Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Ἕτερα κεφάλαια θεολογικά καί πρακτικά ρ'.
Προηγούμενο: ΚΕΦΑΛΑΙΑ ΠΡΑΚΤΙΚΑ ΚΑΙ ΘΕΟΛΟΓΙΚΑ
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

ΕΤΕΡΑ ΚΕΦΑΛΑΙΑ ΓΝΩΣΤΙΚΑ ΤΕ ΚΑΙ ΘΕΟΛΟΓΙΚΑ κε'

α'. Οὔτε τῷ θεολογοῦντι ἁρμόζει μετάνοια οὔτε τῷ μετανοοῦντι θεολογία· καθόσον γάρ ἀπέχουσιν ἀνατολαί ἀπό δυσμῶν, κατά τοσοῦτον ὑψηλοτέρα ἡ θεολογία τῆς μετανοίας ἐστίν. Ὥσπερ γάρ ἄνθρωπος ὁ ἐν νόσοις καί ἀσθενείαις διάγων ἤ ὡς ῥακοδυτῶν πένης καί κράζων ἐλεημοσύνην, οὕτως ὁ ἐν μετανοίᾳ ὤν καί τά τῆς μετανοίας ἔργα ἐν ἀληθείᾳ ποιῶν χρηματίζει· ὁ δέ γε θεολογῶν ὅμοιός ἐστι τῷ ἐν ταῖς βασιλείοις αὐλαῖς ἀναστρεφομένῳ ἐν λαμπρότητι βασιλικωτάτης στολῆς καί οἰκείῳ ὄντι τῷ βασιλεῖ λαλοῦντί τε αὐτῷ ἀεί καί ἐξ αὐτοῦ καθ’ ὥραν ἐνηχουμένῳ τρανῶς τά ἐκείνου προστάγματα καί θελήματα.

β'. Ἡ προσθήκη τῆς γνώσεως τοῦ Θεοῦ ἀγνωσίας τῶν ἄλλων ἁπάντων αἰτία καί πρόξενος γίνεται, οὐ μήν ἀλλά καί αὐτοῦ τοῦ Θεοῦ, καί τό πολύ τῆς ἐλλάμψεως αὐτοῦ παντελής ἀβλεψία, καί ἡ ὑπέρ αἴσθησιν ὑπερτελής αἴσθησις πάντων τῶν ἔξω ταύτης ὄντων ἀναισθησία. Ἡ γάρ ὁποῖα καί ποταπά καί ποῦ καί τίνα καί πῶς τά ἐν οἷς ἐστιν ἀγνοοῦσα καί καταμαθεῖν ἤ κατανοῆσαι ὅλως ταῦτα μή ἐξισχύουσα πῶς αἴσθησις ἔσται; Καί οὐχί μᾶλλον ὑπέρ αἴσθησιν μέν ἐκεῖνα, ὁ δέ νοῦς ἐν αἰσθήσει τῆς ἑαυτοῦ ἀσθενείας ἀναίσθητος πρός τά ὑπέρ αἴσθησιν εὑρεθῇ; «Ἅ γάρ ὀφθαλμός οὐκ εἶδε καί οὖς οὐκ ἤκουσε καί ἐπί καρδίαν ἀνθρώπου οὐκ ἀνέβη», πῶς αἰσθήσει ὑποβληθήσονται;

γ'. Ὁ τά ὑπέρ αἴσθησιν ἡμῖν χαριζόμενος Κύριος δίδωσιν ἡμῖν ἄλλην διά τοῦ Πνεύματος αὐτοῦ, ὅπως τῶν ὑπέρ αἴσθησιν αὐτοῦ δωρεῶν καί χαρισμάτων ὑπερφυῶς διά πασῶν τῶν αἰσθήσεων τρανῶς καί καθαρῶς αἰσθανώμεθα.

δ'. Πᾶς ὁ ἀναίσθητος πρός τό ἕν πρός πάντα ἀναίσθητός ἐστιν, ὡς καί ὁ αἴσθησιν ἔχων πρός τό ἕν ἐν αἰσθήσει πάντων ἐστί καί τῆς αἰσθήσεως πάντων ἐκτός ἐστιν. Ἐν τῇ αἰσθήσει πάντων ἐστί καί ὑπό τῆς αἰσθήσεως αὐτῶν οὐ καταλαμβάνεται.

ε'. Ὁ κωφός πρός τόν λόγον κωφός πρός πᾶσαν φωνήν ἐστιν, ὡς καί ὁ ἀκούων τοῦ λόγου πάντων ἀκούει· οὗτος κωφεύων ἐστί πρός πᾶσαν φωνήν, πάντων ἀκούει καί οὐδενός, εἰ μή τῶν ἐν λόγῳ μόνων τούς λόγους ποιουμένων, καί οὐδέ αὐτῶν, ἀλλά τοῦ λόγου μόνου τοῦ ἐν τῇ φωνῇ ἀφώνως φθεγγομένου.

στ'. Ὁ ἀκούων οὕτως καί βλέπων καί αἰσθανόμενος οἶδε τῶν λεγομένων τήν δύναμιν. Ὁ δέ μή εἰδώς πρόδηλός ἐστιν ὅτι οὐδέ τά αἰσθητήρια τῆς ψυχῆς τετρανωμένα καί ὑγιῆ ἐπιφέρεται· οὕτως δέ ἔχων οὔπω ἔγνω ὅτι ἐπόπτης ἐκτίσθη τῆς ὁρωμένης κτίσεως καί μύστης τῆς νοουμένης, ἀλλ’ ἐν τιμῇ ὤν, παρασυνεβλήθη καί ὡμοιώθη τοῖς ἀνοήτοις καί ἀχθοφόροις κτήνεσι καί ὁμοιωθείς μένει τοιοῦτος ἔτι μή ἐπαναστραφείς, μή ἐπανακληθείς, ἤ ἐπί τό πρῶτον ἀξίωμα ἀναχθείς κατά τήν δωρεάν τῆς οἰκονομίας τοῦ Δεσπότου καί Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ Υἱοῦ τοῦ Θεοῦ.

ζ'. Κάτω ὤν μή ἐρεύνα τά ἄνω· πρό δέ τοῦ γενέσθαι σε ἄνω, μή πολυπραγμονήσῃς τά κάτω, ἵνα μή ὀλισθήσας ἀμφοτέρων ἐκπέσῃς, μᾶλλον δέ συναπολειφθῇς τοῖς κάτω.

η'. Καθάπερ ὁ ἀπό πτωχείας ἐσχάτης ὑπό τοῦ βασιλέως εἰς πλοῦτον ἀνενεχθείς, καί περιφανές ἀξίωμα στολήν τε παρ’ αὐτοῦ ἐνδυθείς καί πρό προσώπου αὐτοῦ ἵστασθαι κελευσθείς, αὐτόν τε τόν βασιλέα μετά πόθου ὁρᾷ καί ὡς εὐεργέτην ὑπεραγαπᾷ, τήν στολήν τε ἥν ἐνεδύσατο τρανῶς κατανοεῖ καί τό ἀξίωμα ἐπιγινώσκει καί τόν δοθέντα αὐτῷ πλοῦτον ἐπίσταται, οὕτω καί μοναχός ὁ ἀληθῶς ἀπό τοῦ κόσμου καί τῶν ἐν αὐτῷ πραγμάτων ἀναχωρήσας καί προσελθών τῷ Χριστῷ, ἀνακληθείς τε εὐαισθήτως καί πρός ὕψος πνευματικῆς θεωρίας διά τῆς τῶν ἐντολῶν ἐργασίας ἀνενεχθείς, αὐτόν τε τόν Θεόν ἀπλανῶς ὁρᾷ καί τήν γενομένην εἰς αὐτόν ἀλλοίωσιν τρανῶς κατανοεῖ· βλέπει γάρ ἀεί τήν χάριν τοῦ Πνεύματος τήν περιλάμπουσαν αὐτόν, ἥτις ἔνδυμα καλεῖται καί βασίλειος ἁλουργίς, μᾶλλον δ’ ὅπερ αὐτός ἐστιν ὁ Χριστός, εἴπερ αὐτόν οἱ εἰς αὐτόν πιστεύοντες ἐπενδύονται.

θ'. Ὁ τόν οὐράνιον πλοῦτον πεπλουτηκώς, τήν παρουσίαν λέγω καί κατασκήνωσιν τοῦ εἰπόντος· «Ἐγώ καί ὁ Πατήρ ἐλευσόμεθα καί μονήν παρ’ αὐτῷ ποιήσομεν», ἐν γνώσει ψυχῆς ἐπίσταται ὅσης ἀπέλαυσε χάριτος καί ὅσον καί οἷον ἐπιφέρεται ὄλβον κατά τά ἀνάκτορα τῆς καρδίας αὐτοῦ· ὡς γάρ φίλος φίλῳ διαλεγόμενος τῷ Θεῷ, πεπαρρησιασμένος παρίσταται πρό προσώπου τοῦ ἐν ἀπροσίτῳ κατοικοῦντος φωτί.

ι'. Μακάριος ὁ πιστεύων τούτοις, τρισμακάριος ὁ σπεύδων διά πράξεως καί ἀγώνων ἱερῶν καταλαβεῖν τήν γνῶσιν τῶν εἰρημένων· ἄγγελος, ἵνα μή τι πλέον εἴπω, ὁ πεφθακώς διά θεωρίας καί γνώσεως ἐν τῷ ὕψει ταύτης τῆς στάσεως καί πλησίον Θεοῦ ὡς υἱός Θεοῦ γεγονώς.

ια'. Ὅν τρόπον ὁ παρά τόν αἰγιαλόν τῆς θαλάσσης ἱστάμενος βλέπει μέν τῶν ὑδάτων τό ἄπειρον πέλαγος, οὐ μέντοι τό πέρας τούτων καταλαβεῖν δύναται, ἀλλά μέρος τι καθορᾷ, οὕτω καί ὁ εἰς τό ἄπειρον πέλαγος τῆς τοῦ Θεοῦ δόξης διά θεωρίας ἐνατενίσαι ἀξιωθείς καί κατιδεῖν αὐτό νοερῶς, οὐχ ὅσον ἐστίν, ἀλλ’ ὅσον ἐφικτόν τοῖς νοεροῖς ὄμμασιν αὐτοῦ τῆς ψυχῆς καθορᾷ.

ιβ'. Ὥσπερ ὁ παρά τήν θάλασσαν ἑστηκώς οὐ μόνον αὐτήν ὁρᾷ, ἀλλά καί εἰς τά ὕδατα αὐτῆς εἰσέρχεται ὅσον βούλεται, οὕτω καί ἐν τῷ φωτί τοῦ Θεοῦ οἱ βουλόμενοι τῶν πνευματικῶν ἐν μεθέξει ἅμα καί θεωρίᾳ, καθόσον δι’ ἐφέσεως ἐπειχθῶσι, μετά γνώσεως γίνονται.

ιγ'. Καθάπερ ὁ παρά τάς θαλαττίας ὄχθας ἱστάμενος, ἕως μέν ἔξω τῶν ὑδάτων ἐστίν, ἅπαντα καθορᾷ καί τό πέλαγος τῶν ὑδάτων κατανοεῖ, ἐπάν δέ ἄρξηται εἰσέρχεσθαι ἐν τοῖς ὕδασι καί ἐν ἐκείνοις βαπτίζεσθαι, καθόσον κατέρχεται κατά τοσοῦτον καί τῆς θεωρίας τῶν ἔξω ἀπολιμπάνεται, οὕτω καί οἱ τοῦ θείου φωτός ἐν μεθέξει γενόμενοι, καθόσον εἰς γνῶσιν προκόπτουσι θείαν, εἰς ἀγνωσίαν μᾶλλον κατά ἀναλογίαν ἐμπίπτουσιν.

ιδ'. Ὥσπερ ὁ εἰς τά ὕδατα τῆς θαλάσσης μέχρι γονάτων ἤ τῆς ὀσφύος γενόμενος ἅπαντα τρανῶς τά ἔξωθεν ὄντα τῶν ὑδάτων ὁρᾷ, ἐπάν δέ εἰς τήν ἄβυσσον κατέλθῃ καί ὅλος αὐτός ὑπό τά ὕδατα γένηται, οὐκέτι τῶν ἔξωθεν ὁρᾶν τι δύναται, εἰ μή τοῦτο μόνον οἶδεν ὅτι ὅλος ἐν τῷ βυθῷ τῆς θαλάσσης ἐστίν, οὕτω συμβαίνει γίνεσθαι καί εἰς τούς κατά προκοπήν πνευματικήν αὐξάνοντας καί εἰς τελειότητα γνώσεως καί θεωρίας ἀνερχομένους.

ιε'. Ὅταν οἱ πρός τήν πνευματικήν προκόπτοντες τελειότητα μερικῶς φωτίζωνται, ἤτοι μόνον ἐλλάμπωνται τόν νοῦν, τότε τήν δόξαν Κυρίου νοερῶς ἐνοπτρίζονται καί ἐπιγνώσεως γνῶσιν καί ἀποκαλύψεις μυστηρίων ὑπό τῆς ἄνωθεν χάριτος μυστικῶς ἐκδιδάσκονται ἀπό τῆς τῶν ὄντων θεωρίας ἐπί τήν τοῦ ὑπέρ τά ὄντα ὄντος ἀναγόμενοι γνῶσιν.

ιστ'. Οἱ τῇ τελειότητι προσεγγίζοντες καί ἔτι βλέποντες ὡς ἐκ μέρους τήν ἀπειρίαν καί ἀκαταληψίαν ὧνπερ ὁρῶσι κατανοοῦντες ἐκπλήττονται· καθόσον γάρ τῷ φωτί τῆς γνώσεως ὑπεισέρχονται, ἐπίγνωσιν τῆς ἑαυτῶν ἀγνωσίας λαμβάνουσιν· ὁπηνίκα δέ τό ἀμυδρῶς πως φαινόμενον αὐτοῖς καί ὡς ἐν ἐσόπτρῳ δεικνύμενον καί μερικῶς ἐλλάμπον αὐτῶν τό νοούμενον, ὀφθῆναι πλέον εὐδοκήσει καί ἑνωθῆναι κατά μέθεξιν τῷ ἐλλαμπομένῳ, ὅλον αὐτόν περιλαμβάνον ἐν ἑαυτῷ, καί ὅλος ἐκεῖνος ἐν τῷ βάθει τοῦ Πνεύματος ὡς ἐν μέσῳ ἀβύσσου φωτοειδῶν ὑδάτων ἀπείρων ἐναπολειφθῇ, τηνικαῦτα εἰς παντελῆ ἀγνωσίαν, ὡς ὑπέρ ἅπασαν γνῶσιν γενόμενος, ἀπορρήτως ἀνέρχεται.

ιζ'. Ἁπλοῦς ὤν ὁ νοῦς, μᾶλλον δέ πάσης ἐννοίας γυμνός καί ἐν ἁπλῷ εἰσδύς ὅλος θείῳ φωτί, ὑπ’ αὐτοῦ καλυπτόμενος, οὐκ ἔχει ἄλλο τι τοῦ ἐν ᾧ ὑπάρχει εὑρεῖν, ἵνα καί πρός τήν ἐκείνου κατανόησιν κινηθῇ, ἀλλά μένει ἐν τῷ βυθῷ τοῦ θείου φωτός, ἔξω ὅλως ἀποβλέψαι μή συγχωρούμενος. Καί τοῦτό ἐστιν· «Ὁ Θεός φῶς ἐστι» καί φῶς τό ἀκρότατον καί οὗ γενομένοις πάσης θεωρίας ἀνάπαυσις.

ιη'. Ἀκίνητος τηνικαῦτα ὁ ἀεικίνητος νοῦς καί πάντῃ ἀνέννοιος γίνεται, ὁπηνίκα ὅλος ὑπό τοῦ θείου γνόφου καί φωτός καλυφθῇ· πλήν ἐν θεωρίᾳ ὑπάρχει καί αἰσθήσει καί ἀπολαύσει τῶν ἐν οἷς ἐστιν ἀγαθῶν. Οὐ γάρ ὥσπερ ὁ βυθός τῶν τῆς θαλάσσης ὑδάτων, οὕτω καί ὁ βυθός ἐστι τοῦ Ἁγίου Πνεύματος, ἀλλ’ ὕδωρ ὑπάρχει ζῶν αἰωνίου ζωῆς. Πάντα δέ τά ἐκεῖσε ἀκατανόητα, ἀνερμήνευτα καί ἀκατάληπτά εἰσιν, ἐν οἷς ὁ νοῦς πάντα τά ὁρώμενα καί νοούμενα διαβάς γίνεται καί ἐν μόνοις ἐκείνοις ἀκινήτως κινεῖται καί στρέφεται, ζῶν ὑπέρ ζωήν ἐν ζωῇ, φῶς ὤν ἐν φωτί καί οὐ φῶς τό καθ’ ἑαυτόν· οὐ γάρ ἑαυτόν τότε ἀλλά τόν ὑπέρ αὐτόν καθορᾷ καί ἐκ τῆς ἐκεῖθεν δόξης τήν ἔννοιαν ἀλλοιούμενος ὅλον ἑαυτόν ἀγνοεῖ.

ιθ'. Νεκρός καί οὐ νεκρός ὤν ὁ εἰς μέτρα πεφθακώς τελειότητός ἐστι· ζῶν ἐν ᾧ ὑπάρχει Θεῷ, ὡς μή ζῶν ἑαυτῷ· τυφλός, οὐ φύσει ὁρῶν· πάσης φυσικῆς ὁράσεως ὑπέρτερος γεγονώς, ὡς καινούς ὀφθαλμούς καί κρείττονας ὑπέρ τούς τῆς φύσεως ἀσυγκρίτως λαβών καί ὑπέρ φύσιν ὁρῶν· ἀνενέργητος καί ἀκίνητος, ὡς πᾶσαν ἑαυτοῦ πληρώσας ἐνέργειαν· ἀνέννοιος, ὡς ἐν τῇ τοῦ ὑπέρ ἔννοιαν ἑνώσει γενόμενος καί καταπαύσας ἔνθα οὐκ ἔστι νοός ἐνέργεια, ἤτοι πρός ἐνθύμησιν ἤ λογισμόν ἤ ἔννοιαν ὅλως κίνησις· τά γάρ ἀκατανόητα καί ἀμήχανα κατανοεῖν ἤ καταμανθάνειν ἀδυνατεῖ καί οἱονεί ἐν τούτοις ἐπαναπαύεται, ἀνάπαυσιν ἐκείνην τήν ἀκινησίαν τῆς μακαρίας ἀναισθησίας, ἐν αἰσθήσει βεβαίᾳ τῶν ἀνεκφράστων δηλονότι ἀπεριέργως ἐντρυφῶν ἀγαθῶν.

κ'. Ὁ μή πρός τό τοιοῦτον μέτρον τῆς τελειότητος φθάσαι καταξιωθείς καί τῶν τοιούτων ἐν κατασχέσει γενέσθαι καλῶν ἑαυτοῦ μόνου καταγινωσκέτω καί μή λεγέτω προφασιζόμενος, ὅτι ἀδύνατόν ἐστι τό πρᾶγμα ἤ ὅτι γίνεται μέν ἡ τελειότης, ἀγνώστως δέ, ἀλλά γινωσκέτω, πληροφορούμενος ὑπό τῶν θείων Γραφῶν, ὅτι τό μέν πρᾶγμα δυνατόν καί ἀληθές ἐστιν, ἔργῳ γινόμενον καί γνωστῶς ἐνεργούμενον, τῇ δέ ἐλλείψει καί ἀργίᾳ τῶν ἐντολῶν αὐτός ἑαυτόν ἕκαστος τῶν τοιούτων κατά ἀναλογίαν ἀποστερεῖ ἀγαθῶν.

κ'. Ὁ μή πρός τό τοιοῦτον μέτρον τῆς τελειότητος φθάσαι καταξιωθείς καί τῶν τοιούτων ἐν κατασχέσει γενέσθαι καλῶν ἑαυτοῦ μόνου καταγινωσκέτω καί μή λεγέτω προφασιζόμενος, ὅτι ἀδύνατόν ἐστι τό πρᾶγμα ἤ ὅτι γίνεται μέν ἡ τελειότης, ἀγνώστως δέ, ἀλλά γινωσκέτω, πληροφορούμενος ὑπό τῶν θείων Γραφῶν, ὅτι τό μέν πρᾶγμα δυνατόν καί ἀληθές ἐστιν, ἔργῳ γινόμενον καί γνωστῶς ἐνεργούμενον, τῇ δέ ἐλλείψει καί ἀργίᾳ τῶν ἐντολῶν αὐτός ἑαυτόν ἕκαστος τῶν τοιούτων κατά ἀναλογίαν ἀποστερεῖ ἀγαθῶν.

κα'. Πολλοί μέν ἀναγινώσκουσι τάς θείας Γραφάς, οἱ δέ καί ἀναγινωσκομένας ἀκούουσιν, ὀλίγοι δέ οἱ καί τῶν ἀναγινωσκομένων τήν δύναμιν καί τήν ἔννοιαν ὀρθῶς εἰδέναι δυνάμενοι· οἵ ποτέ μέν ἀδύνατα εἶναι τά ὑπό τῶν θείων Γραφῶν λεγόμενα ἀποφαίνονται, ποτέ δέ καί ἄπιστα παντελῶς ἡγοῦνται, ἤ καί ἀλληγοροῦσι ταῦτα κακῶς καί τά μέν κατά τόν ἐνεστῶτα χρόνον λεγόμενα ὡς πρός τό μέλλον ἐκβῆναι κρίνουσι, τά δέ περί τῶν μελλόντων εἰρημένα, ὡς ἤδη γεγονότα καί καθ’ ἑκάστην γινόμενα ἐκλαμβάνονται· καί οὕτως οὐκ ἔστι κρίσις ὀρθή ἐν αὐτοῖς οὐδέ διάγνωσις ἀληθής ἐν θείοις καί ἀνθρωπίνοις πράγμασιν.

κβ'. Ὁ Θεός ἐξ ἀρχῆς δύο κόσμους πεποίηκεν, ὁρατόν καί ἀόρατον, ἕνα δέ βασιλέα τῶν ὁρωμένων, τῶν δύο κόσμων ἐν ἑαυτῷ τούς χαρακτῆρας ἐπιφερόμενον κατά γε τό ὁρώμενον καί αὐτό τό νοούμενον. Τούτοις καταλλήλως καί δύο ἐπιλάμπουσιν ἥλιοι, αἰσθητός οὗτος καί νοητός ἄλλος· καί ὅπερ ἐστίν ἐν τοῖς ὁρωμένοις καί αἰσθητοῖς ἥλιος, τοῦτο ἐν τοῖς ἀοράτοις καί νοητοῖς Θεός, ἥλιος γάρ τῆς δικαιοσύνης καί ἔστι καί λέγεται. Ἰδού γοῦν δύο κατά ταῦτα ἥλιοι, εἷς αἰσθητός καί εἷς νοητός, ὥσπερ καί δύο κόσμοι, καθώς εἴρηται· καί ὁ μέν εἷς τῶν δύο, ἤγουν ὁ αἰσθητός κόσμος καί τά ἐν αὐτῷ πάντα, ὑπό τοῦ αἰσθητοῦ τούτου καί ὁρωμένου ἡλίου φωτίζονται· ὁ δέ ἕτερος, ἤτοι ὁ νοητός καί οἱ ἐν αὐτῷ, ὑπό τοῦ νοητοῦ ἡλίου τῆς δικαιοσύνης καταλάμπονται καί φαιδρύνονται. Τά τε οὖν αἰσθητά ὑπό τοῦ αἰσθητοῦ, τά τε νοητά ὑπό τοῦ νοητοῦ ἡλίου διῃρημένως ἀλλήλων καταφωτίζονται, μηδεμίαν ἐχόντων πρός ἄλληλα ἕνωσιν ἤ γνῶσιν ἤ κοινωνίαν τό σύνολον, μήτε τῶν νοητῶν πρός τά αἰσθητά , μήτε τῶν αἰσθητῶν πρός τά νοητά.

κγ'. Μόνος ἐκ τῶν ὁρωμένων καί νοουμένων ἁπάντων ὁ ἄνθρωπος διπλοῦς ἐκτίσθη παρά Θεοῦ, σῶμα μέν ἔχων ἐκ τεσσάρων συνεστηκός στοιχείων, αἴσθησίν τε καί πνοήν δι’ ὧν τούτων τῶν στοιχείων μετέχει καί ζῇ ἐν αὐτοῖς, ψυχήν δέ νοεράν καί ἄϋλον καί ἀσώματον ἀρρήτως ἐν τούτοις καί ἀνεξιχνιάστως συνηνωμένην καί συγκεκραμένην ἀμίκτως καί ἀσυγχύτως. Ταῦτα δέ ἐστιν ἄνθρωπος εἷς, ζῷον θνητόν καί ἀθάνατον, ὁρατόν καί ἀόρατον, αἰσθητόν καί νοούμενον, ἑποπτικόν τῆς ὁρωμένης κτίσεως, γνωστικόν τῆς νοουμένης. Ὥσπερ γοῦν ἐν τοῖς δυσί κόσμοις οἱ δύο ταῖς ἐνεργείαις διαμερίζονται ἥλιοι, οὕτω καί ἐν τῷ ἑνί ἀνθρώπῳ· ὁ μέν γάρ τό σῶμα, ὁ δέ τήν ψυχήν αὐτοῦ περιλάμπει, καί τοῦ οἰκείου φωτός τῆς μεθέξεως ἕκαστος τό ὑπ’ αὐτοῦ ἐλλαμπόμενον κατά τήν δεκτικήν δύναμιν αὐτοῦ ἤ πλουσίως ἤ ἐνδεῶς μεταδίδωσιν.

κδ'. Ὁ αἰσθητός ἥλιος θεωρεῖται, οὐ θεωρεῖ· ὁ νοητός καί θεωρεῖται παρά τῶν ἀξίων καί πάντας ὁρᾷ καί μᾶλλον τούς ὁρῶντας αὐτόν. Ὁ αἰσθητός οὐ λαλεῖ οὐδέ λαλεῖν τινι δίδωσιν· ὁ νοητός καί λαλεῖ τοῖς ἑαυτοῦ φίλοις καί λαλεῖν τοῖς πᾶσι χαρίζεται. Ὁ αἰσθητός ἐν τῷ αἰσθητῷ κήπῳ λάμψας, τῇ θερμότητι τῶν ἀκτίνων τό ὑγρόν μόνον ἀποξηραίνει τῆς γῆς, οὐ μέντοι γε καί πιαίνει τά φυτά καί τά σπέρματα· ὁ νοητός δέ τά ἀμφότερα ἐν τῇ ψυχῇ ἐπιφανείς κατεργάζεται, τήν ὑγρότητα ξηραίνει τήν τῶν παθῶν, καί τήν βδελυγμίαν τήν ἐξ αὐτῶν ἀποκαθαίρει, καί πιότητα τῇ νοερᾷ ἐμπαρέχει γῇ τῆς ψυχῆς, ἐξ ἧς ἀρδευόμενα τρέφονται κατ’ ὀλίγον τῶν ἀρετῶν τά φυτά.

κε'. Ὁ αἰσθητός ἥλιος ἀνατέλλει καί φωτίζει τόν κόσμον τόν αἰσθητόν καί πάντα τά ἐν αὐτῷ, ἀνθρώπους, θηρία, κτήνη καί εἴ τι ἕτερον, ἐφ’ οἷς ἐπίσης καί τό φῶς ὑφαπλοῖ, δύνει δέ πάλιν καί σκοτεινόν καταλιμπάνει τόν τόπον ὅνπερ κατέλαμπεν. Ὁ νοητός λάμπει ἀεί καί ἔλαμπεν, ὅλος ἐν ὅλῳ τῷ παντί ἀχωρήτως χωρούμενος, ἐκ δέ τῶν ὑπ’ αὐτοῦ κτισθέντων ἀποκεχώρισται καί ὅλος τούτων ἀδιαστάτως διΐσταται, ἐν ὅλῳ ὅλος ἐν τῷ παντί καί οὐδαμοῦ, ἐν ὅλοις ὅλος τοῖς ὁρωμένοις κτίσμασι καί ὅλος τούτων ἐκτός, ὅλος ἐν τοῖς ὁρωμένοις καί ὅλος ἐν τοῖς ἀοράτοις, καί πανταχοῦ ὅλος πάρεστι καί ὅλος οὐδαμῶς οὐδαμοῦ.



Ἑπόμενο: Ἕτερα κεφάλαια θεολογικά καί πρακτικά ρ'.
Προηγούμενο: ΚΕΦΑΛΑΙΑ ΠΡΑΚΤΙΚΑ ΚΑΙ ΘΕΟΛΟΓΙΚΑ
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος