Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΙΔ΄. Περί ἑορτῶν καί ὅπως χρή ἑορτάζειν καί τίνων σύμβολα τά τελούμενα ἐν ταῖς ἑορταῖς καί κατά τῶν ἐναβρυνομένων ἐν αὐταῖς. Καί περί τῶν ἀξίως ἤ ἀναξίως κοινωνούντων καί τίς ἡ ἐν τούτοις διαφορά· καί πρός τό τέλος, πῶς συνάπτεταί τις διά τῆς κοινωνίας Θεῷ καί πῶς οὐ συνάπτεται.
Προηγούμενο: ΛΟΓΟΣ ΙΒ΄. Εἰς τό ῥητόν τό λέγον τοῦ Ἀποστόλου· «Ἐξαγοραζόμενοι τόν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσί». Καί πῶς ἐξαγοράζεταί τις φρονίμως τόν καιρόν τῆς παρούσης ζωῆς.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

ΛΟΓΟΣ ΙΓ΄. Εἰς τό ῥητόν τοῦ Ἀποστόλου· «Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός, ὁ δεύτερον ἄνθρωπος ὁ Κύριος ἐξ οὐρανοῦ». Καί πῶς τόν χοϊκόν ἀποτιθέμεθα ἄνθρωπον καί τόν Χριστόν ἐνδυόμεθα, συγγενεῖς αὐτοῦ καί ἀδελφοί χρηματίσαντες.

Καλῶς ἡμᾶς ἑστιάσας ὁ μακάριος Παῦλος ἐν τῇ προτέρᾳ τῶν θείων λόγων αὐτοῦ τραπέζῃ καί κατευφράνας ἡμῶν τάς καρδίας, ἑτέραν αὖθις προτίθησιν ἡμῖν εἰς ἑστίασιν τράπεζαν τῶν θεοπνεύστων ῥημάτων αὐτοῦ, πλήρη μέν ἐδεσμάτων πνευματικῶν καί ἀφ’ ὧν ὁ ἔσω ἡμῶν οἶδε τρέφεσθαι ἄνθρωπος, εὐφραινόμενος ὁμοῦ καί στηριζόμενος τήν καρδίαν τῷ ἄρτῳ τοῦ λόγου τῷ ζωτικῷ καί τῷ οἴνῳ τῷ εὐφραίνοντι τῆς σοφίας καί γνώσεως τοῦ Θεοῦ, πλήρη δέ καί χάριτος θείας τοῦ Πνεύματος, ἀφ’ οὗ πληροῦται πάσης εὐφροσύνης καί ἡδονῆς ἡ ψυχή καί, τά κάτω λιποῦσα τοῦ βίου, πρός οὐρανούς καί Θεόν κούφῳ τῷ πτερῷ τῆς διανοίας ἀνέρχεται. Ἴδωμεν οὖν τίς ἡ τράπεζα αὕτη τοῦ Ἀποστόλου καί τί τά ταύτης ἐδέσματα. Ἀλλ’ ἐπάρωμεν τάς διανοίας ἡμῶν ἀπό τῶν γηΐνων καί φθειρομένων καί, ὡς λογίων Θεοῦ μέλλοντες ἀκούειν, προσέχωμεν τοῖς λεγομένοις μετά ἀκριβείας ἁπάσης, ἵνα καί ἀξίως συνεστιαθῆναι ἀξιωθῶμεν τῷ λέγοντι Πνεύματι διά τοῦ Ἀποστόλου τά κεκρυμμένα μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν. Φησί δέ· «Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός, ὁ δεύτερος ἄνθρωπος ὁ Κύριος, ἐξ οὐρανοῦ». Μή ἁπλῶς παραδράμῃς τόν λόγον καί ὡς εὐεπίβολον τοῦτον ὑπολάβῃς, ἀγαπητέ· βάθος γάρ πολύ νοημάτων ἔγκειται εἰς τήν τοῦ παρόντος λόγου διάνοιαν, πολλῆς δεόμενον τῆς ἐρεύνης καί προσοχῆς. Ἀλλά τήν ἀκοήν ὑπόθες ἑτοίμην, καί εἴσῃ τό ἐγκεκρυμμένον ἐν αὐτῷ βάθος τῶν μυστηρίων Θεοῦ.

«Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός, ὁ δεύτερος ἄνθρωπος ὁ Κύριος ἐξ οὐρανοῦ. Οἷος ὁ χοϊκός, τοιοῦτοι καί οἱ χοϊκοί· καί οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καί οἱ ἐπουράνιοι». Πρῶτον καί χοϊκόν ἄνθρωπον τόν Ἀδάμ φησι, καθώς γέγραπται· «Καί ἔπλασεν ὁ Θεός τόν ἄνθρωπον χοῦν λαβών ἀπό τῆς γῆς». Πλασθείς οὖν χοϊκός ἀπό τῆς γῆς καί πνεῦμα λαβών ζωῆς, ὅ ψυχήν νοεράν καί εἰκόνα Θεοῦ οἶδεν ὁ Λόγος καλεῖν, ἐτέθη ἐν τῷ παραδείσῳ, λαβών ἐντολήν ἐργάζεσθαι καί φυλάσσειν. Τίνα τρόπον; Ἵνα, ἕως ἄν ταύτην φυλάσσοι καί ἐν ταύτῃ ἐργάζοιτο, ἀθάνατος διαμένῃ καί ἀϊδίως τοῖς ἀγγέλοις συναμιλλᾶται καί σύν αὐτοῖς ἀενάως τόν Θεόν ἀνυμνῇ καί δέχηται τάς ἐκεῖθεν ἐλλάμψεις καί Θεόν ὁρᾷ νοερῶς καί τῶν ἐκείνου ἐπακούῃ θείων φωνῶν, ᾗ δ’ ἄν ὥρᾳ τήν δοθεῖσαν αὐτῷ ἐντολήν παραβῇ καί φάγῃ ἀπό τοῦ ξύλου, οὗ προσέταξεν αὐτῷ ὁ Θεός μή φαγεῖν, θανάτῳ παραδοθῇ καί τούς ὀφθαλμούς τῆς ψυχῆς πηρωθῇ, τήν καταστολήν τῆς θείας δόξης ἀποδυθείς, καί ἐμφραγῇ τά ὦτα καί αὐτῆς τῆς μετά τῶν ἀγγέλων ἐκπέσῃ διαγωγῆς καί τοῦ παραδείσου ἐκδιωχθῇ. Ὅ καί παραβάντι συνέβη καί ἐξέπεσε τῆς ἀθανάτου καί ἀϊδίου ζωῆς. Ἅπαξ γάρ τήν ἐντολήν τοῦ Θεοῦ ὁ Ἀδάμ παραβάς καί τῷ ἀπατεῶνι διαβόλῳ τό οὖς ἑαυτοῦ παρασχών ψιθυρίσαι καί πεισθείς αὐτῷ, τῶν δολίων αὐτοῦ ῥημάτων ἀκουτισθείς, λαλοῦντι κατά τοῦ πεποιηκότος Δεσπότου, τοῦ ξύλου ἐγεύσατο καί, αἰσθητῶς ἀναβλέψας, ἐμπαθῶς τε τήν γύμνωσιν τοῦ σώματος αὐτοῦ θεασάμενος καί ἰδών, ἁπάντων ἐστερήθη δικαίως τῶν ἀγαθῶν, κωφεύσας τοῦ μηκέτι ἐπακούειν ὠσί βεβήλοις λόγους θείους θεοπρεπῶς τε καί πνευματικῶς, τούς ἐνηχουμένους μόνοις τοῖς ἀξίοις αὐτοῖς, ἀλλά γάρ μήτε τήν δόξαν ἐκείνην τήν ἄρρητον καθορᾶν, ὡς ἀποστήσας ἐκ ταύτης ἑκουσίως τόν νοῦν αὐτοῦ καί κατανοήσας ἐμπαθῶς τόν τοῦ δένδρου καρπόν καί τῷ εἰπόντι πιστεύσας ὄφει· «Ἧ δ’ ἄν ὥρᾳ φάγητε ἀπ’ αὐτοῦ, ἔσεσθε ὡς θεοί, γινώσκοντες καλόν καί πονηρόν».

Οὗτος οὖν ὁ χοϊκός ἄνθρωπος ἐλπίδι θεώσεως ἀπατηθείς καί μεταλαβών ἐξ αὐτοῦ, τόν νοητῶν ἁπάντων καί οὐρανίων ἀγαθῶν ὁλικῶς ἀπεστερήθη καί εἰς τήν ἐμπαθῆ τῶν ἐπιγείων καί ὁρωμένων κτισμάτων αἴσθησιν κατηνέχθη· καί γέγονεν, ἵνα τά αὐτά πάλιν εἴπω, πρός τά ἐξ ὧν ἐξέπεσε κωφός, τυφλός, γυμνός, ἀναίσθητος, θνητός τε αὖ καί φθαρτός καί ἄλογος, τοῖς ἀνοήτοις ὁμοιωθείς κτήνεσι κατά τόν οὕτω βοῶντα προφήτην· «Παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καί ὡμοιώθη αὐτοῖς». Ἔμαθες ἐξ οἵας δόξης καί ἀθανάτου τρυφῆς τε καί διαγωγῆς εἰς οἵαν ἀτιμίαν ὁ ἄνθρωπος κατηνέχθη, εἰς οἵαν αἰσχύνην καί ἄγνοιαν, εἰς οἴαν πτωχείαν ἐκ πλούτου πολυόλβου κατέπεσεν; Οὕτω τοίνυν ἐγένετο καί ἦν, εἰ καί μή πάντα εἰπεῖν ἠδυνήθημεν, ὁ πρῶτος ἄνθρωπος, ὁ ἐκ γῆς χοϊκός.

Ἴδωμεν οὖν καί ἀπό τῶν θείων διδαχθῶμεν Γραφῶν ὁποῖος ὑπάρχει καί ὁ δεύτερον ἄνθρωπος, ὁ Κύριος ἐξ οὐρανοῦ. Οὗτος, Θεός ἐκ Θεοῦ, ἀνάρχου πατρός ἄναρχον γέννημα, ἀσωμάτου ἀσώματον, ἀκαταλήπτου ἀκατάληπτον, αἰωνίου αἰώνιον, ἀπροσίτου ἀπρόσιτον, ἀχωρήτου ἀχώρητον, ἀθανάτου ἀθάνατον, ἀοράτου ἀόρατον, Λόγος Θεοῦ καί Θεός, δι’ οὗ τά πάντα ἐγένετο τά ἐν τῷ οὐρανῷ τά ἐπί τῆς γῆς καί, ἵνα συνελών εἴπω, οὕτως ὤν καί τοιοῦτος μένων ἐν τῷ Πατρί καί τόν Πατέρα ἔχων μένοντα ἐν αὐτῷ, μή χωρισθείς ἐξ αὐτοῦ, μή καταλιπών ὅλως αὐτόν, κατῆλθεν ἐπί τῆς γῆς καί ἐσαρκώθη ἐκ Πνεύματος Ἁγίου καί Μαρίας τῆς παρθένου· καί ἐνηνθρώπησεν, ἴσος ἡμῖν ἀτρέπτως κατά πάντα γενόμενος χωρίς ἁμαρτίας, ἵνα διά πάντων τῶν ἡμετέρων διελθών ἀναχωνεύσῃ καί ἀνακαινίσῃ τόν πρῶτον ἐκεῖνον ἄνθρωπον καί δι’ ἐκείνου πάντας τούς ἐξ αὐτοῦ γεννηθέντας καί γεννωμένους, ὁμοίους ὄντας τῷ τεκόντι αὐτούς. Ἐπειδή γάρ ὁ τεκών Ἀδάμ φθαρτός καί θνητός, προσθήσω δέ καί κωφός καί τυφλός, ἀπό τῆς παραβάσεως γέγονε, γυμνός τε τῆς ἐνθέου καταστολῆς καί ἀναίσθητος ἐχρημάτισεν, οἷος οὗτος ὁ χοϊκός, τοιοῦτοι καί πάντες οἱ ἐκ αὐτοῦ γεννηθέντες χοϊκοί γεγόνασι, φθαρτοί, θνητοί, κωφοί, τυφλοί, γυμνοί καί ἀναίσθητοι, μηδέν τῶν ἀλόγων διαφέροντες ζῴων, ἤ χείρονες μᾶλλον εἰπεῖν καί αὐτῶν ἐκείνων ὑπάρξαντες, ὡς τά καθ’ ἕκαστον πάθη συμπεριλαβόντες ἐκείνων καί ἐν ἑαυτοῖς ταῦτα ἐπισπασάμενοι.

Εἰς τοσαύτην γάρ ἄγνοιαν Θεοῦ καί τῶν θείων αὐτοῦ ἐντολῶν κατηνέχθησαν οἱ ἐκ τοῦ χοϊκοῦ τούτου χοϊκοί γεννηθέντες, ὥστε ἥν ὤφειλον ἀπονεῖμαι Θεῷ τήν τιμήν τῇ ὁρωμένῃ ταύτῃ κτίσει ἀπένειμον, καί οὐ μόνον οὐρανῷ καί γῇ καί ἡλίῳ, σελήνῃ τε καί ἄστροις καί πυρί καί ὕδατι καί λοιποῖς, ἀλλά γάρ καί αὐτά τά αἰσχρά θεοποιήσαντες πάθη ἅ μηδέ ἐννοεῖν, μή ὅτι γε πράττειν, αὐτούς ὁ Θεός ἀπηγορεύσεν, ὡς θεούς - ὤ τῆς ἀναισθησίας - στήσαντες προσεκύνησαν. Τίνα ταῦτα; Πορνείαν, μοιχείαν, ἀνδρομανίαν, ἀλληλοφονίαν, καί εἴ τι τούτοις παρόμοιον, ἅτινα οὐχ ὁ Θεός - ἄπαγε τῆς βλασφημίας - ἀλλ’ ὁ διάβολος καί προστάττει καί ὑποβάλλει καί ἀποδέχεται, δι’ ὧν κατεδουλώσατο καί καταδουλοῦται ἅπαν τό τῶν ἀνθρώπων γένος καί ὑποχειρίους αὐτοῦ καί δούλους πεποίηκε καί ποιεῖ. Ὅθεν, κἄν εὑρέθη τις πάλαι ἐκ τῶν ἀπείρων ἐκείνων μυριάδων καί χιλιάδων μή ὑποκύψας αὐτοῦ τοῖς αἰσχροῖς προστάγμασι καί θελήμασι τούτοις, ἀλλ’ ἐπεί καί αὐτός διά τό κατάγεσθαι ἐκ τοῦ σπέρματος τῶν ἁμαρτησάντων δοῦλος ἦν τοῦ τυράννου θανάτου καί τῇ φθορᾷ τούτου παρεδίδοτο καί τῷ ᾅδῃ ἀσυμπαθῶς παρεπέμπετο, μηδενός ὄντος δηλαδή τοῦ δυναμένου σῶσαι καί αὐτόν ἐκλυτρώσασθαι, διά δή τοῦτο οἰκτειρήσας ὁ ποιήσας ἡμᾶς Θεός Λόγος κατῆλθεν, ὡς οἶδε, καί ἐγένετο ἄνθρωπος οὐκ ἐκ συνουσίας ἤ ῥεύσεως - , ἀλλ’ ἐκ Πνεύματος Ἁγίου καί Μαρίας τῆς ἀειπαρθένου. Ἀναλαβών γάρ ἐκ τῶν πανάγνων αὐτῆς αἱμάτων σάρκα ἐψυχωμένην, ἐγένετο ἄνθρωπος, σάρξ ὅλος αὐτός χρηματίσας καί γεγονώς, ὁ Υἱός καί Λόγος τοῦ Θεοῦ δηλονότι, ἀτρέπτως, ἀναλλοιώτως, καθώς γέγραπται· «Καί ὁ Λόγος σάρξ ἐγένετο καί ἐσκήνωσεν ἐν ἡμῖν». Τοῦτο τό πᾶσιν ἀκατάληπτον καί πᾶσιν ἀκατανόητον θαῦμα, ὅτι ὁ αὐτός καί ἄτρεπτος ἔμεινε τῇ θεότητι καί ἄνθρωπος γέγονε τέλειος.

Καθάπερ γάρ τόν Ἀδάμ ἀπό τῆς γῆς ἔπλασεν ὁ Θεός καί πνεῦμα ζωῆς αὐτῷ ἐχαρίσατο, καί ἐγένετο ἄνθρωπος τέλειος εἰς ψυχήν ζῶσαν ἄνευ συνουσίας καί ῥεύσεως, οὕτως ὁ ἐκεῖνον δημιουργήσας ἄνευ συνουσίας καί ῥεύσεως ἄνθρωπος γίνεται· καί ὥσπερ ἐκεῖ γέγραπται ἐν τῇ παλαιᾷ ὅτι ἔβαλεν ὁ Θεός ἔκστασιν ἐπί τόν Ἀδάμ καί ὕπνωσε καί λαβών μίαν τῶν πλευρῶν αὐτοῦ ἀνῳκοδόμησε καί ἐποίησε τήν γυναῖκα, οὕτω καί ἐνταῦθα πεποίηκε. Πῶς καί τίνα τρόπον; Πρόσεχε. Ἡ πλευρά τοῦ Ἀδάμ ἐστιν ἡ γυνή. Ἐξ αὐτῆς οὖν τῆς πλευρᾶς τοῦ Ἀδάμ, ἤγουν ἀπό τῆς γυναικός αὐτῆς, ἔλαβεν ὁ Θεός Λόγος σάρκα ἐψυχωμένην καί ᾠκοδόμησεν αὐτήν εἰς ἄνδρα τέλειον, ἵνα γένηται υἱός ἐπ’ ἀληθείας τοῦ Ἀδάμ· ἄνθρωπος δέ χρηματίσας καί γεγονώς ὅμοιος ἡμῖν κατά πάντα πλήν ἁμαρτίας, πάντων εὐθύς ἀνθρώπων συγγενής τό κατά σάρκα ἐγένετο.Τοῦτο γάρ καί ἕτερός τις τῶν πρό ἡμῶν ἔφη οὕτως εἰπών· «Τήν σάρκα ἐνδυσάμενος, ἐνεδύσατο καί τήν ἀδελφότητα». Ἀλλ’ αὐτός Θεός ὁμοῦ καί ἄνθρωπος, καί ἡ σάρξ αὐτοῦ καί ἡ ψυχή αὐτοῦ ἁγία καί ὑπεραγία ἦν καί ἔστι· Θεός ἅγιος, ὥσπερ ἦν, ὁ αὐτός καί ἔστι καί ἔσται· ἄμωμος καί γάρ ἦν ἡ Παρθένος, ἄσπιλος καί ἀμίαντος· τοιαύτη δέ ἦν καί ἡ ἐκ τοῦ Ἀδάμ ἀφαιρεθεῖσα πλευρά. Οἱ δέ γε λοιποί τῶν ἀνθρώπων, εἰ καί ἀδελφοί καί συγγενεῖς αὐτοῦ τό κατά σάρκα ὑπῆρξαν, ἀλλά χοϊκοί ὄντες τοιοῦτοι ἔμειναν καί οὐχί εὐθύς ἐγένοντο ἅγιοι καί υἱοί Θεοῦ. Αλλά προσέχετε ἀκριβῶς τῷ ταῦτα λέγοντι Πνεύματι· ἐγένετο ἄνθρωπος ὁ Θεός, ἁπάντων δέ ἀνθρώπων συγγενής καί ἀδελφός ἐχρημάτισε. Μόνος οὖν Υἱός Θεοῦ καί Θεός καί ἄνθρωπος ὤν, μόνος ἦν καί ἔστιν ἅγιος, ὡς ἔσται εἰς τούς αἰῶνας, μόνος δίκαιος, μόνος ἀληθινός, μόνος ἀθάνατος, μόνος φιλάνθρωπος, μόνος ἐλεήμων καί εὔσπλαγχνος, μόνος δυνάστης, μόνος φῶς τοῦ κόσμου καί φῶς ὤν τό ἀπρόσιτον.

Τοιούτου τοίνυν ὄντος αὐτοῦ, ἡμῶν δέ κειμένων ἐν τῷ θανάτῳ καί τῇ φθορᾷ καί μηδεμίαν κοινωνίαν ὅλως ἐχόντων μετ’ αὐτοῦ, εἰ μή μόνην, ὡς ἔφαμεν, τήν κατά σάρκα συγγένειαν, ἐμεσίτευσεν ἀνά μέσον τῶν ἀμφοτέρων, Θεοῦ φημί καί ἀνθρώπων, ἡ πίστις ἡ εἰς αὐτόν, ἵνα ἐπείπερ πτωχοί ὄντες καί μηδέν ὅλως ἔχοντες εἰσενεγκεῖν τῇ σωτηρίᾳ ἡμῶν, ἀντί πάντων τήν εἰς αὐτόν πίστιν δεξάμενος, ἐλεήσας ἡμᾶς ὁ Θεός τήν τῶν ἁμαρτημάτων ἄφεσιν καί τήν ἀπαλλαγήν τοῦ θανάτου καί τῆς φθορᾶς καί τήν ἐλευθερίαν ἡμῖν χαρίσηται· ἅς καί μέχρι τοῦ νῦν χαρίζεται τοῖς ὁλοψύχως πιστεύουσιν εἰς αὐτόν, καί οὐ μόνον ταῦτα, ἀλλά καί τά λοιπά ἅ ἡμῖν ἐπηγγείλατο καί διά τῶν ἁγίων εὐαγγελίων καθ’ ἑκάστην ἡμῖν ἐπαγγέλεται. Τίνα εἰσι ταῦτα; Τοῦ δι’ ὕδατος καί Πνεύματος ἀναγεννᾶν καί ἀναπλάττειν ἡμᾶς καί συναριθμεῖν τοῖς δούλοις αὐτοῦ τοῖς ἁγίοις, τοῦ παρέχειν ἡμῖν τήν χάριν τοῦ Πνεύματος αὐτοῦ τοῦ Ἁγίου καί διδόναι ἡμῖν μετασχεῖν δι’ αὐτοῦ τά ἀγαθά τῆς γῆς ἥν οἱ πραεῖς κληρονομοῦσιν ἐν εὐφροσύνῃ καί ἀγαλλιάσει καρδίας, τοῦ ἑνωθῆναι αὐτόν καί συναριθμῆναι ἡμῖν καί ἕν ἀμφοτέρους γενέσθαι ἐν αὐτῷ τῷ Θεῷ καί Πατρί δι’ αὐτοῦ συνεδεμένους τῷ Πνεύματι.

Τούτων οὖν πάντων ἐν μετοχῇ καί ἀπολαύσει γινόμεθα, ὅταν ἀκριβῶς πάντα ὅσα συνεταξάμεθα αὐτῷ τηρῶμεν καί ὅσα πάλιν ἀπεταξάμεθα φεύγωμεν, μή ἐπιτρέφοντες εἰς τό ἴδιον ἐξέραμα κατά τούς κύνας. Τοιγαροῦν καί εἰ μέν φυλάξομεν πάντα ἅ εἶπε καί λέγει ἡμῖν αὐτός ὁ Θεός, ὄντως πιστοί ἐσμεν, ἐκ τῶν ἔργων δεικνύοντες τήν πίστιν ἡμῶν, καί γινόμεθα ὡς ἐκεῖνος ἅγιοι καί τέλειοι, ὅλοι ὅλως ἐπουράνιοι, ἐπουρανίου Θεοῦ τέκνα, ὅμοιοι αὐτῷ κατά πάντα θέσει καί χάριτι, ἐπειδή καί αὐτός ὡς ἡμεῖς ὅμοιος ἡμῖν ἐχρημάτισε πλήν ἁμαρτίας· εἰ δέ τῶν ἁγίων καί ζωοποιῶν αὐτοῦ ἐντολῶν καταφρονήσαντες, ἀποστῶμεν διά ἀμελείας καί ἐναντίον τι τῶν αὐτοῦ προσταγμάτων ἐνεργήσομεν, πεπραχότες ἅ μή ποιῆσαι ἡμῖν ἐνετείλατο, εὐθύς πάντων ἐκείνων τῶν ἐκ Θεοῦ διά τοῦ βαπτίσματος δοθέντων ἡμῖν ἀγαθῶν ἐκπίπτομεν. Καί ὥσπερ ὁ Ἀδάμ μετά τήν παράβασιν τοῦ παραδείσου καί τῆς τρυφῆς καί τῆς μετ’ ἀγγέλων διαγωγῆς ἐκβάλλεται καί γυμνοῦται καί ἀπό ὄψεως γίνεται τοῦ Θεοῦ, οὕτω καί ἡμεῖς τῆς Ἐκκλησίας τῶν ἁγίων δούλων αὐτοῦ χωριζόμεθα ἁμαρτάνοντες καί τῆς θείας καταστολῆς ἥν ἐνεδυσάμεθα οἱ βαπτιζόμενοι, αὐτόν δηλαδή τόν Χριστόν, ὡς πιστεύομεν, τοῦτον διά τῆς ἁμαρτίας ἀποδυόμεθα· οὐ μόνον δέ, ἀλλά καί αὐτῆς τῆς αἰωνίου ζωῆς καί αὐτοῦ τοῦ ἀδύτου φωτός, τῶν αἰωνίων ἀγαθῶν, τοῦ ἁγιασμοῦ καί τῆς υἱοθεσίας στερούμεθα. Καί οὕτως γινόμεθα πάλιν χοϊκοί, ὡς ὁ πρῶτος ἐκεῖνος καί χοϊκός, ἀντί ἐπουρανίων καί αὐτοῦ τοῦ δευτέρου ἀνθρώπου καί Κυρίου Ἰησοῦ Χριστοῦ κατά πάντων ὁμοίων· καί γινόμεθα ἔτι πρός τούτοις ὑπόδικοι τῷ θανάτῳ καί τῷ σκότει, καί τῷ πυρί τῷ ἀσβέστῳ παραπεμπόμεθα, ἐν μεγάλῳ κλαυθμῷ καί τῷ βρυγμῷ τῶν ὀδόντων βασανιζόμενοι. Οὐ γάρ ἀπό αἰσθητοῦ παραδείσου, ὡς ὁ Ἀδάμ τότε, καί νῦν ἡμεῖς ἐκβαλλόμεθα, οὐδέ τήν γῆν ἐργάζεσθαι καθά κἀκεῖνος κατακρινόμεθα, ἀλλ’ ἐκ τῆς τῶν οὐρανῶν βασιλείας καί τῶν ἀγαθῶν ἐκείνων περί ὧν γέγραπται· «Ἅ ὀφθαλμός οὐκ εἶδε καί οὖς οὐκ ἤκουσε καί ἐπί καρδίαν ἀνθρώπου οὐκ ἀνέβη» ἡμᾶς ἐκβάλλομεν ἑαυτούς καί τῆς γεέννης ὑπευθύνους ποιοῦμεν· καί εἰ μή διά τῆς μετανοίας ἡ ἀνάκλησις ἡμῖν ἀπεδίδοτο, οὐδείς ἄν ἐσώθη ποτέ.

Διά δή τοῦτο, φιλάνθρωπος ὤν ὁ Θεός καί οἰκτίρμων καί θέλων τήν σωτηρίαν ἡμῶν, τέθεικε σοφῶς ἀνά μέσον ἡμῶν καί ἀνά μέσον ἐκείνου τήν ἐξομολόγησιν καί τήν μετάνοιαν, καί ἐξουσίαν δέδωκε παντί τῷ βουλομένῳ τοῦ πτώματος ἀνακαλέσθαι ἑαυτόν καί διά ταύτης εἰς τήν προτέραν εἰσελθεῖν οἰκειότητά τε καί δόξαν καί παρρησίαν τήν πρός τόν Θεόν, καί οὐ τοῦτο μόνον, ἀλλά καί τῶν εἰρημένων ἐκείνων ἁπάντων ἀγαθῶν, εἰ βουληθείη θερμήν τήν μετάνοιαν ἐπιδείξασθαι, ἤ καί μειζόνων κληρονόμον και αὖθις γενέσθαι αὐτόν. Κατά γάρ τήν ἀναλογίαν τῆς μετανοίας ἀναλογοῦσαν εὑρίσκει τήν πρός Θεόν παρρησίαν καί οἰκειότητα πᾶς ἄνθρωπος, καί ταύτην γνωστῶς καί ἐναργῶς καί ὡς εἴ τις φίλος πρός φίλον, καί προσομιλεῖ αὐτῷ προσώπῳ πρός πρόσωπον καί ὁρᾷ αὐτόν νοεροῖς ὀφθαλμοῖς καθαρῶς. Οἱ οὖν μετά τό βάπτισμα τήν τοιαύτην οἰκειότητα καί παρρησίαν καί τήν τῶν εἰρημένων ἀγαθῶν μετοχήν μή ἐν πάσῃ ἔχοντες πληροφορίᾳ, μηδέ ὅτι Χριστόν ἐνδεδυμένοι εἰσί γινώσκοντες, μηδέ καθορῶσιν ἐν τῷ τοῦ Πνεύματος φωτί τό τῆς θεότητος αὐτοῦ φῶς, ἐγκυψάτωσαν εἰς τό συνειδός ἑαυτῶν· καί τοῦτο ἀκριβῶς ἐξερευνήσαντες, εὑρήσουσιν ἑαυτούς τάς ἐπί τοῦ βαπτίσματος συνθήκας ἐκ παντός ἀθετήσαντας ἤ μερικῶς ἤ καί καθόλου, εἰ δ’ οὖν, ἀλλά τό δοθέν αὐτοῖς τοῦ ἁγιασμοῦ καί τῆς υἱοθεσίας τάλαντον κατορύξαντας καί μή ὑπεξεργασαμένους αὐτό καί διά τοῦτο τῆς τοῦ Δεσπότου θέας ἀπεστερημένους, ἐπεί ἀψευδής ἐστιν ἐκεῖνος καί ἀμεταμέλητος ἐν τοῖς χαρίσμασιν αὐτοῦ· ἔφη γάρ· «Ὁ ἀγαπῶν με τάς ἐντολάς μου τηρήσει καί ἐγώ ἀγαπήσω αὐτόν καί ἐμφανίσω αὐτῷ ἐμαυτόν».

Ἠκούσατε τί ὁ Δεσπότης φησί· «Ὁ ἀγαπῶν με τάς ἐντολάς μου τηρήσει, κἀγώ ἀγαπήσω αὐτόν καί ἐμφανίσω αὐτῷ ἐμαυτόν». Εἰ οὖν ἀλήθειά ἐστιν ὁ Χριστός, καθώς αὐτός περί ἑαυτοῦ εἴρηκεν· «Ἐγώ εἰμι, λέγων, ἡ ἀλήθεια», ἡ ἀλήθεια δέ οὐ δύναται ψεύσασθαι (ἀδύνατον γάρ, φησίν ὁ Ἀπόστολος, Θεόν ψεύσασθαι), μηδείς τῶν μή βλεπόντων τόν Κύριον λεγέτω ὅτι ἀδύνατον τοῦτό ἐστιν· οὐκ ἀδύνατον γάρ, ἀλλά καί λίαν ἐστί δυνατόν. Εἰ γάρ ἐκεῖνος λέγει· «Ἐγώ εἰ μι τό φῶς τοῦ κόσμου», οἱ μή ὁρῶντες αὐτόν τυφλοί εἰσιν ἄντικρυς, τυφλοί δέ πάντως ἔμειναν ὄντες, ἐπειδή μή ἠγάπησαν αὐτόν καί τάς αὐτοῦ ἐτήρησαν ἐντολάς. Εἰ γάρ ἠγάπησαν αὐτόν καί τάς αὐτοῦ ἐτήρησαν ἐντολάς, ἐν ἐπιθυμίᾳ ἐγένοντο ἄν τοῦ ἰδεῖν αὐτόν καί τοῦτο ἐξ ὅλης αὐτῶν ἐζήτησαν τῆς ψυχῆς καί αὐτός ἑαυτόν αὐτοῖς ἐνεφάνισεν ἄν, ὁ ἀψευδής, ὁ φύσει ἀληθής καί ἡ ἀλήθεια, καί διά τοῦτο παραγενόμενος εἰς τόν κόσμον ἵνα πάντας τούς ἐν τῷ κόσμῳ, ἤγουν τούς ἐν τῷ σκότει καθημένους, φωτίσῃ οὐκ ἀλλοτρίῳ τινί φωτί, ἀλλά φωτί τῆς οἰκείας αὐτοῦ δόξης τε καί θεότητος. Μηδείς οὖν τῶν μή βλεπόντων πιστῶν νοερῶς τόν Κύριον, μηδέ τῷ φωτί αὐτοῦ τρανῶς καί γνωστῶς ἐλλαμπόμενος, μηδέ ἐν τῇ θεωρίᾳ τῆς δόξης αὐτοῦ διά παντός μένων καί μένοντα βλέπων ἐν ἑαυτῷ τόν Θεόν, λεγέτω τοῦτο ἀδύνατον· μηδέ γάρ ὡς ἄπιστος καί αὐτός φθεγγέσθω ταῦτα λαλῶν, ἀλλ’ ἕκαστος ὑμῶν, ἀγαπητοί, τό ἑαυτοῦ συνειδός, ὡς εἴπομεν, ἐρευνήσας, αἴτιον ἑαυτόν εὑρήσει τῆς στερήσεως τοῦ Δεσπότου καί τῆς θέας τῆς δόξης αὐτοῦ.

Μετανοησάτω οὖν ἕκαστος ὑμῶν καί θρηνησάτω ἑαυτόν, ὁπότε οὕτως ἔχοντα ἴδοι, ὅτι τοσούτων καί τηλικούτων ἀγαθῶν ἑαυτόν ἀπεστέρησεν, ἐκπεσών τῆς δόξης καί τῆς θεωρίας τοῦ βασιλέως τῶν οὐρανῶν, καί σπουδασάτω διά μετανοίας καί ἐξομολογήσεως τῶν αἰωνίων ἐπιτυχεῖν ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καί τό κράτος σύν τῷ Πατρί καί τῷ Ἁγίῳ Πνεύματι εἰς τούς αἰῶνας· ἀμήν.



Ἑπόμενο: ΛΟΓΟΣ ΙΔ΄. Περί ἑορτῶν καί ὅπως χρή ἑορτάζειν καί τίνων σύμβολα τά τελούμενα ἐν ταῖς ἑορταῖς καί κατά τῶν ἐναβρυνομένων ἐν αὐταῖς. Καί περί τῶν ἀξίως ἤ ἀναξίως κοινωνούντων καί τίς ἡ ἐν τούτοις διαφορά· καί πρός τό τέλος, πῶς συνάπτεταί τις διά τῆς κοινωνίας Θεῷ καί πῶς οὐ συνάπτεται.
Προηγούμενο: ΛΟΓΟΣ ΙΒ΄. Εἰς τό ῥητόν τό λέγον τοῦ Ἀποστόλου· «Ἐξαγοραζόμενοι τόν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσί». Καί πῶς ἐξαγοράζεταί τις φρονίμως τόν καιρόν τῆς παρούσης ζωῆς.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος