Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΙΓ΄. Εἰς τό ῥητόν τοῦ Ἀποστόλου· «Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός, ὁ δεύτερον ἄνθρωπος ὁ Κύριος ἐξ οὐρανοῦ». Καί πῶς τόν χοϊκόν ἀποτιθέμεθα ἄνθρωπον καί τόν Χριστόν ἐνδυόμεθα, συγγενεῖς αὐτοῦ καί ἀδελφοί χρηματίσαντες.
Προηγούμενο: ΛΟΓΟΣ ΙΑ '. Περί τῆς ζωοποιοῦ νεκρώσεως τοῦ Ἰησοῦ καί Θεοῦ τῆς ἀεί γινομένης εὐαισθήτως ἐν τοῖς τελείοις. Καί ὅτι ἡ κτῆσις τῶν ἀρετῶν αἵματι ἀγοράζεται· καί τίνα τῶν ἀρετῶν τά καταγώγια καί ὅτι ὁ μή διά τῆς πρώτης βαθμίδος κατά τάξιν εἰς τήν βασιλείαν τῶν οὐρανῶν ἀνερχόμενος οὐδαμῶς εἰσελεύσεται εἰς αὐτήν. Ὅτι ἐν τοῖς τελείοις χαρά καί ἀγαλλίασίς ἐστι, καί οὐ δάκρυον, καί βρύουσι τῆς θεολογίας τά ῥεῖθρα. Καί πρός τό τέλος, ὅτι δεῖ ἐπιπηδᾶν ταῖς ἀρχαῖς ἄνευ τῆς πληροφούσης τάς καρδίας ἡμῶν χάριτος, τῆς ἐπί τό ποιμαίνειν καλούσης τόν λαόν τοῦ Θεοῦ· καί τί τό ἔργον τῶν προϊσταμένων, τίς δέ ἡ περί τά λογικά πρόβατα φροντίς, καί πῶς ὀφείλουσι ταῦτα παρά τῶν ποιμένων ποιμαίνεσθαι.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

ΛΟΓΟΣ ΙΒ΄. Εἰς τό ῥητόν τό λέγον τοῦ Ἀποστόλου· «Ἐξαγοραζόμενοι τόν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσί». Καί πῶς ἐξαγοράζεταί τις φρονίμως τόν καιρόν τῆς παρούσης ζωῆς.

Οὐδέν οὕτως ἕτερον τῶν ἄλλων ἁπάντων ὠφελιμώτερον ψυχῇ, νυκτός καί ἡμέρας ἐν τῷ νόμῳ τοῦ Θεοῦ μελετᾶν αἱρουμένῃ, ὡς ἡ τῶν θείων Γραφῶν ἔρευνα. Ἐν αὐταῖς γάρ ἐγκεκρυμμένη οὖσα ἡ διάνοια τῆς τοῦ Πνεύματος χάριτος, ἡδονῆς ἁπάσης πληροῦσθαι ποιεῖ τήν νοεράν αὐτῆς αἴσθησιν, καί ὅλην ἀπό τῶν γηΐνων και τῆς τῶν ὁρωμένων ταπεινώσεως ἄρασα, ἀγγελοειδῆ ταύτην καί ἀγγέλοις αὐτοῖς ὁμοδίαιτον ἀπεργάζεται. Ἀλλά γάρ ἴδωμεν τί καθ’ ἑκάστην ἡμῖν ὁ θεῖος Ἀπόστολος ὁμιλεῖ καί τῶν αὐτοῦ θεοπνεύστων ῥημάτων τινά συνετῶς ἐξετάσωμεν, ἵνα καί τόν ἐν αὐτοῖς ἀποκείμενον πλοῦτον πλουτήσωμεν καί τήν τοῦ Πνεύματος χάριν ἐκεῖθεν τρυφήσωμεν εἰς ἀκένωτον εὐφροσύνην ψυχῆς καί ἀπόλαυσιν. Τί οὖν ἐστι τό παρ’ ἡμῶν ἐρευνώμενον; Ὅ παραινεῖ λέγων ὁ Παῦλος· «Ἐξαγοραζόμενοι τόν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν». Ἀλλ’ ἀπό τῶν βιωτικῶν πραγμάτων σκοπήσαντες, καί τοῦτο καλῶς καταμάθωμεν. Ὥσπερ γάρ πᾶς ἔμπορος καί χειροτέχνης καί γεωργός, ἀλλά μήν καί πᾶς τις ἄλλος ὁ τήν τυχοῦσαν μετερχόμενος τέχνην, σπουδῆς ὅτι μάλιστα καί ἐπιμελείας χρῄζει πολλῆς εἰς τό ἔργον αὐτοῦ, ὡς, ἐάν μικρόν χρόνον ἤ βραχεῖαν ὥραν ἀμελήσῃ, μεγάλην ὑφίσταται τήν ζημίαν, οὕτω καί ἐπί τῶν πνευματικῶν ἀγώνων καί ἔργων καί πράξεων συμβαίνει γίνεσθαι.

Ἀλλά γάρ ὡς ἐν ὑποδείγματι πρῶτον περί ἑνός τούτων τῶν ἐμπορευομένων εἴπωμεν λεπτομερέστερον πρός τήν ἀγάπην ὑμῶν. Ἐάν οἱ ἔμποροι πάντες πρός τήν πανήγυριν τρέχουσιν ἐμπορεύσασθαί τι καί κερδῆσαι ἀπό τῆς πραγματείας αὐτῶν, εἷς δέ τούτων τούς μέν βλέπειν προάγοντας αὐτοῦ, τούς δ’ ὄπισθεν αὐτοῦ ἐρχομένους καί σπουδῇ πολλῇ φθάζοντας αὐτόν, ἤ πρός τῆς οἰκίας αὐτοῦ καθεζόμενος ὁρᾷ διερχομένους αὐτούς καί πρός τήν πανήγυριν μετά σπουδῆς ἀπερχομένους, αὐτός ῥᾳστώνῃ καί ῥᾳθυμίᾳ κρατούμενος, οὐ μόνον δέ, ἀλλά καί μέθῃ καί τρυφῇ προσασχολούμενος καί φίλτρῳ πόρνης γυναικός ἐλεεινῶς κατεχόμενος, οὐ προαιρεῖται δραμεῖν εἰς τήν ἐμπορίαν, ἡμέραν ἐξ ἡμέρας ἀναβαλλόμενος, οὐχί οὗτοι μέν ἐξηγοράσαντο τόν καιρόν τῆς ζωῆς αὐτῶν, ἐμπορευσάμενοι καί μετά κέρδους μεγάλου ὑποστρέψαντες, ἐκεῖνος δέ ἀπώλεσεν αὐτόν, εἰς ἀνωφελῆ καί μάταια τοῦτον ἐξαναλώσας, εἶτ’ οὖν ἀπεμπολήσας αὐτόν; Εἰ δέ καί τήν πανήγυριν σύν αὐτοῖς καταλάβῃ καί πάντες μέν ἐκεῖνοι χρυσίον ἐπιφερόμενοι, εὐθύς πρός πραγματείαν χωρήσουσι καί ἄλλος μέν ἄλλο τι ἐξωνήσεται, δι’ οὗ κερδῆσαι ἐπ’ αὐτῷ ἐλπίζει, ἐκεῖνος δέ μηδέν ὅλως ἐπιφερόμενος περιτρέχει ζητῶν εὑρεῖν πόθεν καί δανείσασθαι, ἤ καί μετά τό εὑρεῖν χρυσίον, ἐάν ληθῇ ἡ πανήγυρις καί καταλειφθῇ ἀπραγμάτευτος, οὐχί καί αὖθις ἀπώλεσε τόν καιρόν, ἄνευ χρυσίου εἰς τήν πανήγυριν ἀπελθών; Εἰ δέ καί χρυσίον ἐπιφερόμενος τήν πανήγυριν καταλάβῃ, ἐάν ἀφείς ἐν σπουδῇ πραγματεύσασθαι ἄρξηται τάς σκηνάς τῶν καπήλων καί τῶν μαγείρων καί τῶν τά λοιπά βρώματα ἀπεμπολούντων περιϊέναι καί ποτέ μέν ἐκ τούτων ποτέ δέ ἐξ ἑτέρων λιχνευόμενος ἐσθίῃ καί πίνῃ, καί οὐ τοῦτο μόνον, ἀλλά καί ἐάν μέθῃ καί ἀσελγείαις καταδαπανήσῃ τό χρυσίον αὐτοῦ, οὐχί καί οὖτος τόν καιρόν ἀπώλεσε καί τά προσόντα αὐτῷ ἀφρόνως κατεδαπάνησεν;

Ὁ δέ καί ἐν τῇ πανηγύρει μετά χρυσίου παραγινόμενος καί μηδέν ἐξ ὧν εἴπομεν ἐναντίον διαπραττόμενος, ἀλλά μετά τῶν συνεμπόρων αὐτοῦ εἰσελθών ἐν αὐτῇ, ἐάν μόνον ἅπασαν τήν πανήγυριν περιέρχηται, κατασκοπῶν καί καταμανθάνων ποτέ μέν τούς γνωρίμους, ποτέ δέ καί τούς μή γνωριζομένους αὐτῷ, οἰκείους τε καί ἀλλοτρίους, πῶς ἕκαστος αὐτῶν πραγματεύεται, αὐτός δέ μηδέν πραγματεύσηται καί οὕτως ἀκαίρως περιερχομένου αὐτοῦ διαλυθείη πάλιν ἡ πανήγυρις, πάντων αὐτομολησάντων εἰς τά οἰκεῖα, οὐχί οἱ ἐμπορευσάμενοι μέν τόν καιρόν ἐξηγοράσαντο ἐν σπουδῇ, τά τῷ καιρῷ πρέποντα ἐργασάμενοι καί κέρδος ἐκεῖθεν ἑαυτοῖς περιποιησάμενοι, ὁ δέ περιεργαζόμενος τά ἀλλότρια καί μή πραγματευσάμενος, εἰ καί συνῆν αὐτοῖς, ἐζημιώθη τόν καιρόν, μηδέν ἐκ τοῦ εὑρηθῆναι εἰς τήν πανήγυριν ὠφεληθείς; Εἰ δέ καί ἄλλοι μέν αὖθις τῇ προσδοκίᾳ τοῦ κέρδους καί λῃστῶν ἐφόδου καί κόπου ὁδοιπορίας καί μακρᾶς ὁδοῦ καταφρονοῦσιν, ὁ δέ, φόβῳ τούτων βαλλόμενος, κἄν ὑπό πάντων παρακαλῆται συνοδοιπορῆσαι αὐτοῖς, κἄν ὑποσχομένους φυλάττειν αὐτόν ἀκούῃ ἀπό τῶν προσδοκωμένων αὐτῷ κακῶν, οὐ προαιρεῖται ἀκολουθῆσαι αὐτοῖς καί ἀπελθεῖν πραγματεύσασθαι μετ’ αὐτῶν ἐν τῇ πανηγύρει, οὐχί οἱ μέν καιρόν ἐξηγοράσαντο, καλῶς πραγματευσάμενοι καί κερδήσαντες, ὁ δέ τοῦτον ἀφρόνως ἐζημιώθη, φοβηθείς ἐκεῖ φόβον οὗ οὐκ ἦν φόβος;

Οὕτω τοιγαροῦν ἐστι καί ἐπί πάσῃ πράξει καί ἐργασίᾳ πνευματικῇ. Ὅταν γάρ ἄλλοι ἐν ταῖς ἐντολαῖς πορεύωνται τοῦ Θεοῦ καί τάς ἀρετάς πάσας μετά σπουδῆς καί θέρμης ἐργάζωνται, ἡμεῖς δέ ἐν ἀμελείᾳ καί ἀργίᾳ διάγωμεν, ἐκεῖνοι μέν ἐξηγοράσαντο τόν καιρόν καί τά μέγιστα ὠφελήθησαν, ἡμεῖς δέ καί ἑαυτούς καί τόν καιρόν ἀπωλέσαμεν. Ἀλλά γάρ ἔτι τό νόημα ἐξετάσωμεν. Τί οὖν φησιν· «Ἐξαγοραζόμενοι τόν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν»; Πῶς οὖν ἐξαγοράζεταί τις τόν καιρόν καί τίς ἐστιν οὗτος καί τίνες αἱ πονηραί ἡμέραι δι’ ἅς ὀφείλομεν ἐξαγοράζεσθαι τόν καιρόν; Καιρός πραγματείας ἀνθρώπου παντός ὁ χρόνος οὗτός ἐστι τῆς παρούσης ζωῆς· ταύτης δέ τῆς ζωῆς προδήλως πονηραί εἰσιν αἱ ἡμέραι τοῖς μή καλῶς χρωμένοις αὐταῖς. Πᾶς οὖν ὁ σωφρόνως καί δικαίως μετά φρονήματος ὑγιοῦς πολιτευόμενος ἐν τῷ βίῳ καί φέρων ἐν ἀδρίᾳ καί ὑπομονῇ ψυχῆς τά ἐπίπονα καί λυπηρά τῶν ἐπερχομένων αὐτῷ πειρασμῶν τε καί θλίψεων, εἴτε ἐξ ὁρατῶν, εἴτε ἐξ ἀοράτων ἐχθρῶν, ἐξαγοράζεται τόν καιρόν φρονίμως καί καταπραγματεύεται τῶν πονηρῶν ἡμερῶν τῆς παρούσης ζωῆς. Καί ἵνα τοῦτο σαφέστερον γένηται, ἐκ τῶν ἐπισυμβαινόντων καθ’ ἑκάστην τῷ βίῳ τόν λόγον ποιήσομαι.

Ὁ εἰδώς καλῶς τόν παρόντα πραγματεύσασθαι καιρόν, ὅποταν θλίψεις ἐπενεχθῶσι καί ὀνείδη καί ἀτιμίαι καί σκώμματα, ὡς γνωρίζων τά χρήματα καί τό ἐξ αὐτῶν κέρδος σαφῶς προειδώς, ἁρπάζει ταῦτα καί αἴρει ἐπ’ ὤμων αὐτοῦ καί χαίρων πορεύεται, ὑπομονήν μόνην ἀντί χρυσίου καταβαλλόμενος καί οὕτως ἐξαγοράζεται τόν καιρόν ἐν μιᾷ ῥοπῇ, ὅν ἕτεροι ἐν πολλοῖς ἔτεσι νηστεύοντες, ἀγρυπνοῦντες, χαμευνοῦντες καί πολλά οἴκαδε κοπιῶντες, εὑρεῖν ἤ λαβεῖν ἤ κερδῆσαι οὐ δύνανται. Ὁ δέ μή εἰδώς οὕτως πραγματεύσασθαι ἀπόλλει τόν καιρόν τῆς σωτηρίας αὐτοῦ. Εἰ δοκεῖ δέ, καί ἄλλως ἐν ὑποδείγματι τόν λόγον γυμνάσωμεν. Δύο τινῶν εἰς παράβασιν ἐντολῆς Θεοῦ τυραννικῶς προσκαλουμένων ὑπό τινος, εἰ ὁ μέν αὐτῶν δειλίᾳ καί φόβῳ τῶν μελλόντων ἐπενεχθῆναι αὐτῷ κολάσεων καί τιμωριῶν φυγῇ χρήσοιτο καί ἀπελθών κρυβηθῇ, ὁ δέ γε ἕτερος παρρησιάσεται καί πολλάς ὑπέρ τῆς ἐντολῆς τοῦ Θεοῦ βασάνους ὑπενέγκῃ, ἤ καί θάνατον αὐτόν ὑποστῇ, ποῖος τούτων ἐξηγοράσατο τόν καιρόν; Ὁ κρυβείς καί τάς θλίψεις διεκφυγών, ἤ ὁ πολλά παθών καί ὑπενεγκών ἤ καί ἴσως ἀποθανών; Εὔδηλον ὅτι πάντως ὁ τάς θλίψεις ὑπομείνας καί τόν θάνατον μή παραιτησάμενος οὗτός ἐστιν ὁ τόν καιρόν ἐξαγορασάμενος, ὁ ἕτερος δέ σύν τῷ καιρῷ καί τήν σωτηρίαν τῆς ἑαυτοῦ ψυχῆς ἐζημιώθη.

Τοιγαροῦν οἱ ὀρθῶς φρονοῦντες διά θλίψεων καί πειρασμῶν τῶν ἐνταῦθα, τά αἰώνια ἀγαθά καί τήν ἄληκτον εὐφροσύνην ἀξαγοράζονται καί διά τοῦ σωματικοῦ θανάτου τήν μετά τοῦ ἀθανάτου καί αἰωνίου Θεοῦ αἰώνιον καί ἀθάνατον διαγωγήν τε καί κατοικίαν. Καί καθάπερ ἔμπορος, πολλά τινα καί πολύτιμα εὑρών πράγματα, ὀλίγῳ τιμήματι πιπρασκόμενα, ὀβολῷ τυχόν ἑνί ἤ νομίσματι, μετά χαρᾶς αὐτό καί ἐν σπουδῇ ἀποδίδωσι, τά τίμια ἐκεῖνα λαβεῖν ἐφιέμενος, οὕτω καί ὁ ὑπέρ ἐντολῆς Θεοῦ ἀγωνιζόμενος ἐν εὐφροσύνῃ καί σπουδῇ θανεῖν αἵρεται, ὡς δι’ ὀβολοῦ ἑνός, τοῦ θανάτου λέγω, τά αἰώνια μέλλων κτήσασθαι ἀγαθά. Οὐχ οὕτως δέ οἱ φιλόκοσμοι, οὐχ οὕτως οἱ φιλόζωοι, οἱ φιλόδοξοι, οἱ φιλόσαρκοι, οἱ φιλήδονοι καί οἱ φιλόπλουτοι· ἀλλ’ ἐπάν πρός παράβασιν ἐντολῆς Θεοῦ προσκληθῶσιν ὑπό τινος τῶν ἐν ὑπεροχῇ κοσμικῇ τυγχανόντων, τήν παρ’ αὐτοῦ ἀγανάκτησιν καί ἀτιμίαν ἤ ἀποστροφήν καί χρημάτων ζημίαν ὑπενεγκεῖν μή δυνάμενοι, προδιδοῦσι τά αἰώνια καί ἀτίμητα καί ἐξαγοράζονται ἀφρόνως τά πρόσκαιρα καί φθαρτά καί μηδενός ἄξια, καί ἀπολλύουσι τήν ἑαυτῶν σωτηρίαν, αὐτήν δηλαδή τήν ζωήν τήν αἰώνιον· οἵ καί τήν ἄνεσιν ἐξωνήσασθαι ἐν ὀλίγαις ἡμέραις προτιμῶνται καί εἰς αἰῶνας ἀπείρους κολάζεσθαι πραγματεύονται τῆς παρούσης ζωῆς αὐτῶν τόν καιρόν. Ὅπερ ἵνα μή πάθωμεν καί ἡμεῖς, ἐξαγορασώμεθα, παρακαλῶ, τόν παρόντα καιρόν, ἕως ἔτι ἡ πανήγυρις τῆς ζωῆς ἡμῶν ἵσταται, ἐπειδή αἱ ἡμέραι αὐτῆς λίαν εἰσι πονηραί, μυρία καθ’ ἑκάστην ἐπεγείρουσαι τά κύματα τῆς κυμαινομένης καθ’ ἡμῶν ἁλμυρᾶς ἁμαρτίας, ποτέ μέν διά τῆς εὐπαθείας τοῦ σώματος καί τῶν ἀτάκτων αὐτοῦ κινημάτων ζάλης καί τρικυμίας πληροῦσαι ἡμῶν τάς ψυχάς, ποτέ δέ διά τῶν ἐπιτιθεμένων ἡμῖν ὁρατῶν καί ἀοράτων ἐχθρῶν εἰς ἀθυμίαν καί ἐπιθυμίαν καί θυμόν ἄγριον ἐμβάλλουσαι καί διεγείρουσαι τάς καρδίας ἡμῶν καί διά τῶν τοιούτων μακράν ὅλους ἡμᾶς ποιοῦσαι τῆς βασιλείας τῶν οὐρανῶν.

Ἐξαγορασώμεθα οὖν τόν καιρόν ἡμῶν τῆς ζωῆς, διδοῦντες τάς προθέσεις ἡμῶν καί ὅλους ἑαυτούς εἰς μόνην τήν ἐργασίαν τῶν ἐντολῶν τοῦ Θεοῦ, εἰς μόνην τήν κτῆσιν καί τό κέρδος τῆς ἀρετῆς, ἵνα ἐν ἀγωγίμοις τῶν χαρισμάτων τοῦ Πνεύματος εἰς λιμένας Θεοῦ καταντήσωμεν καί φύγωμεν τάς πονηράς ἐκείνας ἡμέρας καί τήν ἀκοήν ἐκείνην τήν πονηράν, τήν τούς ἁμαρτωλούς ἀποπέμπουσαν εἰς τό πῦρ τό ἐξώτερον τό ἡτοιμασμένον τῷ διαβόλῳ καί τοῖς ἀγγέλοις αὐτοῦ.

Ἐξαγορασώμεθα τήν φρόνησιν ἡμῶν τῆς ψυχῆς διά τῆς τῶν ὁρωμένων καταφρονήσεως καί τῆς τῶν κρειττόνων μελέτης καί ἐργασίας, καί φευξόμεθα τό φρόνημα τῆς σαρκός, ὅ ἀρέσαι Θεῷ οὐ δύναται, ἀλλ’ οὐδέ τῆς ἀπολαύσεως τῶν προσκαίρων ἁρπάσαι ἡμᾶς καί πρός τά διαμένοντα καί αἰώνια ἐμβιβάσαι ἡμῶν τήν διάνοιαν· ὅ ζῆσαι κατά Θεόν οὐκ ἐᾷ τόν κρατούμενον ὑπ’ αὐτοῦ, ἀλλά κατασπᾷ τήν ψυχήν ἀεί μᾶλλον εἰς τάς κτηνώδεις ὁρμάς τῆς σαρκός καί ὅλον κτηνώδη τόν ἄνθρωπον ἀπεργάζεται.

Ἐξαγορασώμεθα τήν δικαιοσύνην ἡμῶν, δι’ ἧς Θεῷ οἰκειούμεθα, διά πάσης εὐσεβείας καί διακρίσεως διακρίνοντες τοῦ δικαίου τό ἄδικον καί προτιμούμενοι τήν ἀρετήν τῆς κακίας, μή διδοῦντες τῷ πονηρῷ εἴσοδον ἤ παρρησίαν εἰς ὄλεθρον ἑαυτῶν καί ἀπώλειαν, ἀλλ’ ἀπονέμοντες τήν τιμήν ἑκάστῳ ἀξίως, καί τῷ μέν σώματι παρέχοντες αὐταρκῶς διατροφάς καί σκεπάσματα, τῇ δέ ψυχῇ, τό ὅλον ἡμῶν τῆς δυνάμεως ἐν μελέτῃ θείᾳ τῶν ἐννοιῶν, ἐν εὐχαῖς, ἐν δάκρυσί τε καί ἀναγνώσεσιν αὐτήν διατρέφοντες καί καθαίροντες εἰς ὑποδοχήν τοῦ θείου φωτός, αὐτοῦ τοῦ ἡλίου τῆς δικαιοσύνης Θεοῦ, ὅς καί δικαιώσει διά τῆς δωρεᾶς τοῦ Ἁγίου Πνεύματος αὐτοῦ καί δικαίους ἡμᾶς ἀποδείξῃ τῇ συναφείᾳ αὐτοῦ, κοινωνούς τῶν ἀπορρήτων ἀγαθῶν τῆς βασιλείας αὐτοῦ ἐργαζόμενος.

Ἐξαγορασώμεθα τήν ἀδρίαν τῶν ἰδίων ψυχῶν ἐν ὑπομονῇ πολλῇ καί καρτερίᾳ τῶν πειρασμῶν κατά τήν τοῦ Κυρίου φωνήν· «Ἐν τῇ ὑπομονῇ ὑμῶν, φησί, κτήσασθε τάς ψυχάς ὑμῶν», ἀνδρείῳ δηλονότι φρονήματι κατά τῆς ἁμαρτίας ἱστάμενοι καί τόν πολέμιον βάλλοντες τοῖς ὅπλοις τοῦ Πνεύματος, κακοπαθοῦντες ὡς καλοί στρατιῶται Χριστοῦ ἐν νηστείαις, ἐν ἀγρυπνίαις, ἐν χαμευνίαις, ἐν εὐχαῖς, ἐν πένθει, ἐν σάκκῳ καί μετανοίᾳ καί ἀενάοις δεήσεσι, ἵνα τόν στέφανον τῆς νίκης ἀράμενοι εἰς αἰῶνας συμβασιλεύσωμεν τῷ Χριστῷ.

Ἐξαγορασώμεθα τήν σωφροσύνην τοῦ σώματος ἡμῶν διά πάσης ἐγκρατείας καί ταπεινώσεως, ἐπειδή ὁ νομίμως ἀθλῶν καί ἀγωνιζόμενος ἐν τῷ σταδίῳ τῆς εὐσεβείας πάντα ἐγκρατεύεται κατά τόν θεῖον Ἀπόστολον. Ἐάν γάρ ταύτην κτησώμεθα, φευξόμεθα τάς πονηράς ἡμέρας τῆς ἀλόγου ἐπιθυμίας καί τοῦ θυμοῦ καί αὐτῆς τῆς σαρκός τῆς ὄντως πολεμίας τοῦ Πνεύματος· φευξόμεθα τόν μολυσμόν τόν ἐκ τῶν τοιούτων γινόμενον τῇ ψυχῇ, τήν τοῦ συνειδότος κατάκρισιν, τήν τῆς καρδίας ἀκαθαρσίαν, τήν τῶν ἀνθρώπων κατάγνωσιν, αὐτήν τήν ἀποστροφήν τοῦ Θεοῦ, καί μεγάλα ἐν τῇ πνευματικῇ ταύτῃ πραγματείᾳ κερδανοῦμεν, τόν καιρόν φρονίμως πραγματευσάμενοι τῆς παρούσης ζωῆς καί τήν ὁδόν τοῦ βίου διελθόντες ἐν δικαιοσύνῃ καί σωφροσύνῃ, τό βάρος δηλαδή καί τόν καύσωνα τῆς ἡμέρας ἀνδρείας βαστάσαντες.

Οὕτω γάρ τόν παρόντα καιρόν πραγματευόμενοι, παραχωροῦντες τοῖς βουλομένοις τά πρόσκαιρα καί μόνων τῶν ἀφθάρτων καί αἰωνίων ἀντιποιούμενοι, καταντήσομεν εἰς εὔδιον λιμένα τῆς τοῦ Θεοῦ βασιλείας ἐν ἀγωγίμοις πλουσίως τοῦ Πνεύματος καί οὐ φοβηθησόμεθα ἤ τήν πονηράν ἐκείνην ἀκοήν τήν τούς ἁμαρτωλούς ἐλαύνουσαν εἰς τό πῦρ τό ἐξώτερον, ἤ τάς πονηράς ἐκείνας βασάνους καί τήν φρικτήν ἡμέραν καί καταδίκην τῆς κρίσεως, αὐτόν ἐπιφερόμενοι τόν πολύτιμον μαργαρίτην τοῦ Πνεύματος, ὅν εὕρομεν καί ἐξωνησάμεθα, πάντα δεδωκότες ἡμῶν τά θελήματα, τά φρονήματα, τάς προθέσεις καί τάς δυνάμεις ἐν τῇ πραγματείᾳ τοῦ καιροῦ τῆς παρούσης ζωῆς. Οὐ γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, καλῶς πραγματευσαμένους τόν παρόντα βίον τῆς ἐνταῦθα ζωῆς, χάριτι καί φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα σύν τῷ Πατρί καί τῷ Ἁγίῳ Πνεύματι νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων· ἀμήν.



Ἑπόμενο: ΛΟΓΟΣ ΙΓ΄. Εἰς τό ῥητόν τοῦ Ἀποστόλου· «Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός, ὁ δεύτερον ἄνθρωπος ὁ Κύριος ἐξ οὐρανοῦ». Καί πῶς τόν χοϊκόν ἀποτιθέμεθα ἄνθρωπον καί τόν Χριστόν ἐνδυόμεθα, συγγενεῖς αὐτοῦ καί ἀδελφοί χρηματίσαντες.
Προηγούμενο: ΛΟΓΟΣ ΙΑ '. Περί τῆς ζωοποιοῦ νεκρώσεως τοῦ Ἰησοῦ καί Θεοῦ τῆς ἀεί γινομένης εὐαισθήτως ἐν τοῖς τελείοις. Καί ὅτι ἡ κτῆσις τῶν ἀρετῶν αἵματι ἀγοράζεται· καί τίνα τῶν ἀρετῶν τά καταγώγια καί ὅτι ὁ μή διά τῆς πρώτης βαθμίδος κατά τάξιν εἰς τήν βασιλείαν τῶν οὐρανῶν ἀνερχόμενος οὐδαμῶς εἰσελεύσεται εἰς αὐτήν. Ὅτι ἐν τοῖς τελείοις χαρά καί ἀγαλλίασίς ἐστι, καί οὐ δάκρυον, καί βρύουσι τῆς θεολογίας τά ῥεῖθρα. Καί πρός τό τέλος, ὅτι δεῖ ἐπιπηδᾶν ταῖς ἀρχαῖς ἄνευ τῆς πληροφούσης τάς καρδίας ἡμῶν χάριτος, τῆς ἐπί τό ποιμαίνειν καλούσης τόν λαόν τοῦ Θεοῦ· καί τί τό ἔργον τῶν προϊσταμένων, τίς δέ ἡ περί τά λογικά πρόβατα φροντίς, καί πῶς ὀφείλουσι ταῦτα παρά τῶν ποιμένων ποιμαίνεσθαι.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος