Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΙΒ΄. Εἰς τό ῥητόν τό λέγον τοῦ Ἀποστόλου· «Ἐξαγοραζόμενοι τόν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσί». Καί πῶς ἐξαγοράζεταί τις φρονίμως τόν καιρόν τῆς παρούσης ζωῆς.
Προηγούμενο: ΛΟΓΟΣ Ι ΄. Περί τῆς φοβερᾶς τοῦ Κυρίου ἡμέρας καί τῆς μελλούσης κρίσεως, ὅτι καί πρό τοῦ θανάτου ἐν ἡμῖν ἔνθεν ἤδη καθαιρομένοις διά δακρύων ἐνεργεῖται ἐν οἷς ἄν ἐγγένηται κατά τήν παροῦσαν ζωήν, κατά τήν μέλλουσαν οὐχ ὑπαντᾶ. Καί τίς ἐστιν ἡ ἡμέρα Κυρίου καί τίσιν αἴφνης ἀποκαλύπτεται. Καί ὅτι ἡ εἰς Χριστόν πίστις οὐ δύναται μόνη σῶσαι ἡμᾶς, εἰ μή καί Πνεύματος Ἁγίου γνωστῶς γενώμεθα μέτοχοι καί ὅτι οὐχί πάντες οἱ βαπτιζόμενοι διά τοῦ βαπτίσματος λαμβάνουσι τόν Χριστόν. Καί πῶς δύναταί τις γνῶναι εἰ περιφέρει ἐν αὐτῷ τόν Χριστόν καί Πνεύματος Ἁγίου γέγονε μέτοχος. Καί ἑρμηνεία ὡς ἐν παραδρομῇ εἰς τό « Ἐν ἀρχῇ ἦν ὁ Λόγος». Καί μακαρισμός εἰς τούς ἐξ ἀγώνων τήν ἐπιφοίτησιν δεξαμένους τοῦ Πνεύματος.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

ΛΟΓΟΣ ΙΑ '. Περί τῆς ζωοποιοῦ νεκρώσεως τοῦ Ἰησοῦ καί Θεοῦ τῆς ἀεί γινομένης εὐαισθήτως ἐν τοῖς τελείοις. Καί ὅτι ἡ κτῆσις τῶν ἀρετῶν αἵματι ἀγοράζεται· καί τίνα τῶν ἀρετῶν τά καταγώγια καί ὅτι ὁ μή διά τῆς πρώτης βαθμίδος κατά τάξιν εἰς τήν βασιλείαν τῶν οὐρανῶν ἀνερχόμενος οὐδαμῶς εἰσελεύσεται εἰς αὐτήν. Ὅτι ἐν τοῖς τελείοις χαρά καί ἀγαλλίασίς ἐστι, καί οὐ δάκρυον, καί βρύουσι τῆς θεολογίας τά ῥεῖθρα. Καί πρός τό τέλος, ὅτι δεῖ ἐπιπηδᾶν ταῖς ἀρχαῖς ἄνευ τῆς πληροφούσης τάς καρδίας ἡμῶν χάριτος, τῆς ἐπί τό ποιμαίνειν καλούσης τόν λαόν τοῦ Θεοῦ· καί τί τό ἔργον τῶν προϊσταμένων, τίς δέ ἡ περί τά λογικά πρόβατα φροντίς, καί πῶς ὀφείλουσι ταῦτα παρά τῶν ποιμένων ποιμαίνεσθαι.

Τά τῆς ζωοποιοῦ νεκρώσεως τοῦ Ἰησοῦ καί Θεοῦ καί τῆς θαυμαστῆς ἐνεργείας αὐτῆς τῆς γινομένης ἀεί ἐν τοῖς τελείοις τήν ἀρετήν καί τήν γνῶσιν οὐ πᾶς τις ὁ ἀκούων καί διαγνώσεται, εἰ καί τοῦτό τις οἴεται, ἀλλ’ ἐκεῖνοι μόνοι οἱ ἐπιγνωκότες καί κατειληφότες ἐναργῶς τό οὕτω λέγον τοῦ Ἀποστόλου ἱερώτατον λόγιον· «Παράγει γάρ τό σχῆμα τοῦ κόσμου τούτου, ἵνα καί οἱ ἔχοντες γυναῖκας ὡς μή ἔχοντες ὦσι καί οἱ ἀγοράζοντες ὡς μή κατέχοντες καί οἱ κλαίοντες ὡς μή κλαίοντες καί οἱ χαίροντες ὠς μή χαίροντες καί οἱ χρώμενοι τῷ κόσμῳ ὡς μή καταχρώμενοι», οὕτω καί οἱ μεριμνῶντες ὡς μή μεριμνῶντες καί οἱ ἐργαζόμενοι ὡς μή ἐργαζόμενοι. Καί πάλιν· «Ὡς νεκροί, καί ἰδοῦ ζῶμεν, ὡς μηδέν ἔχοντες καί πάντα κατέχοντες». Μή οὖν παραδράμῃς ἁπλῶς ταῦτα καί οὕτω πως ἐννοεῖν τήν ἐν αὐτοῖς ἐγκεκρυμμένην δύναμιν νόμιζε, ἀλλά κατανόει μοι ἀκριβῶς τήν ἔνδοθεν τῆς ψυχῆς σου διάθεσιν, ἀγαπητε, καί ἀπό τῶν ὁρωμένων πραγμάτων παραστήσομέν σοι τῶν εἰρημένων τήν θεωρίαν· πρόσεχε δέ τοῖς λεγομένοις ἐν ἀκριβείᾳ.

Ὁ ἤδη νεκρός γεγονώς, πρός οὐδέν τῶν ὁρωμένων ἐν αἰσθήσει διάκειται· καί ὁ μηδέν ἔχων, πάντως ἐστέρηται, πάντων χρῄζει, πάντων ἐπιθυμεῖ· ὁ δέ τά πάντα κατέχων, πρός ποῖον ἄλλο πρᾶγμα τοῦ βίου σχοίη τήν ἐπιθυμίαν αὐτοῦ, συμπεριλαβών δηλονότι τά πάντα καί μή καταλείψας μηδέν ὅ καί ἐπιθυμῆσαι ὀφείλει τοῦ κτήσασθαι; Ἀλλά μακάριος ὁ ἔργῳ ταῦτα ζητήσας, ὁ πείρᾳ καταλαβών καί ἰδών καί μαθών. Οὐ γάρ λόγοι κενοί οἱ λόγοι ἡμῶν εἰσιν, ἀλλά καθάπερ οἰκίαι καί πόλεις καί βασίλεια ἐν ταῖς ὁδοῖς καί ταῖς χώραις κατά τόπους εἰσίν, οὕτω καί ἐν αὐτῇ τῇ ὁδῷ τῇ πρός οὐρανόν ἀπαγούσῃ αἱ ἐντολαί τοῦ Θεοῦ καί αἱ ἀρεταί κατά σταδίους καί τόπους ὑπάρχουσιν. Ἡμεῖς οὖν τά περί ἐκείνων λέγομεν, καθ’ ὅσον ὁ λόγος χωρεῖ σαφηνίσαι τάς ὁρωμένας ἐκείνας κτίσεις καί τά μεγέθη καί κάλλη αὐτῶν. Ὁ δέ γε ἀναγινώσκων, πῶς ἀπό μόνων τῶν λόγων θεωρός αὐτῶν τῶν πραγμάτων γενήσεται; Οὐδαμῶς, εἴποι ἄν. Εἰ δέ θεωρός γενέσθαι οὐ δύναται, κύριος τούτων ἑνός πῶς γένηται; Ἔστι μέν γάρ ἰδεῖν αὐτά ἤ ἐξ αὐτῶν τινα μερικῶς, μή κτήσασθαι δέ. Τό μέν γάρ ἰδεῖν, ἤ καί ἀκοῦσαι καί ἑτέροις πάλιν τά ἀκουσθέντα εἰπεῖν, ῥᾴδιον τοῖς πᾶσιν ὑπάρχει καί εὔκολον, τό δέ κτήσασθαί τι τῶν τοιούτων τιμήματος ἀγοράζεται. Τό δέ εἰς ἀγοράν τῶν τοιούτων διδόμενον οὐ χρυσίον ἐστίν, ἀλλ’ οὐδέ ἀργύριον, αἷμα δέ· αἵματι γάρ ταῦτα ἕκαστος ἡμῶν τῶν βουλομένων ἕνα καθ’ ἕνα ἐξαγοράζεται. Ἐν ἀληθείᾳ γάρ, εἰ μή τις ὡς πρόβατον σφαγιασθῇ ὑπέρ μιᾶς καί τῆς τυχούσης ἀρετῆς καί τό αἷμα ἐκχέῃ τό ἴδιον ὑπέρ αὐτῆς, οὐ κτήσεται ταύτην ποτέ· διά θανάτου γάρ τοῦ κατά πρόθεσιν ᾠκονόμησεν ὁ Θεός τήν ζωήν λαμβάνειν ἡμᾶς τήν αἰώνιον. Θάνε καί ζήσῃ. Οὐ βούλει; Καί ἰδού σύ νεκρός.

Ἀλλ’ ἴδωμεν τάς μονάς καί οἰκίας τῶν ἀρετῶν ποῖαί εἰσι καί τίνες, ὑπέρ ὧν ὀφείλει τις κενοῦν τό αἷμα αὐτοῦ εἰς τήν κτῆσιν αὐτῶν. Ἔστιν οὖν οἰκία πρώτη ἡ μακαρία ταπείνωσις· «Μακάριοι γάρ, φησίν, οἱ πτωχοί τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν». Ὁ τοίνυν βουλόμενος εἰσελθεῖν εἰς τήν οἰκίαν ταύτην καί σύν αὐτῇ κτήσασθαι τήν βασιλείαν τῶν οὐρανῶν, εἰ μή πρό τῶν πυλῶν αὐτῆς, ὥσπερ κριός, δεδεμένος χεῖρας καί πόδας αὐτοῦ, εἰς σφαγήν ἑαυτόν πᾶσι τοῖς βουλομένοις πρῶτον ἐκδῷ καί κατατυθήσεται καί τελείως τεθνήξεται, τό οἰκεῖον αὐτοῦ ἀποκτείνας θέλημα, οὐκ εἰσελεύσεταί ποτε ἔνδοθεν αὐτῆς, ἀλλ’ οὐδέ κατάσχῃ αὐτήν· εἰ δέ μή ταύτην, οὐδ’ ἑτέραν τῶν ἄλλων. Οὐκ ἔστι γάρ τόν ὑπερβαίνοντα ταύτην ἐν ἑτέρᾳ γενέσθαι ποτέ· ἐν τάξει γάρ καί βαθμῷ ταύτας ἔθετο ὁ Θεός. Καί ὥσπερ νήσους τινάς ἐν πελάγει θαλάσσης, οὕτως ἐν μέσῳ τοῦ βίου καί ταύτας εἶναι τάς ἀρετάς ἐν συνέσει νοήσεις ἀλλήλων ἀφεστηκυίας καί γεφύραις τισίν οἷα δή συνημμένας, πάντων ἀπῳκισμέναις τῶν γηΐνων καί ἐξηρτημέναις καί ἑτέρας τῇ ἑτέρᾳ ἀσφαλῶς ἐχομέναις. Τούτων οὖν ἁπάντων ἀρχή ἡ μακαρία ταπείνωσις, ἐν ᾗ ὁ εἰσελθών διά τῆς μετανοίας ἀπό τῆς δυτικῆς πύλης καί ἐνδιατρίψας ἐφ’ ἱκανόν ἐν αὐτῇ, ἔξεισιν ἐπί τήν ἀνατολικήν θύραν καί, ἐπί τῇ γεφύρᾳ περιπατῶν, οὕτως ἔρχεται πρός τήν τοῦ πένθους καταμονήν καί οἰκίαν· κἀκεῖ ἐνδιατρίψας, λουσάμενός τε και καθαρθείς καί ἐντρυφήσας τοῦ κάλλους αὐτοῦ, ἐπί τό τῆς πρᾳότητος διέρχεται καταγώγιον· κἀκεῖθεν ἐπί τό τῆς δικαιοσύνης διψητήριόν τε καί πεινατήριον διαβαίνει δρομαῖος, εἶθ’ οὕτω καταλαμβάνει ἐπί τό τοῦ ἐλέους καί συμπαθείας παλάτιον· καί ὑπερβάς τοῦτο, μᾶλλον δέ γεγονώς ἐντός τούτου, εὑρίσκει τό βασιλικόν τῆς καθαρότητος ταμιεῖον· καί ἐν αὐτῷ γενόμενος βλέπει τόν βασιλέα τῆς δόξης ἔνδον καθήμενον, ἐκεῖνον τόν ἀόρατον πάσῃ τῇ κτίσει.

Νόει μοι οὖν παλάτιον μέν τό σῶμα, ταμιεῖον δέ βασιλικόν τήν ἑκάστου ἡμῶν τῶν ἀνθρώπων ψυχήν, ᾗ διά τῆς τῶν ἐντολῶν ἐργασίας συναφθείς ὁ Θεός, ὅλην φωτός θείου καί θεόν αὐτήν ἀπεργάζεται διά τῆς αὐτοῦ συνουσίας καί χάριτος.Εἰς ταύτην δή τήν θεοπρετῆ κατάστασιν πᾶς ὁ διά τῆς εἰρημένης τῶν ἀρετῶν ὁδοῦ διερχόμενος, ἔρχεται, ἄλλοθεν δέ διελθεῖν καί ὑπερβῆναι τήνδε ἤ τήνδε τήν οἰκίαν καί εἰς τήν ἑτέραν διά μηχανῆς γενέσθαι τινός παντελῶς ἀμήχανον. Οὕτως γάρ ἔταξε τήν εἴσοδον εἶναι τῆς βασιλείας τῶν οὐρανῶν ὁ δεσπότης Χριστός καί οὐκ ἔστιν ἄλλως γενέσθαι. Εἰ γάρ ὅρια ἑαυτῆς θάλασσα ὑπερβῆναι οὐ δύναται, πόσῳ μᾶλλον ἄτρωτα ταῦτα καί ἀπαράλλακτα διαφυλαχθήσονται. Ἄλλως δέ κλίμακι καί βαθμῖσιν ἡ ἄνοδος ἔοικε τῶν ἐπειγομένων πρός οὐρανόν. Τό γοῦν σπουδαιότερον τῇ προαιρέσει ἄλλον ἄλλου γενέσθαι καί συντομώτερον ἀνελθεῖν ἐν αὐτῇ καί προλαβεῖν τόν πλησίον, ἡμέτερόν ἐστι· τό δέ μή ἀπό τῆς πρώτης βαθμῖδος ἄρξασθαι καί κατά τάξιν ἀνέρχεσθαι τήν κλίμακα, ἀλλά ποθεν ὑπερβῆναι τήν πρώτην βαθμῖδα καί πρός τήν ἑτέραν γενέσθαι, πάντῃ παρά ἀνθρώποις ἀμήχανον καί ἀδύνατον. Οἱ γάρ τῆς εὐθείας ταύτης ὁδοῦ καί τάξεως ἔξω βαίνοντες πλανῶνται πολλά. Ὡς γάρ οὐκ ἔστι δίχα κλίμακος εἰς οἶκόν ποτε ἀνελθεῖν ὑψηλόν, ἤ ἔνδον ἐκείνου αὐτοῦ εὑρεθῆναι τοῦ βασιλικοῦ κοιτῶνος, ἔνθα ὁ βασιλεύς αὐτός καταμένει, πρό τοῦ γενέσθαι ἐν τοῖς αὐτοῖς βασιλικοῖς προαυλίοις, οὕτως ἀδύνατον τόν μή κατά τήν εἰρημένην τάξιν βαδίσαντα εἰσελθεῖν εἰς τήν βασιλείαν τῶν οὐρανῶν· ἔξω γάρ οἱ τοιοῦτοι πάντες τῆς βασιλικῆς ὁδοῦ, μηδείς αὐτούς πλανάτω, ἀνεπαισθήτως τῆς πλάνης πορεύονται.

Ἀλλ’ ὦ Κύριε, ὁ ὁδηγός τῶν πεπλανημένων, ἡ ἀπλανής ὁδός τῶν πρός σέ ἐρχομένων, ἐπίστρεψον πάντας ἡμᾶς καί πρός ταύτῃ σου τῇ κλίμακι στῆσον καί, πρός τό ταύτης κρατῆσαι, τῇ χειρί σου τάς χεῖρας ἡμῶν εὔθυνον καί ἀπό τῆς γῆς ἀρθῆναι καί τῇ πρώτῃ ἐπιβῆναι θαθμῖδι ἐνίσχυσον, ὡς ἄν γνῶμεν ὅτι πού ποτέ τινος ἐδραξάμεθα καί ἀπό τῆς γῆς μικρόν ἤρθημεν. Δεῖ γάρ ἡμᾶς ἀνελθεῖν μικρόν πρῶτον πρός σέ, ἵνα οὕτως σύ κατέλθῃς πολύ ὁ καλός Δεσπότης καί ἑνωθῇς ἡμῖν. Ὑπόδειξον, Δέσποτα, τήν πύλην τῆς βασιλείας σου τήν προαύλιον, ὅπως ἐγκαρτερήσαντες ἐν αὐτῇ κρούσωμεν, ἕως ἄν διά τοῦ κατά προαίρεσιν θανάτου ἀνοιγῇ ἡμῖν ἡ πύλη, καί ἔνδον γενόμενοι καί κατά μίαν κρούοντες πύλην καί ταύτας ἀνοίγοντες, αὐτός ἀκούσας τούς στεναγμούς καί τάς στερνοτυπίας ἡμῶν, σπεύσας κατέλθῃς ἀπό τῶν ὑψηλῶν ὑπερῴων σου, ὁ πολυεύσπλαγχνος καί οἰκτίρμων Θεός, καί ἀκούσωμεν τούς κρότους τῶν παναχράντων ποδῶν σου καί γνῶμεν ὡς διανοίγεις τάς ἐνδοτέρας πύλας, κεκλεισμένας οὔσας ἡμῖν τοῖς ἁμαρτωλοῖς, καί παραγενόμενος πρός ἡμᾶς εἴπῃς· «Τίς ὁ κρούων ἐστί;». Καί ἀποκριθέντες ἐν ἀλαλαγμῷ καί θρήνοις εἴπωμεν σύν τρόμῳ πρός σέ καί χαρᾷ. Ἡμεῖς ἐσμεν, Δέσποτα, ἡμεῖς οἱ ἀνάξιοι, οἱ πτωχοί, οἱ ἀπερριμένοι καί πονηροί δοῦλοί σου, ἡμεῖς οἱ μέχρι τοῦ νῦν εἰς ὄρη καί κρημνούς καί βάραθρα ἀθλίως περιπλανώμενοι· ἡμεῖς ἐσμεν οἱ τό βάπτισμά σου τό ἅγιον ἀφρόνως μολύναντες, οἱ τάς πρός σέ συνθήκας ἀπαρνησάμενοι· ἡμεῖς ἐσμεν οἱ ἀποφυγόντες καί πρός τόν σόν ἐχθρόν καί ἐπίβουλον τῶν ψυχῶν ἡμῶν ἑκουσίως αὐτομολογήσαντες. Νῦν οὖν, μνησθέντες σοῦ καί τῆς σῆς φιλανθρωπίας καί ἀγαθότητος, ἀποφυγόντες ἐκεῖθεν καί κοπιάσαντες, ἤκομεν ἐν φόβῳ καί τρόμῳ πολλῷ.

Συγχώρησον καί μή ὀργισθῆς ἡμῖν, Δέσποτα, ἀλλά οἰκτειρήσας καί ἐλεήσας τούς ταλαιπώρους ἡμᾶς ἄνοιξον ἡμῖν, Κύριε, καί μή μνησθῇς τῶν ἡμετέρων κακῶν· μηδέ μνησικακήσῃς τῇ ἀγνωμοσύνῃ ἡμῶν - πολλήν γάρ ὥραν ἱστάμεθα κρούοντες - μηδέ παρακούσῃς ἡμῶν, τῶν δούλων σου, μήποτε ὀλιγωρήσαντες ὑποστρέψωμεν. Ἐκοπιάσαμεν κόπτοντες εἰς τάς θύρας τῶν προαυλίων τῆς βασιλείας σου· ἄνοιξον ἡμῖν, ὁ φύσει φιλάνθρωπος, σπλαγχνισθείς ἐφ’ ἡμᾶς. Εἰ γάρ κατά μικρόν ἀνοίγων ἀνοίξεις ἡμῖν τήν θύραν τοῦ ἐλέους σου, τίς ἰδών σε οὐ φρίξει; Τίς ἐν φόβῳ καί τρόμῳ οὐ προσπέσῃ καί τόν ἔλεον ἐξαιτήσεται; Τίς σέ, τόν μυριάδας ἀγγέλων καί χιλίας χιλιάδας ἀρχαγγέλων καί θρόνων καί ἐξουσιῶν ἔχοντα, ἰδών τά ἄνω ἀφέμενον καί πρός ἡμᾶς κατελθόντα καί προσυπαντήσαντα καί ἀνοίξαντα, εὐμενῶς τε ὑποδεξάμενον καί ἐπί τούς τραχήλους ἡμῶν ἐπιπεσόντα καί καταφιλοῦντα ἡμᾶς, οὐκ εὐθύς ἐκπλαγήσεται καί ὡσεί νεκρός ἐκλυθήσεται; Καί τά ὀστᾶ αὐτοῦ ὡς ὕδωρ εἰς γῆν ἐκχυθήσονται καί κλαύσῃ νυκτός καί ἡμέρας, ἀναλογιζόμενος τό πέλαγος τῆς σῆς εὐσπλαγχνίας καί ἀγαθότητος καί ἐνοπτριζόμενος τοῦ προσώπου σου τήν δόξαν τε καί λαμπρότητα. Δόξα σοί, τῷ οὕτως οἰκονομήσαντι. Δόξα σοί, τῷ θεαθῆναι καί ἑνωθῆναι ἡμῖν εὐδοκήσαντι. Δόξα σοί, τῷ διά πολλήν εὐσπλαγχνίαν ἀποκαλυπτομένῳ καί βλεπομένῳ ἡμῖν, τῷ ἀοράτῳ φύσει καί αὐταῖς ταῖς οὐρανίαις δυνάμεσι. Δόξα σοί, τῷ ἄφατον ἔχοντι τό πρός ἡμᾶς ἔλεος καί ἐν ἡμῖν διά τῆς μετανοίας καταξιοῦντι ἐνοικεῖν τε καί ἐμπεριπατεῖν.

Ὤ μέγεθος δόξης ἀρρήτου, ὤ ἀγάπης ὑπερβολή. Ὁ τά πάντα συνέχων, ἐντός ἀνθρώπου ἐγκατοικεῖ φθαρτοῦ καί θνητοῦ, οὗ τά πάντα ἐν τῇ τοῦ ἐνοικοῦντος ἰσχύϊ διακρατούμενά εἰσι, καί γίνεται ἄνθρωπος οἷα δή ἐγκυμονοῦσα γυνή. Ὤ θαύματος ἐκστατικοῦ καί ἀκατανοήτου Θεοῦ ἀκατανόητα ἔργα τε καί μυστήρια. Ἄνθρωπος βαστάζει γνωστῶς ἐντός αὐτοῦ τόν Θεόν ὡς φῶς, τόν τά πάντα, καί αὐτόν τόν βαστάζοντα, παραγαγόντα καί κτίσαντα· βαστάζει τοῦτον ἐντός ὥσπερ θησαυρόν ἄφραστον, ἀνεκλάλητον, ἄποιον, ἄποσον, ἀνίδεον, ἄϋλον, ἀσχημάτιστον, ἐν ἀμηχάνῳ κάλλει μεμορφωμένον, ὅλον ἁπλοῦν ὥσπερ φῶς τόν ὑπέρ πᾶν φῶς, καί περισφίγγων ἔξω τάς χεῖρας περιπατεῖ μέσον ἡμῶν, ἀγνοούμενος παρά πάντων τῶν συνόντων αὐτῷ. Τίς οὖν τήν χαράν τοῦ τοιούτου ἀνθρώπου ἀξίως ἐκδιηγήσεται; Τίνος γάρ ἄλλου ἐπιθυμήσειεν ὁ τοιοῦτος; Ποίου βασιλέως οὐκ ἔσται μακαριώτερός τε καί ἐνδοξότερος; Ποίου δυνάστου οὐ διαφερόντως δυνατώτερος; Ποίου, ἤ πόσων ὁρωμένων κόσμων, οὐκ ἔσεται πλουσιώτερος; Τίνος δέ ἄρα ὑστερηθήσεται ὁ τοιοῦτος ποτε; Ὄντως οὐδενός οὐδαμοῦ τῶν ἀγαθῶν τοῦ Θεοῦ.

Ἀλλά βλέπε, ὁ τοιοῦτος γενέσθαι ἀξιωθείς, ἵνα πρός σέ τόν λόγον ἰθύνω, ὁ ἔνοικον κτησάμενος ὅλον ἐν σεαυτῷ τόν Θεόν, μήποτε ἀνάξιόν τι τοῦ θελήματος, αὐτοῦ ἤ πράξῃς ἤ ἐκ χειλέων προφέρῃς, καί εὐθύς ἀπολέσεις τόν ἐν σοί κεκρυμμένον θησαυρόν, ἀπαναστάντος αὐτοῦ ἀπό σοῦ. Τίμησον αὐτόν ὅσον εἰς δύναμιν καί μηδέν τῶν αὐτῷ μή ἀρεσκόντων, μηδέ προσόντων αὐτῷ φυσικῶς, παρεισάξῃς εἰς τήν οἰκίαν αὐτοῦ, καί ἐάσας σε ἀναχωρήσει ὀργισθείς κατά σοῦ. Μή πολυλόγει πρός αὐτόν, μηδέ πρόσπιπτε, ἀναισχύντως ἐν σεαυτῷ λογιζόμενος καί λέγων «Ἐπιδείξομαι ὑπερβάλλουσαν θερμότητα καί ζῆλον ἀγάπης πολύν τῆς πρός αὐτόν, ἵνα μου τήν πρόθεσιν ἀποδέξηται καί γνῷ ὅτι ἀγαπῶ καί τιμῶ αὐτόν». Ἴσθι οὖν ὅτι, πρό τοῦ ταῦτα ἐννοῆσαί σε, ἐκεῖνος πάντας τούς διαλογισμούς σου ἐπίσταται καί οὐδέν αὐτόν λέληθεν. Ἀλλά γάρ μηδέ νοεραῖς χερσί κρατῆσαι αὐτόν ἐπιχειρήσῃς· ἄληπτος γάρ ἐστι καί ὅσον ἅψασθαι αὐτοῦ τολμήσεις ἤ κατασχεῖν αὐτόν οἰηθῇς, ἕξεις ἔνδον οὐδέν, ἀλλ’ εὐθύς ὅλος ἀφαντωθήσεται ἀπό σοῦ καί πολλά μεταμεληθήσῃ καί κλαύσεις, συντρίβων σεαυτόν καί μαστίζων, καί ὠφελήσεις ὄντως οὐδέν. Χαράν γάρ ὤν, εἰς οἶκον θλιβομένων καί λυπουμένων εἰσελθεῖν οὐ καταδέχεται, ὡς οὐδ’ ἡ φιλαργός μέλιττα εἰς οἶκον καπνοῦ· ἐν ἀμεριμνίᾳ δέ καί ἀγαλλιάσει εὐτρεπισθέντος σου, πάλιν ἔνδον ἐν σοί εὑρεθήσεται, καί τότε ἔασον τόν Δεσπότην ἀταράχως ἐπί τῆς ψυχῆς σου ὡς ἐπί κλίνης ἐπαναπαύσασθαι.

Καί μή ἄρξῃ πάλιν λέγειν ἐν σεαυτῷ ὅτι, εἰ μή κλαύσω ἐνώπιον αὐτοῦ, ὡς καταφρονητήν με ἀποστραφήσεται. Εἰ γάρ ἐβούλετο εἰς τελειότητά σε ἐλάσαντα ὡς ἔτι μετανοοῦντα κλαίειν, ἀπό μακρόθεν μᾶλλον ὁρώμενός σοι ἤ κρυπτόμενος ἤ καί ἐλλάμπων σε, τοῦτο ἄν πρός κάθαρσιν καί φιλοκαλίαν τῆς σῆς οἰκίας παρέσχε σοι· ἀλλά μετά τήν μετάνιαν καί τήν διά δακρύων σου κάθαρσιν παρεγένετο ἀνάπαυσίν σοι τῶν κόπων καί στεναγμῶν καί χαράν καί εὐφροσύνην ἀντί τῆς λύπης χαρίσασθαι. Στῆθι οὖν, οὐ λέγω σοι μόνον τῷ σώματι ὄρθιος, ἀλλά τοῖς κινήμασι τῆς ψυχῆς καί ταῖς ταύτης ὁρμαῖς. Δός ἡσυχίαν, ὡς τοῦ βασιλέως τῶν βασιλευόντων ἐπί τῆς οἰκίας παραγενομένου τῆς σῆς. Εἰπέ πᾶσι μετ’ ἐμβριμήσεως τοῖς ἐπί τῆς οἰκίας σου θυρωροῖς, αὐταῖς δή, φημί, ταῖς αἰσθήσεσι· «Ὁ βασιλεύς, φησί, στῆτε καλῶς ἐπί τῶν θυρῶν· στῆτε ἐν ἡσυχίᾳ καί φόβῳ πολλῷ». Μηδείς πρός τῇ θύρᾳ ἐλθών κρούσειε, μή κραυγή τινος ἐγγύς που ἤ μακρόθεν ἐντός εἰσελεύσεται, μή λάθῃ τις ἔνδον εἰσπηδήσας λαθραίως· καί εὐθύς ὁ βασιλεύς καταλιπών ἡμᾶς πάλιν οἰχήσεται. Ταῦτα τοιγαροῦν εἰπών, στῆθι ἐν ἀγαλλιάσει ψυχῆς καί φαιδρότητι, τόν σόν Δεσπότην τόν ἀπερίγραπτον ἐν σοί περιγραπτόν ἀπεριγράπτως ὁρῶν καί καταμανθάνων τό ἀμήχανον κάλλος αὐτοῦ, κατανοῶν δέ ἀκατανοήτως τό πανάγιον πρόσωπον αὐτοῦ, τό καί ἀγγέλοις καί ἀρχαγγέλοις καί πάσαις ταῖς οὐρανίαις δυνάμεσιν ἀπρόσιτον. Ἐκπλήττου, χαῖρε καί πνευματικῶς σκιρτῶν εὐφραίνου καί ἀγαλλία, προσέχων ἐν εὐλαβείᾳ τί ἄν κελεύσῃ εἰπεῖν ἤ ποιῆσαί σε.

Πρόσεχε τοίνυν τοῖς λεγομένοις σοι. Οὐ γάρ ὡς ἐπίγειοι βασιλεῖς, ἐπιδεής ὤν καί αὐτός τῶν ὑπό χεῖρα, εἰς ἰδίαν θεραπείαν ἤ χρείαν ἐπιζητήσοι τι· ἀνενδεής γάρ ἐστι καί, εἰ μή τούς ἑαυτοῦ δούλους πλουτίσει πρῶτον, οὐ παραγίνεται εἰς τήν οἰκίαν αὐτῶν. Ἐκείνου οὖν, ὥσπερ εἴρηται, ὄντος ἀνενδεοῦς, σέ δέ πλουτίσαντος καί ἀνενδεῆ πεποιηκότος τῇ παρουσίᾳ αὐτοῦ, πρόσεχε τί λαλήσει ἐν σοί ὁ τοσούτου ὕψους ἐκ τοῦ εὐλογημένου κόλπου τοῦ Πατρός ἐξελθών ἀχωρίστως καί ἐκ τῶν οὐρανῶν μέχρι τῆς σῆς ταπεινότητος κατελθών. Οὐ γάρ παρέργως τοῦτό ποτε εὕροις αὐτόν ἐργασάμενον, ἀλλ’ ἐπί σωτηρίᾳ καί ἄλλων πολλῶν εἴωθεν ἀεί τοῦτο ποιεῖν ὁ καλός καί φιλάνθρωπος Δεσπότης ἡμῶν. Εἰ οὖν, ὡς εἴπομεν, τιμήσεις καί ἀποδέξῃ καί δώσεις τόπον καί ἡσυχίαν παράσχῃς αὐτῷ, εὖ ἴσθι ὅτι ἀκούσεις ἐκ τῶν τοῦ Πνεύματος θησαυρῶν τά ἀπόρρητα, οὐκ ἐπί τοῦ στήθους πίπτων τοῦ Δεσποτικοῦ, καθά τό πρίν ὁ ἠγαπημένος Χριστοῦ Ἰωάννης, ἀλλ’ ὅλον ἐνστήθιον φέρων τόν Λόγον τόν τοῦ Θεοῦ· θεολογίας θεολογήσεις καινάς τε καί παλαιάς καί πάσας νοήσεις τάς ἤδη ῥηθείσας καί γραφήσας θεολογίας καλῶς, καί γενήσῃ ὄργανον εὔηχον ὑπέρ ἅπασαν μουσικήν ἀνακρουόμενον καί φθεγγόμενον.

Ἐάν δέ λύπην ποθέν ἐπελθοῦσαν ἐάσῃς προκῦψαι τῆς οἰκίας ἐντός, εὐθύς ἀφίπταται ἡ χαρά· εἰ δέ ὀργήν ἤ θυμόν, αὐτίκα ὑποχωρεῖ ὁ πρᾷος καί γαληνός· εἰ δέ μῖσος καί ἀηδίαν κατά τινος, εὐθύς φεύγει ὁ ἀγάπη κληθείς καί ἀγάπη ὤν αὐτοφυής ἐπ’ ἀληθείας καί ἐνυπόστατος· ἐάν φθόνον ἤ ἔριν πλησιάσαι ἀφῇς, ὁ ἀμνησίκακος καί ἀγαθός βδελυξάμενος αὐτά ὅλος ἀφανής γενήσεται. Εἰ δέ καί πονηρίαν ἤ ποικιλίαν μετά περιεργίας ἔξωθεν γνῷ τῆς οἰκίας περιερχομένας καί μή διώξῃς μετ’ ὀργῆς συντόμως αὐτάς, ἀλλά πραέως ἴδῃ σε μᾶλλον πρός τάς ἐχθράς αὐτῷ φερόμενον καί ταύτας αὐτῷ πλησιάζειν καταδεχόμενον, οὐδέ τήν ὑποχώρησιν αὐτοῦ ὁ ἁπλοῦς καί ἄκακος καί ἀπερίεργος γνῶναί σε ποιήσει, ἀλλ’ ὡς ἀναίσθητον καταλείψει σε. Ἐάν δέ σύ, ὁ τοιούτῳ Δεσπότῃ καταξιωθείς ἐντυχεῖν, ὁ τοιαύτης δόξης γενόμενος θεατής, ὁ τοιούτου πλούτου, τῆς βασιλείας λέγω τῶν οὐρανῶν, ἥτις αὐτός ἐστιν ὁ Θεός, ἐν κατασχέσει γενόμενος, ἐκ μέν τῶν εἰρημένων ἁπάντων φυλάξῃς τοῦ μή εἰσελθεῖν ἐν τῇ οἰκίᾳ σου τῆς ψυχῆς, ἀλλά καί ἡσυχίαν πᾶσαν ἐκ τούτων ποιήσῃς τῷ βασιλεῖ, τό δέ πρόσωπόν σου ἤτοι τόν νοῦν στρέψας ἄλλοθεν, ἑτέρῳ προσδιαλέγῃ καί ὁμιλεῖς, τόν νῶτόν σου δούς δηλονότι τῷ ἀπροσίτῳ Θεῷ, ᾧ πᾶσαι μετά φόβου καί τρόμου ἀσκαρδαμυκτί ἐνατενίζουσιν αἱ οὐράνιαι στρατιαί, οὐχί δικαίως ὡς καταφρονητήν καί ἀνάξιον εὐθύς αὐτός καταλείψει σε; Ἀλλά λέγεις εἶναι τοῦτον φιλάνθρωπον; Κἀγώ τοῦτό σοι λέγω, ἀλλ’ εἰς τούς ἐπαισθανομένους τῆς φιλανθρωπίας αὐτοῦ καί ἀξίως τιμῶντας καί ἀπευχαριστοῦντας αὐτῷ. Εἰ δέ, καί τήν ἀγάπην καί τήν τούτου γλυκύτητα εἰς οὐδέν ἡγησάμενος, πρός ἑτέρου τινός νεύσεις ἀγάπην δεσμεύσεις ὅλως τήν ὁρμήν ἐν αὐτῷ τῆς ψυχῆς σου καί ἡδονῇ τινος ἡδυνθῇς, βρώσεως τυχόν ἤ πόσεως ἤ ἐνδύματος ἤ ὄψεως εὐειδοῦς ἤ χρυσίου ἤ ἀργυρίου, ἤ τινος ἑτέρου εἴδους ἐπιθυμίαν ἐναπομάξῃ σου ἔνδοθεν ἡ ψυχή, ἆρα ὁ φύσει καθαρός καί ἁγνός καί ἀμίαντος, ὁ καί σέ τοιοῦτον ποιήσας διά τοῦ Πνεύματος, καταδέξεται ὅλως συνεῖναί σοι οὕτω νεύσαντι καί οὐκ εὐθύς καταλείψει σε; Πάντῃ που δῆλον.

Εἰ δέ καί τούτων ἁπάντων ποιήσεις οὐδέν, διώξεις δέ πᾶν πάθος ἀπό σοῦ καί πᾶσαν κακίαν μακράν ἀπορρίψεις, πᾶσαν ἐπιθυμίαν ἀπό σοῦ ἐξορίσεις, πᾶσαν προσπάθειαν καί φυσικήν ἀγάπην παντός ἀνθρώπου καί συγγενοῦς καταλείψεις καί φθάσεις εἰς τελείαν ἀναμαρτησίαν καί καθαρότητα, καθώς ἄνωθεν διεγράψαμεν, καί πρός τούτοις ὅλον ἐν σεαυτῷ ἕξεις, ἵνα πάλιν ὅ μέλλων εἰπεῖν γένηται πᾶσι σαφές, τόν ὑπεράνω πάντων τῶν οὐρανῶν, μηδαμόθεν ἤ ὀχλούμενος ἤ πρός ἄλλον ἀπονεύων τινά, ἀλλά καί διάγων μετά Θεοῦ, ἄνω τόν νοῦν ἔχων ἐν τῇ ὑπεράνω τῶν οὐρανῶν βασιλείᾳ, αἴφνης δέ τινός σε καλέσαντος καί ἐνταῦθα πόλιν μεγάλην καί λαόν πολύν ἐν αὐτῇ ὑποδείξαντος, οἴκους καί παλάτια ποικίλα τε καί εὐρύχωρα, ναούς παμμεγέθεις τε καί περικαλεῖς, ἱερεῖς, ἀρχιερεῖς, βασιλέα σύν τῇ ἱερᾷ συγκλήτῳ καί τῶν ἀρχόντων καί ὑπαστιστῶν αὐτοῦ, εἶτα, ἵνα πᾶσαν ἄλλην αἰτίαν καί τρόπον ἐμπαθῆ καταλείψω, ἐάν ὑπ’ ἐκείνων πάντων, λέγω δή τοῦ βασιλέως καί τῶν ἀρχόντων καί ὅλου τοῦ πλήθους τῆς πόλεως, μετά δακρύων προσκαλούμενος καί παρακαλούμενος ἀναδέξασθαι αὐτῶν τήν φροντίδα καί ποιμᾶναι καί ὠφελῆσαι αὐτούς, πρό τοῦ προτραπῆναί σε παρά Θεοῦ, τοῦ συμβασιλεύειν αὐτῷ σε τάξαντος, καταφρονήσας ἐγκαταλείψῃς τά ἄνω καί τά δοθέντα σοι παρ’ αὐτοῦ αἰώνια ἀγαθά καί, περί τά στασιώδη κατελθών, ὧδε τά φθαρτά καί ὁρώμενα συναναστρέφῃ μετά τῶν προσκαλεσμένων σε, οὐχί δικαίως ἁπάντων ἐκείνων ἀποστερήσει σε καί ἐν μόνοις ἐάσει σε τούτοις τόν κλῆρον ἔχειν καί τήν κατάσχεσιν, καί ζῶντός σου καί μετά τήν ἀπό τοῦ σώματός σου ἐκδημίαν;

Ἔδει σε οὖν, κἀκείνου λέγοντος καί προστάσσοντός σοι κατελθεῖν εἰς τό ποιμᾶναι ψυχάς, προσπίπτειν καί κλαίειν καί λέγειν ἐν θλίψει καί φόβῳ πολλῷ πρός αὐτόν· «Δέσποτα, πῶς ἐγκαταλείψω σε καί πρός τήν ματαιότητα ἐκείνην καί πολύμοχθον διαγωγήν ἀπελεύσομαι; Μηδαμῶς Κύριε. Μή ὀργισθῇς με, τόν δοῦλόν σου, καί ἀπό τοῦ τοσούτου ὕψους εἰς τό χάος ἐκεῖνο ἀπορρίψῃς με. Μή, Δέσποτα, μή ἀποστερήσῃς με τοῦ τοιούτου φωτός τῆς δόξης σου καί εἰς τοσοῦτον καταγάγῃς με σκότος, τόν ἄθλιον καί ταλαίπωρον. Μή τι ἥμαρτον κατά ἄγνοιαν, Δέσποτα, καί διά τοῦτο ἐκεῖ ἀποστρέφεις με ὅθεν φιλανθρώπως ἀνείλκυσάς με, ὁ εὔσπλαγχνος; Μή ἐπί τοσοῦτον ἀποστραφῇς με, ὁ πολλάς μου ἁμαρτίας καί ἀνομίας ἀράμενος; Ἀλλ’ εἴ τι συνέβη καί ἥμαρτον, σύ με ὧδε τιμώρησον, σύ με καί μεληδόν, εἰ κελεύεις, κατάτεμε, μόνον ἐκεῖ μή ἐκπέμψῃς με».

Εἰ δέ προσέθετο εἰπεῖν σοι· «Ἄπελθε, τά ἐμά πρόβατα ποίμανον. Ἄπελθε, τούς ἀδελφούς σου ἐπίστρεψον», ἐχρῆν σε πάλιν εἰπεῖν πρός αὐτόν· «Οἴμοι Δέσποτα, καί σοῦ χωρισθήσομαι ὁ ἀνάξιος;». Εἰ δέ καί πρός τούτοις ἔφη πάλιν πρός σέ· «Οὐχί, ἀλλ’ ἐγώ κἀκεῖ μετά σοῦ ἔσομαι», αὖθις ἔδει σε προσπεσεῖν, ἔδει σε κλαῦσαι καί τούς ἀχράντους πόδας αὐτοῦ νοερῶς τοῖς δάκρυσι βρέξαι καί οὕτως εἰπεῖν· «Πῶς συνέσει μοι, Δέσποτα, εἰ κατελθών ἐκεῖ σκοτισθήσομαι; Πῶς συνδιάξεις, εἰ πρός κολακείας καί ἐπαίνους ἀνθρώπων ἐκκλίνῃ ἡ ῥοπή τῆς καρδίας μου, τρεπτή οὖσα; Πῶς καταδέξῃ, ἐάν πρός ὑπερηφανίαν κακῶς ὑψωθῶ; Πῶς οὐ φεύξῃ, εἰ μή βασιλεῖς καί δυνάστας ὑπέρ δικαιοσύνης καί ἀδικίας καί παρανομίας μετά παρρησίας ἐλέγξω; Πῶς δέ ταῦτα καί τά λοιπά ποιήσω πρός ἀρέσκειαν σήν, ἵνα καί συνῇς μοι καί ἐνισχύσῃς με καί μή καταλείψῃς με πταίσαντα καί χωρισθῇς ἀπ’ ἐμοῦ τοῦ ἀναξίου, ἐάσας με μόνον ἐκεῖ κάτω κείμενον; Δέδοικα μή φειδωλία, μή φιλαργυρία κρατήσῃ μου· φοβοῦμαι μή τῆς σαρκός ἡ ἐπανάστασις κυριέυσῃ μου, μή ἡδονή ἀπατήσῃ με, μή μέριμνα συσκοτήσῃ με, μή τιμή ἀρχόντων καί βασιλέων ὑψώσῃ οὐ καλῶς, μή ἀρχῆς ὄγκος κατά τῶν ἀδελφῶν ὑποφυσήσας ἐπάρῃ με, μή τρυφῇ καί μέθη τοῦ εἰκότος παρασύρομαι, μή κραιπάλῃ αἱ λεπτυνθεῖσαί μου σάρκες τῆς ψυχῆς παχυνθήσονται, μή ἀπειλαί ἀνθρώπων πτοήσουσι καί τῶν ἐντολῶν σου παραβάτην ἐργάσονται, μή συνεπισκόπων παρακλήσεις καί φίλων ἀδικίας με συγκοινωνόν ἀπεργάσονται, ἤ ἀδικούντων αὐτῶν σιωπῶντα, ἤ κακῶς πραττόντων συνεργόν γινόμενον καί μή τούτους ἐλέγχοντα παρρησίᾳ καί τήν ἔνστασιν ὑπέρ τῶν ἐντολῶν σου ἐπιδεικνύμενον. Ἀλλά πῶς πάντα ἐξείποιμι, Δέσποτα; Καί ἰδού εἰσι παρ’ ἐμοί ἀναρίθμητα, ἅ μᾶλλον ἐπίστασαι σύ ἤ ἐγώ, Κύριε. Μή οὖν τοσούτοις κακοῖς ἔκδοτόν με ποιήσῃς, φιλάνθρωπε. Οἶδας γάρ τό τῶν ἀνθρώπων δυσάρεστον, τά σκώμματα τούτων, τάς λοιδορίας, τάς διαβολάς καί μάλιστα τῶν γνωστικωτέρων καί πεφυσιωμένων ὑπό τῆς καταργουμένης παρά τῆς χάριτός σου τοῦ κόσμου σοφίας. Ἐλέησον οὖν με, φιλάνθρωπε, καί μή κάτω με ἀποστείλῃς ἐκεῖ ἐν τοιούτοις καί τοσούτοις κακοῖς μέσον στρέφεσθαι».

Ταῦτα τοίνυν καί τούτων πλείονα ἔδει σε ὑφορᾶσθαι καί παρακαλεῖν μή κατελθεῖν σε ἀπό τοῦ οὐρανοῦ πρός τά ὧδε καί πρός τήν γῆν. Εἰ δέ καί αὖθις πρός σέ εἶπεν, ἀποδεξάμενός σου τήν ἀγάπην καί τήν ταπείνωσιν, ὁ φιλάνθρωπος καί πανάγαθος βασιλεύς· «Μή φοβοῦ φησίν. Ἐπεί γάρ ὑπεσχόμην συνεῖναί σοι, ὑπ’ οὐδενός κυριευθήσῃ τῶν ἐναντίων ἁπάντων· ἕξεις γάρ με ἐν παντί βοηθόν καί μειζόνως καί ἐκεῖ κάτω δοξάσω σε καί ὧδε πάλιν ἐπανελεύσῃ μετά μείζονος καί περιφανεστέρας λαμπρότητος καί εἰς τούς ἀτελευτήτους αἰῶνας συμβασιλεύσεις μοι», οὐδέ τότε θαρρῆσαι ἤ ἀμεριμνῆσαι ὅλως ἐχρῆν σε, ἀλλά μετά φόβου καί τρόμου, ὡς ἀπό ὕψους πρός βάθος που φρέατος βαθυτάτου καταφερόμενος, ἑρπετῶν παντοίων καί θηρίων ὄντος μεστοῦ, οὕτω τῇ μητροπόλει ἤ τῇ πατριαρχίᾳ ἤ τινι ἑτέρᾳ ἐπιβῆναι ἀρχῇ, ἐπισκοπῆς τυχόν ἤ προστασίας λαοῦ.

Εἰ δέ μή τοιοῦτον οἷον ὁ λόγος ἀνεζωγράφησε σεαυτόν εἶναι ὁμολογεῖς, ἀλλ’ ὡς πρός ὕψος ἀνέρχεσθαί σε ἀπό τῶν κάτω μᾶλλον δοκεῖς, ὤ τῆς τόλμης, ὤ τῆς σκοτώσεως, ὤ τῆς ἐσχάτης ἀγνοίας. Οὐ γάρ ἀνθρώπων εἰσί ταῦτα λογικῶν τά νοήματα καί φρονήματα, ἀλλά ἀνοήτων καί ἐθνικῶν, ἤ μᾶλλον εἰπεῖν νεκρῶν, οὐ βλεπόντων, οὐκ αἰσθανομένων, οὐ ζώντων, οὐκ εἰδότων ὅλως Θεόν καί τί ἐστι τό μέλλον ὑποδέξασθαι ἡμᾶς κριτήριον τοῦ Θεοῦ. Ὅτι μέν οὖν τό προΐστασθαι ποίμνης καί ὑπέρ σωτηρίας μεριμνᾶν τῶν πλησίον ἡμῶν ὠφέλιμον, ὡς ἀγάπης τελειωτικόν τῆς νόμου καί τῶν προφητῶν οὔσης κεφάλαιον, οὐδείς ἀντερεῖ· καί γάρ καί τῷ Πέτρῳ ὁ Χριστός, τρίτον ἐρωτήσας εἰ φιλοῖτο πρός αὐτοῦ, κἀκείνου «Ναί, Κύριε,» εἰρηκότος «σύ οἶδας ὅτι φιλῶ σε», «Ποίμανε, φησίν, εἰ φιλεῖς με, τά πρόβατά μου» πρός αὐτόν ἀνθυπέφερεν. Ὅτι δέ οὐκ ἀσκόπως οὐδέ παντί τῷ τυχόντι ταύτῃ τῇ διακονίᾳ ἐπιπηδᾶν χρή, ἀλλά μετά περισκέψεως ἀκριβοῦς καί φόβου τοῦτο ποιεῖν, πάντῃ που δῆλον τοῖς μή τελείως ἐσκοτισμένοις τόν τῆς ψυχῆς ὀφθαλμόν. Πολλοί γάρ, οὐδέ αὐτό τοῦτο εἰδότες τό ῥῆμα ὅπερ ἐστίν, οὐδέ τόν τρόπον ἐπιστάμενοι ὁποῖός ἐστι καθ’ ὅν ὁ Κύριος τῷ Πέτρῳ προσέταξε ποιμαίνειν τά αὐτοῦ πρόβατα, φεῦ, ἐπιβαίνουσι τολμηρῶς τῇ ἀρχῇ, καί τῇ ποίμνῃ τοῦ Χριστοῦ ἀναιδῶς ἐπιστατεῖν οὐκ αἰσχύνονται.

Ἀλλ’ ἴδωμεν, εἰ δοκεῖ, καί σκοπήσωμεν τί τό ῥῆμα τοῦτο καί τίς ἡ δύναμις αὐτοῦ. Λέγοντος αὐτό τοῦ Κυρίου τῷ Πέτρῳ «Ποίμανε, φησί, τά πρόβατά μου», περί προστασίας ἆρα λέγει βιωτικῆς, ἀλλά περί φροντίδος πραγμάτων ἤ χρημάτων τοῦ βίου, αὐτῶν δηλαδή τῶν λογικῶν προβάτων αὐτοῦ, ὅπως ἄν σῷα τῇ ἐκείνου ἐπιμελείᾳ διατηροῖντο ἤ καί εἰς ἐπίδοσιν ἔρχοιντο; Ἆρα μή περί τροφάς τάς αὐτῶν ἀσχολεῖσθαι καί παρέχειν λέγει αὐτοῖς τά ἐνδύματα; Μή ξένους ὄντας ὑπό στέγην ἄγειν τήν ἑαυτοῦ ἤ ἀσθενοῦσι διακονεῖν ἤ τούς πιστούς ἅπαντας συναχθέντας ἐπί τό αὐτό ἀναγκάζεσθαι προστάσσει τῷ ἀποστόλῳ μεριμνᾶν τά πρός τροφήν αὐτοῖς καί ἔνδυσιν ἐπιτήδεια; Οὔμενουν οὐδαμῶς· οὐδέν γάρ τούτωνπροσέταξεν αὐτῷ ὁ Θεός. Πόθεν τοῦτο δῆλον; Ἀπ’ αὐτῶν τῶν τοῦ Κυρίου ῥημάτων· λέγει γάρ πρός τούς ἀποστόλους αὐτοῦ· «Μή κτήσησθε χρυσόν, μηδέ ἄργυρον, μή ῥάβδον, μή πήραν, μήτε δύο χιτῶνας». Ὁ οὖν αὐτοῖς νομοθετῶν μηδέν ὅλως κεκτῆσθαι, πῶς ἄν ἄλλοις μεταδιδόναι ἤ περί τοιούτων μεριμνᾶν ὅλως κελεύσειε; Καί πάλιν «Βλέπετε» φησίν «μήποτε βαρυνθῶσιν αἱ καρδίαι ὑμῶν ἐν κραιπάλῃ καί μέθῃ καί μερίμναις βιωτικαῖς», καί αὖθις· «Ἐργάζεσθε μή τήν βρῶσιν τήν ἀπολλυμένην, ἀλλά τήν βρῶσιν τήν μένουσαν εἰς ζωήν αἰώνιον», οὐ πρός ἐκείνους μόνους ἀλλά καί ἡμᾶς δι’ ἐκείνων ταῦτα νομοθετῶν καί προστάσσων, μᾶλλον δέ καί ἕτερα τούτων πλείονα. Καί γάρ εἰπών· «Μή μεριμνήσητε τῇ ψυχῇ ὑμῶν τί φάγητε ἤ τι πίητε, μηδέ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε. Καταμάθετε δέ τά κρῖνα τοῦ ἀγροῦ πῶς αὐξάνει· οὐ κοπιᾷ, οὐδέ νήθει», καί μετ’ ὀλίγα φησί· «Μή οὖν μεριμνήσητε λέγοντες· Τί φάγωμεν ἤ τί πίωμεν· ταῦτα γάρ πάντα τά ἔθνη ἐπιζητεῖ. Οἶδε γάρ ὁ Πατήρ ὑμῶν ὁ οὐράνιος ὅτι χρῄζετε τούτων ἁπάντων. Ζητεῖτε δέ πρῶτον τήν βασιλείαν τοῦ Θεοῦ καί τήν δικαιοσύνην αὐτοῦ καί ταῦτα πάντα προστεθήσεται ὑμῖν· μή οὖν μεριμνήσητε περί τῆς αὔριον». Ταῦτα τοιγαροῦν καί ἕτερα πλείονα τούτων εἰπών πρός αὐτούς, ὕστερον ἐπήγαγε καί φησιν· «Ἅ δέ λέγω ὑμῖν πᾶσι λέγω».

Ὁ οὖν τινα περί τῆς αὔριον μή συγχωρῶν μεριμνᾶν, ἀλλά μόνην κελεύων ζητεῖν τήν βασιλείαν τοῦ Θεοῦ καί τήν δικαιοσύνην αὐτοῦ, πῶς ἄρα τῶν αὐτοῦ προσταγμάτων ἀπ’ ἐναντίας τῷ ἀποστόλῳ ποτέ προσέταξε μεριμνᾶν τά εἰς διατροφήν καί ἔνδυσιν τῶν προβάτων αὐτοῦ, ἤ περί προστασίας καί ἐκδικήσεως αὐτῶν τε καί τῶν ὑπαρχόντων αὐτοῖς; Οὐδαμῶς· καί τοῦτο διά τῶν ἑξῆς εἰρημένων δηλοῖ· φησί γάρ· «Ἰδού ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων», καί πάλιν· «Ἐγώ δέ λέγω ὑμῖν μή ἀντιστῆναι τῷ πονηρῷ· ἀλλ’ ὅστις σε ῥαπίσει εἰς τήν δεξιάν σιαγόνα, στρέψον αὐτῷ καί τήν ἄλλην· καί τῷ θέλοντί σοι κριθῆναι καί τόν χιτῶνα λαβεῖν, ἄφες αὐτῷ καί τό ἱμάτιον· καί τῷ αἴροντι τά σά μή ἀπαίτει». Ὁ τοίνυν ὡς πρόβατα ἐν μέσῳ λύκων τούς αὐτοῦ μαθητάς ἐκπέμψας καί αὐτοῖς καί δι’ αὐτῶν ἡμῖν νομοθετήσας τῷ τύπτοντι εἰς τήν δεξιάν σιαγόνα καί στρέφειν αὐτῷ καί τήν ἄλλην, καί τῷ θέλοντι κριθῆναι καί λαβεῖν ἡμῶν τόν χιτῶνα ἀφεῖναι τούτῳ καί τό ἱμάτιον καί μή ἀπαιτεῖν τῷ αἴροντι τά ἡμέτερα, πῶς περί ἐκδικήσεως ὅλως γηΐνου τινός πράγματος τῷ ποιμαίνειν μέλλοντι τά πρόβατα αὐτοῦ προσέταξεν, ἤ μερίμνης βιωτικῆς ποσῶς ἅπτεσθαι, ἤ τά πρόβατα εἰς τοιαύτας ἐμβάλλειν φροντίδας καί ἐγχειρήσεις, ὧν αὐτός πρῶτος ὁ ποιμήν προσετάγη ἀπέχεσθαι; Οὐδαμῶς. Καί τοῦτο μετά τήν εἰς οὐρανούς τοῦ Κυρίου ἀνάληψιν αὐτοῖς ἔργοις οἱ ἀπόστολοι ἐβεβαίωσαν. Οὐ μόνον γάρ οὐδέν ὅλως εἰς χρείαν αὐτῶν τε καί τῶν παρ’ αὐτοῖς μαθητευομένων ἐφρόντισαν, ἀλλ’ οὐδέ αὐτά τά παρά τῶν πιστευόντων εἰς τόν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν προσφερόμενα καί παρά τούς πόδας αὐτῶν προτιθέμενα χρήματα ὅλως αὐτοί καταδέξαντο διοικεῖν καί τήν τῶν ἀδελφῶν πρόνοιαν εἰς τροφάς καί ἐνδύσεις ποιεῖσθαι. Εἶπον γάρ, φησί, πρός τόν λαόν· «Οὐ δίκαιόν ἐστιν ἡμᾶς καταλείψαντας τόν λόγον τοῦ Θεοῦ διακονεῖν τραπέζαις. Καταστήσωμεν δέ ἐπί τούτῳ ἄνδρας ἱκανούς, ἡμεῖς δέ τῇ εὐχῇ καί τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσωμεν».

Ἐπεί οὖν ἀποδέδεικται μηδέν ὅλως περί γηΐνου πράγματος προστετάχθαι μεριμνᾶν ἡμᾶς μηδέ περί αὐτῆς τῆς ἀναγκαίας χρείας ἡμῶν, μήτε δέ διεκδικεῖν ἤ ἡμᾶς αὐτούς ἤ τούς ἀδελφούς ἡμῶν ἀδικουμένους καί ἐπηρεαζομένους παρά τινων, φέρε δή ἐξετάσωμεν τί ἐστι τό ῥηθέν παρά τοῦ Κυρίου τῷ κορυφαίῳ τῶν ἀποστόλων· «Εἰ φιλεῖς με, φησί, πλεῖον τούτων, ποίμαινε τά πρόβατά μου». Οἶδα δέ ὅτι ἐκ τῶν εἰρημένων σαφές τοῦτο γέγονε καί πολλοί τῶν συνετῶν ἴσως ἔγνωσαν ἤδη τοῦ λόγου τήν δύναμιν, ἀλλά δεῖ καί ἡμᾶς διά τούς ἀγνοοῦντας μικρά τινα πρός τήν ὑμετέραν ἀγάπην εἰπεῖν.

Οὐδέν τοιγαροῦν ἕτερόν ἐστι τό ποιμαίνειν εἰ μή ἡ διά τοῦ λόγου καί τῆς διδασκαλίας τῶν ποιμαινομένων ἐπιμέλεια· καί τοῦτο αὐτός ἔδειξεν ὁ Χριστός οὕτως τῷ Πέτρῳ εἰπών· «Ποσάκις ᾐτήσατο ὁ Σατανᾶς σινιᾶσαί σε ὡς τόν σῖτον; Κἀγώ ἐδεήθην περί σοῦ, ἵνα μή ἐκλείπῃ ἡ πίστις σου». Εἶτα προσέθετο καί τοῦτο εἰπεῖν πρός αὐτόν· «Καί σύ οὖν ἐπιστρέψας ποτέ, στήριξον τούς ἀδελφούς σου». Τί οὖν ἐστι τό «στήριξον τούς ἀδελφούς σου»; Ἐκ τοῦ εἰς σέ, φησίν, ὑποδείγματος, πληροφόρησον μηδέποτε εἰς ἀπόγνωσιν καταστρέφεσθαι, εἴ τι δ’ ἄν καί συμβῇ αὐτοῖς ἁμαρτῆσαι. Τί γάρ χεῖρον, φησί, τοῦ ἀρνήσασθαί με τόν τῶν ἁπάντων δεσπότην; Ἀλλά μεταμεληθέντα καί πικρῶς κλαύσαντα εὐθύς τῆς συμπαθείας σε ἠξίωσα καί ἀπαρρησίαστον ὄντα πρός ἐμαυτόν μετά καί τῶν λοιπῶν μαθητῶν ἐν τῷ ὄρει ἐκάλεσα καί οὐδέ λόγῳ σοι μόνῳ ὑπέρ τούτου ὠνείδισα. Λοιπόν οὖν καί σύ ἐπιστρέψας στήριξον τούς ἀδελφούς σου· ποίμανον τά πρόβατά μου. Ποιμανεῖς δέ οὐκ ἐν τῷ εἰσάγειν καί ἐξάγειν ἀπό νομῶν εἰς νομάς καί εὔτροφα καί πίονα ταῦτα τῷ σώματι συντηρεῖν, οὐδ’ ἐν τῷ περικλείειν φραγμοῖς καί τοίχοις, ἀλλ’ ἐν τῷ διδάσκειν αὐτά τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν, οὐ τά μέν τηρεῖν, τῶν δέ καταφρονεῖν, ἀλλά πάντα φυλάττειν ὅσα ἐνετειλάμην ὑμῖν. «Πορευθέντες γάρ, φησί, μαθητεύσατε πάντα τά ἔθνη, βαπτίζοντες αὐτούς εἰς τό ὄνομα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, διδάσκοντες αὐτούς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν». Καί ἐπιφέρει· «Ὁ πιστεύσας καί βαπτισθείς σωθήσεται, ὁ δέ ἀπιστήσας κατακριθήσεται».

«Ποίμανε τά πρόβατά μου». Ὁ ποιμήν τῶν ἀλόγων προβάτων οὐ γεωργίας, οὐ πραγματείας, οὐκ οἰκίας, οὐκ εὐθηνουσῶν τραπεζῶν, οὐ δόξης, οὐ τιμῆς φροντίζει· οὐδέν ἑτερον τῶν βιωτικῶν μεριμνᾷ πραγμάτων, οὐδέ ἀντέχεσθαι τούτων ὅλως ἀνέχεται, ἀλλά καί οἰκίαν καί γυναῖκα καί τέκνα καταλιπών, ὅλην ἐν τῇ ἑαυτόῦ ποίμνῃ τήν σπουδήν ἐπιδείκνυται, ἀγρυπνῶν ἐπ’ αὐτῇ καί μακράς ἀποδημίας στελλόμενος, μή κλίνην ἔχων, μή στρωμνήν ἐπιφερόμενος, ἀλλ’ ὑποφέρων αἴθριος τόν καύσωνα τῆς ἡμέρας καί τόν παγετόν τῆς νυκτός ὑπομένων διανυκτερεύει, ἀνέμοις καί κρυμῷ καί ἀέρι προσπαλαίων ἀεί, καί τῆς παραφυλακῆς καί ἐπιμελείας αὐτῶν οὐκ ἀφίσταται. Σοί δέ ἔξεστι καί ἐν οἰκίᾳ καί ἐν ὁδῷ καί ἐπί κλίνης καί στρωμνῆς καί ἐπί τραπέζης αὐτῆς παρακειμένῳ ποιμαίνειν τά πρόβατά μου· πῶς; Διδάσκων αὐτά τήν εἰς ἐμέ πίστιν ἀθόλωτον ἔχειν καί εἰλικρινῆ καί ἀδίστακτον, ἀγαπᾶν με ἐξ ὅλης αὐτῶν τῆς ψυχῆς, ἐξ ὅλης τῆς διανοίας, ὡς αὐτούς οὕτως κἀγώ ἠγάπησα. Ὑπέρ αὐτῶν γάρ ἔθηκα τήν ψυχήν μου καί ἀπέθανον. Πρόθες αὐτοῖς ἀντί νομῆς ἀλόγου τήν τῶν ἐμῶν ἐντολῶν ζωοποιόν τροφήν· δίδαξον αὐτούς διά τῆς ἐργασίας τούτων καί ἐκπληρώσεως τήν ἐξ αὐτῶν μετάληψιν γίνεσθαι· νουθέτησον καί παρακάλεσον αὐτούς οὕτως καθ’ ὥραν ἐμπίπλασθαι, ἵνα ἐξ αὐτῶν ἀεί κεκορεσμένοι ὦσι καί ἐμπεπλησμένοι τῶν ἐμῶν ἀγαθῶν. Ὁποῖα δέ τά ἐμά ἀγαθά καί διά ποίων τῶν πράξεων κτῶνται, ὑποθήσεις αὐτοῖς λέγων ταῦτα. Πωλήσατε τά ὑπάρχοντα ὑμῶν καί δότε ἐλεημοσύνην· ποιήσατε ὑμῖν βαλάντια μή παλαιούμενα, θησαυρόν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς. Ἀγαπᾶτε τούς ἐχθρούς ὑμῶν· εὔχεσθε ὑπέρ τῶν ἐπηρεαζόντων ὑμᾶς. Καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς. Μηδείς ὑμῶν κακόν ἀντί κακοῦ ἀποδῷ τινι. Ἄφετε καί ἀφεθήσεται. Ἐάν γάρ μή ἀφῆτε τοῖς ἀνθρώποις τά παραπτώματα αὐτῶν, οὐδέ ὁ Πατήρ ὑμῶν ὁ οὐράνιος ἀφήσει ὑμῖν τά παραπτώματα ὑμῶν. Πτωχεύσατε τοῖς χρήμασιν, ἵνα πλουτήσετε πνεύματι· καταφρονήσατε τῆς κάτω δόξης, ἵνα τῆς ἐν οὐρανοῖς ἀπολαύσητε.

Δύο τοίνυν πραγμάτων ἡμῖν προκειμένων, ζωῆς φημί καί θανάτου, καί δύο κόσμων, τοῦ ὁρωμένου καί λυομένου καί τοῦ ἀοράτου καί αἰωνίου καί ἀκαταλύτου, τοῦ ἐνεστῶτος καί τοῦ μέλλοντος, καί δύο τῶν ἐνεργούντων ἐπ’ αὐτοῖς ὄντων, ἀντικαθισταμένων ἀπ’ ἐναντίας ἀλλήλοις, Θεοῦ λέγω καί τοῦ ἀντικειμένου αὐτῷ διαβόλου, καί τοῦ μέν σῴζειν σπουδάζοντος καί πρός ζωήν καί βασιλείαν αἰώνιον ἡμᾶς προσκαλουμένου, τοῦ δέ τῆς ἀπωλείας ἡμῶν καί τοῦ θανάτου ἐπιθυμοῦντος καί ὠρυομένου καθ’ ἑκάστην καί τίνα καταπίῃ διά τῆς τῶν προσκαίρων τούτων ἀπολαύσεως ζητοῦντος καί τῆς αἰωνίου κολάσεως ὑπεύθυνον ἀπεργάσεται, φεύγειν ἡμᾶς δεῖ τόν πονηρόν ἐχθρόν καί πολέμιον καί πρός τό σῴζοντα καταφεύγειν Δεσπότην καί τήν παρ’ ἐκείνου ἐπικαλεῖσθαι βοήθειαν, ἵνα μή ὑπό τοῦ ἄρχοντος τοῦ σκότους κατακυριευθῶμεν καί γενώμεθα ὑπό τάς παγίδας αὐτοῦ, δουλεύοντες αὐτῷ καί τῇ ἁμαρτίᾳ. Καί ὅτι μέν ἄρχων τοῦ κόσμου καί τοῦ αἰωνίου σκότους ὁ διάβολός ἐστιν, ἄκουσον αὐτοῦ τοῦ Χριστοῦ λέγοντος· «Ἰδού ὁ ἄρχων τοῦ κόσμου ἔρχεται καί ἐν ἐμοί εὑρήσει οὐδέν». Ἄρχων δέ οὐχ ὡς ἐξουσιαστής ἤ δεσπότης τοῦ κόσμου λέγεται - ἄπαγε τῆς βλασφημίας, ὅς οὐδέ κατά χοίρων ἔχει τήν ἀξουσίαν -, ἀλλ’ ὡς τούς ἐν αὐτῷ προσηλωμένους διά τῆς ἐπιθυμίας τῶν ἐν αὐτῷ χρημάτων καί πραγμάτων καταδουλούμενος καί κατεξουσιάζων αὐτῶν. Ἄρχων δέ τοῦ σκότους λέγεται, ὡς ἀρχῆθεν μέν αὐτός ἐκπεσών τοῦ φωτός διά τῆς ἐπάρσεως καί κληρονόμος αἰωνίως τοῦ σκότους ἐσόμενος. Ὁ δέ Θεός καί δεσπότης ἡμῶν, ὡς κτίστης καί δημιουργός ὤν τῶν ἁπάντων, φυσικῶς καί ἐξουσιαστικῶς ἄρχει πάντων τῶν ἐπουρανίων καί ἐπιγείων καί καταχθονίων, φῶς ὤν ἀνέσπερον καί ἀπρόσιτον, Κύριος πάντων καί τῶν ἐνεστώτων καί μελλόντων. Οἱ οὖν αὐτῷ πειθόμενοι καί τάς ἐντολάς αὐτοῦ ἀπαρατρώτους φυλάσσοντες καί τῶν προσκαίρων ἐν ἀπολαύσει συμμέτρῳ γινόμενοι καί εὐχαρίστως μετ’ ἐγκρατείας τούτων μεταλαμβάνοντες, ἀπ’ αὐτῶν ἤδη τούτων τῶν ὁρωμένων πρός τά ἄφθαρτα καί εἰώνια ἀνάγονται, ὡς τῷ βασιλεῖ καί Θεῷ τῶν ἁπάντων ὑποταγέντες καί τά προστάγματα τετηρηκότες αὐτοῦ. Ὅσοι δέ τά ἐναντία τῶν τούτου ἐντολῶν διαπράξονται, μετά τοῦ ἀντικειμένου εὑρίσκονται ταττόμενοι, Θεοῦ γινόμενοι πολέμιοι ἄντικρυς, καθώς αὐτός φησιν ὁ Σωτήρ· «Ὁ μή ὤν μετ’ ἐμοῦ κατ’ ἐμοῦ ἐστι καί ὁ μή συνάγων μετ’ ἐμοῦ σκορπίζει».

Μηδείς τοιγαροῦν, ἀγαπητοί, τῷ ἄρχοντι τοῦ σκότους καί κοσμοκράτορι προστεθῇ· μηδείς μετ’ αὐτοῦ ταχθῇ· μηδείς κατά τοῦ Σωτῆρος ἡμῶν καί Θεοῦ τῷ διαβόλῳ σύν τοῖς ἀγγέλοις αὐτοῦ στρατευθῇ· μηδείς κατά τῆς ἑαυτοῦ ψυχῆς γένηται, μηδέ ὅπως τό αἰώνιον κληρονομήσῃ πῦρ ἀγωνίσηται· μή, παρακαλῶ, μή, τέκνα καί πατέρες καί ἀδελφοί. Φοβερόν ἐστι γενέσθαι ἡμᾶς πολεμίους Θεοῦ καί μόνον ἀκουόμενον. Πῶς δέ ἔστι στρατεύσασθαι κατά τοῦ Χριστοῦ καί ὑπέρ τῆς ἑαυτοῦ ἀπωλείας τινά ἀγωνίσασθαι ἔνθεν ἐρῶ. Ἐάν δικαίως ἤ ἀδίκως ὑβρίσῃ σέ τις ἤ λοιδορήσῃ ἤ ἐνδιαβάλῃ, καί μή πρᾴως φέρῃς τήν ἀτιμίαν, ἤ λυπηθείς καί δηχθείς τήν καρδίαν μή ὑπενέγκῃς καί χαλινώσῃς σου τῆς ψυχῆς τάς κινήσεις, ἀλλ’ ἤ ἀνθυβρίσῃς τόν σέ ὑβρίσαντα ἤ λοιδορήσῃς ἤ ἕτερόν τι εἰς αὐτόν ἐναντίον διαπράξῃς, ἤ πάλιν τούτων μέν οὐδέν εἰς αὐτόν ἀπεργάσῃ, ἀπέλθῃς δέ μῆνιν κατ’ αὐτοῦ ἔχων ἐν τῇ καρδίᾳ σου καί μή ἐξ ὅλης ἀφῇς αὐτῷ τῆς ψυχῆς καί ἀπό καρδίας σου εὔξῃ ὑπέρ αὐτοῦ, ἰδού ἐστρατεύσω μέν κατά τοῦ Χριστοῦ, ἀπ’ ἐναντίας ποιῶν τῶν προσταγμάτων αὐτοῦ καί πολέμιος ἐγένου αὐτοῦ, ἀπώλεσας δέ καί τήν ἑαυτοῦ ψυχήν, ἐπισφραγίσας καί ἐπικυρώσας τάς προσγεγενημένας σου ἁμαρτίας καί ἀνεξαλείπτους ταύτας ἀπεργασάμενος. Ἐάν τίς σε πάλιν ῥαπίσῃ εἰς τήν δεξιάν σιαγόνα, εἶτα μή στρέψῃς αὐτῷ καί τήν ἄλλην, ἀλλά μᾶλλον ἀντιτύψῃς αὐτόν, γέγονας μέν στρατιώτης καί ὑπουργός τοῦ ἀντικειμένου Σατᾶν, ἔτυψας δέ οὐ τόν ἀδελφόν μόνον, ἀλλά καί δι’ αὐτοῦ τόν εἰπόντα μή τύψαι, προσθεῖναι δέ καί τήν ἑτέραν μᾶλλον αὐτῷ. Ἐάν δέ τις χρυσίον ἀφέληται ἀπό σοῦ ἤ ἕτερόν τι λαθραίως ἤ φανερῶς, δανεισάμενος τυχόν ἤ ἁρπάσας αὐτό, εἶτα δοῦναί σοι αὐτό μή βούληται, κακοπραγῶν ἤ καί ἀπορῶν,σύ δέ μή ὑπενέγκῃς εὐχαρίστως καί ἀμνησικάκως, ἀλλά σύρεις εἰς δικαστήρια τόν ἀφελόμενον τοῦτο καί συνηγόρους μισθοῦσαι, βοήθειαν τήν ἐξ ἀνθρώπων ζητῶν, καί δικαστηρίῳ παρίστασαι, ἀνιώμενος, λυπούμενος, ἄγων καί σύρων τόν ἀδελφόν, ὄρκοις καί ἐπιορκίαις χρώμενος καί παρασκεύαζων ὀμνύναι καί ἐπιορκεῖν τοῦτον καί ψεύδεσθαι, ὅ τῶν ἄλλων ἁπάντων χεῖρόν ἐστι, καί πρός τούτοις φυλακαῖς παραδίδως αὐτόν καί πάντα ποιεῖς καί πράττεις, ὥστε τά χρεωστούμενά σοι λαβεῖν , πῶς οὐχί φανερῶς καί σεαυτοῦ πολέμιος εἶς;

Ὁ γάρ κελευόμενος τούς ἐν φυλακῇ ἐπισκέπτεσθαι καί τό κατά δύναμιν τούτοις διακονεῖν, τῷ αἴροντι τά σά μή ἀπαιτεῖν καί τῷ θέλοντί σοι κριθῆναι καί τόν χιτῶνα λαβεῖν ἀφιέναι τούτῳ καί τό ἱμάτιον, οὐ μόνον δέ, ἀλλά καί τήν ἰδίαν τιθέναι ψυχήν εἰς θάνατον ὑπέρ τῆς τοῦ Θεοῦ ἐντολῆς, ὅταν ὑπέρ χρημάτων ἀπολλυμένων δικάζῃ, παραβαίνων τήν πρόσταξιν τοῦ Θεοῦ, λυπούμενος, ἀνιώμενος καί φυλακαῖς καθυποβάλλων τόν ἀδελφόν σου, οὐχί προδήλως μαίνῃ, Θεόν παροργίζων καί αὐτῷ πολεμῶν καί σεαυτόν ἀποστερῶν τῆς αἰωνίου ζωῆς; Ὁ οὖν θέλων ποιμαίνειν τό τοῦ Χριστοῦ ποίμνιον καί τά τούτου πρόβατα βόσκειν διά τῆς διδασκαλίας τῶν εἰρημένων, ὡς ἄν εὔτροφα τῇ δικαιοσύνῃ καί πολυτόκα ταῦτα ποιήσῃ, πῶς ἄρα δύναται ἀγρούς μεριμνᾶν ἐπί τό αὐτό καί φροντίδα κτημάτων ποιεῖσθαι, διεκδικεῖν τε ταῦτα καί ἀποσοβεῖν τούς ἀδικεῖν βουλομένους καί ἐπηρεάζειν αὐτά, καί ποτέ μέν προσέρχεσθαι δικασταῖς, ποτέ δέ ἀντιλογίαις καί ψεύδει ἀνθίστασθαι, ἐσθ’ ὅτε καί αἴτιος ὅρκων καί ἐπιορκιῶν γίνεσθαι; Ἀνάγκη γάρ, κἄν αὐτός ἀληθεύῃ, τούς ἀντιδίκους ψεύδεσθαι καί ὀμνύειν καί ἐπιορκεῖν φανερῶς. Εἰ δέ ταῦτα οὕτω συμβαίνουσι γίνεσθαι, πῶς ἔσται φορητά τῇ φιλοθέῳ ψυχῇ, ἤ πῶς αὐτά τῷ εἰπόντι Θεῷ ἀρεστά· «Ἐγώ δέ λέγω ὑμῖν μή ὀμόσαι ὅλως, ἀλλ’ ἔστω ὑμῶν τό ναί, ναί, καί τό οὔ, οὔ· τό γάρ πλεῖον τούτου ἐκ τοῦ πονηροῦ ἐστι», καί πάλιν· «Ἀμήν, ἀμήν, λέγω ὑμῖν ὅτι πᾶν ῥῆμα ἀργόν ὅ ἐάν λαλήσωσιν οἱ ἄνθρωποι, λόγον δώσουσι ὑπέρ αὐτοῦ ἐν ἡμέρᾳ κρίσεως»;

Μή δή οὖν, εἴ γε πείθεσθαι τῇ ἀληθείᾳ Χριστῷ καί τοῖς λόγοις τούτοις πείθομεν ὑμᾶς ἀνθρώπους ὄντας, ταῖς ἀρχαῖς καί ταῖς τῶν ἄλλων ἐπιτρέχετε προστασίαις διά δόξαν ἀνθρωπίνην καί τρυφήν καί ἀπόλαυσιν σώματος, τό κρῖμα τοῦ Θεοῦ δεδοικότες καί τήν φρικτήν ἐκείνην ἀπόφασιν ἥν διά τοῦ προφήτου Ἰωήλ ὁ Θεός κατά τῶν ἀναξίων ποιμαινόντων τά πρόβατα αὐτοῦ ἀπεφήνατο· «Τάδε λέγει, φησίν, Ἀδωναΐ Κύριος· Ὦ ποιμένες Ἰσραήλ, μή βόσκουσιν οἱ ποιμένες ἑαυτούς; Οὐχί τά πρόβατα βόσκουσιν οἱ ποιμένες; Ἰδού τό γάλα κατεσθίετε καί τά ἔρια περιβάλλεσθε καί τό παχύ ἐσφάζετε καί τά πρόβατά μου οὐκ ἐβόσκετε. Τό ἠσθενηκός οὐκ ἐνισχύσατε καί τό ἄρρωστον οὐκ ἰάσασθε καί τό συντετριμμένον οὐ κατεδήσατε καί τό κακῶς ἔχον οὐκ ἐσωματοποιήσατε καί τό πλανώμενον οὐκ ἐπεστρέψατε καί τό ἀπολωλός οὐκ ἐπεζητήσατε καί τό ἰσχυρόν κατειργάσασθε μόχθῳ καί ἐν κράτει ἐπαιδεύσατε αὐτά καί ἐν παιγνίῳ καί διεσπάρη τά πρόβατά μου διά τό μή εἶναι ποιμένας». Καί μετ’ ὀλίγα· «Τάδε λέγει Ἀδωναΐ Κύριος· Ἰδού ἐγώ ἐπί τούς ποιμένας καί ἐκζητήσω τά πρόβατά μου ἐκ τῶν χειρῶν αὐτῶν καί καταπαύσω αὐτούς τοῦ μή ποιμαίνειν τά πρόβατά μου». Καί πάλιν· «Καί ὁ σκοπός ἐάν ἴδῃ τήν ῥομφαίαν ἐρχομένην καί μή σαλπίσῃ τῇ σάλπιγγι καί ἐπελθοῦσα ἡ ῥομφαία λάβῃ ἐξ αὐτῶν ψυχήν, αὕτη μέν διά τήν αὐτῆς ἁμαρτίαν ἐλήφθη, τό δέ αἷμα αὐτῆς ἐκ τῆς χειρός τοῦ σκοποῦ ἐκζητήσω». Φοβερά ταῦτα καί φρίκης ἁπάσης, ὦ ἀδελφοί.

Διά δή τοῦτο σπουδάσωμεν ποιμᾶναι μᾶλλον πρότερον καλῶς ἑαυτούς ὡς Χριστοῦ ποίμνιον, ὡς βασίλειον ἱεραύτεμα, καί καθυποτάξαι τήν σάρκα τῷ πνεύματι, ἵνα μή τό κρεῖττον ἐν ἡμῖν ὑπό τοῦ χείρονος ἐκνικᾶται. Καί ὁπόταν εἰς τόν τῆς ταπεινοφροσύνης βυθόν εἰσέλθωμεν καί τοῖς νάμασι ταύτης τῶν δακρύων τούς σπίλους τῆς ἁμαρτίας ἀπολουσώμεθα, κτησώμεθα δέ πρᾷον καί γαληνόν τό πνεῦμα ἐκ συντετριμμένου φρονήματος, ἐν πολλῇ τε δίψῃ τῆς τοῦ Θεοῦ δικαιοσύνης κορεσθῶμεν τῶν ἀπορρήτων ἀγαθῶν τῆς βασιλείας αὐτοῦ διά τῆς τοῦ Πνεύματος παρακλήσεως, εἶτα, σπλάγχνα οἰκτιρμοῦ καί συμπαθείας ἐντεῦθεν ἀναλαβόντες, κτησώμεθα καθαράν τήν καρδίαν ἐν ἀπαθείᾳ τελείᾳ καί ὀψόμεθα τό φῶς τοῦ Θεοῦ, αὐτό τό Πνεῦμα δηλονότι τό Ἅγιον ἐνεργοῦν καί λαλοῦν ἐν ἡμῖν τά κεκρυμμένα μυστήρια τῆς τοῦ Θεοῦ βασιλείας, ὡς τά διεστῶτα ἐν ἡμῖν εἰς ἕν ἐπισυνάψαντες φρόνημα διά τῆς βαθείας εἰρήνης, καί εἰρηνεύσωμεν πρῶτον ἡμᾶς αὐτούς καί σύμφωνον ὄργανον διά σώματος καί ψυχῆς ἀποτελέσωμεν ἑαυτούς ἐν ἑνί Πνεύματι τῷ Θεῷ, οὐ μόνον δέ, ἀλλ’ ὅταν καί ἐν πολλοῖς πειρασμοῖς, ἐν πολλαῖς θλίψεσι καί συμφοραῖς ὑπομείνωμεν τόν Χριστόν καί ἀνεχώμεθα διωκόμενοι καί βλασφημούμενοι παρακαλῶμεν καί καταρώμενοι εὐλογῶμεν, μή λογιζόμενοι τό κακόν ἐν μηδενί μηδαμῶς, ἀλλά πάντα στέγωμεν, πάντα ὑπομένωμεν, τό δοκίμιον ἡμῶν ἀσάλευτον τηροῦντες ἀπό τῆς ἀποβάθρας τῶν ἀρετῶν, καί οὕτως, διά πάντων καί ἐν πᾶσι τοῖς εἰρημένοις, ὅταν τήν κατά Χριστόν αὐξήσωμεν ἡλικίαν καί ἀναδράμωμεν εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, ἐν γνώσει τελείᾳ Θεοῦ καί ἐν σοφίᾳ τῶν ὑπό τοῦ παναγίου Πνεύματος χορηγουμένων λόγων καί μυστηρίων, τότε καί ἐπί τῇ τῶν ἄλλων ὠφελείᾳ ὡς δούλους ἐσχάτους ἑαυτούς ἐπιδώσωμεν, εἴ γε καί καλούμεθα ἄνωθεν, κατά τήν τοῦ Κυρίου φωνήν· «Ὁ θέλων εἶναι πρῶτος ἐν ὑμῖν, ἔστω πάντων δοῦλος καί πάντων διάκονος».

Ἔως δέ εἰς τοῦτο διά πολλῶν ἀγώνων οὐ φθάσωμεν, σχολάσωμεν, παρακαλῶ, ὑποτασσόμενοι τοῖς κατά Θεόν πατράσιν ἡμῶν καί αὐτῷ τῷ συνέχοντι πάντα Θεῷ, καθ’ ἑκάστην μετανοοῦν τες καί τοῖς κατά Θεόν δάκρυσι καθαιρόμενοι, ὡς ἄν δυνηθῶμεν γνῶναι Θεόν καί ὅτι ἀψευδής ἐστι τά ἐπηγγελμένα παρ’ αὐτοῦ διδόναι τοῖς ἀγαπῶσιν αὐτόν καί ποιοῦσιν αὐτοῦ τά θεῖα προστάγματα· ὅς καί καί ἀποδώσει ἑκάστῳ τόν μισθόν κατά τά ἔργα αὐτοῦ, ἡνίκα τήν βασιλείαν παραδώσει, τά πάντα ὑποταγέντα αὐτῷ τῷ Θεῷ καί Πατρί, ᾧ πρέπει πᾶσα δόξα, τιμή καί προσκύνησις, νῦν καί ἀεί καί εἰς τούς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων· ἀμήν.



Ἑπόμενο: ΛΟΓΟΣ ΙΒ΄. Εἰς τό ῥητόν τό λέγον τοῦ Ἀποστόλου· «Ἐξαγοραζόμενοι τόν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσί». Καί πῶς ἐξαγοράζεταί τις φρονίμως τόν καιρόν τῆς παρούσης ζωῆς.
Προηγούμενο: ΛΟΓΟΣ Ι ΄. Περί τῆς φοβερᾶς τοῦ Κυρίου ἡμέρας καί τῆς μελλούσης κρίσεως, ὅτι καί πρό τοῦ θανάτου ἐν ἡμῖν ἔνθεν ἤδη καθαιρομένοις διά δακρύων ἐνεργεῖται ἐν οἷς ἄν ἐγγένηται κατά τήν παροῦσαν ζωήν, κατά τήν μέλλουσαν οὐχ ὑπαντᾶ. Καί τίς ἐστιν ἡ ἡμέρα Κυρίου καί τίσιν αἴφνης ἀποκαλύπτεται. Καί ὅτι ἡ εἰς Χριστόν πίστις οὐ δύναται μόνη σῶσαι ἡμᾶς, εἰ μή καί Πνεύματος Ἁγίου γνωστῶς γενώμεθα μέτοχοι καί ὅτι οὐχί πάντες οἱ βαπτιζόμενοι διά τοῦ βαπτίσματος λαμβάνουσι τόν Χριστόν. Καί πῶς δύναταί τις γνῶναι εἰ περιφέρει ἐν αὐτῷ τόν Χριστόν καί Πνεύματος Ἁγίου γέγονε μέτοχος. Καί ἑρμηνεία ὡς ἐν παραδρομῇ εἰς τό « Ἐν ἀρχῇ ἦν ὁ Λόγος». Καί μακαρισμός εἰς τούς ἐξ ἀγώνων τήν ἐπιφοίτησιν δεξαμένους τοῦ Πνεύματος.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος