Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΙΕ΄ . Περί ἡσυχίας καί ὁποίας ἐργασίας ὀφείλει ἔχεσθαι ὁ ἐν ταύτῃ ἀνδρείως προσκαρτερῶν.
Προηγούμενο: ΛΟΓΟΣ ΙΓ΄. Εἰς τό ῥητόν τοῦ Ἀποστόλου· «Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός, ὁ δεύτερον ἄνθρωπος ὁ Κύριος ἐξ οὐρανοῦ». Καί πῶς τόν χοϊκόν ἀποτιθέμεθα ἄνθρωπον καί τόν Χριστόν ἐνδυόμεθα, συγγενεῖς αὐτοῦ καί ἀδελφοί χρηματίσαντες.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

ΛΟΓΟΣ ΙΔ΄. Περί ἑορτῶν καί ὅπως χρή ἑορτάζειν καί τίνων σύμβολα τά τελούμενα ἐν ταῖς ἑορταῖς καί κατά τῶν ἐναβρυνομένων ἐν αὐταῖς. Καί περί τῶν ἀξίως ἤ ἀναξίως κοινωνούντων καί τίς ἡ ἐν τούτοις διαφορά· καί πρός τό τέλος, πῶς συνάπτεταί τις διά τῆς κοινωνίας Θεῷ καί πῶς οὐ συνάπτεται.

Ὁ συνιέναι καί συνιδεῖν δυνηθείς ὅτι γυμνός ἐκ τοῦ μή ὄντος παραχθείς εἰς τόν κόσμον εἰσῆλθεν, οὗτος τόν ποιήσαντα αὐτόν ἐπιγνώσεται καί μόνον αὐτόν φοβηθήσεται καί ἀγαπήσει καί αὐτῷ δουλεύσει ἐξ ὅλης ψυχῆς καί οὐδέν οὐδαμῶς, προτιμήσει τῶν ὁρωμένων αὐτοῦ, ἀλλά ξένον πάντων τῶν ἐπιγείων, εἰπεῖν δέ καί αὐτῶν τῶν ἐν τῷ οὐρανῷ, ἑαυτόν εἶναι ἐν πάσῃ πληροφορίᾳ εἰδώς, ὅλην αὐτοῦ τήν πρόθεσιν τῆς ψυχῆς εἰς τήν θεραπείαν τοῦ πεποιηκότος αὐτόν ἐκδίδωσιν. Εἰ γάρ ἐξ ὧν ἐπλάσθη καί ἐν οἷς διάγει ξένος ἐστί, πολλῷ μᾶλλον ἐκείνων ὧν κατά πολύ ἀφέστηκε καί τῇ φύσει καί τῇ οὐσίᾳ καί τῇ διαγωγῇ. Ὁ δέ γε ξένον ἑαυτόν ὄντα τῶν ἐπιγείων ἐπεγνωκώς καί εἰδώς ὅτι γυμνός ἐν τῷ θεάτρῳ τούτῳ εἰσῆλθε καί γυμνός πάλιν ἐξέρχεσθαι τούτου μέλλει, πῶς οὐχί πενθήσει; Πῶς δέ οὐ κλαύσει οὐχ ἑαυτόν μόνον, ἀλλά καί πάντας τούς ὁμογενεῖς καί ὁμοιοπαθεῖς αὐτῷ ἀνθρώπους; Ὁ δέ καί τόν Θεόν μόνον ἀγαπῶν καί φοβούμενος, πῶς σωματικῶς εὐφρανθήσεται, ἤ σωματικῶς κατά τήν τῶν ἀνθρώπων συνήθειαν οὕτω πως ἀγνώστως ἑορτάσει καί ἀλογίστως, αὐτοῦ τοῦ Κυρίου πρός τούς τοιούτους ἀεί λεγοντος· «Ὁ κόσμος χαρήσεται, ὑμεῖς δέ λυπηθήσεσθε· ἀλλά θαρσεῖτε, ἐγώ νενίκηκα τόν κόσμον. Ἀναστήσομαι γάρ ἐν ὑμῖν, καταποθέντος τοῦ χείρονος κόσμου ὑπό τῆς ζωῆς τῆς βραβευομένης πᾶσιν ἐκ τοῦ ἐμοῦ Πνεύματος· καί ἰδόντες με, χαρήσεται ὑμῶν ἡ καρδία καί τήν χαράν ὑμῶν οὐδείς αἴρει ἀφ’ ὑμῶν». Πῶς οὖν ὁ τόν οὐράνιον βλέπων Δεσπότην ἐπιγείου τινός ἐν ἐπιθυμίᾳ γένηται πράγματος, ἤ ἐννοήσει τι ὅ μή ἀρέσκει Θεῷ; Πῶς δέ ὁ καί ξένον ἑαυτόν εἰδώς ἐν πληροφορίᾳ γυμνόν τε καί πένητα, εἰ καί τά πάντα κατέχει, ἀποστολικῶς εἰπεῖν, ἐγκαλλωπισθήσεται, ἤ ἐφ’ οἷς ἄρα ποιεῖ ἐπαρθήσεται, ἤ ἐπί πλήθει κηρῶν καί λύχνων μεγάλα φρονήσει καί ἐπί ἀρώμασι καί μύροις, ἤ συνάξει λαοῦ, ἤ εὐθηνούσῃ τραπέζῃ καί πολυτελεῖ, καί φίλων παριφανείᾳ καί παρουσίᾳ ἐνδόξων ἀνδρῶν τῶν ἐπί τῆς γῆς ἐγκαυχήσεται; Οὐδαμῶς οὖν. Οἶδε γάρ ταῦτα πάντα καίπάντας ὁμοῦ τήν σήμερον ὄντας καί παρερχομένους τήν αὔριον, σήμερον τά παρόντα φαινόμενα καί μετ’ ὀλίγον ἀφανιζόμενα. Οὐδέ γάρ ἔχει πρός τά γινόμενα ὁ τοιοῦτος καί τό ἑορτάζειν καλῶς ἐπιστάμενος ἤ τόν νοῦν ἑαυτοῦ ἤ τήν αἴσθησιν ὅλως - τοῦτο γάρ τῶν μηδέν πλέον τῶν ὁρωμένων φανταζομένων ἐστίν - , ἀλλ’ ὡς ἐνεστῶτα ἐν τοῖς τελουμένοις ὁρᾷ σοφῷ τῷ νοΐ τά μέλλοντα καί ἐπ’ αὐτοῖς τήν καρδίαν εὐφραίνεται καί δοκεῖ ὅλον ἐν ἐκεῖνοις ἑαυτόν εἶναι καί μετά τῶν ἑορταζόντων εἰς οὐρανούς τό πλῆθος τοῦ λαοῦ, ἤ τήν τῶν φίλων συνέλευσιν, ἀλλά τό μετ’ ὀλίγον ἀεί ἐννοεῖ, ὅτι δή τά μέν σβεσθήσονται, οἱ δέ ἀπελεύσονται ἕκαστος εἰς τά ἴδια καί μόνος αὐτός ἐν ἐν σκότει καταλειφθήσεται. Μή δή οὖν μοι χρόνους καί μῆνας καί καιρῶν περιόδους ἀρίθμει, μηδέ λέγε μοι «Ἰδού ἑώρτασα τήν Χριστοῦ γέννησιν, τήν Ὑπαπαντήν, τά Θεοφάνια, τήν Ἀνάστασιν, τήν Ἀνάληψιν, τήν τοῦ Πνεύματος κάθοδον». Μή ταῦτά μοι λέγει μηδέ πάσας ἀρίθμει τάς ἑορτάς, ἀλλά μηδέ ἀρκεῖν σοι ταύτας λογίζου πρός σωτηρίαν ψυχῆς μηδέ ἐν λαμπροῖς ἱματίοις καί ἀγερώχοις ἵπποις καί μύροις πολυτίμοις, κηροῖς τε καί λύχνοις καί πλήθει λαοῦ, τήν ἑορτήν σοι νόμιζε εἶναι. Ταῦτα γάρ λαμπράν τήν ἑορτήν οὐ ποιεῖ οὐδέ ἀληθής ἑορτή ἐστι τοῦτο, ἀλλά σύμβολα ἑορτῆς. Τί γάρ μοι ὄφελος, ἀγαπητέ, μή εἴπω κηρούς καί λύχνους ἀνάψαι πολλούς ἐν τῷ ναῷ καί τῇ τῶν πιστῶν ἐκκλησίᾳ, ἀλλ’ ἐάν τοιούτους αὐτούς κτήσασθαι δυνηθῶ, οἷον τόν ἀπ’ οὐρανοῦ λάμποντα ἥλιον, καί ἀντί λύχνων πολλῶν τούς ἀστέρας προσπῆξαι τῷ ὀρόφῳ τοῦ νοῦ καί ποιῆσαι αὐτόν καινόν οὐρανόν καί πρᾶγμα ξένον ἐπί τῆς γῆς, καί ἔτι πρός τούτοις, ἐν τῷ τούτων ἀγαλλιασθῆναι φωτί, θαυμαστωθῆναί τε παρά τῶν συνεληλυθότων καί ἐπαινεθῆναι, εἶτα μετ’ ὀλίγον, πάντων ἀποσβεσθέντων αὐτῶν, αὐτός ἐγώ ἐν σκότει καταλειφθήσομαι; Εἰ δέ καί σήμερον μέν μύροις ἐμαυτόν τε καί τούς συνεληλυθότας εὐωδιάσαιμι, αὔριον δέ ἐκ τῆς ἐμαυτοῦ σαρκός καί τοῦ ῥύπου ταύτης δωσωδίας πλησθήσομαι, τί μοι τό ὄφελος, εἰπέ μοι, ὁ λαμπραῖς αὐτῶν ἑορταῖς, καί συνετῶς, εἴ ἐστί σοι σύνεσις, κατά τόν Σοφόν, ἀποκρίθητι. Ὄντως οὐδέν, κἄν ἄγῃς σιωπήν, ὑπό τοῦ λόγου ἀγχόμενος. Εἰ γάρ σήμερον φωτισθήσομαι, αὔριον δέ σκοτισθήσομαι, ἤ σήμερον εὐφρανθήσομαι, τῇ λύπῃ δέ βληθήσομαι αὔριον, ἤ καί ταύτῃ μέν τῇ ἡμέρᾳ ὑγιείας ἀπολαύσαιμι, τῇ ἐπιούσῃ δέ βληθήσομαι νόσῳ, τί μοι τό κέρδος; Εἰπέ. Τίς δέ ἡ ἐκ τῶν εἰρημένων ἀπόλαυσις; «Οὐ ταύτας τάς ἑορτάς ἐξελεξάμην, λέγει Κύριος. Τίς γάρ, φησί, ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν ἐξεζήτησεν;» Οὐχ οὕτως ἑορτάζειν ἡμᾶς Χριστός νενομοθέτηκεν. Ἀλλά πῶς; Ἄκουε νουνεχῶς. Πρῶτον δέ τάς ἀντιθέσεις σοι τῶν ἀντιδιατιθεμένων τῷ λόγῳ προθήσω λεγόντων οὕτω «Τί δέ;» φησίν. «Οὐκ ἀνάψομεν κηρούς τε καί λύχνους; Οὐ μύρα προσενέγκωμεν καί θυμίαμα; Οὐ προσκαλεσόμεθα ᾄδοντα λαόν, οὐδέ γνωστούς καί φίλους καί ἄρχοντας συναθροίσομεν; Ταῦτα λέγεις; Οὕτω προστάσσεις;» φησίν. Οὐ τοῦτο λεγω, μή γένοιτο ἀλλά καί λίαν δαψιλῶς σοι ταῦτα ποιεῖν καί συμβουλεύω καί συναινῶ. Πλήν ἀλλά τόν τρόπον εἰδέναι σε βούλομαι καί ἤδη ὑποτιθῶ σοι καί αὐτό τό τῆς ἑορτῆς τῶν πιστῶν τό μυστήριον. Ποῖον δή τοῦτο; Ὅπερ αὐτά σοι δηλοῦσι τυπικῶς τά γινόμενα παρά σοῦ. Τό γάρ νοητόν σοι φῶς, αἱ λαμπάδες ὑποσημαίνουσαι δεικνύουσιν. Καθάπερ γάρ ὁ ναός, οὗτος ὁ περικαλλής οἶκος, ὑπό τῶν πολλῶν καταλάμπεται λαμπάδων, οὕτω καί ὁ οἶκος τῆς σῆς ψυχῆς, ὁ τοῦδε τοῦ ναοῦ τιμιώτερος, νοητῶς ὀφείλει φωτίζεσθαι καί καταλάμπεσθαι, καιομένων καί φαινόντων ἐν σοί τῶν πνευματικῶν πασῶν ἀρετῶν δηλονότι διά τοῦ θείου πυρός, ὡς μηδέ τόπον τινά ἐν αὐτῷ ἀπολειφθῆναι φωτός ἄμοιρον τούς δέ φωτοειδεῖς λογισμούς, τό πλῆθος ὑπογράφει σοι τῶν καιομένων λύχνων ὑπό τοῦ ὁρωμένου πυρός, ἵνα, καθώσπερ οὗτοι, λάμπῃ ὁ καθείς αὐτῶν καί μή λογισμός ἐναπολειφθῇ σκοτεινός ἐν τῇ οἰκίᾳ σου τῆς ψυχῆς, ἀλλά δι’ ὅλου ἅπαντες ἀεί τῷ πυρί τοῦ Πνεύματος καιόμενοι λάμπωσιν, ὡς ἄν μή διακόπτηταί σου ὁ τῆς διακρίσεως τῶν λογισμῶν στεφανοειδής ὁρμαθός. Τό δέ νοητόν σοι μύρον, τά ἐκχυνόμενα δεικνύει τῶν μύρων καί τά σύνθετα τῶν θυμιαμάτων, ἅ καί χρῆναί σε διδάσκουσι κεκτῆσθαι τοῦτο πολυτελῶς ἐν σεαυτῷ. Τό μέν γάρ ἔξωθεν ῥαντιζόμενον ἔσται τοῖς πνευματικοῖς εἰς εἰκόνα τῆς κατερχομένης δρόσου ἐπί τά ὄρη Σιών καί ὡς τό καταβαῖνον ἐπί τόν πώγωνα Ἀαρών καί ἐπί τήν ᾤαν τοῦ ἐνδύματος αὐτοῦ τό δέ βλύζον ἔνδοθεν καί ὡς ὕδωρ καταψῦχον τό πνεῦμα ἔσται εἰς πηγήν νάουσαν ὕδατα ζωῆς αἰωνίου τῷ ὑπό θείου Πνεύματος ἐνεργουμένῳ, ἀναπτόμενόν τε καί εἰς καπνόν εὐωδίας ἀναπεμπόμενον ὅ καί φαίνει λαμπρῶς καί μυρίζει ὁμοῦ τάς αἰσθήσεις εὐωδίαν πνευματικήν, τοῦτο μέν ὡς φῶς ὄν καί τοῖς καθαροῖς τήν καρδίαν ὁρώμενον, τοῦτο δέ ὡς ξύλον ζωῆς καί ἀνασταυροῦν τά θελήματα τῆς σαρκός, τό εὐωδιάζον τά σύμπαντα καί μόνους τούς πιστούς ἀεί εὐφραῖνον εὐφροσύνην πνευματικήν. Ἀλλά γάρ οὐκ ἐν τοῖς εἰρημένοις μόνον ἵσταται ταῦτα, ἀλλ’ ἔχουσι ταῦτα καί ἑτέραν ἔμφασιν διδασκαλίας πνευματικῆς. Εἰ γάρ τά ἄψυχα οὕτω Θεός τῇ εὐωδίᾳ ἐκόσμησε καί ἐδόξασε, πολλῷ μᾶλλον σέ βουλόμενον κατακοσμήσει ταῖς ἰδέαις τῶν ἀρετῶν καί τῇ εὐωδίᾳ τοῦ Πνεύματος τοῦ Ἁγίου δοξάσει, ὅν καί κατ’ εἰκόνα ἑαυτοῦ ἔκτισε καί ὁμοίωσιν. Ταῦτα γάρ τά ὑπό τῶν χειρῶν τῶν ἀνθρωπίνων συντεθέντα μύρα καί τῇ εὐωδίᾳ τοῦ μύρου εὐωδιάζοντά σου τάς αἰσθήσεις τήν σήν πλάσιν ἀναζωγραφοῦσι καί οἷον σοφῶς ὑπεμφαίνουσι. Καθάπερ γάρ τά ὑπό διαφόρων εἰδῶν συντιθέμενα μύρα χεῖρες πλάττουσι μυρεψῶν καί ἕν ἐκ πολλῶν εἶδος ἀποτελοῦσιν, οὕτω καί σέ χεῖρες Θεοῦ ἔπλασαν, συντεθέντα σοφῶς καί συναρμολογηθέντα τοῖς νοητοῖς μέλεσι τοῦ μύρου τοῦ νοητοῦ, εἴτ’ οὖν τοῖς χαρίσμασι τοῦ ζωοποιοῦ καί παντουργοῦ Πνεύματος καί μυρίζειν σε χρή τήν εὐωδίαν τῆς γνώσεως καί τῆς σοφίας αὐτοῦ, ἵνα οἱ ἀκούοντες τῶν λόγων τῆς διδασκαλίας σου εὐωδιάζωνται τά αἰσθητήρια τῆς ψυχῆς καί εὐφραίνωνται εὐφροσύνην πνευματικήν. Τά δέ συναθροισθέντα σοι πλήθη καί ᾄδοντα μεγαλοφώνως Θεῷ, τά οὐράνιά σοι τάγματα παραδηλοῦσι καί τάς ἀναριθμήτους τῶν ἀγγέλων δυνάμεις, τάς ἐπί τῇ σῇ σωτηρίᾳ τόν οὐράνιον ἀνυμνούσας Δεσπότην. Ὁ αἶνος δέ καί ὁ ὕμνος, ὁ δι’ αὐτῶν μελῳδούμενος, τόν ὕμνον ἐκεῖνον τόν μυστικόν, ὅν ἀσιγήτως οἱ ἅγιοι ἀναμέλπουσιν ἄγγελοι, ὑπαινίττεται, ὡς ἄν καί αὐτός ἑαυτόν τοιοῦτον ἀποτελέσῃς καί ὡς ἐπίγειος ἄγγελος τῷ ἀΰλῳ στόματι ἀκαταπαύστως τῆς καρδίας σου ἀνυμνῇς τόν πεποικότα σε Θεόν μυστικῶς. Οἱ δέ γε φίλοι καί γνωστοί καί τῶν ἀρχόντων οἱ συμπαρόντες διδάσκουσί σε διά τῆς παρουσίας ὅτι δεῖ σε συναρίθμιον καί ὁμοδίαιτον διά πάσης ἐργασίας τῶν ἐντολῶν καί διά τοῦ πλούτου τῶν ἀρετῶν ἀποστόλων, προφητῶν, μαρτύρων καί πάντων γενέσθαι ὁσίων. Ἐάν οὕτως ἑορτάζων λογίζῃ καί τοιοῦτος γέγονας οἷον ὁ λόγος ἀναζωγράφησεν, ἑορτήν ἑορτάζεις ἐν οἷς ποιεῖς ἑορτάζων πνευματικήν καί συνεορτάζεις ταῖς ἄνω τῶν ἀγγέλων δυνάμεσι. Εἰ δέ οὐχ οὕτως οὐδέ τοιοῦτον σεαυτόν διά τῆς ἐργασίας τῶν ἐντολῶν ἀπειργάσω, τί σοι τό ὄφελος ἑορτάζοντι; Δέος μή καί σύ, ὡς οἱ πάλαι Ἰουδαῖοι, ἀκούσῃς «Μεταστρέψω, φησίν, εἰς πένθος τάς ἑορτάς σου καί τήν χαράν σου εἰς λύπην μεταβαλών». Τί οὖν; Οὐχ ἑορτάσομεν σωματικῶς τε καί αἰσθητῶς, εἰ μή τοιοῦτοι δυνηθῶμεν γενέσθαι οἵους ἡμῖν τῷ λόγῳ ὑπέδειξας; Καί πάνυ μέν οὖν. «Ἑόρταζε» φησί, καί τά πρός τιμήν Θεοῦ καί τῶν ἁγίων αὐτοῦ ἐπιτέλει, ὅση σοι δύναμις, καί πάντας, εἰ οἷόν τε, συγκάλει, βασιλεῖς, ἄρχοντας, ἀρχιερεῖς, λευΐτας, μοναστάς, λαϊκούς, ἵνα διά πάντων δοξασθῇ ὁ Θεός διά σοῦ καί τούτων ἡ δόξα, ὡς ἐξ ἑνός σοῦ ἀναφερομένη πρός τόν Θεόν, σοί λογισθήσεται καί αὐτῷ εὐαπόδεκτος ἔσῃ. Μή οἵου δέ ὡς ἐντεῦθεν τόν Θεόν καί τούς ἁγίους δοξάζειν αὐτοῦ ἤ προσθήκην τινά τῆς δόξης αὐτοῖς ἐμποιεῖν. Πῶς γάρ; «Οὐ γάρ δεδόξασται, φησί, τό δεδοξασμένον ἕνεκα τῆς ὑπερβαλλούσης δόξης αὐτοῦ», οὐδέ ἐνδεῶς ἔχουσιν οἱ ἅγιοι δόξης ἐπιγείου καί ἀνθρωπίνης. Ἀλλ’ ὅπως ἐλέους τύχῃς ἀπό Θεοῦ διά τῆς ἐκείνων πρεσβείας, ἑόρταζε. Ἀλλά μηδέ οὕτως ἑορτήν σοι ἀληθινήν εἶναι τό γινόμενον ὑποτόπαζε, τύπον δέ μᾶλλον καί σκιάν καί σύμβολον ἑορτῆς τοῦτο λογίζου. Ποίαν γάρ, εἰπέ μοι, κοινωνίαν σχοῖέν ποτε τά αἰσθητά καί ἄψυχα καί πάντῃ αἰσθήσεως ἄμοιρα πρός τά νοητά καί θεῖα καί ἔμψυχα, ἤ πνευματικά μᾶλλον εἰπεῖν καί ζῶντα καί ζωῆς αἰωνίου παρεκτικά; Ἔστω σοι ἑορτή, λελογισμένως καί εὐσεβῶς ἑορτάζοντι, μή λαμπάδων φῶς εἰς τό ὀλίγον σβεννύμενον, ἀλλά αὐτή καθαρῶς ἡ τῆς ψυχῆς σου λαμπάς, ἥτις ἡ γνῶσις ὑπάρχει τῶν θείων καί οὐρανίων πραγμάτων, ἡ ὑπό τοῦ Ἁγίου Πνεύματος χορηγουμένη τῷ Ἰσραηλιτικῷ τήν διάνοιαν. Αὕτη ἔστω σοι διά πάσης ἐκλάμπουσα τῆς ζωῆς σου, ὑπέρ τάς τοῦ ἡλίου ἀκτῖνας φαίνουσα πᾶσι τοῖς ἐν τῇ παγκοσμίῳ οἰκίᾳ, φῶς καθαρόν τοῦ λόγου ἠρτυμένον τῷ τοῦ Πνεύματος ἅλατι, κατά τήν κελεύουσαν ἐντολήν «Λαμψάτω τό φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τά καλά ἔργα ὑμῶν καί δοξάσωσι τόν Πατέρα ὑμῶν τόν ἐν τοῖς οὐρανοῖς». Ἀντί λύχνων πολλῶν, ἔστωσάν σοι αἱ φωτοειδεῖς ἔννοιαι, δι’ ὧν ὁ κόσμος ἅπας τῶν ἀρετῶν ἐξυφαίνεται καί ἡ ποικιλία τοῦ πνευματικοῦ ναοῦ καί τοῦ κάλλους αὐτοῦ λαμπρῶς τοῖς ὁρῶσι ὀρθῶς ὑποδείκνυται. Ἀντί μύρων καί ἀρωμάτων, εὐωδιαζέτω σε ἡ νοητή τοῦ Ἁγίου Πνεύματος εὐωδία, ἧς ἄρρητος ἡ ὀσμή καί ἡ ἀναθυμίασις φωτοειδής τῆς ὀσφρήσεως. Ἀντί πλήθους λαοῦ, συνίτωσάν σοι τά τάγματα τῶν ἁγίων ἀγγέλων δοξάζοντα τόν Θεόν ἐπί σοί καί ἀεί χαιρόμενα ἐπί τῇ σωτηρίᾳ καί ἀναβάσει καί προκοπῇ σου. Ἀντί φίλων καί ἀρχόντων καί βασιλέων, συνεορταζέτωσαν καί συγκοινωνείτωτάν σοι, οἷα δή φίλοι, οἱ προσκυνούμενοι καί τιμώμενοι παρ’ αὐτῶν πάντες ἅγιοι. Οὗτοι ἔστωσάν σοι φιλούμενοι καί ὑπέρ ἅπαντας προτιμώμενοι, ὡς ἄν ἐκλείποντά σε προσυποδέξωνται εἰς τάς αἰωνίους τούτων σκηνάς, ὡς τόν Λάζαρον ὁ Ἀβραάμ ἐν τοῖς κόλποις αὐτοῦ, εἰ καί θεωρεῖται τό εἰρημένον καί ἄλλως. Ἀντί πληθούσης τραπέζης τῇ ἀφθονίᾳ τῶν ἐδεσμάτων, ἔστω σοι μόνος ὁ ἄρτος ὁ ζῶν, οὐχ ὁ αἰσθητός καί φαινόμενος μόνον, ἀλλ’ ὁ ἐν τῷ αἰσθητῷ καί δι’ αὐτοῦ ὡς αἰσθητός σοι καί γενόμενος καί διδόμενος, αὐτός ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων καί διδούς τῷ κόσμῳ ζωήν, ὅν οἱ ἐσθίοντες οὐ τρέφονται μόνον, ἀλλά καί ζωοῦνται καί ζῶντες ὡς ἐκ νεκρῶν ἐξανίστανται. Τοῦτό σοι τρυφή καί βρῶσις ἔστω ἀκόρεστος καί ἀδάπανος οἶνος δέ, οὐχ ὁ οἶνος οὗτος ὁ καί ὁρώμενος, ἀλλ’ ὁ φαινόμενος μέν οἶνος, νοούμενος δέ αἷμα Θεοῦ, φῶς ἄφραστον, ἄρρητος γλυκασμός, εὐφροσύνη αἰώνιος τοῦτον εἰ πίνεις ἀξίως ἀεί, οὐ μή διψήσῃς εἰς τόν αἰῶνα, μόνον ἐν αἰσθήσει ψυχῆς, ἐν ἑτοιμασίᾳ τῆς εἰρήνης τῶν ταύτης δυνάμεων. Καί σκόπει μοι ἐντεῦθεν τῶν λεγομένων τήν δύναμιν. Εἰ ἐν αἰσθήσει καί γνώσει, τῶν τοιούτων μετέχεις ἀξίως εἰ δέ μή οὕτως, ἀναξίως πάντως ἐσθίεις καί πίνεις. Εἰ ἐν θεωρίᾳ καθαρᾷ μετείληφας οὗ μετείληφας, ἰδού δή ἄξιος γέγονας τῆς τοιαύτης τραπέζης εἰ γάρ μή ἄξιος γένῃ, οὐ κολληθήσῃ, οὐδαμῶς ἐνωθήσῃ Θεῷ. Μή τοίνυν οἰέσθωσαν οἱ τῶν θείων μυστηρίων ἀναξίως μετέχοντες ὅτι δι’ αὐτῶν ἁπλῶς οὕτω κολλῶνται καί ἑνοῦνται Θεῷ τῷ ἀοράτῳ τοῦτο γάρ οὐκ ἔσται αὐτοῖς οὐδαμῶς, οὐδ’ οὐ μή γενήσεταί ποτε. Μόνοι γάρ οἱ τῇ μετουσίᾳ τῆς θείας τοῦ Κυρίου σαρκός καί τήν ἀποκάλυψιν τῇ νοερᾷ προσψαύσει τῆς ἀοράτου θεότητος ἐν τῷ νοερῷ ὄμματι καί στόματι καταξιούμενοι ἰδεῖν καί φαγεῖν γινώσκουσιν ὅτι χρηστός ὁ Κύριος, οἵ οὐκ ἄρτον μόνον αἰσθητόν αἰσθητῶς, ἀλλά καί Θεόν ὁμοῦ ἐν ταὐτῷ νοητῶς ἐσθίοντες ἅμα καί πίνοντες, ἐν αἰσθήσει διτταῖς ὡσαύτως τόν μέν ὁρατῶς τόν δέ ἀοράτως τρεφόμενοι, ἑνοῦνται κατ’ ἄμφω τῷ διττῷ τάς φύσεις Χριστῷ, σύσσωμοι αὐτῷ γινόμενοι καί συγκοινωνοί τῆς δόξης καί τῆς θεότητος. Οὕτω γάρ ἑνοῦνται Θεῷ οἱ ἀξίως καί ἐν γνώσει θεωρίᾳ τοῦ μυστηρίου ἐκ τοῦ ἄρτου ἐσθίοντες τούτου καί ἐκ τούτου τοῦ ποτηρίου πίνοντες εὐαισθήτῳ ψυχῇ καί καρδίᾳ οἱ δ’ ἀναξίως τοῦτο ποιοῦντες κενοί τῆς δωρεᾶς εἰσι τοῦ Πνεύματος τοῦ Ἁγίου, τρέφοντες μόνον τό σῶμα, οὐχί δέ καί τήν ψυχήν ἑαυτῶν. Ἀλλά μή θορυβηθῇς τήν ἀλήθειαν ἀκούων, ἀγαπητέ, δηλουμένην σοι παρ’ ἡμῶν. Εἰ γάρ ἄρτον ζωῆς καί διδόντα ζωήν αὐτόν τήν σάρκα εἶναι ὁμολογεῖς τοῦ Κυρίου καί τό αἷμα αὐτοῦ οἶδας καί διδοῦν ζωήν τοῖς μετέχουσι καί γινόμενον ἐν τῷ πίνοντι ὡς πηγή ὕδατος ἁλλομένου εἰς ζωήν αἰώνιον, πῶς, εἰπέ, σύ τούτων μετέχων οὐδέν πλέον ψυχικῶς προστίθης, ἀλλ’ εἰ καί μικράν τινα ἴσως ἐπαισθανθήσῃ χαράν, μένεις πάλιν μετά μικρόν οἷος ἦς καί τό πρότερον, μηδεμίαν προσθήκην ζωῆς ἐν σοί, ἤ πηγήν βλυστάνουσαν, ἤ βλέπων τό οἱονοῦν φῶς; Ὁ γάρ ἄρτος οὗτος αἰσθητῶς μέν ψωμός φαίνεται τοῖς μή ὑπέρ τήν αἴσθησιν γενομένοις, νοερῶς δέ φῶς ἀχώρητόν ἐστι καί ἀπρόσιτον οὕτω καί ὁ οἶνος φῶς καί αὐτός ὁμοίως, ζωή, πῦρ καί ὕδωρ ἐστί ζῶν. Εἰ οὖν, τρώγων καί πίνων τόν θεῖον ἄρτον καί τόν τῆς εὐφροσύνης οἶνον, οὐκ ἔσῃ γινώσκων εἰ ζωήν ἔζησας τήν ἀνώλεθρον, εἰ φωτοειδῆ τόν ἄρτον, ἤ πύρινον αὐτόν, ὡς ὁ προφήτης ἐδέξω ἐντός σου, εἰ ὡς ὕδωρ ἁλλόμενον καί λαλοῦν τό δεσποτικόν ἔπιες αἷμα, εἰ οὐδέν οὐδαμῶς τούτων ἐν θεωρίᾳ καί μεθέξει ἐγένου, πῶς οἴει τῆς ζωῆς κοινωνός γεγονέναι; Πῶς δέ νομίζεις ἅψασθαι τοῦ ἀπροσίτου πυρός, ἤ πῶς ὅλος μεταλαβεῖν ὑπολαμβάνεις τοῦ ἀϊδίου φωτός; Οὔμενουν οὐδαμῶς τοῦτό σοι γέγονε, τῷ περί τά τοιαῦτα ἀνεπαισθήτως ἔχοντι ἀλλά τό φῶς σε καταλάμπει ὄντα τυφλόν, θερμαίνει δέ σε τό πῦρ, οὐχ ἥψατο δέ, ἡ ζωή ἐπεσκίασεν, οὐχ ἡνώθη σοι δέ, τό ζῶν ὕδωρ διῆλθεν ὡς διά ῥύακος τῆς σῆς ψυχῆς, ἐπειδή ἀξίαν ἑαυτοῦ οὐχ εὗρεν ὑποδοχήν. Οὕτως οὖν λαμβάνων καί οὕτως ἁπτόμενος τῶν ἀψαύστων καί δοκῶν ἐσθίειν, μένεις μή λαμβάνων, μή ἐσθίων, μηδέν ὅλως ἔχων ἐν σεαυτῷ. Ὁ γάρ ἀπρόσιτος Λόγος, ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων, οὐ περιλαμβάνεται αἰσθητῶς, ἀλλά συμπεριλαμβάνει μᾶλλον αὐτός καί ἅπτεται καί ἀσυγχύτως ἑνοῦται τοῖς ἀξίοις καί καλῶς εὐτρεπισμένοις πρός ὑποδοχήν τήν αὐτοῦ. Ἐάν οὕτω μέν ἑορτάζῃς, οὕτω δέ καί τῶν θείων μυστηρίων μεταλαμβάνῃς, ἔσται σοι ἅπας ὁ βίος ἑορτή μία, καί οὐδέ ἑορτή, ἀλλά ἑορτῆς ἀφορμή καί Πάσχα ἕν, ἡ ἐκ τῶν ὁρωμένων πρός τά νοούμενα μετάβασις καί ἐκχώρησις, ἔνθα πᾶσα σκιά καί ἅπας τύπος καί τά νῦν σύμβολα καταπαύουσι καί καθαροί καθαρῶς τοῦ καθαρωτάτου θύματος αἰωνίως ἐπαπολαύσομεν, ἐν Πατρί Θεῷ καί ὁμοουσίῳ τῷ Πνεύματι, Χριστόν ἀεί βλέποντες καί βλεπόμενοι πρός αὐτοῦ, Χριστῷ συνόντες, Χριστῷ συμβασιλεύοντες, οὗ μεῖζον οὐδέν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ᾧ πρέπει πᾶσα δόξα, τιμή καί προσκύνησις σύν τῷ Πατρί καί τῷ παναγίῳ καί ζωοποιῷ αὐτοῦ Πνεύματι νῦν καί ἀεί καί εἰς τούς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων ἀμήν.



Ἑπόμενο: ΛΟΓΟΣ ΙΕ΄ . Περί ἡσυχίας καί ὁποίας ἐργασίας ὀφείλει ἔχεσθαι ὁ ἐν ταύτῃ ἀνδρείως προσκαρτερῶν.
Προηγούμενο: ΛΟΓΟΣ ΙΓ΄. Εἰς τό ῥητόν τοῦ Ἀποστόλου· «Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός, ὁ δεύτερον ἄνθρωπος ὁ Κύριος ἐξ οὐρανοῦ». Καί πῶς τόν χοϊκόν ἀποτιθέμεθα ἄνθρωπον καί τόν Χριστόν ἐνδυόμεθα, συγγενεῖς αὐτοῦ καί ἀδελφοί χρηματίσαντες.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος