Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΕΤΕΡΑ ΚΕΦΑΛΑΙΑ ΓΝΩΣΤΙΚΑ ΤΕ ΚΑΙ ΘΕΟΛΟΓΙΚΑ κε'
Προηγούμενο: ΛΟΓΟΣ ΙΕ΄ . Περί ἡσυχίας καί ὁποίας ἐργασίας ὀφείλει ἔχεσθαι ὁ ἐν ταύτῃ ἀνδρείως προσκαρτερῶν.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

ΚΕΦΑΛΑΙΑ ΠΡΑΚΤΙΚΑ ΚΑΙ ΘΕΟΛΟΓΙΚΑ

α'. Θεός τοῖς μέν σωματικῶς ὁρῶσιν οὐδαμοῦ ἐστιν, ἀόρατος γάρ, τοῖς δέ πνευματικῶς νοοῦσι πανταχοῦ ἐστι, πάρεστι γάρ ἐν γάρ τῷ παντί καί ἐκτός τοῦ παντός ἐστιν, ἐν τούτῳ καί ἐγγύς ἐστι τοῖς φοβουμένοις αὐτόν καί μακράν ἀπό ἁμαρτωλῶν ἡ σωτηρία αὐτοῦ.

β΄. Μνήμη Χριστοῦ φωτίζει τόν νοῦν καί δαίμονας ἐκδιώκει τό δέ φῶς τῆς Ἁγίας Τριάδος φαῖνον ἐν καθαρᾷ καρδίᾳ παντός ἀφιστᾷ τοῦ κόσμου καί τόν μέτοχον αὐτοῦ ἀπ’ ἐντεῦθεν ἤδη ἐμφορεῖσθαι ποιεῖ τῆς μελλούσης δόξης, καθόσον ἀνθρώπῳ χωρητόν τῷ ὑπό τῆς ἄνωθεν χάριτος ἐνεργουμένῳ, κρυπτομένῳ δέ εἰσέτι τῷ παραπετάσματι τῆς σαρκός.

γ'. Εἰ οὐδέν ἕτερον μετά τήν παρέλευσιν τῶν ὁρωμένων, εἰ μή μόνος ὁ Θεός ἐστι, καί ἔστι καί ἔσεται, πάντως οἱ τῆς αὐτοῦ χάριτος ἐν τῷ κόσμῳ τούτῳ πλουσίως μετέχοντες, εἰ καί τῇ γῇ πάρεισιν, ἀλλά τό πλεῖστον ἤδη τῷ μέλλοντι αἰῶνι συνήφθησαν, οἵ καί στένουσί πως τῇ σκιᾷ καί τῷ ἐφολκίῳ βαρούμενοι.

δ΄. Ὁ Κύριος οὐ τούς ἁπλῶς διδάσκοντας μακαρίζει ἀλλά τούς πρότερον διά τῆς τῶν ἐντολῶν ἐργασίας ἀναβλέψαι ἀξιωθέντας καί θεασαμένους ἐν ἑαυτοῖς τό φωτίζον φῶς τοῦ Πνεύματος ἀστράπτον καί δι’ αὐτοῦ γνόντας ἐν ἀληθινῇ τούτου ὁράσει καί γνώσει καί ἐνεργείᾳ τά περί ὧν εἰπεῖν καί ἄλλους διδάξαι χρή οὖν οὕτω πρῶτον, ὡς εἴρηται, ἀναχθῆναι τούς διδάσκειν ἐπιχειροῦντας, ἵνα μή περί ὧν οὐκ ἐπίστανται λέγοντες τούς πειθομένους αὐτοῖς καί ἑαυτούς πλανήσαντες ἀπολέσωσιν.

ε΄. Ὁ μή φοβούμενος τόν Θεόν οὐ πιστεύει ὅτι ἔστι Θεός, ἄφρων γάρ ἐστιν ὁ δέ τοῦτο πιστεύων φοβεῖται αὐτόν, φοβούμενος δέ τηρεῖ τάς αὐτοῦ ἐντολάς ὁ δέ φοβεῖσθαι λέγων τόν Θεόν, μή φυλάσσων δέ τάς ἐντολάς αὐτοῦ, ψεύστης ἐστί καί ὁ φόβος τοῦ Θεοῦ οὐκ ἔστιν ἐν αὐτῷ οὗ γάρ, φησί, φόβος, ἐντολῶν τήρησις τούτου δέ μή ὄντος ἐν ἡμῖν μηδέ τῆς φυλακῆς τῶν θείων ἐντολῶν, οὐδέν τῶν ἐθνικῶν καί ἀπίστων διενηνόχαμεν.

στ΄. Ἡ πίστις καί ὁ τοῦ Θεοῦ φόβος καί ἡ τήρησις τῶν αὐτοῦ ἐντολῶν κατά ἀναλογίαν τῆς καθάρσεως τούς μισθούς προξενεῖ καθόσον γάρ καθαιρόμεθα κατά τοσοῦτον εἰς ἀγάπην Θεοῦ ἀπό τοῦ φοβεῖσθαι αὐτόν ἀναγόμεθα καί οἱονεί μεταβαίνομεν ἀπό τοῦ φόβου κατά προκοπήν ἐπί τό ἀγαπᾶν τόν Θεόν καί τηνικαῦτα ἀκούομεν πρός αὐτοῦ «Ὁ ἔχων τάς ἐντολάς μου καί τηρῶν αὐτάς ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με». Καί οὕτω προστιθῶμεν ἐπί τοῖς ἀγῶσιν ἀγῶνας, ἵνα τήν ἀγάπην ἀπό τῶν ἔργων ἐπιδειξώμεθα. Τούτου δέ γενομένου, αὐτός ὡς ὑπέσχετο ἡμᾶς ἀγαπᾷ αὐτοῦ δέ ἡμᾶς ἀγαπῶντος, καί ὁ Πατήρ αὐτοῦ ὡσαύτως ἡμᾶς ἀγαπᾷ, προοδοποιοῦντος τοῦ Πνεύματος δηλαδή καί τήν οἰκίαν προευτρεπίζοντος ὡς ἐν μιᾷ συνόδῳ τῶν ὑποστάσεων μονήν γίνεσθαι ἡμᾶς Πατρός καί Υἱοῦ καί Ἁγίου Πνεύματος.

ζ΄. Ἡ γνωστῶς καί εὐαισθήτως γινομένη ἐνοίκησις τῆς τρισυποστάτου θεότητος ἐν τοῖς τελείοις οὐ πλήρωσις πόθου ἐστιν, ἀλλά μᾶλλον ἀρχή καί αἰτία σφοδροτέρου καί μείζονος πόθου. Ἔκτοτε γάρ οὐκ ἐᾷ τόν ὑποδεξάμενον αὐτήν ἡρεμεῖν, ἀλλ’ ὡς ὑπό πυρός ἀεί ἐκκαιόμενον καί πυρούμενον ἐπαίρεσθαι εἰς φλόγα πόθου θειοτέρου ποιεῖ. Κατάληψιν γάρ καί τέλος τοῦ ποθουμένου εὑρεῖν ὁ νοῦς μή δυνάμενος οὐδέ μέτρον τῷ πόθῳ καί τῇ ἀγάπῃ δύναται δοῦναι, ἀλλά τῷ ἀτελέστῳ τέλει φθάσαι καί καταλαβεῖν βιαζόμενος, ἀτέλεστον ἀεί τόν πόθον καί ἀπλήρωτον τήν ἀγάπην ἐν ἑαυτῷ περιφέρει.

η΄. Ὁ εἰς τοῦτο τό πέρας ἐλθών οὐ δοκεῖ εὑρηκέναι ἀρχήν πόθου ἤ ἀγάπης ἐν ἑαυτῷ τοῦ Θεοῦ, ἀλλ’ ὡς μή ἀγαπῶν τόν Θεόν διάκειται, τό πλήρωμα τῆς ἀγάπης μή καταλαβεῖν δυνηθείς ὅθεν καί ὡς ἔσχατον ἡγούμενος ἑαυτόν πάντων τῶν φοβουμένων τόν Θεόν, ἀνάξιον ἑαυτόν ἡγεῖται ἀπό ψυχῆς καί τῆς μετά τῶν πιστῶν σωτηρίας.

θ΄. «Πάντα δυνατά τῷ πιστεύοντι». Ἡ γάρ πίστις ἀντί δικαιοσύνης λογίζεται. «Τέλος γάρ νόμου Χριστός». Ἡ δέ εἰς αὐτόν πίστις δικαιοῖ καί τελειοῖ τόν πιστεύοντα, ὡς ἀντί ἔργων νόμου λογιζομένης τῆς εἰς Χριστόν πίστεως, ἥτις διά τῶν ἐντολῶν τοῦ εὐαγγελίου βεβαιουμένη καί δεικνυμένη, ζωῆς αἰωνίου τῆς ἐν αὐτῷ τῷ Χριστῷ μετόχους τούς πιστούς ἀπεργάζεται.

ι΄. Πίστις ἐστί τό διά Χριστόν ὑπέρ τῆς αὐτοῦ ἐντολῆς ἀποθανεῖν καί τόν θάνατον τοῦτον ζωῆς πρόξενον εἶναι πιστεύειν, τήν πτωχείαν ὡς πλοῦτον λογίζεσθαι, τήν εὐτέλειαν καί ἐξουδένωσιν ὡς δόξαν τῷ ὄντι καί περιφάνειαν, καί ἐν τῷ μηδέν ἔχειν τά πάντα κατέχειν πιστεύειν μᾶλλον δέ κεκτῆσθαι «τόν ἀνεξιχνίαστον πλοῦτον τῆς ἐπιγνώσεως τοῦ Χριστοῦ» καί πηλόν ἤ καπνόν ἅπαντα τά ὁρώμενα καθορᾶν.

ια΄. Ἡ εἰς Χριστόν πίστις ἐστί τό μή μόνον καταφρονῆσαι τῶν ἐν τῷ βίῳ τερπνῶν, ἀλλά καί τό καρτερῆσαι καί ὑπομεῖναι πάντα πειρασμόν ἐπερχόμενον ἐν λύπαις καί θλίψεσι καί συμφοραῖς, ἕως ἄν θελήσῃ καί ἐπισκέψηται ἡμᾶς ὁ Θεός. «Ὑπομένων γάρ, φησίν, ὑπέμεινα τόν Κύριον καί προσέσχε μοι».

ιβ΄. Οἱ τούς ἑαυτῶν γονεῖς ἕν τινι προτιμῶντες τῆς τοῦ Θεοῦ ἐντολῆς πίστιν οὐ κέκτηνται πρός Χριστόν πάντως γάρ ὑπό τῆς ἰδίας κρίνονται συνειδήσεως, εἴ γε καί συνείδησιν ζῶσαν ἔχουσι περί τῆς ἀπιστίας αὐτῶν πιστῶν γάρ τοῦτό ἐστι τό ἐν μηδενί μηδαμῶς τοῦ μεγάλου Θεοῦ καί σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παραβαίνειν τήν ἐντολήν.

ιγ΄. Πίστις ἡ εἰς Θεόν ἐπιθυμίαν καλῶν ἔτεκε καί φόβον κολάσεων ἡ δέ τῶν κρειττόνων ἐπιθυμία καί ὁ φόβος τῶν κολάσεων τήρησιν ἐντολῶν ἀκριβῆ κατειργάσαντο, ἡ δέ ἀκριβής τῶν ἐντολῶν τήρησις τήν ἰδίαν τούς ἀνθρώπους ἐκδιδάσκει ἀσθένειαν, ἡ δέ κατανόησις τῆς ἀληθοῦς ἀσθενείας ἡμῶν θανάτου μνήμην ἐγέννησεν ὁ δέ σύνοικον ταύτην κτησάμενος αὐτός μαθεῖν ἐμπόνως ζητήσει ὁποῖα ἔσται αὐτῷ τά μετά τήν ἔξοδον τοῦ βίου τούτου καί ἀναχώρησιν ὁ δέ ἀεί περί τῶν μελλόντων γνῶναι σπουδάζων πρῶτον πάντων ἑαυτόν ἀποστερῆσαι τῶν παρόντων ὀφείλει ὁ γάρ ἐν τούτοις καί μέχρις εὐτελοῦς τινος ὑπό προσπαθείας κρατούμενος ἐκείνων τήν γνῶσιν τελείαν οὐ δύναται κτήσασθαι. Εἰ δέ καί ταύτης γεύσεται κατ’ οἰκονομίαν τινά τοῦ Θεοῦ, εἰ μή τάχιον ἐάσει τά ὑφ’ ὧν καί ἐν οἷς κρατεῖται κατά προσπάθειαν καί ὅλος τῆς τοιαῦτης γένηται γνώσεως, μηδέν ἕτερον ταύτης ἔξωθεν ἐννοεῖν ἑκουσίως καταδεχόμενος, καί αὕτη ἥν δοκεῖ ἔχειν ἀρθήσεται ἀπ’ αὐτοῦ.

ιδ΄. Ἡ ἀποταγή τοῦ κόσμου καί παντελής ἀναχώρησις, ξενιτείαν ἀναλαβομένην πάντων τῶν ἐν βίῳ ὑλῶν καί ἠθῶν καί γνωμῶν καί προσώπων καί ἄρνησιν σώματος καί θελήματος, μεγάλης ὠφελείας πρόξενος γίνεται τῷ οὕτω θερμῶς ἀποταξαμένῳ ἐν βραχεῖ τῷ καιρῷ.

ιε΄. Ὁ φεύγων τόν κόσμον, ὅρα μηδαμῶς δῷς σήν ψυχήν εἰς παράκλησιν κατ’ ἀρχάς, ἐν αὐτῷ τάς οἰκήσεις ποιούμενος, εἰ καί πάντες σε τοῦτο ποιεῖν συγγενεῖς καί φίλοι καταναγκάζουσι. Τοῦτο γάρ αὐτοῖς οἱ δαίμονες ὑποβάλλουσιν, ὅπως τήν θέρμην ἀποσβέσωσι τῆς καρδίας σου εἰ γάρ καί μή τελείως ἐμποδίσαι σου τήν πρόθεσιν δυνηθῶσιν, ἀλλά γε χαυνοτέραν ταύτην πάντως καί ἀσθενῆ ἀπεργάσονται.

ιστ΄. Ὅταν πρός πάντα τά τοῦ βίου ἡδέα εὑρεθῇς ἀνδρεῖος καί ἀπαράκλητος, τότε εἰς συμπάθειαν δῆθεν οἱ δαίμονες τούς συγγενεῖς μετατρέψαντες, κλαίειν ποιοῦσι καί θρηνεῖν διά σέ πρό προσώπου σου. Καί τοῦτο ἀληθές εἶναι γνώσῃ, ὅταν σύ μέν ἄτρεπτος καί ἐν ταύτῃ ἐμμείνῃς τῇ προσβολῇ, ἐκείνους δέ εἰς μανίαν τήν κατά σοῦ καί μῖσος αἴφνης ἐξαφθέντας ἴδῃς καί ὡς ἐχθρόν σε ἀποστρεφομένους καί ὁρᾶν οὐκ ἐθέλοντας.

ιζ΄. Τήν παρά τῶν γονέων καί ἀδελφῶν καί φίλων σου θλῖψιν ὁρῶν διά σέ γινομένην, γέλα ἐπί τῷ ὑποβάλλοντι ταῦτα ποικίλως κατά σοῦ γίνεσθαι δαίμονι καί μετά φόβου καί σπουδῆς πολλῆς ὑποχώρησον καί τόν Θεόν ἐκτενῶς ἐκδυσώπει τοῦ τάχιον εἰς λιμένα καλοῦ πατρός καταντῆσαί σε, ἐν ᾧ τήν ψυχήν σου κεκοπωμένην καί πεφορτισμένην ὑπάρχουσαν αὐτός ἀναπαύσει πολλά γάρ ἔχει τό πέλαγος τοῦ βίου πρόξενα κινδύνων καί ἀπωλείας ἐσχάτης.

ιη΄. Ὁ μισῆσαι θέλων τόν κόσμον ἀγάπην ἐκ βαθέων ψυχῆς ἔχειν ὀφείλει πρός τόν Θεόν καί μνήμην τούτου ἀέναον οὐδέν γάρ ἕτερον ὡς ταῦτα μετά χαρᾶς πάντα καταλιμπάνειν ποιεῖ καί σκυβάλων δίκην αὐτά ἀποστρέφεσθαι.

ιθ΄. Μή θέλε δι’ εὐλόγους αἰτίας ἤ μᾶλλον ἀλόγους τῷ κόσμῳ προσμεῖναι τό σύνολον, ἀλλ’ ὅτε κληθῇς, συντόμως ὑπάκουσον ἐν οὐδενί γάρ ἑτέρῳ οὕτω Θεός ὡς ἐν ταχύτητι ἡμῶν ἐπευφραίνεται, ἐπειδή καί κρεῖσσον ὑπακοή σύντομος μετά πενίας ἤ βραδύτης μετά πλήθος χρημάτων.

κ΄. Εἰ ὁ κόσμος καί τά ἐν τῷ κόσμῳ πάντα παρέρχονται, ὁ δέ Θεός μόνος ἀΐδιός ἐστι καί ἀθάνατος, χαίρετε ὅσοι δι’ αὐτόν τά φθαρτά κατελείψατε φθαρτά δέ εἰσιν οὐ μόνον πλοῦτος καί χρήματα, ἀλλά καί πᾶσα ἡδονή καί ἀπόλαυσις ἁμαρτίας φθορά ἐστι μόναι δέ αἱ τοῦ Θεοῦ ἐντολαί φῶς εἰσι καί ζωή καί τοῦτο παρά πάντων καλοῦνται.

κα΄. Εἰ φλόγα ἔλαβες, ἀδελφέ, καί δραμών παρεγένου ἐν κοινοβίῳ ἤ πνευματικῷ πατρί διά τοῦτο, κἄν προτρέπῃ παρ’ αὐτοῦ ἤ παρά τῶν συνασκομένων σοι ἀδελφῶν λουτροῖς ἤ βρώμασιν ἤ ἄλλαις θεραπείαις σωματικαῖς χρήσασθαι ἀναπαύσεως χάριν, τοῦτο μή καταδέξῃ, ἀλλ’ ἀεί παρεσκευασμένος ἔσο πρός νηστείαν, πρός κακοπάθειαν, πρός ἐγκράτειαν ἀκροτάτην, ἵνα, εἰ μέν παρά τοῦ σοῦ ἐν Κυρίῳ πατρός προτραπῇς μετασχεῖν παρακλήσεως, εὑρεθῇς ἐκείνῳ μέν ὑπήκοος, τό δέ ἴδιόν σου μηδέ ἐν τούτῳ ποιῶν ἐκ προαιρέσεως θέλημα εἰ δέ μή, μετά χαρᾶς ὑπομενεῖς ἅπερ ἑκουσίως ποιῆσαι ἠθέλησας ψυχικῶς ὠφελούμενος. Τοῦτο γάρ φυλάττων, ἔσῃ διά παντός ἐπί πᾶσιν ὡς νηστεύων καί ἐγκρατευόμενος καί τό ἴδιον ἀποταξάμενος παντάπασι θέλημα οὐ μήν δέ ἀλλά καί τήν ἐνοῦσαν ἐν τῇ καρδίᾳ σου φλόγα ἄσβεστον διατηρήσεις, τήν πάντων καταφρονεῖν σε βιάζουσαν.

κβ΄. Ὅταν πάντα τά παρ’ ἑαυτῶν οἱ δαίμονες πράξωσι καί τόν κατά Θεόν ἡμῶν σκοπόν μεταστῆσαι οὐ δυνηθῶσιν ἤ ἐμποδίσαι, τότε τοῖς τήν εὐλάβειαν ὑποκρινομένοις ὑπεισέρχονται καί δι’ αὐτῶν τούς ἀγωνιζομένους ἐμποδίζειν πειρῶνται. Καί πρῶτον μέν, ὡς ἐξ ἀγάπης δῆθεν καί συμπαθείας κινούμενοι, εἰς σωματικάς ἀναπαύσεις χωρεῖν παραινοῦσιν αὐτοῖς, ἵνα μή καί τό σῶμα ἀδυνατήσῃ, φησί, καί εἰς ἀκηδίαν ἐμπέσητε. Ἔπειτα εἰς συντυχίας ἀνωφελεῖς ἐκκαλούμενοι, τάς ἡμέρας ἐν ταύταις προσαναλίσκειν αὐτούς ποιοῦσιν. Εἰ μέν τις ὑπακούσας τῶν σπουδαίων ὁμοιωθῇ αὐτοῖς, στρέφονται καί ἐπεγγελῶσι τήν αὐτοῦ ἀπώλειαν εἰ δέ μή ὑπαχθῇ τοῖς αὐτῶν λόγοις, ἀλλά τηρεῖ ἑαυτόν ξένον ἐκ πάντων καί σύννουν καί ἀπαρρησίαστον, κινοῦνται εἰς φθόνον καί πάντα ποιοῦσι καί πράττουσιν ἕως οὗ καί τῆς μονῆς αὐτόν ἐκδιώξωσιν οὐ φέρει γάρ κενοδοξία ἄτιμος ἐπαινουμένην ταπείνωσιν ὁρᾶν ἀπεναντίας αὐτῆς.

κγ΄. Ἄγχεται κενόδοξος ταπεινόφρονα ὁρῶν προχέοντα δάκρυα καί δισσῶς ὠφελούμενον, Θεόν ἵλεω δι’ αύτῶν ἐργαζόμενον καί ἀνθρώπους εἰς ἔπαινον ἐπισπώμενον ἀβουλήτως.

κδ΄. Ἀφ’ οὗ σεαυτόν ὅλον τῷ πνευματικῷ σου ἀναθῇ πατρί, ἴσθι ὡς ξένος εἶ ἐπί πᾶσιν οἷς ἔξωθεν ἐπιφέρῃ, ἀνθρωπίνοις λέγω πράγμασί τε καί χρήμασιν οὗ χωρίς μηδέν ἐν αὐτοῖς πρᾶξαι ἤ ποιῆσαι θελήσῃς, ἀλλά μηδέ μικρόν ἤ μέγα αἰτήσῃ πρᾶγμα αὐτῷ ἐᾶσαί σοι, εἰ μή τοι αὐτός τῇ οἰκείᾳ γνώμῃ, ἤ προστάξῃ λαβεῖν ἤ αὐτός ἐκεῖνος αὐτοχείρως παρέξῃ σοι.

κε΄. Μή δῷς ἄνευ τοῦ κατά Θεόν πατρός σου ἐλεημοσύνην ἐξ ὧν χρημάτων εἰσήνεγκας, ἀλλά μηδέ διά μεσίτου σου λαβεῖν τινα ἐξ αὐτῶν παρ’ ἐκείνου θελήσῃς. Κρεῖττον γάρ πτωχόν καί ξένον εἶναί τε καί ἀκούειν σε ἤ σκορπίζειν χρήματα καί διδόναι τοῖς πένησι, εἰσαγωγικόν ὄντα πίστεως δέ ἀκραιφνοῦς τό πάντα ὡς ἐν χειρί Θεοῦ ἤ τοῦ πνευματικοῦ πατρός ἀναθέσθαι βουλήσει.

κστ΄. Μή δή λαβεῖν ὕδατος αἰτήσῃ ποτόν, εἰ καί συμβῇ σε φλέγεσθαι, μέχρις ἄν οἴκοθεν κινηθείς ὁ πνευματικός σου πατήρ προτρέψηται. Ἄγχε γάρ σεαυτόν καί βιάζου ἐν πᾶσι, πείθων καί λέγων τῷ λογισμῷ «Εἰ θέλει ὁ Θεός» καί εἰ ᾗς ἄξιος τοῦ πιεῖν, ἀποκαλύπτει πάντως τῷ πνευματικῷ σου πατρί καί λέγει σοι «Πίε» καί τηνικαῦτα πίεσαι μετά καθαροῦ συνειδότος, εἰ καί παρά τόν καιρόν ἡ ὥρα ἐστίν.

κζ΄. Ὁ πεῖραν ἐσχηκώς πνευματικῆς ὠφελείας καί ἀνόθευτον πίστιν κτησάμενος, μάρτυρα τῆς ἀληθείας τόν Θεόν προβαλλόμενος εἶπεν «Ἐθέμην τοιοῦτον ἐν ἐμαυτῷ λογισμόν ὡς μήτε φαγεῖν μήτε πιεῖν αἰτήσασθαί ποτε τῷ πατρί μου ἤ πάρεξ αὐτοῦ μεταλαβεῖν τινος τό καθόλου, ἕως ἄν ὁ Θεός πληροφορήσῃ αὐτόν καί προστάξῃ μοι καί οὕτως ἔχων οὐδέποτε, φησί, τοῦ σκοποῦ μου ἀπέτυχον».

κη΄. Ὁ πίστιν κτησάμενος ἐναργῆ πρός τόν κατά Θεόν πατέρα αὐτοῦ, βλέπων αὐτόν, αὐτόν βλέπειν λογίζεται τόν Χριστόν καί συνών ἤ ἀκολουθῶν αὐτῷ, Χριστῷ συνεῖναι καί ἀκολουθεῖν βεβαίως πιστεύει. Ὁ τοιοῦτος οὐκ ἐπιθυμήσει ἑτέρῳ τινί ὁμιλῆσαί ποτε, οὐ προτιμήσει τι τῶν τοῦ κόσμου πραγμάτων ὑπέρ τήν ἐκείνου μνήμην ὁμοῦ καί ἀγάπην. Τί γάρ καί μεῖζον ἤ ὠφελιμώτερον ἐν τῇ παρούσῃ καί ἐν τῇ μελλούσῃ ζωῇ τοῦ συνεῖναι Χριστῷ; Τί δέ καί ὡραιότερον ἤ γλυκύτερον τῆς θέας αὐτοῦ; Εἰ δέ καί ὁμιλίας ἀξιοῦται τῆς παρ’ αὐτοῦ, πάντως ζωήν τήν αἰώνιον ἐκ ταύτης ἀρύεται.

κθ΄. Ὁ ἐκ διαθέσεως τούς λοιδοροῦντας ἤ ἀδικοῦντας ἤ μισοῦντας καί ἀποστεροῦντας αὐτόν ἀγαπῶν καί ὑπέρ τούτων εὐχόμενος, εἰς προκοπήν ἐν ὀλίγῳ μεγάλην ἀνέρχεται. Ἐν αἰσθήσει γάρ καρδίας τοῦτο γινόμενον εἰς ἄβυσσον ταπεινώσεως καί εἰς δακρύων πηγάς τό λογιζόμενον καταφέρει, ἐν οἷς καταποντίζεται τό τριμερές τῆς ψυχῆς ἀνάγει δέ εἰς οὐρανόν ἀπαθείας τόν νοῦν καί θεωρητικόν ἀπεργάζεται καί τῇ γεύσει τῆς ἐκεῖθεν χρηστότητος πάντα σκύβαλα τά τοῦ παρόντος βίου ἡγεῖσθαι ποιεῖ καί αὐτήν δέ τήν τροφήν καί τήν πόσιν μή ἐνηδόνως ἤ συχνοτέρως προσίεσθαι.

λ΄. Πίστιν ἐναργῆ ἔδειξεν ὁ καί τό τόπον, ἐν ᾧ ὁ ὁδηγός καί πατήρ αὐτοῦ ἵσταται, ὡς ἅγιον εὐλαβούμενος καί τόν κονιορτόν τῶν ποδῶν αὐτοῦ χερσί λαμβάνων ζεόντως καί ἐπιχέων τῇ ἑαυτοῦ κεφαλῇ καί τῇ καρδίᾳ προσαλείφων, ὡς ἴαμα τῶν τούτου παθῶν καί τῶν ἁμαρτημάτων καθαρτικόν, ἐκείνῳ δέ αὐτῷ μή προσεγγίσαι τολμῶν μηδέ ἁπλῶς προσψαῦσαί τινος τῶν αὐτοῦ χιτώνων ἤ σκεπασμάτων ἄνευ τῆς ἐκείνου προστάξεως καί μεταχειριζόμενός τι τῶν ἐκείνου, μετά φόβου καί μετά αἰδοῦς τοῦτο ποιεῖ, ἀνάξιον ἑαυτόν κρίνων μή μόνον τῆς τούτων θέας καί λειτουργίας, ἀλλά καί τῆς ἐν τῇ κέλλῃ αὐτοῦ διαγωγῆς.

λα΄. Πολλοί μέν τῷ βίῳ τούτῳ καί τοῖς τοῦ βίου πράγμασιν ἀποτάσσονται, ὀλίγοι δέ καί τοῖς θελήμασιν ἑαυτῶν περί ὧν καί ὁ θεῖος λόγος καλῶς ἀποφαίνεται «Πολλοί μέν κλητοί» λέγων «ὀλίγοι δέ ἐκλεκτοί».

λβ΄. Ὅταν μετά πάσης κάθῃ ἐπί τραπέζης τῆς ἀδελφότητος καί νοερῶς σοι σκιά τά πάντα τοῖς ὀφθαλμοῖς ὑπογράφωνται καί τοῦ ἡδέος τῶν βρωμάτων οὐκ ἐπαισθάνῃ, ἀλλ’ ὅλην ἔχεις τήν ψυχήν τῷ θαύματι ἔκπληκτον καί τοῖς δάκρυσιν ἔμπλεον, τότε γίνωσκε τήν τοῦ Θεοῦ σοι χάριν οὕτω ταῦτα ὑποδεικνύειν διά τήν ἐκ τοῦ φόβου πολλήν σου ταπείνωσιν, ὅπως, ἰδών τά ποιήματα τοῦ Θεοῦ καί διδαχθείς τῶν αἰσθητῶν τήν ἀδράνειαν, εἰς ἀγάπην τῶν νοητῶν μετεγκεντρίσῃς τόν φόβον σου. Καί αὕτη ἐστίν ἡ πνευματική γνῶσις, ἥν καί λεγομένην ἀκούεις, ἥτις μέσον τοῦ φόβου καί τῆς ἀγάπης εὑρίσκεται καί ἀπό τούτου εἰς ταύτην διαβιβάζει ἀνεπαισθήτως καί ἀκινδύνως τόν ἄνθρωπον.

λγ΄. Οὐκ ἐνδέχεται ἄλλως τήν εἰς Θεόν τελείαν ἀγάπην ἀναφαίρετον κτήσασθαί τινα εἰ μή κατά τό μέτρον τῆς πνευματικῆς γνώσεως αὕτη δέ κατά μικρόν αὐξάνεται τῇ πρακτικῶς πονούσῃ καθ’ ἑκάστην ψυχῇ. Τοῦτο γάρ εἰδώς καί ὁ Ἀπόστολος ἔφη «Ἀπό γάρ τοῦ μεγέθους καί τῆς καλλονῆς τῶν κτισμάτων ἀναλόγως ὁ γενεσιουργός θεωρεῖται».

λδ΄. Μέγεθος οὐρανοῦ καί γῆς πλάτος καί τῶν ἄλλων ἁπάντων τούς λόγους οὐδείς ἀξίως καταμαθεῖν δύναται τοῖς αἰσθητοῖς ὀφθαλμοῖς. Τά γάρ ὑπερβαίνοντα καί νοῦν καί διάνοιαν, πῶς ὀφθαλμοί κατανοῆσαι σώματος ἐξισχύσουσι; Μόλις γάρ καί νοῦς καθαρθείς λογισμῶν καί ἐλευθερωθείς τῶν προλήψεων, ἐλέει τε καί χάριτι Θεοῦ φωτισθείς, κατά τό μέτρον τοῦ φωτισμοῦ καί τήν θεωρίαν τῶν ὄντων ἀξίως δυνήσεται κατιδεῖν.

λε΄. Ὥσπερ ἐν νυκτί τοῖς αἰσθητοῖς ὀφθαλμοῖς ἐν ἐκείνῳ τῷ τόπῳ βλέπομεν μόνον ἔνθα ἄν τοῦ φωτός τόν λύχνον ἀνάψωμεν, ὁ δέ λοιπός ἅπας κόσμος τό καθ’ ἡμᾶς νύξ ἐστιν, οὕτω τοῖς ἐν νυκτί ἁμαρτημάτων καθεύδουσιν ὁ ἀγαθός δεσπότης φῶς μικρόν γίνεται, Θεός ὤν τοῖς πᾶσιν ἀχώρητος, φειδόμενος τῆς ἀσθενείας ἡμῶν. Καί τότε αἴφνης ἀναβλέπων ὁ ἄνθρωπος καί θεωρῶν τήν φύσιν τῶν ὄντων, ὡς οὔποτε αὐτήν ἐθεάσατο, ἐκπλήττεται καί ἀνωδύνως αὐτόματα προχέει τά δάκρυα, δι’ ὧν καθαίρεται καί βαπτίζεται τό δεύτερον βάπτισμα, βάπτισμα ἐκεῖνο, ὅ λέγει διά τῶν εὐαγγελίων ὁ Κύριος «Ἐάν μή τις γεννηθῇ δι’ ὕδατος καί πνεύματος, οὐ μή εἰσέλθῃ εἰς τήν βασιλείαν τῶν οὐρανῶν». Καί πάλιν «Ἐάν μή τις γεννηθῇ ἄνωθεν», ἄνωθεν δέ εἰπών, τήν ἐκ τοῦ πνεύματος ᾐνίξατο γέννησιν.

λστ΄. Τό πρότερον βάπτισμα ἔχει τό ὕδωρ προϋπογράφον τά δάκρυα, ἔχει τό μύρον τοῦ χρίσματος προσημαῖνον τό νοητόν μύρον τοῦ Πνεύματος. Τό δέ δεύτερον οὐκέτι τύπος τῆς ἀληθείας, ἀλλ’ αὐτή ἐστιν ἡ ἀλήθεια.

λζ΄. Οὐ πράξεων μόνον πονηρῶν ἀπέχεσθαι δεῖ ἀλλά ἀλλά καί λογισμῶν καί ἐννοιῶν ἐναντίων χρή σπουδάζειν τόν ἀσκητήν ἐλεύθερον εἶναι, ἐνδιατρίβειν δέ ἀεί ταῖς ψυχωφελέσι καί πνευματικαῖς ἐνθυμήσεσιν, ἵν’ οὕτως ἀμέριμνος ἀπό τῶν βιωτικῶν διαμείνῃ.

λη΄. Ὥσπερ ὁ ὅλον αὐτοῦ ἀπογυμνώσας τό σῶμα, ἐάν καλύμματί τινι κεκαλυμμένους ἔχῃ τούς ὀφθαλμούς καί μή θελήσῃ ἆραι καί ἀποσείσασθαι αὐτό, οὐ δύναται ἀπό μόνης τῆς γυμνότητος τοῦ λοιποῦ σώματος ἰδεῖν τό φῶς, οὕτω καί ὁ πάντων τῶν ἄλλων πραγμάτων ὁμοῦ καί χρημάτων καταφρονήσας καί αὐτῶν ἀπαλλαγείς τῶν παθῶν, εἰ μή καί τῶν βιωτικῶν ἐνθυμήσεων καί τῶν πονηρῶν ἐννοιῶν ἐλευθερώσῃ τόν τῆς ψυχῆς ὀφθαλμόν, οὐκ ὄψεταί ποτε τό νοητόν φῶς, αὐτόν τόν Κύριον ἡμῶν Ἰησοῦ Χριστόν καί Θεόν.

λθ΄. Ὥσπερ κάλυμμα ἐν ὀφθαλμοῖς ἐπιτεθέν, οὕτω λογισμοί κοσμικοί καί βιωτικαί ἐνθυμήσεις ἐν διανοίᾳ ἤγουν ἐν ὀφθαλμῷ ψυχῆς γίνονται. Καθόσον οὖν ἐαθῶσι χρόνον, οὐ βλέψομεν ἐπάν δέ ἐξαρθῶσι τῇ τοῦ θανάτου μνήμῃ, τότε τρανῶς ἴδωμεν τό φῶς τό ἀληθινόν, ὅ φωτίζει πάντα ἄνθρωπον εἰς τόν ἄνω κόσμον ἐρχόμενον.

μ΄. Ὁ ἐκ γενετῆς ὤν τυφλός οὐ νοήσει οὐδέ πιστεύσει τῶν γραφομένων τήν δύναμιν, ὁ δέ βλέψαι ποτέ καταξιωθείς συμμαρτυρήσει εἶναι ἀληθῆ τά λεγόμενα.

μα΄. Ὁ βλέπων τοῖς αἰσθητοῖς ὀφθαλμοῖς οἶδε πότε μέν νύξ, πότε δέ ἡμέρα ἐστίν ὁ δέ τυφλός τά ἀμφότερα ἀγνοεῖ. Καί ὁ πνευματικῶς ἀναβλέψας καί τοῖς νοεροῖς ὁρῶν ὀφθαλμοῖς, θεασάμενος τό ἀληθινόν καί ἄδυτον φῶς, ὅταν ἐκ ῥᾳθυμίας εἰς τήν προτέραν ἀποστραφῇ τύφλωσιν καί τοῦ φωτός ἀποστερηθῇ, εὐαισθήτως αἰσθάνεται τῆς τούτου στερήσεως καί πόθεν αὕτη συνέβη γενέσθαι οὐκ ἀγνοεῖ. Ὁ δέ γε μένων τυφλός ἐκ γενετῆς οὐδέν τῇ πείρᾳ καί τῇ ἐνεργείᾳ περί τούτων ἐπίσταται, εἰ μή τι ἐξ ἀκοῆς ἀκούσῃ καί μάθῃ περί ὧν ἐθεάσατο, καί διηγήσεται ἄλλοις ἅπερ ἀκήκοεν, αὐτοῦ καί τῶν ἀκουόντων μή εἰδότων περί ποίων πραγμάτων ἀλλήλοις προσδιαλέγονται.

μβ΄. Ἀδύνατον καί τήν σάρκα τῷ κόρῳ τῶν βρωμάτων κατεμπιπλᾶν καί πνευματικῶς τῆς νοερᾶς καί θείας ἐπαπολαύειν χρηστότητος. Ὅσῳ γάρ τήν γαστέρα τις θεραπεύσει, κατά τοσοῦτον ἐκείνης ἑαυτόν ἀποστερήσει καθόσον δέ τό σῶμα ὑπωπιάσει, ἀναλόγως καί τῆς πνευματικῆς τροφῆς τε καί παρακλήσεως ἐμπλησθήσεται.

μγ΄. Καταλείψωμεν πάντα τά ἐπί τῆς γῆς, μή πλοῦτον μόνον καί χρυσόν καί τάς ἄλλας ὕλας τοῦ βίου, ἀλλά καί τήν ἐπιθυμίαν τήν πρός αὐτά τέλεον ἀπό τῶν ψυχῶν ἡμῶν ἀπελάσωμεν. Μισήσωμεν μή τάς ἡδονάς μόνον τοῦ σώματος, ἀλλά καί τάς ἀλόγους κινήσεις αὐτοῦ, καί νεκρῶσαι τοῦτο διά πόνων σπουδάσωμεν διά τοῦτο γάρ ἐνεργοῦνται τά τῆς ἐπιθυμίας καί εἰς ἔργον ἐξάγονται, καί ζῶντος αὐτοῦ, ἀνάγκη πᾶσα νεκράν τήν ψυχήν ἡμῶν εἶναι καί δυσκίνητον πρός πᾶσαν Θεοῦ ἐντολήν ἤ καί παντελῶς ἀκίνητον.

μδ΄. Καθάπερ ἡ φλόξ τοῦ πυρός εἰς ὕψος ἀεί αἴρεται, ὡς ἐάν στρέψῃς τήν ὕλην ἀφ’ ἧς ἀνάπτεται, οὕτω καί ἡ τοῦ κενοδόξου καρδία ταπεινωθῆναι οὐ δύναται, ἀλλ’ ὡς ἐάν εἴπῃς αὐτῷ τά τῆς ὠφελείας αὐτοῦ, μᾶλλον καί μᾶλλον ἐπαίρεται ἐλεγχόμενος γάρ ἤ καί νουθετούμενος, ἀντιλέγει σφοδρῶς, ἐπαινούμενος ἤ καί παρακαλούμενος, ἀνυψοῦται κακῶς.

με΄. Ἄνθρωπος μεμελετηκώς ἀντιλέγειν ἑαυτῷ δίστομός ἐστι μάχαιρα, ἀναιρῶν ἀγνώστως τήν ἰδίαν ψυχήν καί τῆς αἰωνίου ζωῆς ἀλλότριον αὐτήν ἐργαζόμενος.

μστ΄. Ὁ ἀντιλέγων ὅμοιός ἐστι τῷ ἑκουσίως ἔκδοτον ἑαυτόν ποιοῦντι τοῖς ὑπεναντίοις τοῦ βασιλέως ἐχθροῖς. Ἡ γάρ ἀντιλογία ἁρπάγιόν ἐστι, δέλεαρ ἔχον τήν δικαιολογίαν, δι’ ἧς ἀπατώμενοι, τό ἄγκιστρον καταπίνομεν τῆς ἁμαρτίας, ὑφ’ οὗ καί ἁρπάζεται εἴωθεν, ὡς ἀπό τῆς γλώττης καί τοῦ λαιμοῦ, ὑπό τῶν πνευμάτων τῆς πονηρίας ἡ ἀθλία ψυχή καί ποτέ μέν εἰς ὕψος ὑπερηφανίας ἀνάγεσθαι, ποτέ δέ εἰς χάος ἀβύσσου ἁμαρτίας καταποντίζεσθαι καί μετά τῶν ἐξ οὐρανοῦ ἐκπεπτωκότων καταδικάζεσθαι.

μζ΄. Ὁ ἀτιμαζόμενος ἤ ὑβριζόμενος καί σφόδρα ἀλγῶν τήν καρδίαν γινωσκέτω ἐκ τούτου ὅτι τόν παλαιόν ὄφιν περιφέρει ἐγκόλπιον. Εἰ μέν οὖν μετά σιωπῆς ὑπομείνῃ ἤ μετά πολλῆς ἀποκριθήσεται ταπεινώσεως, ἀσθενῆ τοῦτον καί ἐκλελυμένον εἰργάσατο. Εἰ δέ μετά πικρίας ἀντείπῃ ἤ καί λαλήσῃ μετά θρασύτητος, δέδωκεν ἰσχύν τῷ ὄφει τόν ἰόν ἐκχέαι ἐν τῇ καρδίᾳ αὐτοῦ καί ἀνημέρως τά ἐντός αὐτοῦ κατεσθίειν, ὡς ἐντεῦθεν καθ’ ἑκάστην ἐνδυναμούμενον αὐτόν κατάβρωμα ποιεῖσθαι τήν ἐπ’ ἀγαθοῖς διόρθωσιν καί ἰσχύν τῆς ἀθλίας τούτου ψυχῆς, καί ζῆν μέν αὐτόν ἔκτοτε τῇ ἁμαρτίᾳ, νεκρόν δέ παντελῶς εἶναι τῇ δικαιοσύνῃ.

μη΄. Ἐάν ἀποτάξασθαι βουληθῇς καί τήν εὐαγγελικήν πολιτείαν ἐκδιδαχθῆναι, μή ἀπείρῳ μηδέ ἐμπαθεῖ διδασκάλῳ ἑαυτόν ἐκδῷς, ἵνα μή ἀντί εὐαγγελικῆς διαβολικήν πολιτείαν ἐκδιδαχθῇς, ἐπειδή καλῶν μέν διδασκάλων καλά τά μαθήματα, κακῶν δέ κακά καί σπερμάτων πονηρῶν πάντως πονηρά τά γεώργια.

μθ΄. Εὐχαῖς καί δάκρυσι τόν Θεόν καθικέτευσον πέμψαι σοι ὁδηγόν ἀπαθῆ τε καί ἅγιον ἐρεύνα δέ καί αὐτός τάς θείας γραφάς, μάλιστα τάς τῶν ἁγίων πατέρων πρακτικάς συγγραφάς, ἵνα ταύταις ἀντιπαρατιθείς τά παρά τοῦ διδασκάλου καί προεστῶτός σοι διδασκόμεθα, ὡς ἐν κατόπτρῳ βλέπειν δύνασαι ταῦτα καί καταμανθάνειν, καί τά μέν συνᾴδοντα ταῖς θείαις γραφαῖς ἐγκολποῦσθαι καί κατέχειν τῇ διανοίᾳ, τά δέ νόθα καί ἀλλότρια διακρίνειν καί ἀποπέμπεσθαι, ἵνα μή πλανηθῇς. Πολλοί γάρ, ἴσθι, πλάνοι καί ψευδοδιδάσκαλοι ἐν ταῖς ἡμέραις ταύταις γεγόνασιν.

ν΄. Πᾶς ὁ μή βλέπων, ἄλλους δέ ὁδηγεῖν ὑπισχνούμενος, πλάνος ἐστί καί τούς ἑπομένους αὐτῷ εἰς βόθρον ἀπωλείας ἐντίθησι κατά τήν τοῦ Κυρίου φωνήν «Τυφλός τυφλόν ἐάν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον ἐμπεσοῦνται».

να΄. Ὁ τυφλός πρός τό ἕν τυφλός ὅλως πρός πάντα ἐστίν, ὁ δέ βλέπων ἐν τῷ ἑνί ἐν θεωρίᾳ τῶν πάντων ἐστί τῆς θεωρίας τε πάντως ἀπέχεται, καί ἐν τῇ θεωρίᾳ τῶν πάντων γίνεται, καί τῶν θεωρουμένων ἔξω ἐστίν ἐν τῷ ἑνί οὗτος ὤν τά πάντα ὁρᾷ, καί ἐν πᾶσιν ὤν οὐδέν τῶν πάντων ὁρᾷ.

νβ΄. Ὁ βλέπων ἐν τῷ ἑνί διά τοῦ ἑνός καί ἑαυτόν καί πάντας καί ἅπαντα καθορᾷ, καί κεκρυμμένος ὤν ἐν αὐτῷ, οὐδέν τῶν πάντων ὁρᾷ.

νγ΄. Ὁ μή τήν εἰκόνα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ ἐπουρανίου ἀνθρώπου τε καί Θεοῦ, ἐν τῷ λογισμῷ καί νοερῷ ἀνθρώπῳ εὐαισθήτως καί γνωστῶς ἐνδυσάμενος, αἷμα μόνον ἐστίν ἔτι καί σάρξ, πνευματικῆς δόξης αἴσθησιν μή δυνάμενος διά τοῦ λόγου λαβεῖν, καθάπερ καί οἱ ἐκ γενετῆς τυφλοί τό τοῦ ἡλίου φῶς διά λόγου μόνον γνῶναι οὐ δύνανται.

νδ΄. Ὁ ἀκούων οὕτως καί βλέπων καί αἰσθανόμενος οἶδε τῶν λεγομένων τήν δύναμιν, ὡς ἤδη τήν εἰκόνα φορέσας τοῦ ἐπουρανίου καί εἰς ἄνδρα τέλειον ἀνελθών τοῦ πληρώματος τοῦ Χριστοῦ καί ὁ οὕτως ἔχων δύναται καί καλῶς ὁδηγεῖν ἐν τῇ ὁδῷ τῶν τοῦ Θεοῦ ἐντολῶν τό ποίμνιον τοῦ Χριστοῦ. Ὁ δέ μή εἰδώς καί ἄλλως ἔχων πρόδηλός ἐστιν ὅτι οὐδέ τά αἰσθητήρια τῆς ψυχῆς τετρανωμένα καί ὑγιῆ ἐπιφέρεται, ᾧ καί μᾶλλον καλῶς ἕξει τό ἄγεσθαι ἤ τό ἄγειν ἐπικινδύνως.

νε΄. Ὁ τῷ διδασκάλῳ καί ὁδηγῷ αὐτοῦ ὡς Θεῷ ἀτενίζων ἀντιλέγειν οὐ δύναται. Εἰ δέ οἴεται καί λέγει ἀμφότερα ἔχειν, ἴστω, πεπλάνηται ὁποίαν γάρ οἱ τοῦ Θεοῦ πρός τόν Θεόν ἔχουσι τήν διάθεσιν ἀγνοεῖ.

νστ΄. Ὁ πιστεύων ἐν τῇ χειρί τοῦ ποιμένος αὐτοῦ τήν ἑαυτοῦ ὑπάρχειν ζωήν καί τόν θάνατον οὐκ ἀντείποι ποτέ ἡ δέ τούτων ἄγνοια ἀντιλογίαν γεννᾷ, τήν πρόξενον τοῦ νοητοῦ καί αἰωνίου θανάτου.

νζ΄. Πρό τοῦ λαβεῖν τήν ἀπόφασιν τόν κατάδικον, τόπος δίδοται ἀπολογίας αὐτῷ λαλεῖν τῷ δικαστῇ περί ὧν ἔπραξεν μετά δέ γε τήν τῶν πρακτέων φανέρωσιν καί τήν τοῦ δικαστοῦ ἀπόφασιν, οὐδέν ἤ μικρόν ἤ μέγα τοῖς βασανίζουσιν ἀντιλέγει.

νη΄. Πρό τοῦ εἰσελθεῖν εἰς τοῦτο τό δικαστήριον τόν μοναχόν καί φανερῶσαι αὐτοῦ τά ἐγκάρδια, ἴσως ἀντιλέγειν ἔξεστιν αὐτῷ, τά μέν κατά ἄγνοιαν τά δέ καί ὡς οἰομένῳ κρύπτειν τά ἑαυτοῦ. Μετά δέ τήν τῶν λογισμῶν ἀποκάλυψιν καί εἰλικρινῆ ἐξαγόρευσιν οὐκ ἔξεστιν ἀντιλέγειν τῷ μετά Θεόν δικαστῇ καί ἐξουσιαστῇ αὐτοῦ μέχρι θανάτου ποτέ. Ὁ γάρ μοναχός ἐν τούτῳ κατ’ ἀρχάς εἰσελθών τῷ δικαστηρίῳ καί ἀπογυμνώσας τά κρυπτά τῆς καρδίας αὐτοῦ πέπεισται ἐκ προοιμίων, εἴ γε καί ὁπωσοῦν γνῶσιν κέκτηται, ὅτι μυρίων ὑπάρχει θανάτων ἄξιος, καί διά τῆς ὑπακοῆς αὐτοῦ καί τῆς ταπεινώσεως πάσης τιμωρίας καί κολάσεως λυτρωθῆναι πιστεύει, εἰ ὡς ἀληθῶς ἄρα τοῦ μυστηρίου τόν τρόπον ἐπίσταται.

νθ΄. Ὁ ἀνεξάλειπτα ταῦτα φυλάττων ἐν τῇ ἑαυτοῦ διανοίᾳ τήν καρδίαν οὐδέποτε κινηθήσεται, παιδευόμενος ἤ νουθετούμενος ἤ ἐλεγχόμενος, ἐπειδή ὁ ἐμπίπτων τοῖς τοιούτοις κακοῖς, λέγω δέ τῇ ἀντιλογίᾳ καί ἀπιστίᾳ τῇ πρός τόν πνευματικόν πατέρα αὐτοῦ καί διδάσκαλον, εἰς πέταυρον καί βυθόν ᾅδου ἔτι ζῶν ἐλεεινῶς καταφέρεται καί οἶκος τοῦ Σατανᾶ καί πάσης αὐτοῦ τῆς ἀκαθάρτου δυνάμεως γίνεται, ὡς ἀπειθείας καί ἀπωλείας υἱός

ξ΄. Παρακαλῶ σε τόν τῆς ὑπακοῆς <υἱόν> ταῦτα στρέφειν συνεχῶς ἐν τῇ διανοίᾳ σου καί πάσῃ σπουδῇ ἀγωνίσασθαι τοῦ μή κατελθεῖν ἐν τοῖς εἰρημένοις τοῦ ἅδου κακοῖς, ἀλλ’ οὕτω δέεσθαι τοῦ Θεοῦ θερμῶς καθ’ ἑκάστην καί λέγειν «Θεέ καί Κύριε τῶν ἁπάντων, ὁ πάσης πνοῆς καί ψυχῆς ἔχων τήν ἐξουσίαν, ὁ μόνος ἰάσασθαί με δυνάμενος, ἐπάκουσόν μου τῆς δεήσεως τοῦ ταλαιπώρου καί τόν ἐν ἐμοί ἐμφωλεύοντα δράκοντα τῇ τοῦ παναγίου σου Πνεύματος ἐπιφοιτήσει θανατώσας ἀφάνισον κἀμέ πτωχόν καί γυμνόν πάσης ὑπάρχοντα ἀρετῆς τοῖς τοῦ ἁγίου μου πατρός ποσί μετά δακρύων προσπεσεῖν ἀξίωσον καί τήν ἁγίαν αὐτοῦ ψυχήν εἰς συμπάθειαν τοῦ ἐλεῆσαί με ἕλκυσον. Καί δῷς, Κύριε, ταπείνωσιν τῇ καρδίᾳ μου καί λογισμούς πρέποντας ἁμαρτωλῷ συνθεμένῳ σοι μετανοεῖν, καί μή εἰς τέλος ἐγκαταλείψῃς ψυχήν ἅπαξ συνταξαμένην καί ὁμολογήσασαν καί ἀντί παντός τοῦ κόσμου ἐκλεξαμένην καί προτιμησαμένην σε. Οἶδας γάρ, Κύριε, ὅτι θέλω σωθῆναι, εἰ καί ἡ πονηρά μου συνήθεια ἐμπόδιόν μου καθίσταται ἀλλά δυνατά σοι, Δέσποτα, πάντα ὅσα παρά ἀνθρώποις ἀδύνατα».

ξα΄. Οἱ καλόν τόν θεμέλιον τῆς πίστεως καί ἐλπίδος ἐν τῇ αὐλῇ καταβαλόντες τῆς εὐσεβείας μετά φόβου καί τρόμου, καί ἐπί τήν πέτραν τῆς ὑπακοῆς τῶν πνευματικῶν πατέρων τούς πόδας ἀσαλεύτους ἐρείσαντες, καί ὡς ἐκ Θεοῦ στόματος τά παρ’ ἐκείνων ἐντελλόμενα ἀκούοντες, καί τῷ θεμελίῳ τούτῳ τῆς ὑπακοῆς ἀδιστάκτως ἐποικοδομοῦντες αὐτά ἐν ταπεινώσει ψυχῆς, εὐθύς κατορθοῦσι, καί κατορθοῦται αὐτοῖς τό μέγα τοῦτο καί πρῶτον κατόρθωμα, τό ἑαυτούς ἀπαρνήσασθαι. Τό γάρ πληροῦν ἀλλότριον θέλημα καί μή τό ἑαυτοῦ, οὐ μόνον ἀπάρνησιν τῆς ἰδίας ψυχῆς, ἀλλά καί νέκρωσιν τήν πρός τόν κόσμον ἅπαντα ἐμποιεῖ.

ξβ΄. Τῷ τῷ ἑαυτοῦ πατρί ἀντιλέγοντι συγχαίρουσι δαίμονες, τῷ δέ μέχρι ταπεινουμένῳ θανάτου θαυμάζουσιν ἄγγελοι ἔργον γάρ τοῦ Θεοῦ ὁ τοιοῦτος ἐργάζεται, ἐξομοιούμενος τῷ Υἱῷ τοῦ Θεοῦ, τῷ τήν ὑπακοήν πεπληρωκότι τῷ ἰδίῳ πατρί μέχρι θανάτου, θανάτου δέ σταυροῦ.

ξγ΄. Ὁ πολύς καί ἄκαιρος συντριμμός τῆς καρδίας σκοτίζει καί θολεῖ τήν διάνοιαν, καί τήν μέν καθαράν εὐχήν καί ταπείνωσιν ἀπό τῆς ψυχῆς ἐξαφανίζει, πόνον δέ καρδιακόν ἐμποιεῖ, ἐντεῦθεν δέ σκληρότητα καί πώρωσιν ἄπειρον διά δέ τούτων τήν ἀπόγνωσιν τοῖς πνευματικοῖς οἱ δαίμονες πραγματεύονται.

ξδ΄. Ὁπηνίκα σοι ταῦτα ὑπαντήσωσι, μοναχέ, εὕρῃς δέ ζῆλον καί πόθον τελειότητος ἐν τῇ ψυχῇ σου πολύν, ὡς ἐπιθυμεῖν σε πᾶσαν μέν ἐντολήν πληρῶσαι τοῦ Θεοῦ καί μηδέ μέχρις ἀργοῦ λόγου παραπίπτειν καί ἁμαρτάνειν, μηδενός δέ τῶν πάλαι ἀπολειφθῆναι ἁγίων κατά πρᾶξιν καί γνῶσιν καί θεωρίαν, ὁρᾷς δέ σαυτόν κωλυόμενον παρά τοῦ ὑποσπείροντος τά τῆς ἀθυμίας ζιζάνια μή ἐλάσαι εἰς τοσοῦτον ὕψος τῆς ἁγιωσύνης ἐν τῷ ὑποβάλλειν αὐτόν ἐν σοί λογισμούς καί λέγειν «Ἀδύνατόν σοι μέσον τοῦ κόσμου σωθῆναι φυλάξαι πάσας τάς ἐντολάς ἀνελλιπῶς τοῦ Θεοῦ», τότε σύ ἐν μιᾷ καθίσας κατά μόνας γωνίᾳ, σύστειλον σεαυτόν καί ἐπισύναξόν σου τόν λογισμόν καί δός ἀγαθήν βουλήν τῇ σῇ ψυχῇ καί εἰπέ «Ἵνα τί περίλυπος εἶ, ἡ ψυχή μου, καί ἵνα τί συνταράσσεις με; Ἔλπισον ἐπί τόν Θεόν ὅτι ἐξομολογήσομαι αὐτῷ. Σωτήριον γάρ τοῦ προσώπου μου οὐχί τά ἔργα μου, ἀλλ’ ὁ Θεός μού ἐστι». Τίς γάρ ἐξ ἔργων νόμου δικαιωθήσεται; Οὐ δικαιωθήσεται γάρ ἐνώπιόν σου πᾶς ζῶν. Ἀλλ’ ἐκ πίστεως τῆς εἰς αὐτόν τόν Θεόν μου ἐλπίζω σωθῆναι διά τῆς ἀφάτου αὐτοῦ εὐσπλαγχνίας δωρεάν «Ὕπαγε ὀπίσω μου, Σατανᾶ, Κυρίῳ τῷ Θεῷ μου προσκυνῶ καί αὐτῷ ἐκ νεότητός μου λατρεύω, τῷ δυναμένῳ με σῶσαι ἐν μόνῳ τῷ ἐλέει αὐτοῦ. Ἀπόστηθι οὖν ἀπ’ ἐμοῦ ὁ Θεός ὁ ποιήσας με κατ’ εἰκόνα καί καθ’ ὁμοίωσιν αὐτοῦ καταργήσει σε».

ξε'. Ὁ Θεός ἐξ ἡμῶν οὐδέν ἕτερον ἐπιζητεῖ τῶν ἀνθρώπων ἀλλ’ ἤ τό μή ἁμαρτάνειν, καί μόνον τοῦτο δέ οὐκ ἔστιν ἔργον νόμου ἀλλά φυλακή ἀπαράβατος τῆς εἰκόνος καί τοῦ ἄνωθεν ἀξιώματος, ἐν οἷς, κατά φύσιν ἐστῶτες καί τόν χιτῶνα φοροῦντες λελαμπρυσμένον τοῦ Πνεύματος, ἐν τῷ Θεῷ μένομεν καί αὐτός ἐν ἡμῖν, θέσει θεοί καί υἱοί Θεοῦ χρηματίζοντες, ἐν τῷ φωτί τῆς γνώσεως τοῦ Θεοῦ σημειούμενοι.

ξστ΄. Ἀκηδία καί βάρος τοῦ σώματος, ἐξ ὀκνηρίας καί ἀμελείας προσγενόμενα τῇ ψυχῇ, τοῦ συνήθους ἀφιστῶσι κανόνος καί σκότωσιν τῇ διανοίᾳ προξενοῦσι καί ἀθυμίαν, ὡς ἐντεῦθεν δειλίας καί βλασφημίας λογισμούς ἐπιπολάζειν ἐν τῇ καρδίᾳ καί μηδέ ἐν τῷ συνήθει τόπῳ τῆς προσευχῆς εἰσελθεῖν τόν ὑπό τοῦ δαίμονος τῆς ἀκηδίας πειραζόμενον δύνασθαι, ἀλλά καί ὀκνεῖν αὐτόν καί κατά τοῦ ποιητοῦ τῶν ἁπάντων ἐνθυμεῖσθαι παράλογα. Γνούς οὖν τήν αἰτίαν καί πόθεν σοι ταῦτα ἐπῆλθον, σπουδαίως εἴσελθε εἰς τόν συνήθη τόπον τῆς προσευχῆς σου, καί τῷ φιλανθρώπῳ Θεῷ προσπεσών δεήθητι μετά στεναγμοῦ καί δακρίων ἐν ὀδύνῃ καρδίας σου τήν ἀπαλλαγήν τοῦ βάρους τῆς ἀκηδίας καί τῶν πονηρῶν λογισμῶν, καί δοθήσεταί σοι ἐμπόνως κρούοντι καί ἐπιμένοντι ἡ τούτων ἐν τάχει ἐλευθερία.

ξζ΄. Ὁ καθαρά τήν καρδίαν κτησάμενος, οὗτος δειλίαν ἐνίκησεν· ὁ δέ ἀκμήν καθαιρόμενος, ποτέ μέν βάλλει αὐτήν, ποτέ δέ βάλλεται ὑπ’ αὐτῆς· ὁ δέ μηδόλως ἀγωνιζόμενος, ἤ παντελῶς ἀναισθητεῖ καί ἐν τῷ φίλος εἶναι παθῶν καί δαιμόνων, ὅς πρός τῇ κενοδοξίᾳ καί οἴησιν νοσεῖ δολῶν εἶναί τι μηδέν ὤν, ἤ δειλίας δοῦλος ὑπάρχει καί ὑποχείριος, τρέμων ὡς τῷ φρονήματι νήπιος, καί φοβούμενος φόβον ἐκεῖ ἔνθα φόβος οὐκ ἔστιν οὐδέ δειλία τοῖς φοβουμένοις τόν Κύριον.

ξη΄. Ὁ φοβούμενος τόν Θεόν δαιμόνων ὁρμάς οὐ φοβεῖται οὐδέ τάς ἀσθενεῖς ἐφόδους αὐτῶν ἀλλ’ οὐδέ ἀνθρώπων πονηρῶν ἀπειλάς· ὥσπερ δέ τις φλόξ ἤ φλέγον πῦρ ὅλος ὤν, ἐν ἀδύτοις τόποις καί ἀφεγγέσι νυκτός καί ἡμέρας περιϊών, φυγαδεύει τούς δαίμονας, φεύγοντας μᾶλλον αὐτόν, ἤπερ αὐτούς ἐκεῖνος, μή ἐμπρησθῆναι ὑπό τῆς ἐκπεμπομένης ἐξ αὐτοῦ φλογοειδοῦς ἐκτῖνος τοῦ θείου πυρός.

ξθ'. Ὅς τῷ φόβῳ τοῦ Θεοῦ στοιχεῖ, οὗτος μέσον ἀνδρῶν ἀναστρεφόμενος πονηρῶν οὐ φοβεῖται, τόν φόβον αὐτοῦ ἔνδοθεν ἔχων καί φέρων τό ἀκαταμάχητον ὅπλον τῆς πίστεως, μεθ’ ἧς ἰσχύει καί δύναται πάντα ὁρᾶν, καί αὐτά τά δοκοῦντα τοῖς πολλοῖς δυσχερῆ καί ἀδύνατα· ἀλλ’ ὥσπερ τις γίγας ἐν μέσῳ πιθήκων ἤ λέων βρυχώμενος ἐν μέσῳ κυνῶν καί ἀλωπέκων διάγων, πεποιθών ἐστιν ἐπί Κύριον καί τῷ στερρῷ τοῦ φρονήματος καταπλήττει αὐτούς καί ἐκδειματοῖ τάς φρένας αὐτῶν, ὡς ῥάβδον σιδηρᾶν τόν ἐν σοφίᾳ λόγον ἐπιφερόμενος.

ο'. Μή θαυμάσῃς, ἐάν ὑπό δειλίας κυρευόμενος πάντα φοβούμενος τρέμῃς· ἔτι γάρ ἀτελής εἶ καί ἀνίσχυρος καί ὥσπερ νήπιον τά μορμολύκεια δέδοικας· ἡ γάρ δειλία πάθος ἐστί νηπιῶδες καί καταγέλαστον κενοδόξου ψυχῆς. Πρός τοῦτον οὖν τόν δαίμονα μή θέλε λόγους λέγειν ἤ ἀντιρρήσεις ποιεῖσθαι· τῆς γάρ ψυχῆς τρεμούσης καί κλονουμένης, οὐκ ὠφελήσουσι λόγοι· ἀφείς δέ τούτους, ὅση σοι δύναμις τόν λογισμόν σου ταπείνωσον καί θᾶττον γνώσεις ἠφανισμένην δειλίαν.

οα'. Ὑπό ἀκηδίας ποτέ τις κατασχεθείς, χαῦνον τόν νοῦν καί σκοτεινόν ἔσχε καί ἔκλυτον αὐτοῦ τήν ψυχήν, ὡς μικρόν ἐκ τούτου τό πένθος ἐκλεῖψαι ἀπό τῆς καρδίας αὐτοῦ καί τήν φλόγα ἐν αὐτῷ σβεσθῆναι τοῦ Πνεύματος καί πάντα τόν οἶκον τοῦ σώματος αὐτοῦ πλησθῆναι καπνοῦ· οὐ μήν ἀλλά γάρ καί νάρκωσις μελῶν ἐν αὐτῷ γενομένη, ἐξ ὀκνηρίας εἰς ὕπνον ἄμετρον κατεφέρετο, ὡς ἐξ ἀνάγκης ἐλλείπειν αὐτῷ καί τήν συνήθη ἀκολουθίαν. Πρός ταῦτα δέ δι’ ἐγκρατείας ἀνθιστάμενος καί ἀγρυπνίας, ὡς τόν ὕπνον ἐνίκησε, θᾶττον ἡ καρδία αὐτοῦ ἐξ οἰήσεως ἐσκληρύνετο, καί πένθους ἐκλείποντος, ἡ δειλία αὐτῷ ὑπεισήρχετο. Ὡς δέ πάλιν ᾔσθετο ταύτην οὖσαν ἐν αὐτῷ, ἀωρί τῆς κέλλης αὐτοῦ ἔξω ἐγένετο καί εἰς ζοφώδη τόπον καί σκοτεινόν ἀπελθών, στάς τε ἐν αὐτῷ καί τάς χεῖρας εἰς οὐρανούς ἀνατείνας καί τό σημεῖον τοῦ σταυροῦ ἐν ἑαυτῷ ἐκτυπώσας, ὄμμα τε ψυχῆς πρός Θεόν ἀνατείνας, ὡς μικρόν ἐταπείνωσε τόν λογισμόν, εὐθύς ὁ τῆς διελίας ἐξ αὐτοῦ δαίμων ἀπέστη μικρόν. Ὁ δέ κραταιότερος αὐτοῦ, ὁ δεινός τῆς κενοδοξίας ἐχθρός, ὑπέκλεπτε τούτου τόν λογισμόν, κατασπάσαι βουλόμενος αὐτόν καί αὖθις τῷ τῆς δειλίας δαίμονι παραδοῦναι· ὅπερ κατανοήσας, τεθαύμακε καί τόν Θεόν ἐδυσώπει θερμῶς ῥύσασθαι τήν ψυχήν αὐτοῦ ἐκ τῶν τοιούτων παγίδων τοῦ διαβόλου.

οβ'. Πολλή καί πᾶσιν, οἶμαι, δυσνόητος ἡ τούτων συμπλοκή καί κακία καί μέθοδος τῶν δαιμόνων ὑπάρχει. Ἔγνων γάρ τόν τῆς δειλίας δαίμονα τῷ τῆς ἀκηδίας συνερχόμενον καί συγκροτοῦντα, καί τοῦτον ἐκείνῳ βοηθοῦντα καί συναιρόμενον, καί τόν μέν πρῶτον φόβον ἐν τῇ ψυχῇ μετά σκληρότητος ἐμποιοῦντα, τόν ἕτερον δέ σκότωσιν καί πάρεσιν, ἔτι τε πώρωσιν ψυχῆς τε καί νοός καί ἀπόγνωσιν ἐργαζόμενον. Δοκίμιον δέ τοῖς ἀγωνιζομένοις ἡ ἀκηδία, πρόξενος αὐτοῖς ταπεινώσεως γινομένη.

ογ'. Τοῖς προκόψασιν ἐν εὐχῇ ἤ καί ἐπιμελουμένοις εὐχῆς ὁ τῆς ἀκηδίας μάλιστα δαίμων ὡς ἐπί τό πλεῖστον πολεμεῖν εἴωθεν. Οὐδείς γάρ ἕτερος τῶν ἄλλων δαιμόνων κατά τῶν τοιούτων ἰσχύει, εἴτε κατά οἰκονομικήν παραχώρησιν τούτου κατ’ αὐτῶν ἰσχύσαντος, εἴτε καί ἐκ τῶν τοῦ σώματος ἀνωμαλιῶν τήν καθ’ ἡμῶν λαβόντος ἰσχύν, ὥς γε πείθομαι μᾶλλον. Τό δέ λεγόμενόν ἐστι τοιοῦτον· πολλά φαγών καί τόν στόμαχον βαρηθείς καί εἰς κόρον ὑπνώσας, ἐκυρίευσε τοῦ νοός μου τό πάθος καί ἡττήθην· εἶτα πάλιν ὑπέρ τό μέτρον ἐγκρατευσάμενος, τόν νοῦν μου σκοτεινόν καί δυσκίνητον εἰργασάμην καί αὖθις εἰς τό αὐτό περιέπεσα πάθος. Ἔστι δ’ ὅτε καί ἐκ τῆς τοῦ ἀέρος κράσεως, οὐκ οἶδ’ ὅπως εἴπω, καί τῆς ἀχλυώδους παχύτητος τοῦ νοτιαίου ἀνέμου ταῦτα συμβαίνειν τοῖς ἀγωνιζομένοις.

οδ'. Ἀκηδία θάνατος ψυχῆς καί νοός ἐστι. Ταύτην εἰ παρεχώρησεν ὁ Θεός καθ’ ἡμῶν ἐνεργῆσαι κατά τήν δύναμιν αὐτῆς, οὐδείς ἄν ἐσώθη τῶν ἀγωνιζομένων ποτέ. Ἡμέτερον δέ ὅμως ἐστί τό ἀντιστῆναι αὐτῇ κατά τό ἐνόν τῆς δυνάμεως, Θεοῦ δέ τό καί μυστικῶς ἡμᾶς διεγείρειν καί φανερῶς νικητάς ἀποδεῖξαι αὐτῆς. Ἀδύνατον δέ τινα θανόντα ἀναστῆσαι δίχα βοηθείας τοῦ ἐκ νεκρῶν ἑαυτόν ἀναστήσαντος.

οε'. Ὁπηνίκα εἰς οἴησιν κλαπείς ὁ νοῦς ἐν αὐτῇ ἐμβαθύνῃ καί εἶναί τι ἐναγωνίως ἔχων καθ’ ἑαυτόν ὑπολάβῃ, τηνικαῦτα ἡ ἀοράτως αὐτόν φωτίζουσα χάρις ἀφίσταται, καί βραχύ κενόν καταλείψασα, εὐθύς ἐλέγχεται αὐτοῦ ἡ ἀσθένεια, ὥσπερ α'γρίών κυνῶν ἐπιδραμόντων αὐτῷ τῶν παθῶν καί καταπιεῖν ζητούντων αὐτόν· οὗ καί ἐξαπορουμένου, μή ἔχοντος δέ ποῦ φυγεῖν καί σωθῆναι, πρός τόν δυνάμενον σῶσαι αὐτόν καταφεύγει διά ταπεινώσεως Κύριον.

οστ'. Ὁ ἔξω γεγονώς τοῦ κόσμου παντός ὡς ἐν ἐρήμῳ ἀβάτῳ καί μεστῇ θηρίων ὄντα κατανοεῖ ἑαυτόν. Ὅθεν φόβῳ ἀρρήτῳ καί τρόμῳ ἀνεκδιηγήτῳ συνεχόμενος, βοᾷ πρός τόν Θεόν, ὡς μέν Ἰωνᾶς, ἐκ τοῦ κήτους καί τῆς θαλάσσης τοῦ βίου, ὡς δέ Δανιήλ, ἐκ τοῦ λάκκου τῶν ἀγρίων παθῶν καί λεόντων, ὡς δέ οἱ τρεῖς παῖδες, ἐκ τῆς καμίνου τοῦ ἐμφύτου τῆς ἐπιθυμίας πυρός τῆς καιομένης, ὡς δέ Μανασσῆς, ἐκ τοῦ χαλκουργήματος τοῦ πηλίνου τούτου καί θνητοῦ σώματος. Οὗ καί εἰσακούων ὁ Κύριος, ῥύεται αὐτόν ἐκ τοῦ βυθοῦ τῆς ἀγνοίας καί τῆς φιλίας τοῦ κόσμου, καθάπερ τόν προφήτην ἐκ τοῦ κήτους ἐκεῖνον, τοῦ μηκέτι παλινοστῆσαι πρός ταῦτα· ῥύεται αὐτόν ἐκ τοῦ λάκκου τῶν πονηρῶν λογισμῶν τῆς ἐπιθυμίας, τῶν ἁρπαζόντων καί κατεσθιόντων τάς τῶν ἀνθρώπων ψυχάς, ὡς τόν Δανιήλ· ἀπό τῶν ἐμπαθῶν προλήψεων τοῦ πυρός, τοῦ καταφλέγοντος καί λυμαινομένου αὐτοῦ τήν ψυχήν καί πρός πράξεις ἀτόπους βίᾳ συνωθοῦντος καί ἕλκοντος, φυλάττει αὐτόν ἀκατάφλεκτον, τῷ Ἁγίῳ Πνεύματι δροσίζων αὐτοῦ τήν ψυχήν, ὡς τούς Ἰσραηλίτας ἐκείνους· καί ἀπό τῆς γεώδους ταύτης καί βαρείας καί ἐμπαθεστάτης σαρκός ἀταπείνωτον διατηρήσας καί ἄπτωτον, υἱόν φωτός καί ἡμέρας αὐτόν ἀπεργάζεται καί τῆς ἀθανασίας ἔνθεν ἤδη ἀπογεύει αὐτόν.

οζ'. Ψυχή ἡ σχετικῶς οἰκοῦσα ἐν τῇ ταπεινώσει ταύτῃ τοῦ σώματος καί τῶν ἡδονῶν τούτου ἀντιποιουμένη καί τῆς δόξης τῶν ἀνθρώπων ἀντεχομένη, ἤ τούτων μέν ἀλογήσασα αἰσθανομένη δέ τοῦ ἀέρος τούτου τῆς εὐθυμίας, πρός πᾶσαν ἀρετήν καί ἐντολήν Θεοῦ ἀκίνητος ὑπάρχει παντάπασι καί ἀπρόθυμος, ὡς καταβαρουμένη καί πεδουμένη δεινῶς ὑπό τῶν εἰρημένων κακῶν. Ἐπάν δέ, διεγερθεῖσα πόνοις κακοπαθείας καί δάκρυσι μετανοίας, τό βάρος ἀφ’ ἑαυτῆς ἀποσείσηται τῆς σαρκός καί τήν ἅλμην τοῦ γεώδους φρονήματος τοῖς νάμασιν ἀποκλύσηται τῶν δακρύων καί ὑπεράνω τῆς ταπεινώσεως γένηται τῶν ὁρωμένων καί φωτός ἀπολαύσῃ καθαροῦ καί ἐλευθερίας ἀξιωθῇ τῶν τυραννούντων παθῶν, αὐτίκα προφητικῶς καί αὐτή βοᾷ πρός Θεόν· «Διέρρηξας τόν σάκκον μου καί περιέζωσάς με εὐφροσύνην, ὅπως ἄν ψάλλῃ σοι ἡ δόξα μου καί οὐ μή κατανυγῶ».

οη'. Τρεῖς μέν ἡ θεία Γραφή τόπους, ἐν οἷς ἐμφιλοχωρεῖν ὁ νοῦς εἴωθεν, ὑποσημαίνεται. Ἐγώ δέ δύο μᾶλλον εἶναί φημι, οὐκ ἐναντία τῇ Γραφῇ δογματίζων, μή γένοιτο, ἀλλά τῆς ἀρχῆς καί τοῦ τέλους τό μέσον οὐκ ἀριθμῶν· οἷόν τι λέγω, ὁ ἐκ πόλεως εἰς πόλιν καί ἀπό χώρας εἰς ἑτέραν μεταβάς χώραν, οὐχί καί τήν ὁδόν αὐτήν ἥν ὥδευσε χώραν ἤ πόλιν καλέσειεν, εἰ καί πολλά τινα καί θαυμαστά κατ’ αὐτήν θεάσεται πράγματα. Ὁ γάρ ἀπό τῆς Αἰγύπτου πρός τήν τῆς ἐπαγγελίας μεταβάς γῆν καί ἐν ταύτῃ κατοικισθείς, πάντων μέν τῶν ἐν μέσῳ μέμνηται καί ταῦτα διηγεῖται τοῖς πᾶσιν· οὐ μέντοι δέ ἀπό πρώτης εἰς δευτέραν, καί ἀπό δευτέρας εἰς τρίτην πόλιν ἤ χώραν μεταβῆναι λέγει, ἀλλ’ ὥσπερ ἀπό δουλείας εἰς ἐλευθερίαν καί ἀπό σκότους εἰς φῶς καί ἀπό αἰχμαλωσίας εἰς τήν τῆς οἰκείας πατρίδος ἀποκατάστασιν. Οὕτω καί ἀπό ἐμπαθείας εἰς ἀπάθειαν καί ἀπό τῆς τῶν παθῶν δουλώσεως εἰς τήν ἐλευθερίαν τοῦ Πνεύματος καί ἀπό τῆς παρά φύσιν προλήψεως, ὅπερ αἰχμαλωσίαν ὁ πνευματικός ἀποκαλεῖ νόμος, εἰς τήν ὑπέρ φύσιν ἐπάνοδον, ἀπό τοῦ βιωτικοῦ πελάγους καί κλύδωνος πρός τήν ἔξω τοῦ κόσμου γαληνιαίαν κατάστασιν, ἀπό τῆς πικρίας τῶν βιωτικῶν μεριμνῶν τε καί θλίψεων εἰς τήν ἀνεκλάλητον γλυκύτητα καί ἀμεριμνίαν γηΐνου παντός πράγματος, ἀπό τῆς περί τά πολλά ἐπιθυμίας περιστάσεώς τε καί τύρβης πρός τό ἕν μόνον καί τήν ὁλικήν σχέσιν αὐτοῦ καί ἀγάπην, ὁ νοῦς ἡμῶν τῶν ἀνθρώπων μεταβαίνειν εἴωθεν.

οθ'. Ἡ μετάβασις τοῦ νοός ἀπό τῶν ὁρωμένων ἐπί τά ἀόρατα καί ἡ ἀπό τῶν αἰσθητῶν ἐπί τά ὑπέρ αἴσθησιν τούτου ἐμφιλοχώρησις λήθην πάντων τῶν ὄπισθεν ἐμποιεῖ. Ταύτην οὖν ἐγώ ἡσυχίαν ὄντως καί ἡσυχίας χῶρον καί τόπον ἀποκαλῶ, εἰς ὅν ὁ ἀνελθεῖν ἀξιωθείς, οὐχ ὡς ὁ Μωϋσῆς ἐπί τοῦ ὄρους τεσσαράκοντα ἡμέρας καί νύκτας τοσαύτας ποιήσας πάλιν ἐκεῖθεν κατενεχθήσεται, ἀλλά καλόν ἐκεῖ εἶναι βεβαιωθείς οὐκέτι πρός τά κάτω καθόλου ἐπιστραφήσεται· οἶκος δέ τῆς Τριάδος ἐντεῦθεν γενόμενος καί αὐτός ἐν τῇ Τριάδι, ὡς ἐν αὐτῷ ὤν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ἐγκατοικήσει, τῆς ἀγάπης δηλονότι κρατούσης αὐτόν καί μή ἐώσης πεσεῖν.

π'. Οὐχ ὁ ἡσυχάζων μόνος ἤ ὁ ὑποτασσόμενος, ἀλλά καί ὁ ἡγουμενεύων καί ὁ πολλῶν προϊστάμενος καί αὐτός ὁ διακονῶν, ἀμέριμνος ὀφείλει εἶναι, ἤγουν ἐλεύθερος ἀπό πάντων τῶν βιωτικῶν πραγμάτων ἀναμφιβόλως· εἰ γάρ μεριμνῶμεν, παραβάται τῆς τοῦ Θεοῦ ἐντολῆς εὑρισκόμεθα τῆς λεγούσης· «Μή μεριμνήσητε τῇ ψυχῇ ὑμῶν τί φάγητε ἤ τί πίητε ἤ τί ἐνδύσησθε· ταῦτα γάρ πάντα, τά ἔθνη ἐπιζητεῖ» καί πάλιν. «Βλέπετε μήποτε βαρυνθῶσιν αἱ καρδίαι ὑμῶν ἐν κραιπάλῃ καί μέθῃ καί μερίμναις βιωτικαῖς».

πα'. Ὁ ἐν τοῖς βιωτικοῖς ἔχων πράγμασι τόν λογισμόν μεριμνῶντα οὐκ ἔστιν ἐλεύθερος· ὑπό γάρ τῆς τούτων μερίμνης κατέχεται καί δεδούλωται, κἄν ὑπέρ ἑαυτοῦ μεριμνᾷ ταῦτα κἄν δι’ ἑτέρους. Ὁ δέ ἀπό τούτων ἐλεύθερος, οὔτε δι’ ἑαυτόν, οὔτε δι’ ἑτέρους μεριμνήσει βιωτικῶς, κἄν ἐπίσκοπος κἄν ἡγούμενος κἄν διάκονος εἶναι τύχῃ· ἀλλ’ οὐδέ ἀργήσει ποτέ ἤ τινος καταφρονήσει τῶν εὐτελεστέρων καί σμικροτάτων, θεαρέστως δέ ἅπαντα ποιῶν καί πράττων, ἀμέριμνος ἐν πᾶσι διατελέσει καί ἐν τῷ βίῳ παντί.

πβ'. Ἔστι μέριμνα ἄπρακτος καί πρᾶξις ἀμέριμνος, ὡς καί τό ἀνάπαλιν ἀμεριμνία ἔμπρακτος καί ἀργία ἐμμέριμνος, ἅς καί ὁ Κύριος ἐδήλωσεν εἰπών τήν μέν ἐν τῷ εἰπεῖν· «Ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται κἀγώ ἐργάζομαι» καί πάλιν, «Ἐργάζεσθε μή τήν βρῶσιν τήν ἀπολλυμένην, ἀλλά τήν μένουσαν εἰς ζωήν αἰώνιον», οὐκ ἀναιρῶν τό ἐργάζεσθαι, ἀλλά τήν χωρίς μερίμνης ἐργασίαν ἐκδιδάσκων ἡμᾶς· τήν δέ ἐν τῷ αὖθις εἰπεῖν· «Τίς μεριμνῶν δύναται προσθεῖναι εἰς τήν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα;» ἀναιρῶν τήν ἄπρακτον μέριμναν· περί δέ τῆς ἐμπράκτως γινομένης ἔφη· «Καί περί ἐνδύματος ἤ τροφῆς τί μεριμνᾶτε; οὐχ ὁρᾶτε τά κρίνα τοῦ ἀγροῦ καί τά πετεινά τοῦ οὐρανοῦ πῶς τά μέν αὐξάνει, τά δέ διατρέφεται;». Οὕτω τήν μέν ἀναιρῶν, τήν δέ βεβαιῶν, ὁ Κύριος διδάσκει ἡμᾶς πῶς δεῖ μή μεριμνῶντας μεμεριμνημένως ἐργάζεσθαι, καί πῶς ἀμερίμνους ὄντας τῆς μή προσηκούσης ἐργασίας ἀπέχεσθαι.

πγ'. Μή καταλύσῃς σου τήν οἰκίαν ἐν τῷ βούλεσθαί σε τήν τοῦ πλησίον οἰκοδομῆσαι· ὅρα γάρ ὡς χαλεπόν τό ἔργον καί δύσκολον, μήποτε προαιρουμένου σου τοῦτο, καί τήν σήν καθαιρήσῃς, καί ἀνοικοδομῆσαι τήν ἐκείνου ἰσχύσῃς οὐδόλως.

πδ'. Ἐάν μή τελείαν ἀπροσπάθειαν τῶν πραγμάτων καί τῶν χρημάτων κτήσῃ τοῦ βίου, μή θελήσῃς οἰκονομίαν ἐγχειρισθῆναι πραγμάτων, ἵνα μή ἁλῷς ἐν τούτοις καί ἀντί τοῦ λήψεσθαι μισθόν διακονίας, κλέπτου καί ἱερόσυλου καταδίκην ὑφέξεις. Εἰ δέ ὑπό τοῦ προεστῶτος πρός τοῦτο ἐκβιασθῇς, ὡς πῦρ μεταχειριζόμενος φλέγον διάκεισο, καί τήν προσβολήν τοῦ λογισμοῦ δι’ ἐξαγορεύσεως καί μετανοίας ἀπείργων, ἀβλαβής τῇ τοῦ προεστῶτος εὐχῇ διατηρηθήσῃ.

πε'. Ὁ μή γεγονώς ἀπαθής οὐδ’ ὅτι ἐστίν ἀπάθεια οἶδεν, ἀλλ’ οὐδέ πιστεύειν εἶναί τινα τοιοῦτον ἐπί τῆς γῆς δύναται. Πῶς γάρ ὁ μή ἑαυτόν ἀπαρνησάμενος πρῶτον καί τό αἷμα προθύμως κενώσας τό ἑαυτοῦ ὑπέρ τῆς μακαρίας ταύτης τῷ ὄντι ζωῆς ἄλλον ὑπονοήσει ταῦτα πεποιηκέναι εἰς τό κτήσασθαι τήν ἀπάθειαν; Οὕτω δέ καί ὁ δοκῶν Πνεῦμα Ἅγιον ἔχειν, μηδέν ἔχων, οὐ πιστεύει ποτέ, τάς ἐνεργείας αὐτοῦ γινομένας ἀκούων ἐν τοῖς τό Πνεῦμα τό Ἅγιον ἔχουσιν, ὅτι ἔστι τις κατά τήν γενεάν ταύτην, ἐπίσης τοῖς ἀποστόλοις Χριστοῦ καί τοῖς ἀπ’ αἰῶνος ἁγίοις, θείῳ ἐνεργούμενος καί κινούμενος Πνεύματι ἤ ἐν ὀπτασίᾳ τούτου γνωστῶς καί εὐαισθήτως γινόμενος. Ἕκαστος γάρ ἐκ τῆς οἰκείας καταστάσεως καί τά τοῦ πλησίον κρίνει ὡς ἔχει, εἴτε ἀρετῆς εἰπεῖν εἴτε κακίας.

πστ'. Ἄλλο ἀπάθεια ψυχῆς καί ἄλλο ἀπάθεια σώματος· ἡ μέν γάρ καί τό σῶμα καθαγιάζει τῇ οἰκείᾳ λαμπρότητι καί τῇ φωτοχυσίᾳ τοῦ Πνεύματος, ἡ δέ αὐτή μόνη καθ’ ἑαυτήν εἰς οὐδέν τόν κεκτημένον ὠφελεῖν δύναται.

πζ'. Ἕτερον ἀκινησία τῶν ψυχικῶν τε καί σωματικῶν μελῶν καί ἕτερον κτῆσις ἀρετῶν· ἡ μέν γάρ ἐκ φύσεως πρόσεστιν, ἡ δέ καί τάς φυσικάς κινήσεις ἁπάσας καταστέλλει.

πη'. Οὐκ ἔστι τό μή ἐπιθυμεῖν τινος τῶν τοῦ κόσμου τερπνῶν καί ἡδέων ἴσον τοῦ τῶν αἰωνίων καί ἀοράτων ἐφίεσθαι ἀγαθῶν· ἄλλο γάρ τοῦτο καί ἕτερον ἐκεῖνο· τῶν μέν γάρ προτέρων πολλοί κατεφρόνησαν, τῶν δέ δευτέρων ὀλίγοι τῶν ἀνθρώπων ἐφρόντισαν.

πθ'. Οὐκ εἴ τι τό ἀποστρέφεσθαι καί μή ζητεῖν τήν δόξαν τῶν ἀνθρώπων, τοῦτό ἐστι καί τό τῆς δόξης ἐκκρέμασθαι τοῦ Θεοῦ, ἀλλά πολύ τό μέσον ἐν ἀμφοτέροις· τήν μέν γάρ καί ὑπό παθῶν ἄλλων πολλοί κυριευθέντες ἀπώσαντο, τήν δέ ὀλίγοι λίαν κόπῳ καί πόνῳ πολλῷ λαβεῖν ἠξιώθησαν.

$'. Οὐχ ἕν τό εὐτελεῖ ἐσθῆτι ἀρκεῖσθαι καί μή ἐπιθυμεῖν στολῆς λαμπρᾶς καί τό ἐνδεδῦσθαι τό φῶς ἐστι τοῦ Θεοῦ· τοῦτο γάρ ἕτερον κἀκεῖνο ἄλλο· τοῦ μέν γάρ ὑπό μυρίων ἐπιιθυμιῶν καθελκόμενοί τινες εὐκόλως κατεφρόνησαν, τό δέ μόνοι περιβάλλονται ἐκεῖνοι οἱ ἀνενδότως αὐτό ζητοῦντες διά πάσης κακοπαθείας καί υἱοί φωτός καί ἡμέρας διά τῆς τῶν ἐντολῶν γινόμενοι ἐκπληρώσεως.

$α'. Ἄλλο τό ταπεινολογεῖν καί ἕτερον τό ταπεινοφρονεῖν, καί ἄλλο ταπείνωσις καί ἕτερον τό ἄνθος τῆς ταπεινώσεως, καί ὁ ταύτης καρπός ἄλλο καί τό τοῦ καρποῦ τούτου κάλλος καί τό τοῦ κάλλους ἡδύ ἕτερον, καί ἄλλο παρά ταῦτα αἱ ἐκ τοῦ καρποῦ τούτου ἐνέργειαι. Τούτων δέ τά μέν ἐφ’ ἡμῖν εἰσι, τά δέ οὐκ ἐφ’ ἡμῖν· καί τά μέν ἐφ’ ἡμῖν, τό πάντα νοεῖν, τό πάντα φρονεῖν, τό πάντα λογίζεσθαι καί λέγειν καί πράττειν, ὅσα πρός ταπείνωσιν ἡμᾶς ἄγουσιν· ἡ δέ ἁγία ταπείνωσις καί τά λοιπά αὐτῆς ἰδιώματα, τά χαρίσματα καί αἱ ἐνέργειαι αὐτῆς, δῶρον Θεοῦ καί οὐκ ἐξ ἡμῶν, ὧν καί οὐδείς καταξιωθήσεταί ποτε, ἐάν μή τά ὅσα ἐφ’ ἑαυτῷ εἰσι καλῶς προκαταβάλληται σπέρματα.

$β'. Τό μή ἀγανακτεῖν ἐν ἀτιμίαις καί ὕβρεσι καί ἐν πειρασμοῖς καί θλίψεσιν ἄλλο, καί τό ἄλλο τό εὐδοκεῖν ἐν αὐτοῖς, καί τό εὔχεσθαι ὑπέρ τῶν ταῦτα ποιούντων εἰς ἡμᾶς ἕτερον· καί ἄλλο τό ἀπό ψυχῆς αὐτούς ἀγαπᾶν· καί ἕτερον παρά ταῦτα τό νοερῶς ἀνατυποῦν τό πρόσωπον ἑνός ἑκάστου αὐτῶν καί ὡς γνησίους φίλους ἀπαθῶς αὐτούς κατασπάζεσθαι ἐν δάκρυσιν ἀγάπης εἰλικρινοῦς, ἴχνους δηλονότι ἀηδίας καθόλου τινός μή εὑρισκομένου τότε ἐν τῇ ψυχῇ. Μεῖζον δέ τούτων ὧν εἴπομεν, ὅταν καί ἐν αὐτῷ τῷ καιρῷ τῶν πειρασμῶν, τήν ἴσην ἔχῃ τις καί ὁμοίαν ἀναλλοιώτως διάθεσιν πρός τούς κατά πρόσωπον λοιδοροῦντας καί ἐνδιαβάλλοντας καί κατακρίνοντας καί καταδικάζοντας καί ὑβρίζοντας καί ἐμπτύοντας αὐτόν, ἀλλά μήν καί πρός τούς ἐν προσχήματι μέν φιλίας ἔξωθεν διακειμένους, λάθρα δέ τά ὅμοια διαπραττομένους μέν, μή λανθάνοντας δέ. Ἀσυγκρίτως δέ τούτων πάλιν μεῖζον εἶναι ὑπολαμβάνω τό ἐν λήθῃ παντελεῖ γενέσθαι ὧν ἄν πάθοι τις, καί μήτε ἀπόντων τῶν θλιψάντων αὐτόν μήτε παρόντως μενῆσθαί τινος τῶν γεγονότων, ἀλλ’ ὁμοίως τοῖς φίλοις καί τούτους ἀνεννοίως τῶν συμβάντων προσαποδέχεσθαι ἔν τε συνομιλίαις ἔν τε συνεστιάσεσιν.

$γ'. Οὐχ οἷον τό μεμνῆσθαι Θεοῦ, τοιοῦτον καί τό ἀγαπᾶν τόν Θεόν· οὐδέ οἷον τό φοβεῖσθαι αὐτόν, τοιοῦτον καί τό τηρεῖν τάς αὐτοῦ ἐντολάς· ἄλλο γάρ ταῦτα καί ἄλλο ἐκεῖνα, τελείων δέ ὅμως καί ἀπαθῶν τά ἀμφότερα.

$δ'. Ἄλλο ἡ ἀναμαρτησία καί ἕτερον ἡ τῶν ἐντολῶν ἐργασία· ἡ μέν γάρ ἀγωνιζομένων καί τῶν κατά τό εὐαγγέλιον ζώντων ἐστίν, ἡ δέ πρώτη μόνων τῶν τήν πρώτην κτησαμένων ἀπάθειάν ἐστιν.

$ε'. Οὐκ εἴ τι πάντως ἀργία, τοῦτο καί ἡσυχία· οὐδέ εἴ τι ἡσυχία, τοῦτο καί σιωπή· ἄλλο δέ ταῦτα καί ἄλλο. Ἡ μέν γάρ μή βουλομένων ἐστίν εἰδέναι τίς ἡ τῶν ἀγαθῶν τοῦ Θεοῦ μέθεξις μηδέ τί τῶν καλῶν κατορθῶσαι· ἡ δέ, τῶν εἰς τήν γνῶσιν τοῦ Θεοῦ ποιουμένων ἀεί τήν σχολήν καί παρακαθημένων τῷ λόγῳ τῆς ἐμφύτου σοφίας Θεοῦ καί τά βάθη τοῦ Πνεύματος ἐρευνώντων καί ξένων μυστηρίων ἐν μυήσει γινομένων Θεοῦ. Ἡ δέ τρίτη, τῶν τήν νοεράν ἐργασίαν ἐργαζομένων ἐστίν ἐν προσοχῇ ἐμμερίμνου διανοίας τῶν λογισμῶν.

$στ'. Οὐ ταὐτόν ἀναχώρτησις, ἡ ἐκ τόπου εἰς τόπον μετάβασις, καί αὐτή ἡ ὄντως ἀληθής ξενιτεία, ἀλλ’ ἕτερον καί ἕτερον. Ἡ μέν γάρ, τῶν πυκτευόντων ἐστί καί ἤ διά ὀλιγωρίαν ὑπό ἀστάτου μεταφερομένων νοός ἤ διά ὑπερβολήν θερμότητος [τῶν] ἐφιεμένων ἔτι τῶν κρειττόνων ἀγώνων. Ἡ δέ τῶν ἐσταυρωμένων ἐστί τῷ κόσμῳ καί τοῖς τοῦ κόσμου πράγμασι καί μετά μόνου Θεοῦ καί τῶν ἀγγέλων εἶναι ἀεί ἐπιποθούντων καί μή ἐπιστρεφομένων ὅλως πρός τά ἀνθρώπινα.

$ζ'. Ἕτερον τό ἀνθίστασθαι καί πολεμεῖν τοῖς ἐχθροῖς καί ἕτερον τό τελείως ἡττῆσαι καί ὑποτάξαι καί θανατῶσαι αὐτούς· τό μέν γάρ πρῶτον, ἀγωνιστῶν καί γενναίων τήν ἄσκησιν, τό δέ δεύτερον, ἀπαθῶν καί τελείων.

$η'. Ταῦτα μέν ἅπαντα πράξεις τῶν ἐν φωτί ἀπαθείας περιπατούτνων ἁγίων εἰσίν· οἱ δέ τούτων ἔξω ἑαυτούς εἶναι καταμανθάνοντες μή πλανηθῶσιν ὑπό τινος μηδέ τάς ἰδίας ἀπατῶσι ψυχάς, ἀλλ’ ἰδέτωσαν ὡς ἐν σκότει ματαίως διαπορεύονται.

$θ'. Πολλοί μέν, ἄλλος δι’ ἄλλο τι καί δι’ ἕτερον ἕτερος, πρός ταῦτα ἠπείχθησαν· ὀλίγοι δέ λίαν οἱ μετά ἐμφύτου φόβου καί ἀγάπης Θεοῦ τῆς πράξεως αὐτῶν ἐπεχείρησαν, οἵ καί μόνοι ὑπό τῆς ἄνωθεν χάριτος βοηθούμενοι συντόμως κατορθοῦσι τήν τῆς ἀρετῆς ἐργασίαν καί πρός τά εἰρημένα προσεπεκτείνονται. Οἱ δ’ ἄλλοις ἀφίενται ὡς «ἐν ἀβάτῳ» περιπλανᾶσθαι, κατά τό εἰρημένον «καί οὐχ ὁδῷ», κατά τό «Ἐξαπέστειλα αὐτούς κατά τά ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν, πορεύσονται ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν».

ρ'. Ὁ τούτων ἐν πείρᾳ γεγονώς διά σπουδῆς τῆς καλλίστης γνώσεται τῶν λεγομένων τήν δύναμιν. Ὁ δέ ἄλλως ἔχων τά μέν αἰσθητῶς λεχθέντα νοήσειε, περί δέ τῶν πνευματικῶς καί νοερῶς εἰρημένων, ψιλάς ἕξει τῶν νοημάτων τάς θεωρίας, μᾶλλον δέ ἀναπλάσει ἀναπλάσματα ψευδῆ ἐν τῇ ἑαυτοῦ διανοίᾳ, τῆς δέ ἀληθείας τῶν λεγομένων μακράν ὡς ψευσθείς ἔσται σφόδρα.

ρα'. Ὁπόταν ὑπεράνω τῆς τοῦ σώματος ταπεινώσεως γένῃ διά πόνων καί ἱδρώτων πολλῶν, καί τῶν αὐτοῦ ἐκδύς ἀναγκῶν, κοῦφον αὐτό καί ὡς πνευματικόν περιφέρῃς, ὡς μήτε κόπου μήτε πείνης μήτε δίψης αἰσθόμενον, καί τηνικαῦτα κρεῖττον ἐσόπτρου βλέπεις τόν ὑπέρ νοῦν καί ἀνακεκαλυμμένοις τοῖς ὀφθαλμοῖς δακρύων ὁρᾷς ὅν οὐδείς ἑώρακε πώποτε, καί δακνομένης σου τῆς ψυχῆς τῷ ἐκείνου ἔρωτι, θρῆνον ἀποτελεῖς τοῖς δάκρυσι σύμμικτον· τότε μνήσθητί μου καί ὑπερεύχου τοῦ ταπεινοῦ ὡς μετά Θεοῦ συνάφειαν ἐσχηκώς καί παρρησίαν πρός αὐτόν ἀκαταίσχυντον.



Ἑπόμενο: ΕΤΕΡΑ ΚΕΦΑΛΑΙΑ ΓΝΩΣΤΙΚΑ ΤΕ ΚΑΙ ΘΕΟΛΟΓΙΚΑ κε'
Προηγούμενο: ΛΟΓΟΣ ΙΕ΄ . Περί ἡσυχίας καί ὁποίας ἐργασίας ὀφείλει ἔχεσθαι ὁ ἐν ταύτῃ ἀνδρείως προσκαρτερῶν.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος