Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΔΙΑΛΟΓΟΣ ΣΧΟΛΑΣΤΙΚΟΥ ΠΡΟΣ ΣΥΜΕΩΝ ΤΟΝ ΝΕΟΝ ΘΕΟΛΟΓΟΝ.
Προηγούμενο: ΕΤΕΡΑ ΚΕΦΑΛΑΙΑ ΓΝΩΣΤΙΚΑ ΤΕ ΚΑΙ ΘΕΟΛΟΓΙΚΑ κε'
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

Ἕτερα κεφάλαια θεολογικά καί πρακτικά ρ'.

α'. Ἀπαρχή Χριστός, μεσότης καί τελειότης· ἐν πᾶσι γάρ ὁ ἐν τοῖς πρώτοις, ἔν τε τοῖς μέσοις καί τελευταίοις, ὡς ἐν τοῖς πρώτοις ἐστίν· οὐδέ γάρ ἐστιν ἐν αὐτῷ διαφορά τις ἐν τούτοις, ὥσπερ βάρβαρος, οὐ Σκύθης, οὐχ Ἕλλην, οὐκ Ἰουδαῖος, ἀλλά τά πάντα καί ἐν πᾶσι Χριστός.

β'. Ἡ Ἁγία Τριάς, διά πάντων διήκουσα ἀπό τῶν πρώτων καί μέχρι τῶν ἐσχάτων ὡς ἀπό κεφαλῆς τινος μέχρι ποδῶν, συγκροτεῖ πάντας συγκολλᾷ τε καί συνενοῖ καί συνδεσμεῖ ἑαυτῇ καί συγκροτοῦσα στερρούς καί ἀρραγεῖς ἀπεργάζεται· ἐν ἑνί τε αὐτῶν ἑκάστῳ μία καί ἡ αὐτή δείκνυται γνωριζομένη, ἥτις ἐστίν ὁ Θεός, ἐν ᾧ καί οἱ ἔσχατοι πρῶτοι γίνονται καί οἱ πρῶτοι ὥσπερ οἱ ἔσχατοι.

γ'. Πάντας τούς πιστούς ὡς ἕνα βλέπειν ὀφείλομεν οἱ πιστοί καί ἐφ’ ἑνί ἑκάστῳ αὐτῶν εἶναι λογίζεσθαι τόν Χριστόν καί οὕτως τῇ πρός αὐτόν ἀγάπῃ διάκεισθαι, ὡς ἑτοίμους εἶναι ὑπέρ αὐτοῦ τιθέναι τάς ἰδίας ψυχάς. Οὐδέ γάρ τό καθόλου λέγειν ἤ νομίζειν ὀφείλομέν τινα πονηρόν, ἀλλά πάντας ὡς ἀγαθούς ὁρᾷν, ὥσπερ εἴπομεν· κἄν γάρ ὑπό παθῶν ὀχλούμενον ἴδῃς τινά, μή τόν ἀδελφόν ἀλλά τά πάθη μίσησον τά πολεμοῦντα αὐτῷ, κἄν ὑπό ἐπιθυμιῶν καί προλήψεων τυραννούμενον, ἐπί πλεῖον σπλαγχνίσθητι, μήποτε καί αὐτός πειρασθῇς, ὡς ὑπό τροπήν ὤν ὕλης εὐπεριστάτου.

δ'. Ὅν τρόπον αἱ νοεραί τάξεις τῶν ἄνω δυνάμεων ἀπό Θεοῦ κατά τάξιν ἐλλάμπονται ἀπό τῆς πρώτης ταξιαρχίας ἐπί τήν δευτέραν καί ἀπό ταύτης ἐπί τήν ἑτέραν καί καθεξῆς, τῆς θεϊκῆς ἐπί πάσας διερχομένης φωτοβολίας, οὕτω καί οἱ ἅγιοι ἀπό τῶν θείων ἐλλαμπόμενοι ἀγγέλων, τῷ συνδέσμῳ τοῦ Πνεύματος συνδούμενοί τε καί συνενούμενοι, ἰσότιμοι αὐτοῖς καί ἐφάμιλλοι γίνονται. Ἀπό γάρ τῶν προλαβόντων ἁγίων οἱ κατά γενεάν καί γενεάν διά τῆς τῶν ἐντολῶν τοῦ Θεοῦ ἐργασίας ἐρχόμενοι ἅγιοι, τούτοις κολλώμενοι, ὁμοίως ἐκείνοις ἐλλάμπονται, τήν τοῦ Θεοῦ χάριν λαμβάνοντες κατά μέθεξιν, καί ὥσπερ τις γίνονται χρυσῆ ἅλυσις, καθείς τούτων ὄντες γονάτιον ἕν, ἑκάτερος τῷ προλαβόντι τῇ πίστει καί τοῖς ἔργοις καί τῇ ἀγάπῃ συνδούμενος, ὡς εἶναι μίαν αὐτούς καί γίνεσθαι σειράν ἐν ἑνί τῷ Θεῷ μή δυναμένην ταχέως διαρραγῆναι.

ε'. Εἴ τις κίβδηλος ἐξ ὑποκρίσεως, ἤ ἐξ ἔργων ἐπίμωμος, ἤ πρός βραχύ τεθραυσμένος ἐξ ἑνός πάθους, ἤ μικρόν ἐλλιπής ἐξ ἀξελείας ἐν μέρει τυγχάνει, οὐ συγκαταριθμεῖται τοῖς ὁλοκλήροις, ἀλλ’ ὡς ἄχρηστος καί ἀδόκιμος ἀποβάλλεται, ἵνα μή ἐν καιρῷ τάσεως διαρραγῆναι ποιήσῃ τόν σύνδεσμον τῆς ἁλύσεως καί δάστασιν ἐν ἀδιαστάτοις καί λύπην ἐν ἀμφοτέροις ἐργάσηται, τῶν μέν ἔμπορσθεν ὑπέρ τῶν ὑστέρων, τούτων δέ ὑπέρ τοῦ χωρισμοῦ τῶν προαγόντων ἀλγυνομένων.

στ'. Ὁ τῆς ἑνώσεως τῆς πρός τόν ἔσχατον πάντων ἁγίων ἐν ἀγάπῃ καί ἐπιθυμίᾳ σφοδρᾷ διά ταεπινοφροσύνης μή ἐφιέμενος, ἀλλά μικράν τινα κεκτημένος πρός αὐτόν ἀπιστίαν, οὐχ ἑνωθήσεται ὅλως ποτέ οὐδέ καταταγήσεται σύν αὐτῷ τοῖς πρώτοις καί προλαβοῦσιν ἁγίοις, κἄν δοκῇ πᾶσαν ἔχειν τήν πίστιν καί πᾶσαν τήν ἀγάπην πρός Θεόν καί πρός ἅπαντας τούς ἁγίους· ἔξω γάρ βληθήσεται παρ’ αὐτῶν, ὡς μή ἐν τῷ τόπῳ ἐν ᾧ ἐτάγη καί ᾧ συναφθῆναι ὑπό Θεοῦ πρό αἰώνων ὡρίσθη διά ταπεινοφροσύνης καταδεξάμενος.

ζ'. Τοῦ κατά Θεόν πένθους προηγεῖται ταπείνωσις, ἕπεται δέ χαρά καί εὐφροσύνη ἀνέκφραστος· τῇ δέ κατά Θεόν ταπεινώσει περιφύεται ἡ τῆς σωτηρίας ἐλπίς. Καθόσον γάρ ἀπό ψυχῆς ἔχει τις ἑαυτόν πάντων ἀνθρώπων ἁμαρτωλότερον, κατά τοσοῦτον ἡ ἐλπίς συναυξάνει τῇ ταπεινώσει καί θάλλει ἐν τῇ καρδίᾳ αὐτοῦ, βεβαιοῦσα ὅτι διά ταύτης μέλλει σωθήσεται.

η'. Καθόσον εἰς βάθος τις κατέρχεται ταπεινώσεως καί ἑαυτόν ἀπογινώσκει ὡς ἀνάξιον τοῦ σωθήσεσθαι, κατά τοσοῦτον πενθεῖ καί δακρύων ἀφίησι πηγάς· τούτων δέ ἀναλόγως ἡ πνευματική ἀναβλύζει ἐν τῇ καρδίᾳ χαρά, ταύτῃ δέ ἡ ἐλπίς συμπηγάζει καί συναυξάνει καί τήν πληροφορίαν τῆς σωτηρίας βεβαιοτέραν παρέχεται.

θ'. Σκοπεῖν ἑαυτόν ἕκαστον δεῖ καί κατανοεῖν τοῦ μήτε τῇ ἐλπίδι μόνῃ θαρρεῖν δίχα τοῦ κατά Θεόν πένθους καί πνευματικῆς ταπεινώσεως, μήτε τῇ ταπεινοφροσύνῃ καί τοῖς δακρύοις ἄνευ τῆς συνεπομένης τούτοις πνευματικῆς ἐλπίδος τε καί χαρᾶς.

ι'. Ἔστι νομιζομένη ταπείνωσις ἐξ ἀμελείας τε καί νωθρότητος καί τῆς τοῦ συνειδότος σφοδρᾶς καταγνώσεως, ἥν οἱ κεκτημένοι ὡς σωτηρίας λογίζονται πρόξενον· οὐκ ἔστι δέ, τό γάρ χαροποιόν πένθος ταύτῃ συνεζευγμένον οὐ κέκτηται.

ια'. Ἔστι πένθος πνευματικῆς ἐκτός ταπεινώσεως καί τοῦτο ὡς ἁμαρτημάτων καθαρτήριον οἱ οὕτως πενθοῦντες λογίζονται. Καί πλανῶνται ματαίως τοῦτο οἰόμενοι· τῆς γάρ τοῦ Πνεύματος γλυκύτητος ἀπεστέρηνται, τῆς μυστικῶς ἐν τῷ νοερῷ τῆς ψυχῆς ταμιείῳ ἐγγινομένης, καί τῆς χρηστότητος τοῦ Κυρίου οὐ γεύονται· διό καί πρός ὀργήν ταχέως οἱ τοιοῦτοι ἐξάπτονται καί τοῦ κόσμου καί τῶν ἐν τῷ κόσμῳ τέλεον καταφρονῆσαι οὐ δύνανται. Ὁ δέ μή τούτων τελείως καταφρονήσας καί μῖσος ἀπό ψυχῆς πρός ταῦτα κτησάμενος, οὐδέ τήν ἐλπίδα τῆς σωτηρίας αὐτοῦ βεβαίαν ποτέ καί ἀδίστακτον δύναται κτήσασθαι· ἀεί δέ ὧδέ τε κἀκεῖσε ἐν δισταγμῷ περιφέρεται, ἐπί τήν πέτραν μή καταβαλών τό θεμέλιον.

ιβ'. Τό πένθος διπλοῦν ταῖς ἐνεργείαις ἐστί καί, ὡς μέν ὕδωρ, διά τῶν δακρύων πᾶσαν σβεννύει τήν φλόγα τῶν παθῶν καί τήν ψυχήν ἐκκαθαίρει τοῦ ἐξ αὐτῶν μολυσμοῦ· ὡς δέ πῦρ, διά τῆς παρουσίας τοῦ Ἁγίου Πνεύματος ζωοποιεῖ καί ἀναφλέγει καί ἐκπυροῖ καί θερμαίνει τήν καρδίαν καί πρός ἔρωτα καί πόθον Θεοῦ ἐξάπτει αὐτήν.

ιγ'. Βλέπε καί καταμάνθανε τάς ἐν σοί ἐγγινομένας ἐνεργείας ὑπό τε τῆς ταπεινώσεως καί τοῦ πένθους, καί τήν ἐξ αὐτῶν ἐρεύνα προστιθεμένην σοι καθ’ ὥραν ὠφέλειαν. Ἔστι δέ αὕτη τοῖς εἰσαγωγικοῖς πάσης γηΐνης φροντίδος ἀπόθεσις, πάντων, γονέων, ἰδίων καί φίλων ἀπροσπάθεια καί ἀπάρνησις, πάντων πραγμάτων καί χρημάτων ἀμεριμνία καί καταφρόνησις, οὐ μέχρι ῥαφίδος μόνον, ἀλλά καί μέχρις αὐτοῦ τοῦ σώματος.

ιδ'. Ὅν τρόπον ἐν φλογί καιομένης καμίνου χοῦν ἐπιβαλών τις ταύτην σβεννύει, τόν αὐτόν τρόπον καί αἱ βιωτικαί μέριμναι καί πᾶσα προσπάθεια εὐτελοῦς καί σμικροτάτου πράγματος τήν ἀναφθεῖσαν ἐν ἀρχαῖς θέρμην τῆς καρδίας ἐξαφανίζει.

ιε'. Ὁ τήν τῶν ἔξωθεν πραγμάτων τε καί ἀνθρώπων καί πάντων τῶν ἐν τῷ βίῳ ποιησάμενος ἐν παντελεῖ καρδίας αἰσθήσει μετά χαρᾶς ἄρνησιν, καί λήθην λαβών τῶν τοιούτων, ὡς τεῖχος ὑπερβάς τήν προσπάθειαν, ὡς ξένος τοῦ κόσμου καί τῶν ἐν τῷ κόσμῳ πάντων ὑπάρχει, συνάγων τόν νοῦν ἑαυτοῦ καί μόνην μελέτην ποιούμενος τήν μνήμην τοῦ θανάτου καί ἔννοιαν· διό καί ἀεί τά περί κρίσεως καί ἀνταποδόσεως μεριμνᾷ καί ὅλως ἐν τούτοις αἰχμαλωτίζεται φόβῳ ἀρρήτῳ ἐκ τῶν τοιούτων ἐννοιῶν καί τῆς ἐν αὐτοῖς ἀδολεσχίας βαλλόμενος.

ιστ'. Ὥσπερ τις κατάδικος δεσμά περικείμενος ἐν τῷ θεάτρῳ τοῦ τῇδε βίου γίνεται ὁ τόν φόβον τῆς κρίσεως εἰς βάθος ἐγκυμονήσας. Ἔνθεν τοι καί ὡς ὑπό δημίου τινός τοῦ φόβου συρόμενος καί τήν ἐπί θάνατον ἄγουσαν πορευόμενος φαίνεται, μηδέν λογιζόμενος ἕτερον εἰ μή τόν πόνον μόνον καί τήν ὀδύνην ἥν ὑποστῆναι μέλλει ἐκ τῆς τιμωρίας τῆς αἰωνίου· τοῦτον δέ ἀνεξάλειπτον φέρων ἐν τῇ καρδίᾳ, ὁ ἐξ αὐτοῦ ἐγγινόμενος φόβος οὐδέν ὅλως τῶν ἀνθρωπίνων ἐᾷ μεριμνᾶν αὐτόν· ὡς γάρ ἤδη τῷ ξύλῳ προσηλωθείς καί ταῖς ὀδύναις σφοδρῶς πρός θάνατον συνεχόμενος, οὕτως ἀεί διατελεῖ, μηδέ ἀτενίσαι τούς ὀφθαλμούς εἰς πρόσωπόν τινος συγχωρούμενος, μηδέ τιμῆς ἤ ἀτιμίας ἀνθρώπων λόγον ποιούμενος· πάσης γάρ ἀτιμίας καί ἐξουδενώσεως ἄξιον ἑαυτόν ἀπό καρδίας ἔχων, τῶν ἐπιφερομένων ὕβρεων αὐτῷ οὐ φροντίζει.

ιζ'. Πᾶσαν βρῶσιν καί πόσιν καί καλλωπισμόν ἐνδυμάτων ὁ τόν φόβον ἐγκυμονῶν τοῦ θανάτου βδελύξεται καί ἐνηδόνως οὐ φάγεται ἄρτον, οὐ πίεται ὕδωρ· παρέξει δέ μόνην τήν χρείαν τῷ σώματι, ὅσον μόνον αὔταρκες πρός τό ζῆν, πᾶν θέλημα ἑαυτοῦ ἀπαρνήσεται καί δοῦλον πάντων ἐν διακρίσει τῶν ἐπιταττομένων γενήσεται.

ιη'. Ὁ δοῦλον ἑαυτόν δούς τοῖς κατά Θεόν πατράσιν αὐτοῦ διά τόν φόβον τῆς κολάσεως, οὐ τά κουφίζοντα τόν τῆς καρδίας αὐτοῦ πόνον ἐπιτασσόμενος ἕλοιτο, οὐ τά λύοντα τόν τοῦ φόβου δεσμόν, οὐδέ τοῖς ἐπί τά τοιαῦτα φιλικῶς ἤ κολακευτικῶς ἤ προστακτικῶς ἐνάγουσιν ὑπακούσεται, ἀλλά μᾶλλον τά αὐξάνοντα αὐτόν προτιμήσει καί τά τόν δεσμόν ἐπισφίγγοντα θελήσει καί τά τόν δήμιον ἐνισχύοντα ἀγαπήσει καί ἐν τούτοις ἐμμενεῖ, ὡς μή προσδοκῶν ὅλως ἐλευθερίαν λήψεσθαί ποτε ἐξ αὐτῶν. Ἡ γάρ ἐλπίς τῆς ἀπαλλαγῆς κουφότερον τόν πόνον ἐργάζεται, ὅπερ ἐστίν ἀλυσιτελές τῷ μετανοοῦντι θερμῶς.

ιθ'. Παντί τῷ κατά Θεόν βιοῦν ἀρχομένῳ ἐπωφελές ὁ τῆς κολάσεως φόβος καί ὁ πόνος ὁ τικτόμενος ἐξ αὐτοῦ. Ὀ δέ τοῦ τοιούτου πόνου καί δεσμοῦ καί δημίου χωρίς ἀρχήν βαλεῖν φανταζόμενος, οὐκ ἐπί ψάμμου μόνον τῶν ἑαυτοῦ πράξεων τόν θεμέλιον κατεβάλετο, ἀλλά καί εἰς ἀέρα οἴεται δίχα θεμελιων συνιστάνειν οἰκίαν, ὅπερ πάντῃ ἀδύνατον. Ὁ γάρ πόνος οὗτος ὅσον οὔπω πᾶσαν χαράν ἀποτίκτει καί ὁ δεσμός οὗτος πάντων ἁμαρτημάτων καί παθῶν δεσμά διαρρήσει καί ὁ δήμιος οὖτος οὐχί θάνατον ἀλλά ζωήν αἰώνιον προξενεῖ.

κ'. Ὅς ἄν μή θελήσῃ ἀποσκιρτῆσαι καί δεικφυγεῖν τόν τικτόμενον πόνον ἀπό τοῦ φόβου τῆς αἰωνίου κολάσεως, ἀλλά προθέσει καρδίας ἀκολουθήσῃ αὐτῷ καί ἐπισφίγξῃ πλέον τά τούτου δεσμά ἑαυτῷ, ἀναλόγως συντομώτερον ὁδεύσει καί πρό προσώπου τοῦ βασιλέως τῶν βασιλευόντων παραστήσει αὐτόν. Τούτου δέ γεγονότος, ἅμα τῷ θεάσασθαι αὐτόν ἀμυδρῶς πως τήν δόξαν αὐτοῦ, εὐθέως λυθήσονται μέν τά δεσμά, ὁ δέ δήμιος φόβος φεύξεται μακράν ἀπ’ αὐτοῦ καί ὁ ἐν τῇ καρδίᾳ αὐτοῦ πόνος τραπήσεται εἰς χαράν καί πηγή γενήσεται βρύουσα αἰσθητῶς μέν δάκρυα ποταμηδόν ἀενάως, νοητῶς δέ γαλήνην, πρᾳότητα καί ἄφραστον γλυκασμόν, ἔτι δέ ἀνδρείαν καί τό πρός πᾶσαν ὑπακοήν ἐλευθερίως καί ἀνεμποδίστως τρέχειν τῶν ἐντολῶν τοῦ Θεοῦ· ὁ τέως τοῖς εἰσαγωγικοῖς ἀδύνατον, τῶν δέ πρός τό μέσον κατά προκοπήν ἀνελθόντων καί ἴδιον, τοῖς δέ γε τελειουμένοις φῶς ἡ πηγή αὕτη, τῆς καρδίας αἴφνης ἀλλοιουμένης καί μεταβαλλομένης, γίνεται.

κα'. Ὁ ἔνδον αὐτοῦ τό φῶς τοῦ παναγίου Πνεύματος ἔχων, μή φέρων τοῦτο ὁρᾶν, εἰς γῆν πρηνής πίπτει, κράζει τε καί βοᾷ ἐν ἐκπλήξει καί φόβῳ πολλῷ ὡς ὑπέρ φύσιν, ὑπέρ λόγον, ὑπέρ ἔννοιαν πρᾶγμα ἰδών καί παθών·καί γίνεται ὅμοιος ἀνθρώπῳ ποθέν ἀναφθέντι τά σπλάγχνα ὑπό πυρός, ὑφ’ οὗ φλεγόμενος καί τῆς φλογός τόν ἐμπρησμόν μή δυνάμενος φέρειν, ὑπάρχει ὥσπερ ἐξεστηκώς· καί μηδέ ἑαυτοῦ γενέσθαι ὅλως ἰσχύων, τοῖς δάκρυσι δέ καταντλούμενος ἀενάως καί ὑπό τούτων καταψυχόμενος, τό πῦρ ἐξάπτει τοῦ πόθου σφοδρότερον. Ἐντεῦθεν δέ ΄τα δάκρυα προχέι πλειόνως καί τῇ τούτων ἐκχύσει πλυνόμενος λαμπρότερον ἀπαστάπτει· ὅτε δέ ὅλως ἐκπυρωθείς ὡς φῶς γένηται, τότε πληροῦται τό φάσκον· «Θεός θεοῖς ἑνούμενός τε καί γνωριζόμενος», καί τοσοῦτον ἴσως ὅσον ἤδη τοῖς συναφθεῖσιν ἡνώθη καί τοῖς ἐγνωκόσιν ἀπεκαλύφθη.

κβ'. Καθόσον γνωσθῆναι βουληθῇ παρ’ ἡμῶν ὁ Θεός, κατά τοσοῦτον καί ἀποκαλύπτεται· καθόσον δέ ἀποκαλυφθῇ, ὁρᾶται παρά τῶν ἀξίων καί γινώσκεται. Οὔκ ἔστι δέ τοιοῦτόν τι παθεῖν τινα ἤ ἰδεῖν, εἰ μή πρότερον τῷ παναγίῳ Πνεύματι ἑνωθῇ τις, ταπεινήν, καθαράν, ἁπλῆν καί συντετριμμένην καρδίαν ἐκ πόνων καί ἱδρώτων κτησάμενος.

κγ'. Πρό τοῦ πένθους καί τῶν δακρύων, μηδείς ὑμᾶς κενοῖς ἀπατάτω λόγοις μηδέ πλανῶμεν ἑαυτούς, οὐκ ἔστιν ἐν ἡμῖν μετάνοια οὐδέ ἀληθής μεταμέλεια οὐδέ φόβος Θεοῦ ἐν ταῖς καρδίαις ἡμῶν, οὐδέ κατέγνωμεν ἑαυτῶν, οὐδέ ἐν αἰσθήσει τῆς μελλούσης κρίσεως καί τῶν αἰωνίων βασάνων ἐγένετο ἡ ψυχή ἡμῶν. Εἰ γάρ ταῦτα ἐκτήσατο καί ἐν τούτοις ἐγένετο, εὐθύς καί δάκρυα κατήγαγεν ἄν· τούτων γάρ χωρίς, οὔτε ἡ σκληρά καρδία ἡμῶν ἁπαλυνθῆναί ποτε δύναται, οὔτε ἡ ψυχή ἡμῶν πνευματικήν ταπείνωσιν κτήσασθαι, οὔτε ταπεινοί γενέσθαι ἰσχύσομεν. Ὁ δέ μή τοιοῦτος γενόμενος ἑνωθῆναι τῷ Πνεύματι τῷ Ἁγίῳ οὐ δύναται· ὁ δέ μή τούτῳ ἐκ καθάρσεως ἑνωθείς, οὔτε ἐν θεωρίᾳ καί γνώσει Θεοῦ γενέσθαι δύναται, οὔτε ἄξιός ἐστι τάς τῆς ταπεινώσεως μυστικάς ἀρετάς ἐκδιδάσκεσθαι.

κδ'. Ὥσπερ τῷ συλλαβίζειν ἄρτι παιδευομένῳ τά γράμματα ὁ τά τῆς ρητορικῆς καί φιλοσοφίας ἐκδιηγούμενος οὐ μόνον οὐδέν ὠφελήσει, ἀλλά καί τῶν ἐναρχθέντων μᾶλλον κατολιγωρῆσαι αὐτόν καί ἀποστῆναι ποιήσει, διά τό μή χωρεῖν τήν διάνοιαν αὐτοῦ τῶν λεγομένων ὅλως τήν δύναμιν, οὕτω καί ὁ τοῖς εἰσαγωγικοῖς τά περί τελειότητος λέγων, καί μᾶλλον τοῖς χαυνοτέροις, οὐ μόνον οὐδέν ὠφελήσει ἀλλά καί εἰς τά ὀπίσω ὑπάγειν ποιήσει. Πρός γάρ τό ὕψος τῆς ἀρετῆς ἀποβλέψαντες καί ὅσον ἀπολείπονται τῆς κορυφῆς αὐτῆς ἐννοήσαντες καί ὡς ἀδύνατον αὐτοῖς ἔσται τό πρός τό ἄκρον αὐτῆς ἀνελθεῖν οἰηθέντες, καί τῶν μερικῶς ἐναρχθέντων ὡς ἀνωφελῶν καταφρονήσουσι καί πρός ἀπόγνωσιν καταδύσουσι.

κε'. Ὅταν οἱ ἔτι κεκρατημένοι καί βασιλευόμενοι ὑπό τῶν παθῶν ἀκούσωσιν ὅτι ὁ κατά Θεόν τέλειος παντός ἀνθρώπωου καί παντός ζῴου καί θηρίου ἀκαθαρτότερον ἑαυτόν ἡγεῖται, ὅς καί ἀτιμαζόμενος χαίρει, λοιδορούμενος εὐλογεῖ, ἀνέχεται διωκόμενος καί ὑπέρ τῶν ἐχθρῶν αὐτοῦ εὔχεται μετά δακρύων καί πόνου καρδίας, παρακαλῶν τόν Θεόν καί ἱκετεύων ὑπέρ αὐτῶν, ἐν πρώτοις μέν ἀπιστοῦσιν, ἑαυτούς ἴσους ἐκείνων συστῆσαι πειρώμενοι· ἔπειτα ὑπό τῶν θείων Γραφῶν ἐλεγχόμενοι καί ὑπό τῶν ταῦτα ἔργῳ ἐπιδειξαμένων ἁγίων ἀνατρεπόμενοι, μή ἰσχύειν ἐν τούτοις ἐφικέσθαι ὁμολογοῦσιν· ὅταν δέ καί δίχα τῆς τούτων ἐκπληρώσεως ἀδύν ατον ἀκούσωσι σωθῆναι αὐτούς, τότε τελείως μή θέλοντες ἐκκοπήν ποιήσασθαι τοῦ κακοῦ καί μετανοῆσαι, ἐφ’ οἷς ἥμαρτον, ἀπογινώσκουσιν ἑαυτῶν.

κστ'. Τούς ὑποκρινομένους τήν ἀρετήν καί τῷ μέν κωδίῳ τοῦ σχήματος ἄλλο φαινομένους, ἄλλο δέ ὄντας κατά τόν ἐντός ἄνθρωπον, πάσης τάχα πεπληρωμένους ἀδικίας, μεστούς ζήλου καί ἐριθείας καί ἡδονῶν δυσωδίας, ὡς ἀπαθεῖς οἱ πλείους καί ἁγίους τιμῶσι, μή κεκαθαρμένον ἔχοντες τόν τῆς ψυχῆς ὀφθαλμόν μηδέ ἐπιγνῶναι δυνάμενοι αὐτούς ἐκ τῶν καρπῶν αὐτῶν· τούς δέ εὐλαβείᾳ καί ἀρετῇ καί ἀφελότητι καρδίας διάγοντας καί ἁγίους ὄντας τῷ ὄντι, ὡς τούς λοιπούς τῶν ἄλλων ἀνθρώπων, παραλογίζονται καί καταφρονοῦντες αὐτῶν παρατρέχουσιν.

κζ'. Τόν λάλον καί ἐπιδεικτικόν διδακτικόν μᾶλλον καί πνευματικόν εἶναι οἱ τοιοῦτοι λογίζονται· τόν δέ σιωπηλόν καί περί ἀργολογίαν ἀκριβαζόμενον ἀγροῖκον καί ἄφωνον ἀποφαίνονται.

κη'. Τόν ἐν Πνεύματι Ἁγίῳ φθεγγόμενον οἱ ὑψηλόφρονες καί τήν ὑπερηφανίαν νοσοῦντες τοῦ διαβόλου ὡς ὑψηλόφρονα καί ὑπερήφανον ἀποστρέφονται, τοῖς λόγοις αὐτοῦ πληττόμενοι μᾶλλον ἤ κατανυσσόμενοι· τόν δέ ἀπό κοιλίας ἤ ἐκ μαθημάτων τορνολογοῦντα καί τῆς αὐτῶν σωτηρίας καταψευδόμενον ὑπερεπαινοῦσι καί ἀποδέχονται, καί οὕτως οὐδείς ἐν τοῖς τοιούτοις ἐστίν ὁ καλῶς καί ὡς ἔχει τό πρᾶγμα ἰδεῖν καί διακρῖναι δυνάμενος.

κθ'. «Μακάριοι», φησίν ὁ Θεός, «οἱ καθαροί τῇ καρδίᾳ, ὅτι αὐτοί τόν Θεόν ὄψονται». Καθαράν οὖν καρδίαν οὐχί μία ἀρετή οὐδέ δύο ἤ δέκα πεφύκασιν ἐκτελεῖν, ἀλλά πᾶσαι ὁμοῦ ὡς εἰπεῖν οἱονεί μία τις οὖσα καί εἰς ἄκρον κατορθωθεῖσα· καί οὐδέ οὕτως καθαράν τήν καρδίαν μόναι ποιῆσαι δύνανται, δίχα τῆς παρουσίας καί ἐνεργείας τοῦ Πνεύματος. Καθάπερ γάρ ὁ χαλκεύς τήν μέν τέχνην διά τῶν ἐργαλείων αὐτοῦ ἐπιδείκνυται, δίχα δέ τῆς τοῦ πυρός ἐνεργείας οὐδέν ὅλως εἰς ἔργον κατασκευάσαι δύναται, οὕτω δή καί ὁ ἄνθρωπος πάντα μέν ποιεῖ καί ὡς ἐργαλείοις χρᾶται ταῖς ἀρεταῖς, ἄνευ δέ τῆς τοῦ πνευματικοῦ πυρός παρουσίας ἀνενέργητα μένει καί ἀνωφελῆ, τόν ῥύπον καί τόν ἰχῶρα μή καθαίροντα τῆς ψυχῆς.

λ'. Ὅπου βαθεῖα ταπείνωσις, ἐκεῖ καί δάκρυον δαψιλές· ἔνθα δέ ταῦτα, ἐκεῖ καί ἡ παρουσία τοῦ Ἁγίου καί προσκυνητοῦ Πνεύματος. Ταύτης δέ γενομένης, πᾶσα καθαρότης καί ἁγιωσύνη ἐν τῷ ὑπό τούτου ἐνεργουμένῳ γίνεται, καί ὁρᾶται τούτῳ Θεός, καί ὁ Θεός ὁρᾷ ἐπ’ αὐτόν· «Ἐπί τίνα γάρ», φησίν, «ἐπιβλέψω ἀλλ’ ἤ ἐπί τόν πρᾷον καί ἡσύχιον καί τρέμοντά μου τούς λόγους;».

λα'. Καταγωνίσασθαι μέν ἄνθρωπος τά πάθη δύναται, ἐκριζῶσαι δέ αὐτά οὐδαμῶς· καί μή ποιῆσαι μέν τό πονηρόν ἐξουσίαν ἔλαβε, μή ἐνθυμηθῆναι δέ αὐτό οὐκέτι. Εὐσέβεια δέ ἐστιν οὐ τό ποιῆσαι μόνον τό ἀγαθόν, ἀλλά καί τό μή λογίζεσθαι πονηρα· ὁ οὖν πονηρά λογιζόμενος καρδίαν καθαράν κτήσασθαι οὐ δύναται· πῶς γάρ, μολυνομένης ἐκ τούτου ὡς ὑπό πηλοῦ κάτοπτρον;

λβ'. Καρδίαν καθαράν τοῦτο εἶναι ὑπείληφα, οὐ τό μή ὀχλεῖσθαι ὑπό πάθους μόνον τινός, ἀλλά καί τό μή ἐννοεῖν πονηρόν τι ἤ βιωτικόν, ὅτε ἄν βουληθῇ τις, ἔχειν δέ μόνην ἐν ἑαυτῷ τήν τοῦ Θεοῦ μνήμην ἐν ἀκατασχέτῳ τῷ ἔρωτι· ἐν γάρ φωτί καθαρῷ καθαρῶς ὁρᾷ Θεόν ὀφθαλμός, μηδενός ἑτέρου τῇ θεωρίᾳ μεσάζοντος.

λγ'. Τοῦτο λέγω εἶναι ἀπάθειαν οὐ τό ἔξω μόνον γενέσθαι τῆς πράξεως τῶν παθῶν, ἀλλά καί τό ἀλλοτριωθῆναι τῆς ἐπιθυμίας αὐτῶν, καί οὐδέ τοῦτο ἀλλά καί τό γυμνωθῆναι ἡμῶν τόν νοῦν ἐκ τῆς ἐννοίας αὐτῶν, ὡς ἄν, ὅτε βουλόμεθα, γινώμεθα ὑπεράνω τῶν οὐρανῶν, ἔξω πάντων γινόμενοι ὁρατῶν τε καί αἰσθητῶν, οἱονεί ἀποκλειομένων ἡμῶν τῶν αἰθήσεων καί τοῦ νοός ἡμῶν εἰς τά ὑπέρ αἴσθησιν ἐμβατεύοντος, συνεπιφερομένου δυνάμει τάς αἰσθήσεις μεθ’ ἑαυτοῦ ὥσπερ τις ἀετός τάς ἑαυτοῦ πτέρυγας.

λδ'. Νοῦς αἰσθήσεων δίχα τάς ἰδίας ἐνεργείας οὐκ ἐπιδείκνυται καί ἄνευ νοός αἱ αἰσθήσεις τάς ἑαυτῶν οὐδαμῶς.

λε'. Καρδία ἐκείνη λέγεται καί ἔστι καθαρά, ἡ μηδεμίαν ἔννοιαν ἤ βιωτικόν λογισμόν ἐν ἑαυτῇ εὑρίσκουσα, ἡ Θεῷ οὕτως ἀνακειμένη καί συνηνωμένη, ὡς μήτε τῶν ἀνιαρῶν μεμνῆσθαι τοῦ βίου μήτε τῶν τούτου χαροποιῶν, ἀλλά διάγειν ὡς εἰς τρίτον ἐν θεωρίᾳ τόν οὐρανόν καί εἰς παράδεισον ἁρπάζεσθαι καί βλέπειν τούς ἀρραβῶνας τῶν ἐπηγγελμένων τοῖς ἁγίοις καλῶν καί αὐτά τά αἰώνια ἀγαθά κατά τό ἐγχωροῦν τῇ ἀνθρωπίνῃ φύσει ἐκεῖθεν τεκμαίρεσθαι. Τοῦτο καρδίας καθαρᾶς ἐπ’ ἀληθῶς σημεῖον καί ἔνδειγμα βέβαιον, ἐν ᾧ τις καί τά μέτρα γινώσκει τῆς καθαρότητος καί ὡς ἐν κατόπτρῳ καθορᾷ.

λστ'. Ὥσπερ ὁ ἔξω τῆς οἰκίας ὤν τούς ἐνδοθεν ἐγκεκλεισμένους οὐχ ὁρᾷ, οὕτως οὐδέ ὁ ἐσταυρωμένος τῷ κόσμῳ, ἤτοι νενεκρωμένος, αἴσθησίν τινα πρός τά ἐν τῷ κόσμῳ πράγματα κέκτηται.

λζ'. Ὅν τρόπον τό νεκρόν σῶμα οὔτε πρός τά ζῶντα οὔτε πρός τά σύν αὐτῷ νεκρά κείμενα σώματα τήν οἱανοῦν αἴσθησιν ἔχει, οὕτως οὐδέ ὁ ἔξω τοῦ κόσμου ἐν Πνεύματι γεγονώς καί σύν Θεῷ ὤν δύναται πρός τόν κόσμον αἴσθησιν ἔχειν ἤ προπάσχειν τοῖς τούτου πράγμασιν, εἰ καί ὑπόκειτα ταῖς ἀνάγκαις τοῦ σώματος.

λη'. Πρό θανάτου θάνατος, καί πρό τῆς ἀναστάσεως τῶν σωμάτων ψυχῶν ἀνάστασις γίνεται, ἔργῳ, δυνάμει, πείρᾳ καί ἀληθείᾳ. Τοῦ γάρ θνητοῦ φρονήματος ὑπό τοῦ ἀθανάτου νοός ἐξαφανιζομένου καί τῆς νεκρότητος τῆς ζωῆς ἐκδιωκομένης, ἡ ψυχή ὡς ἐκ νεκρῶν ἀναστᾶσα ἑαυτήν ὁμολογουμένως ὁρᾷ, καθάπερ οἱ ἐξ ὕπνου ἀνστάντες βλέπουσιν ἑαυτούς· καί τόν αὐτήν ἀναστήσαντα ἐπιγινώσκει Θεόν, ὅν κατανοοῦσα καί ᾧ εὐχαριστοῦσα, ἐξίσταται τῶν αἰσθήσεων καί τοῦ κόσμου παντός, ἀφράστου ἡδονῆς πληρουμένη, καί καταπαύει ἐν αὐτῷ πᾶσαν κίνησιν αὐτῆς νοεράν.

λθ'. Τά μέν εἰσφέρεται παρ’ ἡμῶν, τά δέ δίδονται ἡμῖν ἄνωθεν ἐκ Θεοῦ. Ὅσῳ γάρ διά πόνων καί ἱδρώτων ἱερῶν καθαιρόμεθα, λαμπρυνόμεθα διά φωτός κατανύξεως· καί ὅσῳ τῷ φωτί λαμπρυνόμεθα, τοῖς δάκρυσιν καθαιρόμεθα, τό μέν οἴκοθεν παρεισάγοντες, τό δέ διδόμενον ἀντιλαμβάνοντες ἄνωθεν.

μ'. Πολλοί τά ἑαυτῶν εἰσενεγκόντες τά ἐκ Θεοῦ συνήθως οὐκ ἔλαβον· καί δῆλον ἐξ ὧν ὁ Κάϊν καί ὁ Ἡσαῦ πεποιήκασι καί πεπόνθασι. Εἰ γάρ μή ὀρθῷ λογισμῷ καί εὐσεβεῖ διαθέσει καί πίστει θερμῇ καί πολλῇ ταπεινοφροσύνῃ τά παρ’ ἑαυτοῦ τις προσενέγκῃ, οὐκ ἄν ἐπιβλέψῃ Θεός ἐπ’ αὐτόν, οὐκ ἄν τά προσφερόμενα ἀποδέξηται· εἰ δέ μή ταῦτα, οὐδέ τά παρ’ ἑαυτοῦ ἀντιπαράσχοι τῷ οὕτω προσφέροντι.

μα'. Νεκρός ὁ κόσμος καί οἱ τοῦ κόσμου πρός τούς ἁγίους εἰσίν· ὅθεν οὐδέ βλέποντες βλέπουσι τά καλά αὐτῶν ἔργα, οὐδέ ἀκούοντες ὅλως ἰσχύουσι συνιέναι τούς ἐν Πνεύματι Ἁγίῳ λεγομένους θείους λόγους αὐτῶν. Ἀλλ’ οὐδ’ οἱ πνευματικοί τῶν κοσμικῶν καί πονηρῶν ἀνθρώπων ἰδεῖν τά πονηρά ἔργα ἤ τούς ἐμπαθεῖς λόγους αὐτῶν χωρῆσαι ἐν ἑαυτοῖς δύνανται, ἀλλά βλέποντες καί οὗτοι τά ἐν κόσμῳ οὐ βλέπουσι καί ἀκούοντες τά τῶν κοσμικῶν ὡς οὐκ ἀκούοντες τῇ αἰσθήσει διάκεινται· καί οὕτως οὐδεμία κοινωνία τούτοις πρός τά ἐκείνων ἤ ἐκείνοις πρός τά τῶν πνευματικῶν γίνεται.

μβ'. Καθάπερ φωτός καί σκότους σαφής ἡ διαίρεσις καί ἡ μίξις ἀδύνατος· «Ποία γάρ», φησί, «κοινωνία φωτί πρός σκότος ἤ ποία μερίς πιστῷ μ ετά ἀπίστου», οὕτως, καί ἐν τοῖς Πνεῦμα Ἅγιον ἔχουσι, τοσαύτη ἡ ἀπ’ ἀλλήλων διάστασις καί ὁ χωρισμός πρός τούς μή ἔχοντάς ἐστιν. Οἱ μέν γάρ ἐν τῷ οὐρανῷ ἔχουσι τό πολίτευμα, ἄγγελοι ἐξ ἀνθρώπων ἤδη γενόμενοι, οἱ δέ ἐν τῷ προγονικῷ σκότει καί τῇ σκιᾷ τοῦ θανάτου ἔτι κάθηνται προσηλωμένοι τῇ γῇ καί τοῖς ἐν γῇ πράγμασι· καί οἱ μέν, τῷ νοητῷ καί ἀνεσπέρῳ φωτί, οἱ δέ μόνῳ τῷ αἰσθητῷ περιλάμπονται· καί οἱ μέν ἑαυτούς καί τούς πλησίον ὁρῶσιν, οἱ δέ καί ἑαυτούς καί τούς πλησίον καθ’ ἑκάστην ὁρῶντες ἀποθνήσκοντας ἀγνοοῦσιν ὅτι ἄνθρωποί εἰσι καί ὡς ἄνθρωποι ἀποθνήσκουσι· καί ἀγνοοῦντες, οὐ πιστεύουσι περί κρίσεως οὐδέ ὅτι ἀνάστασις ἔσται καίἀνταπόδοσις τῶν βεβιωμένων ἑκάστῳ.

μγ'. Εἰ μέν Πνεῦμα Ἅγιόν ἐστί σοι, πάντως ἐκ τῶν ἐν σοί γινομένων αὐτοῦ ἐνεργειῶν γνωρίσεις ἅ λέγει περί αὐτοῦ ὁ Ἀπόστολος· φησί γάρ· «Ὅπου Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία» καί ὅτι· «Τό μέν σῶμα νεκρόν δι’ ἁμαρτίαν, τό δέ πνεῦμα ζωή διά δικαιοσύνην» καί ὅτι· «Οἱ τοῦ Χριστοῦ τήν σάρκα ἐσταύρωσαν σύν τοῖς παθήμασι καί ταῖς ἐπιθυμίαις». Ὅσοι γάρ ἐβαπτίσθησαν ἐν Πνεύματι Ἁγίῳ ὅλον τόν Χριστόν ἐνδεδυμένοι εἰσί καί υἱοί εἰσι φωτός καί ἐν φωτί ἀνεσπέρῳ περιπατοῦσι καί βλέποντες τόν κόσμον οὐ βλέπουσι καί ἀκούοντες τά τοῦ κόσμου οὐκ ἀκούουσιν. Ὥσπερ γάρ γέγραπται περί τῶν σαρκικῶν ἀνθρώπων ὅτι βέποντες οὐ βλέπουσι καί ἀκούοντες περί θείων πραγμάτων οὐ σινιῶσιν οὐδέ χωρεῖν δύναται τά τοῦ Πνεύματος, μωρία γάρ αὐτοῖς εἰσιν, οὕτω μοι νοήσεις καί περί τῶν Πνεῦμα Ἅγιον ἐχόντων ἐν ἑαυτοῖς· σῶμα φοροῦσιν ἀλλ’ οὐκ εἰσίν ἐν σαρκί· «Ὑμεῖς γάρ», φησίν, «οὐκ ἐστέ ἐν σαρκί ἀλλ’ ἐν πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν»· νεκροί εἰσι τῷ κόσμῳ καί ὁ κόσμος αὐτοῖς· «Ἐμοί γάρ», φησί, «κόσμος ἐσταύρωται κἀγώ τῷ κόσμῳ».

μδ'. Ὁ ταῦτα εἰδώς ἐνεργούμενα ἐν αὐτῷ τά σημεῖα καί θαύματα ὄντως θεοφόρος καί σημειοφόρος ἐστί, τόν Θεόν ἔχων, ἤγουν αὐτό τό πανάγιον Πνεῦμα ἔνοικον, λαλοῦν καί ἐνεργοῦν ἐν αὐτῷ τά εἰρημένα ὑπό τοῦ Παύλου. Ὁ δέ μήπω ταῦτα ἐν ἑαυτῷ ἐγνωκώς, μή ἀπατάσθω, σάρξ ἐστιν ἔτι καί αἷμα, ὑπό τόν ζόφον δηλονότι τῶν ἐπιθυμιῶν τῆς σαρκός καλυπτόμενος· σάρξ δέ καί αἷμα βασιλείαν Θεοῦ, ἥτις ἐστί τό Πνεῦμα τό Ἅγιον, οὐ κληρονομεῖ.

με'. Ἀπό μέν τοῦ θείου βαπτίσματος τήν τῶν ἡμαρτημένων λαμβάνομεν ἄφεσιν καί τῆς πρώην κατάρας ἐλευθερούμεθα καί τῇ παρουσίᾳ τοῦ Ἁγίου Πνεύματος ἁγιαζόμεθα, τήν δέ τελείαν χάριν κατά τό· «Ἐνοικήσω ἐν αὐτοῖς καί ἐμπεριπατήσω», οὐ τότε· τοῦτο γάρ τῶν βεβαιοπίστων καί ἐκ τῶν ἔργων ταύτην ἐπιδεικνύντων ἐστί. Μετά γάρ τό βαπτισθῆναι ἡμᾶς πρός πονηράς καί αἰσχράς πράξεις ἐκκλίνοντες καί αὐτόν τόν ἁγιασμόν εἰς ἅπαν ἀποβαλλόμεθα, μετανοίᾳ δέ καί ἐξομολογήσει καί δάκρυσι κατά ἀναλογίαν τήν ἄφεσιν πρότερον τῶν ἡμαρτημένων λαμβάνομεν καί οὕτω τόν ἁγιασμόν μετά τῆς ἄνωθεν χάριτος.

μστ'. Ἀπό μέν τῆς μετανοίας ἔκπλυσις τοῦ μολυσμοῦ τῶν αἰσχρῶν γίνεται πράξεων, μετά δέ ταύτην, μετοχή Πνεύματος Ἁγίου· οὐχ ἁπλῶς δέ, ἀλλά κατά τήν πίστιν καί τήν διάθεσιν καί τήν ταπείνωσιν τῶν ἐξ ὅλης μετανοούντων ψυχῆς· οὐ μόνον δέ, ἀλλά καί μετά τό τελείαν τήν ἄφεσιν τῶν ἡμαρτημένων παρά τοῦ πατρός καί ἀναδόχου λαβεῖν. Διά τοῦτο καλόν καθ’ ἑκάστην μετανοεῖν κατά τήν κελεύουσαν ἐντολήν· τό γάρ «μετανοεῖτε, ἤγγικε γάρ ἡ βασιλεία τῶν οὐρανῶν» ἀόριστον ἡμῖν ὑπεμφαίνει τήν ἐργασίαν.

μζ'. Ἡ χάρις τοῦ παναγίου Πνεύματος ταῖς τῷ Χριστῷ νυμφευομέναις ψυχαῖς ὡς ἀρραβών δίδοται· καί καθάπερ ἀρραβῶνος χωρίς οὐκ ἔχει ἀσφαλῶς ἡ γυνή τήν μετά τοῦ ἀνδρός συνάφειαν μέλλειν ποτέ βεβαίως γενήσεσθαι, οὕτως οὐδέ ψυχή βεβαίαν λαμβάνει πληροφορίαν ποτέ τοῦ μετά τοῦ δεσπότου αὐτῆς καί Θεοῦ εἰς αἰῶνας συνέσεσθαι, ἤ μυστικῶς καί ἀνεκφράστως αὐτῷ συνάπτεσθαι, καί τοῦ ἀπροσίτου κάλλους ἐπαπολαύειν αὐτοῦ, εἰ μή τῆς χάριτος αὐτοῦ τόν ἀρραβῶνα λάβῃ καί γνωστῶς αὐτόν ἐν ἑαυτῇ κτήσηται.

μη'. Ὅν τρόπον οἱ γραφόμενοι συμβολικοί χάρται εἰ μή ὑπογραφάς ἀξιοπίστων μαρτύρων δέξωνται, οὐκ ἔστιν ὁ ἀρραβών βέβαιος, οὕτως οὐδέ πρό τῆς ἐργασίας τῶν ἐντολῶν καί τῆς τῶν ἀρετῶν κτήσεως ἀσφαλής ἡ τῆς χάριτος ἔλλαμψις γίνεται. Ὅπερ γάρ ἐν τοῖς συμφώνοις οἱ μάρτυρες, τοῦτο ἐπί τοῦ πνευματικοῦ ἀρραβῶνος ἡ τῶν ἐντολῶν ἐργασία καί αἱ ἀρεταί καθεστήκασι· τελείαν γάρ διά τούτων λαμβάνει τήν τοῦ ἀρραβῶνος κατάσχεσιν ἕκαστος τῶν μελλόντων σωθήσεσθαι.

μθ'. Πρῶτον οἱονεί τά σύμφωνα γράφονται διά τῆς ἐργασίας τῶν ἐντολῶν, εἶτα ὑπό τῶν ἀρετῶν ἐπισφραγίζονται καί ὑπογράφονται· καί τηνικαῦτα ἐπιδίδωσι τόν δακτύλιον ὁ νυμφίος Χριστός τῇ νύμφῃ ψυχῇ, ἤγουν τόν ἀρραβῶνα τοῦ Πνεύματος.

ν'. Ὥσπερ ἡ νύμφη πρό τοῦ γάμου τόν ἀρραβῶνα μόνον παρά τοῦ νυμφίου λαμβάνει, τήν δέ συμφωνηθεῖσαν προῖκα καί τάς ἐν αὐτῇ ὑποσχεθείσας δωρεάς μετά τόν γάμον λαβεῖν ἀπεκδέχεται, οὕτω δή καί ἡ νύμφη τῶν πιστῶν ἐκκλησία καί ἡ ψυχή ἑνός ἑκάστου ἡμῶν πρῶτον ὑπό τοῦ νυμφίου Χριστοῦ τόν ἀρραβῶνα μόνον λαμβάνει τοῦ Πνεύματος, τά δέ αἰώνια ἀγαθά καί τήν τῶν οὐρανῶν βασιλείαν μετά τήν ἐνθένδε ἀποδημίαν λαβεῖν ἀπεκδέχεται, πληροφορουμένη διά τοῦ ἀρραβῶνος ὡς ἀδιάψευστα τά συμπεφωνημένα αὐτῇ ἔσονται.

να'. Καθάπερ βραδύνοντος τοῦ νυμφίου ἐν ἀποδημίᾳ, ἤ ἀπασχολουμένου ἐν ἑτέραις τισίν ὑποθέσεσι καί τόν γάμον τέως ὑπερτιθεμένου ποιῆσαι, ἐάν ὀργισθεῖσα ἡ νύμφη τῆς ἐκείνου ἀγάπης καταφρονήσῃ καί τόν ἀρραβωνικόν χάρτην ἤ ἀπαλείψῃ ἤ διαρρήξῃ, ἐκπίπτει τῶν πρός τόν νυμφίον ἐλπίδων εὐθύς, οὕτω καί ἐπί τῆς ψυχῆς πέφυκε γίνεσθαι. Ἐπάν γάρ εἴπῃ τις τῶν ἀγωνιζομένων· «Ἕως πότε κακοπαθεῖν ὀφείλω;» καί τῶν ἀσκητικῶν πόνων κατολιγωρήσῃ καί διά τῆς ἀμελείας τῶν ἐντολῶν καί ἐγκαταλείψεως τῆς διηνεκοῦς μετανοίας οἱονεί ἀπαλείψῃ καί διαρρήξῃ τά σύμφωνα, εὐθύς ἐκπίπτει καί τοῦ ἀρραβῶνος καί τῆς πρός Θεόν ἐλπίδος τελείως.

νβ'. Ὥσπερ ἡ νύμφη ἐάν πρός ἕτερον τήν ἀγάπην τοῦ ἁρμοσθέντος αὐτῇ νυμφίου μετάθηται καί συγκοιτασθῇ αὐτῷ φανερῶς ἤ λαθραίως, οὐ μόνον οὐδέν ἐκ τῶν ὑποσχεθέντων αὐτῇ παρά τοῦ νυμφίου ἐλπίσει λαβεῖν, ἀλλά καί τιμωρίαν καί μέμψιν τήν ἐκ τοῦ νόμου προσδοκήσει ἀξίως, οὕτω δή καί ἐπί ἡμῶν γίνεσθαι πέφυκεν. Ἐάν μετάθηταί τις τήν ἀγάπην τοῦ νυμφίου Χριστοῦ πρός ἄλλου τινός ἐπιθυμίαν πράγματος φανερῶς ἤ λαθραίως καί κρατηθῇ ἡ καρδία αὐτοῦ ἐν αὐτῷ, μισητή ἔσται τῷ νυμφίῳ καί βδελυκτή καί ἀνάξια τῆς συναφείας αὐτοῦ· εἴρηκε γάρ· «Ἐγώ τούς ἐμέ φιλοῦντας ἀγαπῶ».

νγ'. Ὁ ἀρραβών ἐν τοῖς κεκτημένοις αὐτόν ἄφθεκτος γίνεται, ἀκατανοήτως κατανοούμενος, ἀκρατήτως κρατούμενος, ἀοράτως ὁρώμενος, ζῶν καί λαλῶν καί κινούμενος καί τόν κεκτημένον κινῶν, ἀφιπτάμενος τοῦ ἐν ᾧ ἐσφραγισμένως περιέχεται κιβωτίου καί πάλιν ἀνελπίστως ἐντός αὐτοῦ εὑρισκόμενος, ὡς μήτε τήν παρουσίαν βεβαίαν μήτε τήν ὑποχώρησιν ἀνεπίστροφον νομίζειν τόν κεκτημένον ποιεῖν· καί οὕτως, μή ἔχων αὐτόν ὡς ἔχων ἐστί, καί ἔχων ὡς μή ἔχων, ὁ κεκτημένος τοῦτον διάκειται.

νδ'. Ὅν τρόπον ἔνδοθεν οἰκίας νυκτός ἱσταμένου τινός, κεκλεισμένων αὐτῆς τῶν θυρῶν πάντοθεν, ἐάν μίαν διανοίξῃ θυρίδα καί ἀστραπή τοῦτον αἴφνης περιλάμψῃ λαμπρά, μή φέρων ἐκεῖνος τοῖς ὀφθαλμοῖς ταύτης τήν ἀπαυγήν εὐθύς ἀσφαλίζει μύων τους ὦπας καί συστέλλεται ἐφ’ ἑαυτόν, οὕτω δή ἐγκεκλεισμένης καί τῆς ψυχῆς ἐν τοῖς αἰσθητοῖς, ἐάν ἔξωθεν τούτων ποτέ ὡς διά θυρίδος τῷ νοΐ παρακύψῃ, ὑπό τῆς ἀστραπῆς τοῦ ἐν αὐτῇ ἀρραβῶνος, φημί δή τοῦ Ἁγίου Πνεύματος, καταστραφεῖσα, τήν λαμπηδόνα μή φέρουσα τοῦ ἀστέκτου φωτός, εὐθύς καί τόν νοῦν καταπλήττεται καί ὅλη ἐφ’ ἑαυτήν συστέλλεται, φεύγουσα ὡς εἰς οἰκίαν τινά ὑπό τά αἰσθητά καί ἀνθρώπινα.

νε'. Δέον ἕκαστον ἐκ τῶν τοιούτων σημείων κατανοεῖν, εἰ τόν ἀρραβῶνα τοῦ Πνεύματος ἐκ τοῦ νυμφίου καί δεσπότου Χριστοῦ εἴληφε· καί εἰ μέν ἔλαβε, σπουδαζέτω τοῦτον κατέχειν· εἰ δέ μήπω τοῦτον λαβεῖν ἠξιώθη, σπουδασάτω διά τῶν ἀγαθῶν ἔργων καί πράξεων καί θερομάτης μετανοίας λαβεῖν αὐτόν καί φυλάξαι διά τῆς ἐργασίας τῶν ἐντολῶν καί τῆς τῶν ἀρετῶν ἐπικτήσεως.

νστ'. Καθάπερ ἡ στέγη πάσης οἰκίας διά τῶν θεμελίων καί τῆς λοιπῆς κτίσεως ἵσταται, ὡσαύτως δέ καί τά θεμέλια διά τό τήν στέγην βαστάζειν καταβάλλονται ὡς ἀναγκαῖα καί χρήσιμα, καί οὔτε στέγη δίχα θεμελίων συνίσταται πέφυκεν, οὔτε θεμέλιοι ἄνευ στέγης τῷ βίῳ χρειώδεις ἤ ὠφέλιμοι ὅλως εἰσίν· οὕτω καί ἡ τοῦ Θεοῦ χάρις διά τῆς τῶν ἐντολῶν συντηρεῖται ἐργασίας καί αἱ πράξεις τῶν ἐντολῶν διά τήν τοῦ Θεοῦ δωρεάν ὡς θεμέλιοι καταβάλλονται, καί οὔτε ἡ χάρις τοῦ Πνεύματος παραμένειν ἡμῖν πέφυκεν ἄνευ τῆς τῶν ἐντολῶν ἐργασίας, οὔτε ἡ τῶνἐντολῶν ἐργασία ἄνευ τῆς χάριτος τοῦ Θεοῦ χρήσιμος ἤ ὠφέλιμος ἐστιν ἡμῖν.

νζ'. Ὅν τρόπον ἡ ἄστεγος οἰκία ἡ ὑπό ἀμελείας τοῦ κτίσαντος οὕτως ἐαθεῖσα οὐ μόνον ἄχρηστός ἐστιν, ἀλλά καταγέλωτα τῷ κτίσαντι προξενεῖ, οὕτω καί ὁ τούς θεμελίους τῆς ἐργασίας τῶν ἐντολῶν καταβαλλόμενος καί τοίχους ὑψηλῶν ἀρετῶν ἀναστήσας, ἐάν μή καί τήν χάριν τοῦ Πνεύματος ἐν θεωρίᾳ καί γνώσει ψυχῆς λήψεται, ἀτελής ἐστι καί παρά τῶν τελείων κατελεούμενος. Ἐκ γάρ τῶν δύο τούτων αἰτιῶν ταύτης πάντως ἐστέρηται· ἤ γάρ τῆς μετανοίας ἠμέλησεν, ἤ πρός τήν τῶν ἀρετῶν συλλογήν ὡς πρός ἄπειρον ὕλην ἀπειρηκώς, ἐνέλειψέ τινα τῶν δοκούντων μέν ἡμῖν ἐλαχίστων, ἀναγκαίων δέ ὄντων πρός τόν ἀπαρτισμόν τοῦ οἴκου τῶν ἀρετῶν, ὡς μή δύνασθαι ἄνευ ἐκείνων διά τῆς τοῦ Πνεύματος χάριτος στεγασθῆναι αὐτόν.

νη'. Εἰ διά τοῦτο ἐπί τῆς γῆς ὁ Υἱός τοῦ Θεοῦ καί Θεός κατῆλθεν ἵνα δι’ ἑαυτοῦ καταλλάξῃ γνωστῶς ἡμᾶς ἐχθρούς ὄντας τῷ ἰδίῳ Πατρί καί συνάψῃ γνωστῶς ἡμᾶς ἑαυτῷ διά τοῦ τοῦ Ἁγίου καί ὁμοουσίου αὐτοῦ Πνεύματος, ὁ ταύτης ἐκπίπτων τῆς χάριτος ἄλλης ποίας τεύξεται; Πάντως οὐδέ κατηλλάγῃ αὐτῷ οὐδέ τήν μετ’ αὐτοῦ ἕνωσιν διά τῆς μετουσίας τοῦ Πνεύματος ἔσχηκεν.

νθ'. «Εἰσαγάγῃ τις πῦρ ἐν κόλπῳ», φησίν ὁ Σοφός, «τά δέ ἱμάτια οὐ κατακαύσει;» Ἐγώ δέ φημί· τίς τό ἄστεκτον καί οὐράνιον πῦρ ἐν καρδίᾳ δεξάμενος, οὐ πυρωθήσεται καί λαμπρυνθήσεται καί τάς τῆς θεότητος αὐγάσει καί αὐτός ἀστραπάς κατά ἀναλογίαν τῆς καθάρσεως καί τῆς μετοχῆς τοῦ πυρός· ἡ γάρ μετοχή τῇ καθάρσει, τῇ δέ μεθέξει συνέπεται κάθαρσις· τούτου δέ γενομένου, Θεός ὅλος κατά χάριν ὁ ἄνθρωπος γίνεται.

ξ'. Τῶν μέν ἐμπαθῶν ἐπιθυμιῶν καί ἡδονῶν ὁ μετασχών τοῦ Ἁγίου Πνεύματος ἀπαλλάττεται, τῶν δέ τῆς φύσεως σωματικῶν ἀναγκῶν οὐ χωρίζεται. Καί ὡς μέν ἐλευθερωθείς τῶν δεσμῶν τῆς ἐμπαθοῦς ὀρέξεως καί συναφθείς τῇ ἀθανάτῳ δόξῃ τε καί γλυκύτητι, ἀδιαλείπτως ἄνω τε βιάζεται εἶναι καί σύν Θεῷ διάγειν καί μηδέ πρός βραχύ τῆς ἐκείνου θεωρίας καί ἀκορέστου τρυφῆς ἀφίστασθαι· ὡς δέ τῷ σώματι καί τῇ φθορᾷ ἐμπεδούμενος, ὑπ’ αὐτοῦ κατασπᾶται καί σύρεται καί πρός τά γήϊνα ἐπιστρέφεται, τοσαύτην ὑπέρ τούτου τηνικαῦτα τήν λύπην δέχεται, ὅσην οἶμαι ἁμαρτωλοῦ ψυχήν ἔχειν χωριζομένην ἀπό τοῦ σώματος.

ξα'. Ὥσπερ τῷ φιλοσωμάτῳ καί φιλοζώῳ, τῷ φιληδόνῳ καί φιλοκόσμῳ, ὁ χωρισμός τῶν τοιούτων θάνατός ἐστιν, οὕτως τῷ φιλάγνῳ καί φιλοθέῳ, τῷ φιλαΰλῳ καί φιλαρέτῳ, θάνατος τῷ ὄντι ἡ ἐκ τῶν τοιούτων μικρά τῆς διανοίας διάστασις. Εἰ γάρ ὁ τόν αἰσθήτον τοῦτο φῶς ὁρῶν, ἐάν πρός μικρόν μύσῃ τούς ὀσθαλμούς ἤ κατακαλυφθῇ τούτους ὑφ’ ἑτέρου, ἄχθεται καί λυπεῖται καί φέρειν ὄλως τοῦτο οὐ δύναται, καί μάλιστα ἐάν ἀναγκαῖά τινα καί παράδοξα ἦν ὁρῶν· πόσῳ μᾶλλον ὁ ἐν Ἁγίῳ φωτιζόμενος Πνεύματι καί τά ἀγαθά ἐκεῖνα ὁρῶν, ὕπαρ καί νοερῶς, γρηγορῶν καί καθεύδων, ἅ ὀφθαλμός οὐκ εἶδε καί οὖς οὐκ ἤκουσε καί ἐπί καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, εἰς ἅ παρακύψαι καί ἄγγελοι ἐπιθυμοῦσιν, ἐάν ἀποσπασθῇ ἐκ τῆς τῶν τοιούτων θεωρίας ὑπό τινος, λυπηθήσεται καί θλιβήσεται; Θάνατος γάρ αὐτῷ δοκεῖ τοῦτο καί ἀλλοτρίωσις εἰκότως τῆς αἰωνίου ζωῆς.

ξβ'. Διπλοῦς ὤν ὁ ἄνθρωπος, ἐκ ψυχῆς καί σώματος τήν σύστασιν ἔχων, καί κόσμος αὐτῷ παρόμοιος γέγονεν ὁρατός καί ἀόρατος, ἑκάστῳ δηλονότι τούτων τά ἔργα καί αἱ φροντίδες τῶν ἔργων ἁρμοδίως ἀφορισθεῖσαι.Ἔνθεν τοι καί περί ὄψεων καί ὀνειράτων τοῦτο ἀληθές εἶναι ὑπέλαβον· ἐν οἷς γάρ ἡ ψυχή ἐνασχολεῖται γρηγοροῦσα ἤ ἐμβατεύει, ἐν τούτοις καί κατά τούς ὕπνους ἤ ἐμματαιάζει ἤ ἐμφιλοσοφεῖ· εἴτε γάρ περί ἀνθρωπίνων φροντίζει πραγμάτων ἐμματαιάζουσα ὀνείροις ἐνασχολεῖται εἴτε περί θείων καί οὐρανίων ἐμμελετῶσα ὄψεσιν ἐμβατεύει καί ὁράσεσι, κατά τό ὑπό τοῦ Προφήτου λεγόμενον, ἐμφιλοσοφεῖ, «καί οἱ νεανίσκοι αὐτῶν ὁράσεις ὄψονται», οὐκ ἐξαπατωμένη, ἀλλ’ ἀληθείαις ἐνατενίζουσα καί ἀποκαλύψεσι πιστουμένη.

ξγ'. Ὁπηνίκα τό ἐπιθυμητικόν μέρος τῆς ψυχῆς περί πάθη καί μίξεις καί τρυφάς καί ἀπολαύσεις ἐρεθίζεται τοῦ βίου, τοιαῦτα ὡσαύτως βλέπει καί τά ἐνύπνια ἡ ψυχή· εἰ δέ τό θυμικόν αὐτῆς κατά τῶν ὁμοφύλων ἐκθηριοῦται, θηρίων ἐφόδους καί ἑρπετῶν πολέμους καί μάχας ὀνειροπολεῖ, διαπληκτιζομένη ὡς ἐπί δικαστηρίων μεθ’ ὧν διαφέρεται· εἰ δέ τό λογιστικόν αὐτῆς ἐπαίρεται ταῖς ἀλαζονείαις καί ὑπερηφανείαις, ἁρπαγάς εἰς ἀέρα πτεροφυεῖς καί θρόνων ὑψηλῶν καθέδρας καί ἡγεμονίας λαοῦ ἐπί ἁρμάτων προερχομένη καί προπεμπομένη φαντάζεται.

ξδ'. Μόνων ἐκείνων εἰσίν ἀληθῆ τά ὁράματα, ἅ οὐδέ χρή καλεῖν ἐνύπνια ἀλλ’ ὁράσεις καί ὀπτασίας, ὧν ὁ νοῦς ἁπλοῦς ἐγένετο ἐξ ἐπιδημίας τοῦ Πνεύματος καί ἐλεύθερος ἀπό πάσης ὀχλήσεως καί δουλείας τῶν παθῶν, ὧν ἡ σχολή περί τά θεῖα πᾶσα καί ἡ μελέτη περί μελλόντων ἀμοιβῶν καί ἀνταποδόσεων, ὧν ἡ ζωή ὑπέρ τήν τῶν ζώντων ζωήν ἀμέριμνος, ἀπερίσπαστος, ἥσυχος, καθαρά, μεστή ἐλέους, σοφίας, γνώσεως οὐρανίου καί καρπῶν ἀγαθῶν τῶν γεωργουμένων ὑπό τοῦ Πνεύματος, τῶν δ’ ἄλλως καί οὐχ οὕτως ἐχόντων, ψευδῆ καί συγκεχυμένα καί τό ὅλον ἀπάτη σαφής.

ξε'. Πολλοί μέν τόν ἐρημικόν, ἄλλοι δέ τόν μιγάδα ἤγουν τόν κοινοβιακόν ἐμακάρισαν βίον, ἕτεροι δέ τό προΐστασθαι λαοῦ, νουθετεῖν τε καί διδάσκειν καί συνιστᾶν ἐκκλησίας, ἐξ ὧν διάφοροι σωματικῶς τε καί ψυχικῶς πεφύκασι διατρέφεσθαι. Ἐγώ δέ οὐδέτερον τούτων τοῦ ἑτέρου προκρίναιμι, οὐδέ τόν μέν ἐπαίνου τόν δέ ψόγου ἄξιον εἴποιμι ἄν, ἀλλ’ ἐν παντί καί ἐν πᾶσιν ἔργοις καί πράξεσιν ὁ διά Θεόν καί κατά Θεόν βίος παμμακάριστος.

ξστ'. Καθάπερ ἐκ διαφόρων ἐπιστημῶν καί τεχνῶν ὁ τῶν ἀνθρώπων συνίσταται βίος, ἄλλου ἄλλην ἐργαζομένου δηλονότι καί συνεισφέροντος, καί ἀλλήλοις οὕτω μεταδιδόντες καί ἐξ ἀλλήλων μεταλαμβάνοντες ζῶσιν οἱ ἄνθρωποι, τάς σωματικάς χρείας τῇ φύσει παρέχοντες, οὕτως ἔστιν ἰδεῖν καί ἐπί τῶν πνευματικῶν, ἄλλου ἄλλην ἀρετήν μετιόντος καί ἑτέρου ἑτέραν βίου ὁδόν διανύοντος, εἰς ἕνα σκοπόν ἐξ ἀμφοτέρων τούτων οἱ πάντες συντρέχουσιν.

ξζ'. Σκοπός πάντων τῶν κατά Θεόν ἀγωνιζομένων ἐστί τό εὐαρεστῆσαι Χριστῷ τῷ Θεῷ καί τήν καταλλαγήν διά τῆς τοῦ Πνεύματος μετουσίας πρός τόν Πατέρα λαβεῖν καί τήν ἑαυτῶν σωτηρίαν διά τούτου πορίσασθαι· τοῦτο γάρ πάσης ψυχῆς καί παντός ἀνθρώπου σωτηρία ἐστίν· οὗ μή γενομένου, κενός ὁ κόπος καί ματαία ἡ ἐργασία ἡμῶν, ἀνόνητός τε πᾶσα βίου ὁδός ἡ μή πρός τοῦτο τόν ἐν αὐτῇ τρέχοντα φέρουσα.

ξη'. Ἔοικεν ὁ τόν κόσμον ἅπαντα καταλείψας καί πρός τό ὄρος ὡς πρός ἡσυχίαν ἀναχωρήσας κἀκεῖθεν ἐπιδεικτικῶς γράφων πρός τούς ἐν τῷ κόσμῳ, τούς μέν μακαρίζων τούς δέ κολακεύων καί ἐπαινῶν, τῷ γυναικός πόρνης δυσείμονός τε καί παγκάκου διαζευχθέντι καί εἰς χώραν μακράν ἀποδημήσαντι πρός τό ἀπαλλαγῆναι καί τῆς μνήμης αὐτῆς, εἶτα ἐπιλαθομένῳ τοῦ σκοποῦ δι’ ὅν τό ὄρος κατειλήφει καί πρός τούς τῇ πόρνῃ ἐκείνῃ συναναστρεφομένους, ἵν’ εἴπω, καί συμμιαινομένους γράφειν ὀρεγομένῳ καί αὐτούς μακαρίζοντι· ὅς εἰ καί μή τῷ σώματι ἀλλά γε τῇ καρδίᾳ πάντως καί τῷ νοΐ συμπασχει ἐκ προθέσεως τοῖς τοιούτοις ἀποδεχόμενος οἱονεί τῆς μετ’ ἐκείνης αὐτῶν συμπλοκῆς.

ξθ'. Ὅσῳ οἱ ἐν μέσῳ τοῦ κόσμου στρεφόμενοι καί καθαρεύοντες τάς αἰσθήσεις καί τάς καρδίας ἀπό πάσης πονηρᾶς ἐπιθυμίας, ἐπαινετοί καί μακάριοι, τοσοῦτον οἱ ἐν ὄρεσι καί σπηλαίοις ἐνδιαιτώμενοι, εἰ τῶν ἐπαίνων καί μακαρισμῶν καί τῆς δόξης ἐφίενται τῶν ἀνθρώπων, ψεκτοί καί ἀπόβλητοι· ὡς γάρ μοιχεύοντες παρά τῷ τάς καρδίας ἡμῶν ἐρευνῶντι Θεῷ ἔσονται. Ὁ γάρ ἐπιθυμῶν ἀκουσθῆναι τόν βίον αὐτοῦ καί τό ὄνομα καί τήν πολιτείαν ἐν τῷ κόσμῳ, ἐκπορνεύει, κατά τόν πάλαι τῶν Ἰουδαίων λαόν, ἀπό Θεοῦ, ὡς φησίν ὁ Δαβίδ.

ο'. Ὁ πίστει τῇ πρός τόν Θεόν ἀδιστάκτῳ τῷ κόσμῳ καί τοῖς ἐν κόσμῳ ἀποταξάμενος πιστεύει ὅτι ἐλεήμων ἐστί καί οἰκτίρμων ὁ Κύριος καί προσδέχεται τούς ἐν μετανοίᾳ προσερχομένους αὐτῷ. Εἰδώς δέ ὅτι δι’ ἀτιμίας τιμᾷ τούς δούλους αὐτοῦ διά πτωχείας ἄκρας πλουτίζει αὐτούς καί δι’ ὕβρεων καί ἐξουδενώσεως δοξάζει αὐτούς καί διά θανάτου τῆς αἰωνίου ζωῆς μετόχους αὐτούς καί κληρονόμους ἀποκαθιστᾷ, κατεπείγεται ὠς ἔλαφος διψῶσα ἐπί τήν ἀθάνατον πηγήν δι’ αὐτῶν καί πρός τό ἄναντες ἐν αὐτοῖς ὡς ἐν κλίμακι βαίνει, δι’ ἧς ἄγγελοι μέν ἀναβαίνουσι καί κατέρχονται πρός βοήθειαν τῶν ἀνερχομένων. Θεός δέ ἄνωθεν τήν κατά δύναμιν ἡμῶν πρόθεσιν καί σπουδήν ἀναμένων κάθηται, οὐχ ὅτι πονοῦντας ἡμᾶς ὁρᾶν τέρπεται ἀλλ’ ὡς ὄφλημα θέλων τούς μισθούς διδόναι ἡμῖν ὁ φιλάνθρωπος.

οα'. Τούς ἀδιστάκτως αὐτῷ προσερχομένους οὐκ ἐᾷ ὅλως καταπεσεῖν ὁ Κύριος ἀλλ’ ἀδυνατοῦντας βλέπων αὐτούς συνεργεῖ καί βοηθεῖ, ὀρέγων αὐτοῖς χεῖρα δυνάμεως ἄνωθεν καί πρός ἑαυτόν ἐπανάγει· συνεργεῖ δέ φανερῶς τε ἅμα καί ἀφανῶς, ἀγνώστως καί γνωστῶς, μέχρις οὗ πᾶσαν ἀνελθόντες τήν κλίμακα αὐτῷ προσεγγίσωσι καί ὅλοι ὅλῳ ἑνωθῶσι καί ἁπάντων ἐπιλαθωνται τῶν ἐπιγείων, συνόντες αὐτῷ ἐκεῖσε, εἴτε ἐν σώματι εἴτε καί ἐκτός σώματος, οὐκ οἶδα, καί συμπολιτευόμενοι καί τῶν ἀπορρήτων ἐπαπολαύοντες ἀγαθῶν.

οβ'. Δίκαιόν ἐστι τῇ ζεύγλῃ πρῶτον τῶν ἐντολῶν τοῦ Χριστοῦ ὑποτιθέναι τούς αὐχένας ἡμῶν καί μή παροιστρεῖν μηδέ ὀπισθοποδεῖν, ἀλλ’ ὀρθῶς καί προθύμως μέχρι θανάτου βαίνειν ἐν αὐταῖς καί ἑαυτούς ἡμᾶς νεουργεῖν τόν νέον ὄντως Θεοῦ παράδεισον, μέχρις οὗ μετά Πατρός ὁ Υἱός διά τοῦ Ἁγίου εἰσέλθῃ καί ἐγκατοικήσῃ Πνεύματος ἐν ἡμῖν· καί τηνικαῦτα ὅταν ὅλον αὐτόν κτησώμεθα ἔνοικον καί διδάσκαλον, ᾧ τινι ἄν ἐξ ἡμῶν προστάξῃ καί οἵαν ἐμπιστεύσῃ διακονίαν, ταύτην ἐγχειρισθήσεται καί κατά τό ἐκείνῳ δοκοῦν ποιήσει προθύμως· οὐκ ἔξεστι δέ πρό καιροῦ ταύτην ἐπιζητεῖν ἀλλ’ οὐδέ διδομένην ἐξ ἀνθρώπων λαβεῖν καταδέχεσθαι, ἀλλ᾿ἐμμένειν ταῖς ἐντολαῖς τοῦ δεσπότου ἡμῶν καί Θεοῦ καί τό πρόσταγμα αὐτοῦ ἀπεκδέχεσθαι.

ογ'. Μετά τό ἐγχειρισθῆναι διακονίαν ἡμᾶς θείων πραγμάτων καί ἐν αὐτῇ διαπρέψαι, εἰ ἐπιτραπῶμεν ὑπό τοῦ Πνεύματος πρός ἑτέραν μεταβῆναι διακονίαν ἤ ἐργασίαν ἤ πρᾶξιν, μή ἀντιτείνωμεν. Ὁ γάρ Θεός οὔτε ἀργούς ἡμᾶς εἶναι ἐν μιᾷ καί τῇ αὐτῇ ἐργασίᾳ ἐν ᾗ ἠρξάμεθα μέχρι τέλους ἐμμένειν βούλεται, ἀλλά προκόπτειν καί ἀεικινήτους εἶναι πρός τήν τῶν κρειττόνων ἐπιτυχίαν, τῷ θείῳ δηλαδή καί μή τῷ οἰκείῳ στοιχοῦντας θελήματι.

οδ'. Ὁ τό ἴδιον θέλημα νεκρόν ἐργασάμενος ἀθέλητος πάντως ἐγένετο· ἀθέλητον δέ τῶν ὄντων καί ζώντων καί κινουμένων οὐδέν, εἰ μή μόνα τις εἴποι τά ἀναίσθητα καί ἀκίνητα· τά γάρ φυτά, εἰ καί κινεῖται καί αὔξει ἀλλ’ οὐ λέγομεν φυσικῷ θελήματι τήν κίνησιν ποιεῖσθαι καί τήν αὔξησιν, ἄψυχα γάρ· πᾶν δέ ἔμψυχον καί φυσικόν ἔχει θέλημα. Ὁ οὖν ἀσκήσει καί σπουδῇ τό οἰκεῖον ἀπονεκρώσας θέλημα καί ἀθέλητος γεγονώς πάντως τῆς οἰκείας ἐξέστη φύσεως καί ἐν τῷ θέλειν μηδέν οὐδέ καλόν τι ἤ κακόν δύναται ἐνεργεῖν.

οε'. Ὁ τό ἴδιον θέλημα ἀπονεκρῶσαι σπουδάζων τό τοῦ Θεοῦ ὀφείλει ποιεῖν θέλημα καί ἀντί τοῦ οἰκείου θελήματος τό τοῦ Θεοῦ ἀντεισάγειν ἐν ἑαυτῷ καί ἐμφυτεύειν καί ἐγκεντρίζειν τοῦτο ἐν τῇ καρδίᾳ αὐτοῦ καί πρός τούτοις σκοπεῖν ἀκριβῶς εἰ τά φυτευόμενα καί ἐγκεντριζόμενα, τά μέν εἰς βάθος που ῥιζωθέντα φύει, τά δέ καί συνουλωθέντα καί ἑνωθέντα καί ἕν δένδρον ἐγένετο, εἰ ηὐξήθησαν καί ἐξήνθησαν καί καρπόν ὡραῖον καί γλυκύν πεποιήκασιν, ὥστε ἀγνοηθῆναι παρ’ αὐτοῦ καί τήν προϋποδεξαμένην τόν σπόρον γῆν καί τήν ῥίζαν ἐφ’ ἥν ἐνεκεντρίσθη τό ἀκατανόητον καί ἄφραστον ἐκεῖνο καί ζωηφόρον φυτόν.

οστ'. Ὁ ἐκκόπτων τό ἴδιον θέλημα διά τόν τοῦ Θεοῦ φόβον, ἀγνώστως οὕτως ὡς οὐκ οἶδεν, ὁ Θεός χαρίζεται αὐτῷ τό ἑαυτοῦ θέλημα καί ἀνεξάλειπτον αὐτῷ διατηρεῖ ἐν τῇ καρδίᾳ αὐτοῦ καί διανοίγει τούς ὀφθαλμούς τῆς διανοίας αὐτοῦ τοῦ ἐπιγινώσκειν αὐτό καί ἰσχύν δίδωσι τοῦ ἐκπληροῦν αὐτό. Ταῦτα δέ ἡ χάρις τοῦ Ἁγίου Πνεύματος ἐνεργεῖ καί χωρίς αὐτῆς γίνεται οὐδέν.

οζ'. Ὅταν πάσῃ ἰσχύϊ, προθυμίᾳ καί προαιρέσει μεθ’ ὁρμῆς ἀκατασχέτου τά ὑπ’ αὐτοῦ τοῦ Θεοῦ μυστικῶς ἡμῖν καί ἀγνώστως διδασκόμενά τε καί ἐντελλόμενα ἐκπληρώσωμεν μηδέν ὅλως ἐλλείψαντες, τότε ἡμῖν, ὡς πιστοῖς καί ὑπηκόοις, ὡς ἀληθινοῖς μαθηταῖς καί φίλοις, ἀποκαλύπτεται φανερῶς καθώς πάλαι τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς καί ἀποστόλοις ἀπεκαλύφθη καί πᾶσι τοῖς δι’ αὐτῶν πιστεύσασιν εἰς τό ὄνομα αὐτοῦ· καί τότε γινόμεθα υἱοί Θεοῦ κατά χάριν, ὡς φησίν ὁ Παῦλος· «Ὅσοι Πνεύματι Θεοῦ ἄγονται οὗτοί εἰσιν υἱοί Θεοῦ· εἰ δέ υἱοί, καί κληρονόμοι, κληρονόμοι μέν Θεοῦ, συγκληρονόμοι δέ Χριστοῦ».

οη'. Τῶν καταξιωθέντων γενέσθαι μετά Θεοῦ ἐν τῇ συναφείᾳ τοῦ Πνεύματος καί τῶν ἀπορρήτων αὐτοῦ ἀγαθῶν ἀπογεύσασθαι οὐδείς δόξης τῆς ἀτίμου καί καταπτύστου ἐρᾷ προσφερομένης αὐτῷ παρά ἀνθρώπων, ἀλλ’ οὐδέ χρυσίου ἤ ἱματισμοῦ ἤ λίθων τῶν νομιζομένων παρά τοῖς ἀνοήτοις τιμίων· οὐ πλούτῳ ῥέοντι προστίθεται τῇ καρδίᾳ, οὐ παρά βασιλέων καί ἀρχόντων γνωρίζεσθαι βούλεται, τῶν οὐκ ἀρχόντων ἀλλ’ ὑπό πολλῶν κυριευομένων· οὐ μέγα τι τούς τοιούτους ἡγεῖται καί ὑψηλόν, οὐδέ προξένους οἴεται εἶναι αὐτούς πλείονος δόξης τοῖς πλησιάζουσιν αὐτοῖς, οὐδέ τινος οὐδαμῶς ἑτέρου τῶν ἐπιφανῶν καί λαμπρῶν ἀνθρώποις ἐπιθυμήσει, ὡς οὐδέ πλούτου εἰς πενίαν τις κατελθεῖν ἤ ἀπό ἀρχῆς καί ἐξουσίας μεγίστης καί περιβλέπτους ἀξιώματος εἰς ἀδοξίαν ἐσχάτην καί ἀτιμίαν καταπεσεῖν.

οθ'. Εἰ πάντων σου τῶν ἁμαρτημάτων τήν ἄφεσιν ἔλαβες, εἴτε δι’ ἐξαγορεύσεως, εἴτε διά τῆς ἀμφιάσεως τοῦ ἁγίου καί ἀγγελικοῦ σχήματος, πόσης σοι τοῦτο ἔσται ἀγάπης καί εὐχαριστίας καί ταπεινώσεως αἴτιον, ὅτι μυρίων ὑπάρχων τιμωριῶν ἄξιος, οὐ μόνον τούτων ἀπηλλάγης ἀλλά καί υἱοθεσίας καί δόξης καί οὐρανῶν ἠξίωσαι βασιλείας. Ταῦτα στρέφων ἐν διανοίᾳ καί διά παντός ἐνθυμούμενος, ἕτοιμος ἔσο καί προπαρασκευάζου μή ἀτιμάσαι τόν σέ τιμήσαντα καί τά μυρίᾳ συγχωρήσαντα πταίσματα, ἀλλ’ ἐν πᾶσιν ἔργοις σου δοξάσαι καί τιμῆσαι αὐτόν, ἵνα καί αὐτός σε μειζόνως ἀντιδοξάσῃ, ὅν τιτίμηκεν ὑπέρ ἅπασαν τήν ὁρωμένην κτίσιν, καί φίλον αὐτοῦ γνήσιον ὀνομάσει σε.

π'. Ὅσῳ ψυχή τιμιωτέρα τυγχάνει τοῦ σώματος, τοσοῦτον ὁ λογικός ἄνθρωπος κρείσσων τοῦ παντός κόσμου ἐστί. Μή γάρ, τά μεγέθη τῶν ἐν αὐτῷ κτισμάτων κατανοῶν, διά τοῦτο τιμιώτερά σου ταῦτα εἶναι νόμιζε, ἄνθρωπε, ἀλλά πρός τήν δοθεῖσάν σοι χάριν ἀποβλέψας καί τῆς νοερᾶς καί λογικῆς σου ψυχῆς τήν ἀξίαν καταμαθών, ἀνύμνει τόν ὑπέρ τά ὁρώμενα ἅπαντα τιμήσαντά σε Θεόν.

πα'. Σκοπήσωμεν πῶς δοξάσομεν τόν Θεόν· δοξάζεται δέ παρ’ ἡμῶν οὐκ ἄλλως ἤ ὡς παρά τοῦ Υἱοῦ ἐδοξάσθη. Δι’ ὧν γάρ ἐκεῖνος τόν ἑαυτοῦ Πατέρα ἐδόξασεν, ἐδοξάσθη δέ καί ὁ Υἱός παρά τοῦ Πατρός δι’ αὐτῶν, κἀκεῖνα καί ἡμεῖς σπουδῇ πράξωμεν, ἵνα διά τούτων δοξάσωμεν τόν Πατέρα ἡμῶν τόν ἐν τοῖς οὐρανοῖς κληθῆναι καταδεξάμενον, καί δοξασθῶμεν παρ’ αὐτοῦ τῇ δόξῃ τοῦ Ἰησοῦ, ᾗ εἶχε πρό τοῦ τόν κόσμον γενέσθαι παρ’ αὐτοῦ· τάδε εἰσίν ὁ σταυρός, ἤγουν ἡ νέκρωσις τοῦ κόσμου παντός, αἱ θλίψεις, οἱ πειρασμοί καί εἴ τι ἕτερον τῶν παθημάτων Χριστοῦ· ἅ ὑποφέροντες ἐν ὑπομονῇ πολλῇ, μιμούμεθα τοῦ Χριστοῦ τά παθήματα καί δοξάσομεν δι’ αὐτῶν τόν Πατέρα ἡμῶν καί Θεόν, ὡς υἱοί αὐτοῦ χάριτι καί συγκληρονόμοι Χριστοῦ.

πβ'. Ψυχή ἡ μή τελείως τῆς σχέσεως καί προσπαθείας τῶν ὁρωμένων εὐαισθήτως ἀπαλλαγεῖσα, τά ἐπισυμβαίνοντα αὐτῇ λυπηρά καί τάς ἐπερχομένας αὐτῇ ἐπηρείας παρά τε δαιμόνων καί ἀνθρώπων ἀλύπως φέρειν οὐ δύναται, ἀλλ’ οἷον συνδεδεμένη τῇ προσπαθείᾳ τῶν ἀνθρωπίνων πραγμάτων, ζημίαις δάκνεται χρημάτων καί ἀποστερήσεσιν ἄχθεται πραγμάτων καί πληγαῖς ἐπιφερομέναις αὐτῆς σώματι σφοδρῶς ὀδυνᾶται.

πγ'. Εἴ τις σχέσεως καί ἐπιθυμίαις τῶν αἰσθητῶν ἀπέρρηξε τήν ψυχήν αὐτοῦ καί Θεῷ ταύτην συνέδησεν, οὐ μόνον τῶν περί αὐτόν χρημάτων καί κτημάτων καταφρονήσει καί ὡς ἐπί ἀλλοτρίοις καί ξένοις στερούμενος αὐτῶν ἀλύπως διατεθῇ, ἀλλά καί τά ἐπιφερόμενα τῷ σώματι αὐτοῦ ἀνιαρά μετά χαρᾶς καί τῆς προσηκούσης εὐχαριστίας ὑπομενεῖ, βλέπων ἀεί, κατά τόν θεῖον ἀπόστολον, τόν μέν ἔξω φθειρόμενον ἄνθρωπον, τόν δέ ἐντός ἡμέρᾳ καί ἡμέρᾳ ἀνακαινούμενον. Ἄλλως δέ οὐκ ἔνι τάς κατά Θεόν θλίψεις μετά χαρᾶς ὑπενεγκεῖν, γνώσεως γάρ τελείας ἐν τούτοις χρεία καί σοφίας πνευματικῆς· ὁ δέ τούτων ἐστερημένος ἐν σκότει ἀγνωσίας καί ἀνελπιστίας ἀεί πορεύεται, μή δυνάμενος τό φῶς τῆς ὑπομονῆς καί τῆς παρακλήσεως ὅλως θεάσασθαι.

πδ'. Πᾶς δοκησίφρων ἐκ μαθηματικῆς ὤν ἐπιστήμης μυστήρια Θεοῦ παρακύψαι καί ἰδεῖν οὐκ ἀξιωθήσεταί ποτε, ἕως ἄν ταπεινωθῆναι πρῶτον θελήσῃ καί μωρός γένηται, σύν τῇ οἰήσει καί ἥν κέκτηται γνῶσιν ἀποβαλών. Ὁ γάρ τοῦτο ποιῶν καί σοφοῖς τά θεῖα ἐν ἀδιστάκτῳ πίστει ἀκολουθῶν, ὑπό τούτων χειραγωγούμενος, συνεισέρχεται μετ’ αὐτῶν ἐν πόλει ζῶντος Θεοῦ, καί ὑπό τοῦ θείου Πνεύματος ὁδηγούμενος καί φωτιζόμενος, ὁρᾷ καί διδάσκεται ἅπερ οὐδείς τῶν ἄλλων ἀνθρώπων εἶδεν ἤ ἰδεῖν ἤ μαθεῖν ποτε δύναται, καί τηνικαῦτα γίνεται Θεοῦ διδακτός.

πε'. Τούς διδακτούς Θεοῦ οἱ μαθηταί τῶν σοφῶν τοῦ αἰῶνος τούτου ἀνθρώπων ἡγοῦνται μωρούς, αὐτοί ὄντες ἐν ἀληθείᾳ μωροί, ἐκ μεμωραμένης σοφίας στομωθέντες τῆς θύραθεν, ἥν ἐμώρανεν ὁ Θεός, κατά τόν θεῖον ἀπόστολον, καί ἥν ἡ θεολόγος φωνή ἐπίγειον οἶδε, ψυχικήν, δαιμονιώδη, μεστήν ἐριθείας καί φθόνου. Ἔξω γάρ ὄντες οἱ τοιοῦτοι τοῦ θείου φωτός, τά ἐν αὐτῷ ἰδεῖν μή δυνάμενοι θαύματα, τούς αὐλιζομένους ἐν τῷ φωτί καί τά ἐν αὐτῷ βλέποντας καί διδάσκοντας ὡς πεπλανημένους λογίζονται, πεπλανημένοι ὄντες αὐτοί καί ἄγευστοι τῶν ἀπορρήτων ἀγαθῶν τοῦ Θεοῦ.

πστ'. Διά τοῦτο μόνον παραβάλλειν καί βλέπειν τοῖς ἐν τῷ κόσμῳ θέλουσιν οἱ χάριτος πεπληρωμένοι καί τετελειωμένοι τῇ γνώσει καί σοφίᾳ τῇ ἄνωθεν, ἵνα μισθόν τινα προξενήσωσιν αὐτοῖς δι’ ὑπομνήσεως τῶν ἐντολῶν τοῦ Θεοῦ καί δι’ ἀγαθοεργίας, εἴ ἄρα γε ἀκούσωσιν, εἰ ἄρα γε συνήσουσιν καί πεισθήσονται, ἐπειδή οἱ μή τῷ τοῦ Θεοῦ ἀγόμενοι Πνεύματι ἐν τῇ σκοτίᾳ περιπατοῦσι καί οὐκ οἴδασιν οὔτε ποῦ ὑπάγουσιν, οὔτε ἐν τίσι προσκόπτουσι. Τάχα γάρ ποτε ἀνασφήλαντες ἐκ τῆς περιεχούσης αὐτούς οἰήσεως, δέξονται τήν τοῦ Ἁγίου Πνεύματος ἀληθῆ διδασκαλίαν καί τό τοῦ Θεοῦ θέλημα ἀνοθεύτως καί ἀκαπηλεύτως ἀκούσαντες μετανοήσουσι καί ποιήσαντες αὐτό μεταλάβωσί τινος χαρίσματος πνευματικοῦ. Εἰ δέ μή τοιαύτης ὠφελείας γενέσθαι δυνηθῶσιν αὐτοῖς πρόξενοι, θρηνοῦντες τήν πώρωσιν τῆς καρδίας αὐτῶν ὑποστρέφουσιν εἰς τάς καλιάς αὐτῶν, νυκτός καί ἡμέρας εὐχόμενοι ὑπέρ τῆς σωτηρίας αὐτῶν· ὑπέρ γάρ ἄλλου τινός οὐδέποτε λυπηθήσονται οἱ τῷ Θεῷ ἀδιαλείπτως συνόντες καί ὑπερεμπιπλάμενοι παντός ἀγαθοῦ.

πζ'. Ὅτι καί νῦν εἰσιν ἀπαθεῖς καί ἅγιοι καί πεπληρωμένοι τοῦ θείου φωτός, ἀναστρεφόμενοι ἐν μέσῳ ἡμῶν, τοσοῦτον τά μέλη νεκρώσαντες ἑαυτῶν τά ἐπί τῆς γῆς ἐκ πάσης ἀκαθαρσίας καί ἐμπαθεστάτης ἐπιθυμίας, ὡς μή μόνον ἀφ’ ἑαυτῶν ποτε μή λογίζεσθαι ἤ ποιῆσαι ὁρμᾶν τό κακόν ἀλλά μηδέ ὑφ’ ἑτέρου πρός τοῦτο ἑλκόμενοι, ἀλλοίωσίν τινα τῆς παρούσης αὐτοῖς ἀπαθείας ὑφίστασθαι ᾔδεσαν ἄν, εἴπερ εἰδότες ἦσαν τά καθ’ ἑκάστην ἀναγινωσκόμενα θεῖα λόγια καί ψαλλόμενα παρ’ αὐτῶν οἱ τοῖς τοιούτοις τήν μωρίαν ἐπιφημίζοντες καί διαπιστοῦντες περί θείων πραγμάτων διδάσκουσιν ἐν σοφίᾳ τοῦ Πνεύματος. Εἰ γάρ ἐν γνώσει τελείᾳ ἐγένοντο τῆς θείας Γραφῆς, ἐπίστευον ἄν τοῖς ὑπό Θεοῦ λαληθεῖσι καί δωρησθεῖσιν ἡμῖν ἀγαθοῖς· ἐπεί δέ ἀμέτοχοι τῶν τοιούτων ἐξ οἰήσεως καί ἀμελείας εἰσί καλῶν, καί τούς μετεσχηκότας καί περί τοιούτων διδάσκοντας ἀπιστοῦντες ἐνδιαβάλλουσιν.

πη'. Τίς ὁ σκοπός τῆς ἐνσάρκου οἰκονομίας τοῦ Θεοῦ Λόγου, ὁ ἐν πάσῃ τῇ θείᾳ Γραφῇ ἀνακηρυττόμενος καί παρ’ ἡμῶν μέν ἀναγινωσκόμενος, μή ἐπιγινωσκόμενος δέ, ἤ πάντως ἵνα μετεσχηκώς τῶν ἡμετέρων κοινωνούς τῶν ἐκείνου ποιήσῃ ἡμᾶς; Ὁ γάρ Υἱός τοῦ Θεοῦ διά τοῦτο υἱός τοῦ ἀνθρώπου ἐγένετο, ἵνα υἱούς Θεοῦ ποιήσῃ τούς ἀνθρώπους ἡμᾶς, εἰς ὅπερ ἐστί κατά φύσιν ἐκεῖνος ἀνάγων κατά χάριν τό γένος ἡμῶν, γεννῶν ἡμᾶς ἄνωθεν ἐν Πνεύματι Ἁγίῳ καί εὐθύς εἰσάγων ἡμᾶς εἰς τήν βασιλείαν τῶν οὐρανῶν, μᾶλλον δέ ἐντός ἡμῶν ταύτην ἔχειν ἡμῖν χαριζόμενος ὡς μή ἐν ἐλπίσιν εἶναι τοῦ εἰσελθεῖν ἡμᾶς ἐν αὐτῇ ἀλλ’ ἐν κατασχέσει ταύτης ὄντας βοᾶν· «Ἡμῶν δέ ἡ ζωή κέκρυπται σύν τῷ Χριστῷ ἐν τῷ Θεῷ».

πθ'. Τό αὐτεξούσιον καί αὐτοπροαίρετον ἡμῶν οὐκ ἀφαιρεῖται τό βάπτισμα, ἀλλ’ ἐλευθερίαν ἡμῖν χαρίζεται τοῦ μηκέτι καί ἄκοντας ἡμᾶς τυραννεῖσθαι ὑπό τοῦ διαβόλου. Ἐφ’ ἡμῖν δέ ἐστι μετά τό βάπτισμα ἤ ταῖς ἐντολαῖς αὐτοθελῶς ἐμμένειν τοῦ εἰς ὅν ἐβαπτίσθημεν δεσπότου Χριστοῦ καί τῇ ὁδῷ πορεύεσθαι τῶν προσταγμάτων αὐτοῦ ἤ ἐκκλίνειν τῆς εὐθείας ταύτης ὁδοῦ καί πρός τόν ἀντίπαλον καί ἐχθρόν ἡμῶν διάβολον διά τῶν πονηρῶν πράξεων παλινδρομεῖν.

Οἱ μετά τό βάπτισμα τοῖς τοῦ πονηροῦ θελήμασιν εἴκοντες καί τά ἐκείνῳ βεβουλευμένα διαπραττόμενοι ἑαυτούς τῆς ἁγίας τοῦ βαπτίσματος μήτρας ἀπαλλοτριοῦσι, κατά τό ὑπό τοῦ Δαβίδ εἴρημένον. Οὐδέ γάρ ἀλλοιοῦται ἡμῶν ἕκαστος ἤ τῆς καθό ἔκτισται μεθίσταται φύσεως, ἀλλά ἀγαθός κτισθείς ὑπό τοῦ Θεοῦ, κακόν γάρ ὁ Θεός οὐκ ἐποίησεν, ἄτρεπτος τῇ φύσει καθό ἔκτισται καί τῇ οὐσίᾳ ὤν, οἷα ἐξ ἑκουσίου γνώμης προαιρεῖται καί θέλει, ταῦτα καί πράττει εἴτε ἀγαθά εἴτε φαῦλα· ὥσπερ γάρ τήν μάχαιραν κἄν ἐπί κακῷ τις αὐτήν κἄν ἐπί καλῷ χρήσηται, τῆς ἰδίας ἐκείνη οὐ μεθίσταται φύσεως ἀλλά μένει σίδηρος ὤν, οὕτω καί ὁ ἄνθρωπος ἐνεργεῖ μέν καί πράττει, ὡς εἴρηται, ἅπερ βούλεται, τῆς δέ οἰκείας οὐκ ἐξίσταται φύσεως.

Οὐ μετά τό ἕνα ἐλεῆσαι σῴζει ἀλλά τό ἑνός καταφρονῆσαι τῷ πυρί παραπέμπει. Τό γάρ «ἐπείνασα καί ἐδίψησα» οὐ πρός τό ἅπαξ εἴρηται πάντως, οὐδέ τό ἐν μιᾷ ἡμέρᾳ ἀλλά τό διά βίου παντός δηλοῖ· οὕτω καί τό τραφῆναι Χριστόν, ποτισθῆναί τε καί ἐνδυθῆναι καί εἴ τι ἕτερον τούτοις συνέπεται, οὐ πρός ἅπαξ ἀλλά διά παντός καί ἐν πᾶσιν ὑπό τῶν αὐτοῦ δούλων ταῦτα δέχεσθαι ὁ Κύριος καί Θεός ἡμῶν ὡμολόγησεν.

Τόν ἀμερίστως μεριζόμενον καί αὐτόν ὅλον ὄντα ἑνί ἑκάστῳ τῶν πενομένων, πῶς τινες εἰς ἕνα πένητα περικλείουσιν; Ὑπόθου οὖν ἑκατόν εἶναι πένητας ὡς ἕνα Χριστόν, οὐδέ γάρ μεμέρισται ὅλως ὁ Χριστός. Ὁ γοῦν τοῖς ἐνενήκοντα ἐννέα δούς ἀνά ὀβολόν, τόν δέ ἕνα ὑβρίσας ἤ τύψας ἤ ἐκπέμψας κενόν, τίνι ἆρα ταῦτα πεποιήκεν ἤ πάντως τῷ εἰπόντι καί ἀεί λέγοντι καί εἰπεῖν μέλλοντι, «Ἐφ’ ὅσον ἐποιήσατε ἑνί τούτων τῶν ἐλαχίστων, ἐμοί ἐποιήσατε»;

Ὁ τοῖς ἑκατόν δούς ἐλεημοσύνην, δυνάμενος δέ καί ἑτέροις δοῦναι, ποτίσαι τε καί θρέψαι, πολλούς παρακαλοῦντας αὐτόν καί βοῶντας ἀποπεμψάμενος, ὡς μή θρέψας Χριστόν κριθήσεται πρός αὐτοῦ, ἐπειδή καί ἐν ἐκείνοις πᾶσιν αὐτός ἐστιν ὁ καί ἐφ’ ἑνί ἑκάστῳ τῶν ἐλαχίστων τρεφόμενος πρός ἡμῶν.

Ὁ πᾶσι μέν πάντα τά πρός χρείαν σήμερον παρασχών, αὔριον δέ δυνάμενος τοῦτο ποιῆσαι, ἀμελήσει τινῶν ἀδελφῶν καί λιμῷ καί δίψῃ καί ψύχει ἐάσει διαφθαρῆναι αὐτούς, αὐτόν παρεῖδεν ἀποθανεῖν καί αὐτοῦ κατεφρόνησε τοῦ εἰπόντος· «Ἐφ’ ὅσον ἐποιήσατε ἑνί τούτων τῶν ἐλαχίστων ἐμοί ἐποιήσατε».

Ἐκ τούτων ἕν ἔστι γνῶναι, ὅπως ἰδιοποιεῖται ὁ Κύριος πάντα τά τῶν πενήτων καί ἀδελφῶν ἡμῶν, πρός μέν τούς δικαίους λέγων· «Ἐμοί ἐποιήσατε», πρός δέ τούς ἐξ ἀριστερῶν· «Ἐμοί οὐκ ἐποιήσατε». Οὐ γάρ τούς ἐλεηθέντας μόνον παρ’ ἡμῶν ὁρᾷ οὐδέ τούς ἀδικηθέντας ἤ πλεονεκτηθέντας καί μυρία ἕτερα παθόντας δεινά, ἀλλά καί τούς παροφθέντας, ὡς ἀρκοῦν τοῦτο εἰς καταδίκην ἡμῶν· οὐ γάρ ἐκείνους ἀλλ’ αὐτόν παρορῶμεν τόν τά ἐκείνων ἅπαντα ἰδιοποιούμενον Ἰησοῦν τόν Χριστόν.

Ἐν τούτῳ ἑκάστου πένητος πρόσωπον ἀναλαβεῖν κατεδέξατο καί παντί πένητι ἑαυτόν ἐξωμοίωσεν ἵνα μηδείς τῶν εἰς αὐτόν πιστευόντων τοῦ ἀδελφοῦ αὐτοῦ κατεπαίρηται, ἀλλ’ ἕκαστος, βλέπων τόν ἀδελφόν αὐτοῦ καί τόν πλησίον ὡς τόν Θεόν αὐτοῦ, ἐλάχιστον ἑαυτόν οὐχί τοῦ ἀδελφοῦ ἀλλά τοῦ πεποιηκότος αὐτόν λογίζοιτο καί ὡς αὐτόν ὑποδέχοιτο καί τιμᾷ, ὡς ὁ Χριστός καί Θεός ἐκένωσε τό ἴδιον αἷμα διά τήν σωτηρίαν ἡμῶν.

Ὁ τόν πλησίον ἔχειν ὡς ἑαυτόν κελευσθείς οὐ μίαν πάντως ἡμέραν ἀλλά διά βίου παντός τοῦτον ἔχειν οὕτως ὀφείλει· καί ὁ παντί τῷ αἰτοῦντι διδόναι προσταττόμενος, τοῦτο ποιεῖν προστάσσεται ἐν πάσῃ τῇ ζωῇ αὐτοῦ, καί ὁ θέλων ἵνα ποιῶσιν εἰς αὐτόν ἄλλοι ἅ βούλεται ἀγαθά, ταῦτα καί αὐτός ποιεῖν ἄλλοις ἀπαιτηθήσεται.

Ὥσπερ οὖν ὁ ἔχων τόν πλησίον ὡς ἑαυτόν οὐδέν πλέον ἔχειν τοῦ πλησίον ἀνέχεται, ἐάν δέ ἔχῃ καί μή μεταδίδωσιν ἀφθόνως, ἕως ἄν καί αὐτός πτωχός γένηται καί τοῖς πλησίον αὐτοῦ ἐξομοιωθῇ, τῆς ἐντολῆς τοῦ Δεσπότου ἐκπληρωτής οὐκ εὑρίσκεται, οὐδέ ὁ τοῖς αἰτοῦσι πᾶσι διδόναι θέλων, ἐάν μέχρις ὀβολοῦ ἤ κλάσματος ἄρτου κεκτημένος, ἀποστρέψῃ τινά τῶν αἰτούντων αὐτόν, οὐδέ ὁ μή ποιῶν τῷ πλησίον ὅσα θέλει ἵνα ἕτερος ποιῇ πρός αὐτόν, οὕτω καί ὁ πάντα μέν πένητα καί ἐλάχιστον θρέψας, ποτίσας, ἐνδύσας καί τά ἄλλα πάντα εἰς αὐτούς ἐργασάμενος, ἑνός δέ μόνου καταφρονήσας καί αὐτόν παριδών, ὡς Χριστόν τόν Θεόν πεινῶντα καίδιψῶντα παριδών καί αὐτός λογισθήσεται.

Φορτικά ταῦτα τοῖς πᾶσιν ἴσως φανήσεται, διό καί δόξουσιν εὔλογα λέγειν ἐν ἑαυτοῖς· «Τίς ἆρα ταῦτα πάντα ποιῆσαι δύναται, ὥστε πάντας θεραπεῦσαι καί θρέψαι καί μηδόλως τούτων τινά παριδεῖν;». Ἀλλ’ ἀκουέτωσαν Παύλου διαρρήδην βοῶντος· «Ἡ γάρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς, κρίναντας τοῦτο, ὅτι εἰ εἷς ὑπέρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον».

ρ'. Καθάπερ αἱ περιεκτικαί ἐντολαί συμπεριέχουσι πάσας ἐν ἑαυταῖς τάς μερικάς ἐντολάς, οὕτω καί αἱ περιεκτικαί ἀρεταί τάς μερικάς ἐν ἑαυταῖς συμπεριλαμβάνουσιν ἀρετάς. Ὁ γάρ πωλῶν τά ὑπάρχοντα αὐτοῦ ἤ καί διασκορπίζων αὐτά τοῖς πτωχοῖς καί πένης ἐφ’ ἅπαξ γενόμενος πάντα ὑφ’ ἕν τά τῶν μερικῶν ἐντολῶν ἐξεπλήρωσεν· οὐκέτι γάρ χρείαν ἔχει τῷ αἰτοῦντι διδόναι ἤ μή ἀποστραφῆναι τόν θέλοντα δανείσασθαι ἀπ’ αὐτοῦ. Οὕτω καί ὁ ἀδιαλείπτως εὐχόμενος ἐν τούτῳ πάντα συνέκλεισε καί οὐκέτι ἑπτάκις αἰνεῖν τῆς ἡμέρας τόν Κύριον ἤ ἑσπέρας καί πρωΐ καί μεσημβρίας ὑπ’ ἀνάγκην ἐστίν, ὡς ἤδη πάντα πεπληρωκώς ὅσα ἄν κανονικῶς καί ἐν ἀφωρισμένοις καιροῖς καί ὥραις εὐχόμεθά τε καί ψάλλομεν. Οὕτω καί ὁ τόν διδόντα ἀνθρώποις γνῶσιν Θεόν γνωστῶς ἐν ἑαυτῷ κτησάμενος, πᾶσαν ἁγίαν διῆλθε Γραφήν καί πᾶσαν τήν ἐκ τῆς ἀναγνώσεως ὠφέλειαν ἐκαρπώσατο καί οὐκέτι βιβλίων ἀναγνώσεως δεηθήσεται. Πῶς γάρ, ὁ τόν ἐμπνεύσαντα τοῖς τάς θείας γεγραφόσι Γραφάς συνόμιλον κεκτημένος καί παρ’ ἐκείνου μυούμενος τά τῶν ἀποκεκρυμμένων μυστηρίων ἀπόρρητα, ἀλλά βίβλος οὗτος τοῖς ἄλλοις θεόπνευστος ἔσται, καινά τε καί παλαιά φέρουσα μυστήρια γεγραμμένα δακτύλῳ Θεοῦ ἐν αὐτῷ, ὡς πάντα τελέσας καί καταπαύσας ἐν Θεῷ τῇ ἀρχικῇ τελειότητι ἀπό πάντων τῶν ἔργων αὐτοῦ;



Ἑπόμενο: ΔΙΑΛΟΓΟΣ ΣΧΟΛΑΣΤΙΚΟΥ ΠΡΟΣ ΣΥΜΕΩΝ ΤΟΝ ΝΕΟΝ ΘΕΟΛΟΓΟΝ.
Προηγούμενο: ΕΤΕΡΑ ΚΕΦΑΛΑΙΑ ΓΝΩΣΤΙΚΑ ΤΕ ΚΑΙ ΘΕΟΛΟΓΙΚΑ κε'
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος