐν ἡμῖν, ἐθεασάμεθα τήν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρά πατρός. Γεννηθέντες, φησίν, ὑπ’ αὐτοῦ καί ἐξ αὐτοῦ πνευματικῶς καί σκηνώσαντος αὐτοῦ σωματικῶς ἐν ἡμῖν καί ἡμῶν κατοικησάντων γνωστῶς ἐν αὐτῷ, τότε κατ’ αὐτόν εὐθύς τόν καιρόν, κατ’ αὐτήν τήν ὥραν, ὅτε ταῦτα ἐγένετο, ἐθεασάμεθα τήν δόξαν αὐτοῦ τῆς θεότητος, δόξαν ὡς μονογενοῦς παρά πατρός, οἵαν δηλονότι οὐδείς ἕτερος οὐκ ἄγγελος ἔχει, οὐκ ἄνθρωπος. Ἐπειδή γάρ εἷς Θεός ὁ Πατήρ, εἷς καί ὁ Υἱός αὐτοῦ ὁ μονογενής, μία δέ τῶν ἀμφοτέρων ἡ δόξα, γνωριζομένη καί ἀποκαλυπτομένη πᾶσιν οἷς ὁ Υἱός βούλεται διά τοῦ ἐκπορευομένου Πνεύματος παρά τοῦ Πατρός.

Τοιγαροῦν ἕκαστος ὑμῶν, ἀδελφοί, τῇ ἑαυτοῦ διανοίᾳ εἰς τήν τῶν ῥημάτων τούτων ἐγκύψας δύναμιν, ἑαυτόν θεασάσθω. Εἰ τόν Θεόν Λόγον ἐλθόντα ἔλαβεν, εἰ τέκνον Θεοῦ ἐγένετο, εἰ οὐκ ἐξ αἵματος καί σαρκός μόνον, ἀλλά καί ἐκ Θεοῦ γεγέννηται, εἰ ἔγνω τόν σαρκωθέντα Λόγον σκηνώσαντα ἐν αὐτῷ καί εἰ ἐθεάσατο τήν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρά πατρός, ἰδού γέγονε χριστιανός καί ἀναγεννηθέντα ἑαυτόν ἐθεάσατο καί τόν γεννήσαντα αὐτόν πατέρα ἐγνώρισεν, οὐ λόγῳ μόνῳ, ἀλλ᾿ἔργῳ χάριτος καί ἀληθείας. Ἐμμείνωμεν, ἀδελφοί, ἐν τούτῳ τῷ ἐσόπτρῳ τῆς ἀληθείας καί ἀποστῶμεν τῆς βλαβερᾶς καί αἱρεσιώδους διδασκαλίας καί ὑπονοίας τῶν λεγόντων μή ἀποκαλύπτεσθαι νῦν ἐν ἡμῖν τοῖς πιστοῖς τήν δόξαν τῆς θεότητος τοῦ Κυρίου Ἰησοῦ διά τῆς τοῦ Ἁγίου Πνεύματος δωρεᾶς· ἡ γάρ δωρεά ἐν τῇ ἀποκαλύψει δίδοται καί ἡ ἀποκάλυψις διά τῆς δωρεᾶς ἐνεργεῖται. Οὔτε οὖν Πνεῦμα Ἅγιον λαμβάνει τις, μή ἀποκαλυπτόμενον καί ὁρώμενον νοερῶς, οὔτε ἀποκάλυψιν βλέπει, εἰ μή ἐν Ἁγίῳ Πνεύματι φωτισθῇ, οὔτε πιστός τελείως δύναται λέγεσθαι, εἰ μή τό τοῦ Θεοῦ Πνεῦμα λάβῃ, καθώς τῇ Σαμαρείτιδι ἔλεγεν ὁ Χριστός· «Ὁ πίνων ἐκ τοῦ ὕδατος οὗ ἐγώ δώσω αὐτῷ, οὐ μή διψήσῃ πώποτε, ἀλλά γενήσεται ἐν αὐτῷ πηγή ὕδατος ἀλλομένου εἰς ζωήν αἰώνιον». «Τοῦτο δέ» ὁ εὐαγγελιστής φησιν «ἔλεγεν περί τοῦ Πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν». Ὁρᾷς πῶς οἱ μή τό Πνεῦμα ἐνεργοῦν καί λαλοῦν ἔχοντες ἐν ἑαυτοῖς ἄπιστοί εἰσιν; Ἀψευδής γάρ ὁ Χριστός, ὅτι ἁμαρτίαν οὐκ ἐποίησε καί δόλος οὐχ εὑρέθη ἐν τῷ στόματι αὐτοῦ. Εἰ οὖν ἐκεῖνος λέγει τό Πνεῦμα διδόναι τοῖς πιστεύουσιν εἰς αὐτόν, πάντως οἱ μή ἔχοντες τό Πνεῦμα οὔκ εἰσιν ἐκ καρδίας πιστοί.

Εἰ δέ λέγοι τις ἀγνώστως τοῦτο καί ἀναισθήτως λαβεῖν καί ἔχειν ἕκαστον ἡμῶν τῶν πιστῶν, βλασφημεῖ, ψεύστην ποιῶν τόν εἰπόντα Χριστόν ὅτι «Γενήσεται ἐν αὐτῷ πηγή ὕδατος ἀλλομένου εἰς ζωήν αἰώνιον», καί αὖθις· «Ὁ πιστεύων εἰς ἐμέ, ποταμοί ῥεύσουσιν ἐκ τῆς κοιλίας αὐτοῦ ὕδατος ζῶντος». Εἰ οὖν ἡ πηγή βλύζει, πάντως καί ὁ ποταμός ἐξερχόμενος καί καταρρέων τοῖς βλέπουσι καθορᾶται· εἰ δέ ταῦτα, κατά τούς οὕτω φρονοῦντας, ἀγνώστως ἐν ἡμῖν ἐνεργοῦνται, μηδενός τούτων ἐπαισθανομένων ἡμῶν, εὔδηλον ὅτι οὐδέ τῆς αἰωνίου ζωῆς, τῆς συνεπομένης αὐτοῖς καί ἐν ἡμῖν μενούσης, ὅλως αἴσθησιν λάβωμεν, οὐδέ τό τοῦ Ἁγίου Πνεύματος φῶς θεασόμεθα, ἀλλά νεκροί καί τυφλοί καί ἀναίσθητοι διαμενοῦμεν, ὥσπερ ἄρτι, καί τότε· καί οὕτω ματαία ἡ ἐλπίς ἡμῶν γέγονε κατ’ αὐτούς καί ὁ δρόμος διακενῆς, ἐν τῷ θανάτῳ ὄντων ἡμῶν και τῆς αἰωνίου ζωῆς μή λαμβανόντων αἴσθησιν.

Ἀλλ’ οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν, ἀλλ’ ὅπερ πολλάκις εἶπον καί πάλιν ἐρῶ καί οὐδέποτε λέγειν παύσομαι. Φῶς ὁ Πατήρ, φῶς ὁ Υἱός, φῶς τό Πνεῦμα τό Ἅγιον, ἕν φῶς, ἄχρονον, ἄτμητον, ἀσύγχυτον, ἀΐδιον, ἄκτιστον, ἄποσον, ἀνενδεές, ἀόρατον, ὡς ἔξω πάντων καί ὑπέρ πάντα καί ὄν καί νοούμενον, ὅπερ οὐδείς ποτε ἀνθρώπων πρό τοῦ καθαρθῆναι ἠδυνήθην θεάσασθαι, οὔτε πρό τοῦ θεάσασθαι ἔλαβεν. Πολλοί γάρ εἶδον μέν, οὐκ ἐκτήσαντο δέ, ὡς θησαυρόν πολύν ἐν τοῖς βασιλικοῖς ταμιείοις καταξιωθέντες ἰδεῖν καί ἀπελθόντες διακενῆς. Καί γάρ γίνεται μέν κατ’ ἀρχάς πολλάκις εἰς τούς μετανοοῦντας θερμῶς ἔλλαμψις θεία καί φωτισμός, εὐθύς δέ παρέρχεται· καί εἰ μέν μέχρι θανάτου αὐτοῦ ἑαυτούς ὅλους ἐκδώσουσι καί ζητήσουσιν ἐμπόνως, ἀξίους σφᾶς αὐτούς καί ἀμέμπτους ἐν πᾶσι τῷ Κυρίῳ παριστῶντες, τελείως πάλιν ἐπανελθοῦσαν ταύτην λαμβάνουσιν· εἰ δέ μικρόν ῥᾳθυμήσουσι καί εἰς μείζονα κόπους ἑαυτούς ἐμβαλεῖν παραιτήσονται, τάς ψυχάς ἀγαπῶντες τάς ἑαυτῶν, ἀνάξιοι τοῦ τοιούτου δώρου γίνονται καί εἰς ζωήν αἰώνιον, ἔτι ὄντες ἐν σώματι, οὐκ εἰσέρχονται· εἰ δέ μή νῦν, οὐδέ μετά τήν τοῦ σώματος ἔξοδον εἰσελεύσονται δηλονότι. Εἰ γάρ ὁ τό ἕν τάλαντον λαβών καί κατακρύψας κατεκρίθη, ὅτι μή ἐπολυπλασίασεν αὐτό, πόσῳ μᾶλλον ὁ μηδέ φυλάξας ὅ ἔλαβεν, ἀλλά διά ῥᾳθυμίας ἀπολέσας, κατακριθήσεται.

Ἐνταῦθα τοιγαροῦν, ὡς πᾶσα Γραφή θεόπνευστος λέγει, ἐστίν ἡ πανήγυρις, ἐνταῦθα τά σκάμματα, καί ἐνταῦθα τοῖς νικῶσι τῶν ἐπάθλων οἱ ἀρραβωνικοί στέφανοι δίδονται, καί τοῖς ἡττηθεῖσι πρόδηλος καί φανερά ἡ ἀπαρχή τῆς αἰσχύνης καί τῆς κολάσεως γίνεται. Καί ὅρα τῷ λόγῳ συμμαρτυροῦντας τούτῳ τούς τε ἁγίους Τεσσαράκοντα Μάρτυρας καί πάντας ἄλλους τούς ὑπέρ Χριστοῦ μαρτυρήσαντας. Οἱ μέν γάρ ἐν αὐτῇ τῇ λίμνῃ ὄντες τοῦ ὕδατος ἐκ χειρός Θεοῦ τούς στεφάνους ἐδέξαντο, ὁ δέ τῷ λουτρῷ προσφυγών τῇ θέρμῃ εὐθύς διελύθη καί πρός τό αἰώνιον πῦρ ἀπελήλυθεν. Εὐστράτιος δέ ὁ ἐπ’ ἀρετῇ περιβόητος, ὑπέρ Χριστοῦ τιμωρούμενος, «Νῦν ἔγνων» ἔλεγεν «ὅτι ναός Θεοῦ εἰμι καί τό Πνεῦμα αὐτοῦ οἰκεῖ ἐν ἐμοί. Ἀπόστητε ἀπ᾿ἐμοῦ πάντες οἱ ἐργάται τῆς ἀνομίας». Πρός δέ τόν δικάζοντα τύραννον ἀπεφθέγγετο· «Εἴ σοι τά αἰσθητήρια τῶν φρενῶν μή ἀλλοίωτο καί τῷ τῶν παθῶν φυράματι μή μετεσκεύαστο πρός τό γεῶδες ἡ ψυχή σου, ἔδειξα ἄν σοι τόν ἐσταυρωμένον τοῦτον σωτῆρα καί λυτρωτήν καί εὐεργέτην τυγχάνοντα». Εἶδες πῶς ἡ πίστις δίχα τῶν ἔργων νεκρά ἐστι; Πρό γάρ τοῦ εἰσελθεῖν εἰς τούς τοῦ μαρτυρίου ἀγῶνας τόν ἅγιον, ἐπειδή τήν πίστιν μόνην εἶχεν, οὐκ εἶχε τό Πνεῦμα τό Ἅγιον ἐν ἑαυτῷ, ὅτε δέ ἐκ τῶν ἔργων τήν πίστιν ἔδειξε, τότε καί ναόν ἑαυτόν Θεοῦ ἐπέγνω καί τό Πνεῦμα αὐτοῦ τό Ἅγιον οἰκοῦν ἐν ἑαυτῷ γνωστῶς τοῖς νοεροῖς ὄμμασιν ἐθεάσατο. Τί ταύτης τῆς μαρτυρίας ἐκδηλότερον γένοιτ’ ἄν;

Εἰ δέ λέγοιέν τινες ὅτι ἐκεῖνοι μάρτυρες ἦσαν, ἐκεῖνοι ἔπασχον ὑπέρ τοῦ Χριστοῦ, καί πῶς ἐκείνοις ἴσους ἡμᾶς γενέσθαι ἐνδέχεται, τοῦτο πρός αὐτούς εἴποιμεν ὅτι καί ὑμεῖς αὐτοί, εἴ γε βούλεσθε, ὑπέρ Χριστοῦ πάσχοντες καί τιμωρούμενοι, καθάπερ ἐκεῖνοι μαρτυρήσετε καθ’ ἑκάστην, οὐκ ἐν ἡμέρᾳ μόνον, ἀλλά καί ἐν νυκτί καί ἐν πάσῃ ὥρᾳ. Καί πῶς ἔσται τοῦτο; Ἐάν καί ὑμεῖς πρός τούς ὀλεθρίους παρατάξησθε δαίμονας, ἐάν ἀεί κατά τῆς ἁμαρτίας καί τοῦ οἰκείου θελήματος ἵστασθε. Ἐκεῖνοι γάρ πρός τυράννους, ἡμεῖς δέ πρός δαίμονας ἔχομεν καί τά ὀλέθρια πάθη τῆς σαρκός, ἅτινα καί ἐν ἡμέρᾳ πάσῃ καί ἐν νυκτί καί ὥρᾳ τυραννικῶς ταῖς ψυχαῖς ἡμῶν ἐπιτίθενται καί ἐκβιάζονται πρᾶξαι ἡμᾶς τά μή ἀνήκοντα τῇ θεοσεβείᾳ καί ἅ παροξύνει Θεόν. Εἰ οὖν πρός ταῦτα στῶμεν καί οὐ κάμψομεν γόνυ τῇ Βάαλ, οὐδέ ταῖς ὑποθήκαις τῶν πονηρῶν πεισθῶμεν δαιμόνων, οὐδέ λειτουργήσομεν τῇ σαρκί πρόνοιαν αὐτῆς εἰς ἐπιθυμίας ποιούμενοι, μάρτυρες εἰκότως ἐσόμεθα καί αὐτοί, πρός τήν ἁμαρτίαν ἀγωνιζόμενοι, μεμνημένοι δηλαδή τῶν μαρτύρων καί ἅς ὑπήνεγκαν ἀφορήτους μάστιγας ἐνθυμούμενοι καί διά τοῦτο κατά τοῦ διαβόλου ἱστάμενοι· ἀλλά γάρ καί πρός τούς ἐκείνων ἀποβλέποντες πόνους καί ὅπως ἡμεῖς ἀπολειπόμεθα ταῆς ἐκείνων ἀθλήσεως ἀπό ψυχῆς λογιζόμενοι καί στενάζοντες, τῶν αὐτῶν ἐκείνοις στεφάνων ἀξιωθῶμεν, εἰ καί μή τῇ ποσότητι, ἀλλά γε τῇ ποιότητι κατά τήν ἄνωθεν τοῦ Θεοῦ πρός ἡμᾶς ἀγαθότητα, καί εἰ μή ἐκείνοις ἴσοι τῇ παρρησίᾳ, ἀλλά γε ἴσοι πάντως τῇ ὑπομονῇ καί τῇ πρός τά δεινά τῶν πόνων εὐχαριστίᾳ ἐσόμεθα.

Ἐκεῖνοι γάρ ἐξ ἔργων καί πόνων ἀθλήσεως, ἡμεῖς ἐξ ἔργων καί πόνων ἀσκήσεως σωθῆναι ἐλπίζομεν καί τό ὅλον ἐκ φιλανθρωπίας τῆς τοῦ Δεσπότου καί χάριτος· ἐκεῖνοι ἐξ ἱδρώτων καί ἀγώνων μαρτυρικῶν, ἡμεῖς ἐκ δακρύων καί ἀγώνων ἀσκητικῶν· ἐκεῖνοι ἐκ τῆς τοῦ ἰδίου αἵματος χύσεως, ἡμεῖς ἐκ τῆς ἐκκοπῆς τοῦ ἰδίου θελήματος καί ἐν τῷ ἵστασθαι ἀεί καί ἔχειν ἐν ἑαυτόῖς τό ἀπόκριμα τοῦ θανάτου καί καθ’ ὥραν τόν θάνατον ἀπεκδέχεσθαι, ἑτοίμως τε τόν αὐχένα ἐκτείνοντες εἰς τό ἀποθανεῖν ἐπί πάσῃ ἐντολῇ τοῦ δεσπότου ἡμῶν Θεοῦ, ἤ παραβῆναι μέχρι καί ψιλοῦ λόγου ταύτην καταδεχόμενοι. Διά δή τοῦτο καί ἡμεῖς ἅπαντες ἐξ ἴσης ἐκείνοις τῶν παρόντων καταφρονῆσαι ὀφείλομεν, ἀδελφοί. Οὐ γάρ ἔστιν, οὐκ ἔστι τά ἄφθαρτα λαβεῖν πάντας ἡμᾶς μηδέ βδελυξαμένους ὡς σκύβαλα τά φθαρτά, οὐδέ τά αἰώνια κερδῆσαι τούς ἀντεχομένους τῶν ἐπικήρων, οὐδέ τόν Χριστόν ἔνοικον σχεῖν διά τῆς τοῦ Ἁγίου ἐπισκηνώσεως Πνεύματος τόν ὑπό ἑνός καί τοῦ μικροῦ πάθους τήν καρδίαν κυριευόμενον.

Ὁ γάρ Θεός, ἀδελφοί, ἵνα πάλιν ἐρῶ, φῶς ἐστι, καθώς αὐτός ἐκεῖνός φησιν· «Ἐγώ εἰμι, λέγων, τό φῶς τοῦ κόσμου». Εἰ τοίνυν τῇ σαρκί λέγεις φῶς εἶναι, ἄρα, ἀναληφθέντος καί κρυβέντος αὐτοῦ, διέστη λοιπόν καί ἐχωρίσθη τῶν μαθητῶν, ἔπειτα καί ἡμῶν, καί οὕτω κατά σέ σκοτεινός ὅλος ὁ κόσμος ἐγένετο. Εἰ δέ τῇ θεότητι φῶς εἰπεῖν εἶναι τοῦ κόσμου ὁμολογεῖς, πῶς καί μή βλέπειν αὐτόν λέγεις καί ἐν σοί εἶναι ὑπολαμβάνεις; Εἰ φῶς τοῦ κόσμου ὁ Χριστός, οἱ μή ὁρῶντες αὐτόν ἅμα τυφλοί· εἰ δέ φῶς καί τό Πνεῦμα τό Ἅγιον, ὥσπερ οὖν καί φῶς, πῶς καί μή ὁρᾶν αὐτό λέγεις καί ἐν σοί εἶναι ἀγνώστως νομίζεις; Εἰ δέ λέγεις ὑπό παθῶν ἐν σοί τό Πνεῦμα καλύπτεσθαι, περιγραπτόν, ὡς οὐκ οἶδας, τό θεῖον ποιεῖς καί ὑπό τῆς κακίας κυριευόμενον· σκότος γάρ ἡ πονηρά γνώμη καί δίχα σωματικῆς ἁμαρτίας ἐστίν. Ὁ οὖν λέγων ἔχειν ἐν τῇ ἑαυτοῦ καρδίᾳ τό φῶς ὑπό τοῦ σκότους τῶν παθῶν καλυπτόμενον καί ὑπ’ αὐτοῦ μή ὁρώμενον, ὑπό τῆς σκοτίας λέγει κρατεῖσθαι τό φῶς· καί τό οὕτω λέγον Ἅγιον Πνεῦμα· «Καί τό φῶς ἐν τῇ σκοτίᾳ φαίνει καί ἡ σκοτία αὐτό οὐ κατέλαβεν» ψευδόμενον ἀποφαίνεται. Τό Πνεῦμα τό Ἅγιον μή καταλαμβάνεσθαι λέγει ὑπό τῆς σκοτίας τό φῶς, καί σύ λέγεις ὑπό τοῦ ζόφου τῶν παθῶν ἐν σοί κατακρύπτεσθαι; Γνῶθι οὖν σεαυτόν πρῶτον, ὅστις ἄν ᾖς ὁ τοῦτο λέγων, ἐν γνώσει σαφῶς ἁμαρτάνοντα· εἰ γάρ ὁμολογεῖς τῶν παθῶν τό σκότος τοῦ ἐν σοί φωτός κάλυμμα γενέσθαι, ἤδη σεαυτόν ἐν πρώτοις καταλέγεις κα΄κατηγορεῖς, ὅτι οἶδας ἐν σκότει καθῆσθαι καί δουλεύειν τοῖς πάθεσι, καί ἐξουσίαν λαβών τέκνον γενέσθαι Θεοῦ, ἤτοι φωτός, καί χρηματίσαι ἡμέρας υἱός, ἄπρακτος ὤν σύ καί ἀργός, ἐν νυκτί διάγεις, διαναστῆναι πρός ἐργασίαν τῶν ἐντολῶν τοῦ Θεοῦ καί ἀποδιῶξαι τό νέφος τῶνπαθῶν μή βουλόμενος, ἀλλ’ ὡς ἐν βορβόρῳ, τῇ σῇ ῥυπαρᾷ καρδίᾳ, τόν ἐκ τῶν οὐρανῶν κατελθόντα διά τήν σωτηρίαν τήν σήν παρορᾷς κείμενον.

Διά τοῦτο τοίνυν τάδε λέγει τό φῶς· «Ἐκ τοῦ στόματός σου κρινῶ σέ, πονηρέ δοῦλε, ὅτι ἐλθόντα με, ὡς σύ λέγεις, καί ἐνοικήσαντα ἐν σοί τόν ταῖς ἄνω ἀπρόσιτον τάξεσι, τοῦτο γινώσκων αὐτός, ἔασας μέ ὑπό τό σκότος κεῖσθαι κεχωρισμένον τῶν σῶν κακῶν, καθά δή τοῦτο λέγεις αὐτός· καί ἐπί τοσούτους χρόνους ἐγκαρτερήσαντός μου καί τήν μετάνοιάν σου ἐκδεχομένου καί τήν ἐργασίαν τῶν ἐντολῶν μου προσαναμένοντος, οὐκ ἠβουλήθης μέχρι τέλους κἄν ποσῶς ἐκζητῆσαί με, οὐδέ συμπνιγόμενον καί στεναχωρούμενον ἐν σοί ὤκτειρας, οὐδέ εὑρεῖν με τήν δραχμήν ἥν ἀπώλεσα, σέ, ἔασας δά τό μή ἐαθῆναί με ἀναφθῆναι καί θεάσασθαί σε καί ὑπό σοῦ θεαθῆναι, ἀλλ’ ὑπό τῶν ἐν σοί παθῶν ἀεί συγκαλύπτεσθαι. Ἄπελθε τοιγαροῦν ἀπ’ ἐμοῦ, ἐργάτα τῆς ἀνομίας, εἰς τό πῦρ τό αἰώνιον τό ἡτοιμασμένον τῷ διαβόλῳ καί τοῖς ἀγγέλοις αὐτοῦ, ἐπειδή τήν σήν ἐπιστροφήν καί μετάνοιαν ἐπείνασα, καί οὐκ ἔδωκάς μοι φαγεῖν· ἐδίψησα τήν σωτηρίαν σου, καί οὐκ ἔδωκάς μοι πιεῖν· γυμνός ἤμην τῶν σῶν ἐναρέτων πράξεων, καί οὐκ ἐνέδυσάς με αὐτάς· ἐν φυλακῇ στενωτάτῃ καί ῥυπώσῃ καί σκοτεινῇ τῆς σῆς καρδίας ὑπῆρχον, καί ἐπισκέψασθαι ἤ εἰς φῶς ἐξαγαγεῖν με οὐκ ἠβουλήθης· ἐν ἀσθενείᾳ τῆς σῆς ῥᾳθυμίας καί ἀπραξίας κατακείμενόν με ἐγίνωσκες, καί οὐ διηκόνησάς μοι διά τῶν ἀγαθῶν σου ἔργων καί πράξεων. Λοιπόν ἄπελθε ἀπ’ ἐμοῦ».

Ταῦτα τοιγαροῦν ἐρεῖ, καί νῦν ὁ Κύριος λέγει, πρός τούς λέγοντας ἐν ἑαυτόῖς μέν ἔχειν τό Πνεῦμα τό Ἁγιον, ὑπό δέ τοῦ σκότους τῶν παθῶν αὐτῶν καλυπτόμενόν τε καί σκεπαζόμενον καί μηδέ ὁρώμενον τοῖς νοεροῖς τῆς ψυχῆς αὐτῶν ὀφθαλμοῖς. Πρός δέ γε τούς λέγοντας μέν γινώσκειν αὐτόν, ὁμολογοῦντας δέ μή βλέπειν τό τῆς θεότητος αὐτοῦ φῶς, ταῦτά φησιν· «Εἰ ἐγνώκειτέ με, ὡς φῶς με ἐγνώκειτε ἄν· φῶς γάρ ὄντως ἐγώ τοῦ κόσμου εἰμί». Ἀλλ’ οὐαί οἱ λέγοντες· «Πότε ἡ ἡμέρα Κυρίου ἐλεύσεται;», καί ταύτην καταλαβεῖν μή σπουδάζοντες. Ἡ γάρ παρουσία τοῦ Κυρίου εἰς τούς πιστούς γέγονε καί ἀεί γίνεται καί εἰς πάντας τούς βουλομένους ἐφέστηκεν. Εἰ γάρ ἐκεῖνος τό φῶς τοῦ κόσμου ἐστί καί τοῖς αὐτοῦ ἀποστόλοις εἶπε μεθ’ ἡμῶν ἕως τῆς συντελείας συνέσεσθαι, πῶς, μεθ’ ἡμῶν ὤν, ἐλεύσεται; Οὐδαμῶς. Οὐ γάρ ἐσμέν υἱοί σκότους καί υἱοί νυκτός, ἵνα τό φῶς ἡμᾶς καταλάβῃ, ἀλλ’ υἱοί φωτός καί υἱοί τῆς τοῦ Κυρίου ἡμέρας ὅθεν καί ζῶντες ἐν τῷ Κυρίῳ ἐσμέν καί ἀποθνῄσκοντες ἐν αὐτῷ καί σύν αὐτῷ ζήσομεν, καθώς ὁ Παῦλός φησι. Περί τούτου γάρ καί ὁ θεολόγος οὕτως λέγει Γρηγόριος· «Ὅπερ ἐστί τοῖς αἰσθητοῖς ἥλιος, τοῦτο τοῖς νοητοῖς Θεός». Οὗτος γάρ ἔσται καί ὁ μέλλων αἰών καί ἡ ἀνέσπερος ἡμέρα καί βασιλεία οὐρανῶν, νυμφών καί παστάς καί γῆ πραέων καί θεῖος παράδεισος καί βασιλεύς καί διάκονος, καθώς αὐτός οὕτως εἴρηκε· «Μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, οὕς ἐλθών ὁ κύριος αὐτῶν εὑρήσει γρηγοροῦντας· ἀμήν γάρ λέγω ὑμῖν ὅτι ἀνακλινεῖ αὐτούς καί περιζωσάμενος διακονήσει αὐτοῖς».

Ταῦτα οὖν πάντα καί τούτων ἕτερα πλείονα, ἅ οὐκ ἐξόν τινι ἀριθμήσασθαι, τοῖς αὐτῷ πιστεύουσι γενήσεται ὁ Χριστός οὐκ ἐν τῷ μέλλοντι μόνον αἰῶνι, ἀλλά πρῶτον ἐν τῷδε τῷ βίῳ, εἶθ’ ὕστερον καί ἐν τῷ αἰῶνι τῷ μέλλοντι. Εἰ καί ἐνταῦθα μέν ἀμυδρότερον κἀκεῖ τελεώτερον, πλήν ὅμως πάντων τῶν ἐκεῖ ἀπ’ ἐντεῦθεν ἤδη τάς ἀπαρχάς οἱ πιστοί βλέπουσι τρανῶς καί λαμβάνουσιν· οὔτε γάρ τάς ἐπαγγελίας ἁπάσας ἐνταῦθα ἀπολαμβάνουσιν· οὔτε, ἐκεῖ τό πᾶν ἐλπίζοντες, μένουσιν, ἐνταῦθα ὄντες, τῶν μελλόντων ἀγαθῶν ἄμοιροί τε καί ἄγευστοι. Ἀλλ’ ἐπείπερ διά θανάτου καί τῆς ἀναστάσεως τήν βασιλείαν ἡμῖν ὁ Θεός καί τήν ἀφθαρσίαν καί πᾶσαν τήν αἰώνιον ζωήν δοῦναι ᾠκονομήσατο, ψυχικῶς μέν ἀπ’ ἐντεῦθεν ἤδη κοινωνοί καί μέτοχοι τῶν μελλόντων ἀγαθῶν ἀναμφιβόλως γινόμεθα, οἷον ἄφθαρτοι καί ἀθάνατοι καί υἱοί Θεοῦ καί υἱοί φωτός καί υἱοί ἡμέρας καί κληρονόμοι τῆς βασιλείας τῶν οὐρανῶν, ὡς αὐτήν ἐκείνην ἐντός ἡμῶν δηλονότι περιφέροντες - ταῦτα γάρ πάντα ἀπ’ ἐντεῦθεν ἤδη ἐν αἰσθήσει ψυχῆς καί γνώσει λαμβάνομεν, εἰ μή τι ἀδόκιμοι τῇ πίστει ἤ ἐλλιπεῖς ἐν τῇ τῶν θείων ἐντολῶν ἐργασίᾳ ἐσμέν -, σωματικῶς δέ οὐκέτι, ἀλλά φθαρτόν αὐτό, ὡς ὁ Χριστός καί Θεός πρό τῆς ἀναστάσεως, περιφέρομεν, καί παρ’ αὐτοῦ ἐμπεριεχόμενοι καί δεσμούμενοι τήν ψυχήν, οὐ χωροῦμεν νῦν τήν ἀποκαλυπτομένην ὅλην ἡμῖν εἰσδέξασθαι δόξαν, ἀλλά τό ἄρρητον πέλαγος τῆς δόξης ἐνοπτριζόμενοι, ῥανίδα βλέπειν ἐκείνου μίαν ἡγούμεθα καί διά τοῦτο ἐν ἐσόπτρῳ λέγομεν ἄρτι βλέπειν καί ἐν αἰνίγματι, πλήν ὁμοίους ἡμᾶς ἑαυτούς πνευματικῶς ὁρῶμεν ἐκείνου τοῦ παρ’ ἡμῶν ὁρωμένου καί ἡμᾶς βλέποντος κατά τήν παροῦσαν ζωήν· μετά δέ τήν ἀνάστασιν, καί αὐτό τό σῶμα πνευματικόν· ὡς αὐτός ἐκεῖνος ἐκ τοῦ μνημείου τοῦτο ἀλλοιώσας θεϊκῇ δυνάμει ἀνέστησεν, οὕτω καί ἡμεῖς πάντες τοῦτο ληψόμεθα πνευματικόν καί οἱ ὁμοιωθέντες αὐτῷ πρότερον ψυχικῶς ὀμοιωθησόμεθα αὐτῷ καί τότε σωματικῶς τε ἅμα καί ψυχικῶς, τουτέστιν ὅμοιοι αὐτῷ ἐσόμεθα, ἄνθρωποι τῇ φύσει, θεοί τῇ χάριτι, καθά δή καί αὐτός ἐκεῖνος Θεός τῇ φύσει, ἄνθρωπος τῇ ἀγαθότητι ἐχρημάτισεν. Οἱ δέ τό μυστήριον τοῦτο ἀκριβῶς ἐπιστάμενοι, πῶς μή ποθοῦσι καί ἐπιθυμοῦσι τόν θάνατον, καθώς φησιν ὁ Ἀπόστολος· «Οἱ δέ ἐν τῷ σκήνει τούτῳ ὄντες στενάζομεν, τήν ἀποκάλυψιν ἀπεκδεχόμενοι τῶν υἱῶν τοῦ Θεοῦ».

Καί γάρ εἰ μή τοῦτό ἐστι μηδέ ἀπ’ ἐντεῦθεν ἐν σώματι ὄντες τῶν αἰωνίων ἀγαθῶν ἐν μετοχῇ καί κοινωνίᾳ γινόμεθα, μηδέ τήν χάριν λαμβάνομεν οἱ ἐκλεκτοί, λοιπόν καί ὁ Χριστός αὐτός προφήτης ἐστί καί οὐ Θεός· ἀλλά καί πάντα ὅσα τό αὐτοῦ εὐαγγέλιον λέγει, προφητεία περί μελλόντων ἐστί καί οὐχί δωρεά χάριτος· ὁμοίως δέ καί οἱ ἀπόστολοι προφητείαν ἐνεχειρίσθησαν, ἀλλ’ οὐχί τῶν προφητευθέντων ἐκπλήρωσιν, οὐδέ ἔλαβόν τι ἐκεῖνοι οὐδέ ἑτέροις μετέδωκαν. Ἀλλ’ ὤ τῆς ἀγνοίας τῶν οὕτως ἐχόντων καί τῆς σκοτώσεως! Λόγοι λοιπόν κατ’ αὐτούς ἐστι διακενῆς ἡ πίστις ἡμῶν, ἔργων ἔρημοι. Εἰ γάρ ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις ἐπέφανε λόγῳ μόνῳ καί οὐ πράγματι, καί οὕτω γεγονέναι νομίζομεν τό μυστήριοιν τῆς πίστεως ἡμῶν, τίς ἡμῶν ἀθλιώτερος; Εἰ τό φῶς τοῦ κόσμου ὁ Χριστός ἐστι καί Θεός, παρά μηδενός δέ τῶν ἀνθρώπων τοῦτον ἀδιαλείπτως ὁρᾶσθαι πιστεύομεν, τίς ἄρα ἡμῶν ἀπιστότερος;

Εἰ τοίνυν αὐτός φῶς ἐστι, τούς δέ ἐνδιδυσκομένους αὐτόν μή ἐπαισθάνεσθαι λέγομεν, τί νεκροῦ διαφέρομεν; Εἰ δέ αὐτός μέν ἡ ἄμπελος, ἡμεῖς δέ τά κλήματα, ἐάν μή τήν πρός αὐτόν γινώσκομεν πάντως ἕνωσιν, ἄψυχοι καί ἄκαρποι καί ξύλα ξηρά, ὕλη πυρός ἀσβέστου τυγχάνομεν. Εἰ δέ καί οἱ τρώγοντες αὐτοῦ τήν σάρκα καί πίνοντες αὐτοῦ τό αἷμα ζωήν αἰώνιον ἔχουσι κατά τό θεῖον αὐτοῦ λόγιον, ταῦτα δέ ἡμεῖς ἐσθίοντες οὐδέν τῆς αἰσθητῆς τροφῆς πλέον γενόμενον ἐν ἡμῖν αἰσθανόμεθα οὐδέ ζωήν ἄλλην ἐν γνώσει λαμβάνομεν, ἄρτον λοιπόν μόνον ψιλόν, οὐδέ δέ καί Θεόν μετελάβομεν. Εἰ γάρ Θεός καί ἄνθρωπος ὁ Χριστός, καί ἡ ἁγία σάρξ αὐτοῦ οὐ σάρξ μόνον, ἀλλά σάρξ καί Θεός ἀχωρίστως, ἀλλά καί ἀσυγχύτως, ὁρατός μέν τῇ σαρκί εἴτ’ οὖν τῷ ἄρτῳ τοῖς αἰσθητοῖς ὀφθαλμοῖς ὑπάρχων, ἀόρατος δέ τῇ θεότητι τοῖς αἰσθητοῖς, τοῖς δέ γε τῆς ψυχῆς ὄμμασι καθορώμενος. Διό καί ἀλλαχοῦ· «Ὁ τρώγων μου τήν σάρκα» φησί «καί πίνων μου τό αἷμα ἐν ἐμοί μένει, κἀγώ ἐν αὐτῷ». Καί οὐκ εἶπεν, ἐν αὐτοῖς μένει καί αὐτά ἐν αὐτῷ, ἀλλ’ ἐν ἐμοί, τουτέστιν ἐν τῇ ἐμῇ δόξῃ, ἐν τῷ ἐμῷ φωτί, ἐν τῇ ἐμῇ θεότητι. «Ἐγώ γάρ, φησίν, ἐν τῷ Πατρί καί ὁ Πατήρ ἐν ἐμοί· καί ἐγώ ἐν ὑμῖν καί ὑμεῖς ἐν ἐμοί». Εἰ οὖν ταῦτα πάντα ἀγνώστως καί ἀναισθήτως γίνεσθαι νομίζομεν ἐν ἡμῖν, τίς τήν ἡμῶν ἀναισθήτως γίνεσθαι νομίζομεν ἐν ἡμῖν, τίς τήν ἡμῶν ἀναισθησίαν ἀξίως ἄρα θρηνήσειεν; Ὄντως οὐδείς.

Ἀλλά μακάριοι οἱ ὡς φῶς ἐλθόντα τόν Χριστόν ἐν τῷ σκότει δεξάμενοι, ὅτι αὐτοί υἱοί φωτός καί ἡμέρας ἐγένοντο.

Μακάριοι οἱ τό φῶς αὐτοῦ νυνί ἐνδυσάμενοι, ὅτι τό τοῦ γάμου ἤδη περιεβάλοντο ἔνδυμα· οἵ οὐ δεθήσονται χεῖρας ἤ πόδας, οὐδέ εἰς τό πῦρ τό αἰώνιον ἐμβληθήσονται.

Μακάριοι οἱ ἐν σώματι τόν αὐτόν Χριστόν θεασάμενοι, τρισμακάριοι δέ οἱ νοερῶς αὐτόν καί πνευματικῶς ἰδόντες καί προσκυνήσαντες, ὅτι εἰς τόν αἰῶνα οὐ μή ὄψονται θάνατον. Καί μή ἀπίστει τοῦτο, ὁρῶν καί ἐν τοῖς ἐπιγείοις τοῦτο γινόμενον· οἱ γάρ τόν ἐπί γῆς βασιλέα ἰδεῖν καταξιωθέντες κατάδικοι, τῆς ἐπί θάνατον ἀγούσης ἀποφάσεως εὐθύς ἀπαλλάσσονται.

Μακάριοι οἱ τόν Χριστόν καθ’ ἑκάστην μετά τοιαύτης ἐσθίοντες θεωρίας καί γνώσεως, ὡς Ἠσαΐας ὁ προφήτης τόν ἄνθρακα, ὅτι αὐτοί καθαρθήσονται ἀπό παντός ῥύπου ψυχῆς τε καί σώματος.

Μακάριοι οἱ καθ’ ὥραν τοῦ ἀρρήτου γευόμενοι τῷ στόματι τοῦ νοός αὐτῶν, ὅτι αὐτοί ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσουσι καί τόν ἅπαντα χρόνον ἐν εὐφροσύνῃ διατελέσουσι.

Μακάριοι οἱ τό φῶς τοῦ Κυρίου ὡς αὐτόν ἐκεῖνον ἀπ’ ἐντεῦθεν ἤδη γνωρίσαντες, ὅτι αὐτοί ἀνεπαισχύντως αὐτῷ ἐν τῷ αἰῶνι τῷ μέλλοντι παραστήσονται.

Μακάριοι οἱ ἐν τῷ φωτί τοῦ Χριστοῦ διάγοντες πάντοτε, ὅτι αὐτοί καί νῦν καί εἰς τούς αἰῶνας ἀδελφοί καί συγκληρονόμοι αὐτοῦ εἰσί τε καί ἀεί ἔσονται.

Μακάριοι οἱ τό φῶς ἐν τῇ ἑαυτῶν καρδίᾳ νυνί ἀνάψαντες καί ἄσβεστον τοῦτο διαφυλάξαντες, ὅτι αὐτοί τῷ νυμφίῳ ἐν τῇ τοῦ βίου ἐξόδῳ φαιδροί προσυπαντήσουσι καί μετ’ αὐτοῦ εἰς τόν νυμφῶνα λαμπαδοῦχοι συνεισελεύσονται.

Μακάριοι οἱ μή ἐν ἑαυτόῖς λογισάμενοι ὅτι οὐχί ἀπ’ ἐντεῦθεν ἤδη οἱ ἄνθρωποι τήν πληροφορίαν τῆς ἑαυτῶν σωτηρίας, ἀλλ’ ἐν τῇ ἐξόδῳ τοῦ βίου, ἤ καί μετά τήν ἔξοδον, ταύτην λαμβάνουσιν, ὅτι αὐτοί ταύτην νυνί λαβεῖν ἀγωνίσονται.

Μακάριοι οἱ ἐπί μηδενί τῶν εἰρημένων διστάζοντες ἤ ψευδές εἶναι τοῦτο ὑπονοήσαντες, ὅτι αὐτοί, εἰ καί μηδέν τούτων ἔχουσιν, ὅπερ ἀπεύχομαι, ἀλλά γε πάντως σπουδάσουσι κτήσασθαι.

Μακάριοι οἱ ὅλῃ ψυχῇ ἐκζητοῦντες ἐλθεῖν πρός τό φῶς, τῶν ἄλλων ἁπάντων καταφρονήσαντες, ὅτι, εἰ καί μή φθάσουσιν ἔτι ἐν σώματι ὄντες εἰσελθεῖν εἰς τό φῶς, ἀλλ’ οὖν γε ἴσως ἐλπίσι χρησταῖς ἐκδημήσουσι καί ἐν αὐτῷ, μετρίως μέν, ὅμως γενήσονται.

Μακάριοι οἱ ἀεί πικρῶς διά τά αὐτῶν ἁμαρτήματα κλαίοντες, ὅτι αὐτούς τό φῶς καταλάβῃ καί τά πικρά δάκρυα εἰς γλυκέα μεταποιήσει.

Μακάριοι οἱ τῷ θείῳ φωτί αὐγαζόμενοι καί τήν ἑαυτῶν ἀσθένειαν βλέποντες καί τό δυσειδές τῆς ψυχικῆς αὐτῶν στολῆς κατανοοῦντες, ὅτι αὐτοί ἀενάως κλαύσονται καί τοῖς ὀχετοῖς τῶν δακρύων ἀποπλυνθήσονται.

Μακάριοι οἱ τῷ θείῳ φωτί πλησιάσαντες καί ἔνδον αὐτοῦ εἰσελθόντες καί φῶς ὅλοι γενόμενοι, συγκραθέντες αὐτῷ, ὅτο αὐτοί τήν ῥυπαράν τελείως στολήν ἀπεδύσαντο καί οὐκέτι πικρά δάκρυα κλαύσονται.

Μακάριοι οἱ τό ἑαυτῶν ἔνδυμα ὡς τόν Χριστόν ἐκλάμποντα βλέποντες, ὅτι αὐτοί ἀνεκφράστου χαρᾶς καθ’ ὥραν πλησθήσονται καί ἐν ἐκπλήξει γλυκέως δακρύσουσιν, υἱούς καί συμμετόχους ἑαυτούς ἤδη γεγονότας τῆς ἀναστάσεως τεκμαιρόμενοι.

Μακάριοι οἱ διηνεκῶς τό νοερόν ὄμμα ἀνεῳγμένον ἔχοντες καί ἐν πάσῃ εὐχῇ τό φῶς καθορῶντες καί στόμα πρός στόμα συλλαλοῦντες αὐτῷ, ὅτι αὐτοί ἰσότιμοι τῶν ἀγγέλων, εἰ τολμηρόν δέ εἰπεῖν, καί ὑπέρ ἀγγέλους ἐγένοντο καί γενήσονται· ἐκεῖνοι γάρ ὑμνοῦσιν, οὗτοι δέ ἐντυγχάνουσιν. Εἰ δέ τοιοῦτοι ἐγένοντο καί ἀεί γίνονται, ἔτι περιόντες τῷ βίῳ καί τῇ τῆς σαρκός φθορᾷ ἐμπεδούμενοι, ὁποῖοι [ἄν] μετά τήν ἀνάστασιν καί μετά τό ἀπολαβεῖν τό πνευματικόν ἐκεῖνο καί ἄφθαρτον σῶμα ἔσονται; Πάντως οὐκ ἀγγέλων μόνον ἴσοι, ἀλλά καί τοῦ τῶν ἀγγέλων δεσπότου ὅμοιοι, καθώς γέγραπται· «Οἴδαμεν δέ, φησίν, ὅτι, ὅταν ἀποκαλυφθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα».

Μακάριος ὁ μοναχός ἐκεῖνος ὁ ἐν εὐχῇ τῷ Θεῷ παριστάμενος καί βλέπων αὐτόν καί βλεπόμενος παρ’ αὐτοῦ καί ἔξω τοῦ κόσμου γεγονότα ἑαυτόν αἰσθανόμενος, ὄντα δέ ἐν τῷ Θεῷ μόνῳ, καί μή δυνάμενος γνῶναι εἴτε ἐν σώματι εἴτε ἐκτός τυγχάνει σώματος, ὅτι αὐτός ἀκούσει ἄρρητα ῥήματα ἅ οὐκ ἐξόν ἄνθρώπῳ λαλῆσαι, καί ἴδῃ ἅ ὀφθαλμός οὐκ εἶδεν, οὐδέ οὖς ἤκουσεν, οὐδέ ἐπί καρδίαν ἀνθρώπου σαρκίνην ἀνέβη.

Μακάριος ὁ τό φῶς τοῦ κόσμου ἐν ἑαυτῷ μορφωθέν θεασάμενος, ὅτι αὐτός ὡς ἔμβρυον ἔχων τόν Χριστόν, μήτηρ αὐτοῦ λογισθήσεται, καθώς αὐτός ἐκεῖνος ὁ ἀψευδής ἐπηγγείλατο· «Μήτηρ μου» λέγων «καί ἀδελφοί καί φίλοι οὗτοί εἰσι». Ποῖοι; «Οἱ ἀκούοντες τόν λόγον τοῦ Θεοῦ καί ποιοῦντες αὐτόν». Ὥστε οἱ μή τηροῦντες τάς ἐντολάς, ἑαυτούς τῆς τοιαύτης χάριτος ἑκουσίως ἀποστεροῦσιν, ἐπεί δυνατόν τό πρᾶγμα καί ἦν καί ἔστι καί ἔσεται καί ἐγένετο καί γίνεται και εἰς πάντας τούς τά προστάγματα αὐτοῦ ἐκπληροῦντας γενήσεται.

Ἵνα δέ μή καταλιπόντες τοῦτο ἀμάρτυρον, ἀφ’ ἑαυτῶν τι λέγειν καί τά ὄντα ἀδύνατα ὡς δυνατά δογματίζειν ὑποπτευθῶμεν, αὐτόν καί αὖθις τόν μακάριον Παῦλον, τό τοῦ Χριστοῦ στόμα, εἰς μέσον ὑμῖν παραγάγωμεν, τοῦτο παριστῶντα τρανῶς ἐν τῷ λέγειν· «Τεκνία, οὕς πάλιν ὠδίνω ἄχρις οὗ Χριστός μορφωθῇ ἐν ὑμῖν». Ἄρα ποῦ λέγων αὐτόν ἤ ἐν ποίῳ τόπῳ καί μέρει τοῦ σώματος ἡμῶν μορφωθήσεσθαι, ἐν τῷ μετώπῳ, ἀλλά ἐν τῷ προσώπῳ ἤ τῷ στήθει τοῦτον λογίζεσθε; Οὔμενουν, ἀλλά ἔνδον, ἐν τῇ καρδίᾳ ἡμῶν. Μή δέ καί σωματικῶς μορφοῦσθαι αὐτόν ὑπελάβετε; Ἄπαγε, ἀλλά μορφοῦται μέν, ἀσωμάτως δέ καί ὡς Θεῷ πρέπον ἐστί. Πλήν ὥσπερ γινώσκει ἡ γυνή σαφῶς, ὅταν ἔγγυός ἐστιν, ὅτι σκιρτᾷ τό βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς καί οὐκ ἄν ποτε ἀγνοήσῃ ὅτι αὐτό ἔνδον ἔχει ἐν ἑαυτῇ, οὕτω καί ὁ τόν Χριστόν ἔχων μεμορφωμένον ἐν ἑαυτῷ καί τάς κινήσεις ἤτοι ἐλάμψεις αὐτοῦ γινώσκει καί τά σκιρτήματα ἤτοι τάς ἀστραπάς αὐτοῦ ὅλως οὐκ ἀγνοεῖ καί τήν μόρφωσιν αὐτοῦ ἐν ἑαυτῷ καθορᾷ· οἷον τό φῶς τῆς λαμπάδος ἔνδοθεν ἐν τῷ κατόπτρῳ δείκνυται, οὐκ ἐν φαντάσματι ἀνυποστάτῳ καθάπερ ἐκεῖνό ἐστιν, ἀλλ’ ἐν φωτί ἐνυποστάτως καί οὐσιωδῶς δεικνύμενον, ἐν μορφῇ ἀμόρφῳ καί ἐν ἀνιδέῳ ἰδέᾳ ἀοράτως ὁρώμενον και ἀκατανοήτως κατανοούμενον.

Οὕτως οὖν ἡ ἀκαταληψία καταλαμβάνεται τῆς πίστεως ἡμῶν, ὦ ἀδελφοί. Οὕτω παρ’ οἷς ἄν ὁ Πατήρ καί ὁ Υἱός ἐν Ἁγίῳ Πνεύματι παραγένωνται καί μονήν ἐπ’ ἀληθείας ποιήσωσι, καθορῶνται καί κατανοοῦνται ἀναμφιβόλως, ἀπαραλλάκτως, ἐν ἑνί φωτί, καθώς εἴπομεν, γινωσκόμενοι. Πλήν ὥσπερ ὁ καταδιώκων τινά φεύγοντα, κἄν ἐγγύς αὐτοῦ καί κατά πόδας εἶναι νομίζῃ καί ἤδη δοκῇ ἅπτεσθαι καί ἄκροις δακτύλοις προσεγγίζειν αὐτῷ, οὐ δύναται ἐγκρατής γενέσθαι αὐτοῦ, παρά τρίχα τό δή λεγόμενον ὤν, οὕτως οὐδέ, ἐάν λογισμόν τινα μικρόν ἤ συνδυασμόν, ἀπιστίας λέγω ἤ διψυχίας ἤ δειλίας, ἤ τό οἱονοῦν πάθος ἐν ἀμελείᾳ καί ῥᾳθυμίᾳ ἕξομεν, ἤ καί πράγματός τινος μικροῦ καί ἐλαχίστου εἰ ὅλως ἀντιποιησόμεθα, οὐκ ἄν θεότητος κοινωνοί γενησόμεθα, οὐκ ἄν εἰς τό ὕψος τῆς δόξης ταύτης ἀναχθησόμεθα. Ὡς γάρ τό παρά τρίχα ἐκεῖ, οὕτω καί τό μικρόν τοῦτο ἐπί τῶν πνευματικῶν γίνεται. Καί εἰ μή τελέως καί αὐτῆς τῆς ψυχῆς ἡμῶν καί τοῦ σώματος, ὡς ἐπί μαρτύριον κληθέντες, καταφρονήσωμεν καί πρός πᾶσαν τιμωρίαν καί πάντα θάνατον ὅλους ἑαυτούς καί τάς ψυχάς ἡμῶν ἐκδώσομεν, μηδέ μιμνησκόμενοί τινος τῶν πρός ζωήν καί σύστασιν τοῦ φθαρτοῦ τούτου σώματος, μή τί γε μεριμνῶντες, οὐκ ἄν φίλοι καί ἀδελφοί, οὐκ ἄν συμμέτοχοι καί συγκληρονόμοι, οὐδέ τῶν εἰρημένων μυστηρίων Θεοῦ ἐν θεωρίᾳ καί γνώσει καί πείρᾳ γενώμεθα.

Διά τοι τοῦτο ὁ μή πρός ταῦτα φθάσαι καταξιωθείς καί τῶν τοιούτων ἐν κατασχέσει γενέσθαι καλῶν ἑαυτοῦ καταγινωσκέτω μόνου καί μή λεγέτω, προφασιζόμενος προφάσεις ἐν ἁμαρτίαις, ὅτι ἀδύνατον τό πρᾶγμα, ἤ ὅτι γίνεται μέν, ἀγνώστως δέ· ἀλλά γινωσκέτω πληροφορούμενος ἀπό τῶν θείων Γραφῶν, ὅτι τό μέν πρᾶγμα δυνατόν καί ἀληθές ἐστιν, ἔργῳ γινόμενον καί γνωστῶς ἐνεργούμενον, τῇ δέ ἀργίᾳ καί ἐλλείψει τῶν ἐντολῶν αὐτός ἑαυτόν ἕκαστος τῶν τοιούτων κατά ἀναλογίαν ἀποστερεῖ ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, ἐντεῦθεν μέν γευσαμένους καί γνόντας ὅτι χρηστός ὁ Κύριος, ἐκεῖθεν δέ ὅλον ὀψομένους αὐτόν καί εἰς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων συνευφραινομένους αὐτῷ· ἀμήν.



Ἑπόμενο: ΛΟΓΟΣ ΙΑ '. Περί τῆς ζωοποιοῦ νεκρώσεως τοῦ Ἰησοῦ καί Θεοῦ τῆς ἀεί γινομένης εὐαισθήτως ἐν τοῖς τελείοις. Καί ὅτι ἡ κτῆσις τῶν ἀρετῶν αἵματι ἀγοράζεται· καί τίνα τῶν ἀρετῶν τά καταγώγια καί ὅτι ὁ μή διά τῆς πρώτης βαθμίδος κατά τάξιν εἰς τήν βασιλείαν τῶν οὐρανῶν ἀνερχόμενος οὐδαμῶς εἰσελεύσεται εἰς αὐτήν. Ὅτι ἐν τοῖς τελείοις χαρά καί ἀγαλλίασίς ἐστι, καί οὐ δάκρυον, καί βρύουσι τῆς θεολογίας τά ῥεῖθρα. Καί πρός τό τέλος, ὅτι δεῖ ἐπιπηδᾶν ταῖς ἀρχαῖς ἄνευ τῆς πληροφούσης τάς καρδίας ἡμῶν χάριτος, τῆς ἐπί τό ποιμαίνειν καλούσης τόν λαόν τοῦ Θεοῦ· καί τί τό ἔργον τῶν προϊσταμένων, τίς δέ ἡ περί τά λογικά πρόβατα φροντίς, καί πῶς ὀφείλουσι ταῦτα παρά τῶν ποιμένων ποιμαίνεσθαι.
Προηγούμενο: ΛΟΓΟΣ Θ΄. Περί γνώσεως ἀληθινῆς καί ὅτι ἡ τοῦ Θεοῦ γνῶσις οὐκ ἐκ μαθημάτων, ἀλλ’ ἐκ καθαρότητος καί τῆς ἄνωθεν χάριτος ἐπιγίνεται τῷ σπουδαίῳ· καί ὅτι χαλεπόν τό κρίνειν· καί ἔλεγχος τῶν οἰομένων εἰδέναι τά τοῦ Πνεύματος χωρίς Πνεύματος· ἐν ᾧ καί περί τῆς τοῦ Πατρός ἁγιωσύνης· καί οἷον ἀγαθόν ἐστιν ἡ πίστις καί τίς ὁ ταύτης καρπός καί ὅπως αὐξάνεται· καί ὅτι οἱ τόν θησαυρόν ἐν ἑαυτοῖς ἐσχηκότες τοῦ Πνεύματος καί ἐν ἄλλοις ὄντα γνωρίζουσι· καί τίνα τῶν ἁγίων τά σημεῖα καί πῶς καί τίσι γνωρίζονται· καί ὅτι ὁ μή γεννηθείς ἄνωθεν οὐ δύναται ἰδεῖν τόν γεγεννηκότα Θεόν οὐδέ γνωρίσαι τόν εἰς τοῦτο πεφθακότα διά τοῦ Πνεύματος.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος