Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΤΟΜΟΣ ΤΡΙΤΟΣ - ΥΜΝΟΙ ΕΠΙΣΤΟΛΑΙ
Προηγούμενο: Ἕτερα κεφάλαια θεολογικά καί πρακτικά ρ'.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

ΔΙΑΛΟΓΟΣ ΣΧΟΛΑΣΤΙΚΟΥ ΠΡΟΣ ΣΥΜΕΩΝ ΤΟΝ ΝΕΟΝ ΘΕΟΛΟΓΟΝ.

1. Ἐρώτ. Τί ἦν ἐν τῷ κόσμῳ πρό τοῦ τόν κόσμον γενέσθαι;

Ἀπάντ. Θεός, ὁ τόν κόσμον ποιήσας.

2. Ἐρώτ. Μήπω ὄντος τοῦ κόσμου, πῶς ἦν ἐν τῷ κόσμῳ;

Ἀπάντ. Ὅτι, καί πρό τοῦ γενέσθαι, ἐν τῷ Θεῷ πάντως ὡς γεγονώς ἦν ὁ κόσμος καθό καί οἱ μήπω παραχθέντες ἄνθρωποι ἐν τῷ κόσμῳ, ὡς ἤδη γεγεννημένοι εἰσί παρά τῷ Θεῷ. Συνέστηκε γάρ ἐν αὐτῷ τά πάντα, καί τά μήπω κτισθέντα, εἰ καί μή καταλαμβάνονται παρ’ ἡμῶν.

3. Ἐρώτ. Εἰ οὖν, ὡς λέγεις, ἐν τῷ κόσμῳ ἦν ὁ Θεός πρό τοῦ τόν κόσμον γενέσθαι παρ’ αὐτοῦ, τί γέγονεν ὁ Θεός ὅτε τόν κόσμον τοῦτον παρήγαγεν; Ἆρα διέστη τοῦ κόσμου; Ἤ καί αὖθις ἐν τῷ κόσμῳ ἐστίν;

Ἀπαντ. Τόπῳ μέν οὐ διέστη τῶν αὐτοῦ ποιημάτων ὁ ταῦτα ποιήσας Θεός· ποῦ γάρ ὁ πανταχοῦ παρών καί τά πάντα τῆς ἰδίας πληρῶν θεότητος μεταστήσεται; Τῇ δέ φύσει καί οὐσίᾳ καί τῇ ὑποστάσει καί τοῖς λοιποῖς ἰδιώμασι πάσης κτιστῆς ὑπέρκειται φύσεως· καί ἀμετρήτως καί ἀκαταλήπτως ταύτης διέστηκεν.

4. Ἐρώτ. Πῶς, τόπῳ μή διεστηκώς ἀλλά πανταχοῦ, ὡς λέγεις, παρών, ἀποκεχωρισμένος τῶν πάντων ἐστίν;

Ἀπάντ. Δυσνόητον μέν τό ἐρώτημα, οὐ μέντοι γε δύσφραστον· Θεῷ δέ ἀδυνατεῖ οὐδέν· ὅθεν δυνατός ἐστι καί περί τούτων πληροφορῆσαί σε. Ἀλλ’ ἄκουε συνετῶς· καθάπερ ὁ νοῦς ἡμῶν τῶν ἀνθρώπων οὔτε συνέχεται ὑπό τοίχων οὔτε τόπῳ περιορίζεται, ἀλλά τό μέν σῶμα οἰκίσκῳ ἐγκλείεται καί δεσμοῖς περισφίγγεται, αὐτός δ’ ἐκτός ἐστι τούτων καί ἐλευθερίως πανταχοῦ περίεισιν, μήτε τοῦ σώματος χωριζόμενος μήτε τῆς οἰκίας μακράν γινόμενος, ἀλλ’ οἱονεί καί σύνεστι τούτοις κεχωρισμένος καί κεχώρισται ἡνωμένος αὐτοῖς, οὕτω καί ὁ Θεός πανταχοῦ καί ἐν πᾶσίν ἐστιν καί ἔξω πάντων· καί οὐδαμοῦ τῇ φύσει καί τῇ οὐσίᾳ καί τῇ δόξῃ ἐστίν· ἀπερίγραπτος γάρ.

5. Ἐρώτ. Ὁ οὖν ἀπερίγραπτος πῶς τά πάντα πληροῖ; Ὁ δέ τά πάντα πληρῶν, πῶς ἀπερίγραπτος καί οὐδαμοῦ ἐστιν;

Ἀπάντ. Ἔστι μέν οὖν ὁμολογουμένως πανταχοῦ ὁ Θεός καί τά πάντα πληροῖ, οὐ συγκεκραμένος δέ ὄλως τοῖς ὁρωμένοις ἀλλά κεχωρισμένος τῷ τρόπῳ ᾧπερ εἰρήκαμεν· οὐδαμοῦ δέ ἐστι τό καθ’ ἡμᾶς· οὐδείς γάρ οἶδεν, οὐδέ οἱ ἄγγελοι, ποῦ ἐστιν ὁ Θεός· εἰ γάρ ἀκούεις παρεστάναι, ἀλλά τῷ θρόνῳ τῆς δόξης· καί πρός τήν ἐκπεμπομένην λαμπρότητα ἀντιβλέπειν μή ἐξισχύοντες, φόβῳ τά ἑαυτῶν κατακαλύπτουσι πρόσωπα, καί ἐκθαμβούμενοι τόν θεῖον ὕμνον ἀσιγήτως ἀεί ἀναπέμπουσι· τῷ γάρ ἀστέκτῳ τῆς δόξης καταπληττόμενοι, οὐδέ ἐν περινοίᾳ γενέσθαι ἤ ἐννοῆσαι δύνανται, ποῦ ὁ δεσπότης ἤ ὁποῖος αὐτός ἐκεῖνός ἐστιν· εἰ γάρ πρός τήν ἀπαστράπτουσαν αἴγλην ἀντοφθαλμεῖν οὐκ ἰσχύσουσι, πῶς ἄρα πορρωτέρω περιεργάζεσθαι δύναιντ’ ἄν; Ὅτι μέν οὖν ἔστιν ὁ Θεός καί πανταχοῦ ἐστι καί τά πάντα πληροῖ, καί οἱ ἄγγελοι καί οἱ καθάραντες ἑαυτούς ἅγιοι ἐλλαμφθέντες καί φωτισθέντες ὑπό τοῦ Ἁγίου Πνεύματος ἴσασι· τό δέ ποῦ ἤ πῶς ἤ ὁποῖός ἐστιν, οὐδείς τῶν ἁπάντων γινώσκει, εἰ μή ὁ Πατήρ τόν Υἱόν καί ὁ Υἱός τόν Πατέρα καί τό Πνεῦμα τό Ἅγιον τόν Πατέρα καί τόν Υἱόν, ὡς συναΐδιον τούτοις καί ὁμοούσιον· ταῦτα γάρ τά τρία, ὡς ἕν ὄντα, καί γινώσκουσιν ἑαυτά καί γινώσκονται ὑπ’ ἀλλήλων. Ὡς αὐτός εἶπεν ὁ φύσει Θεός καί Υἱός τοῦ Θεοῦ, «οὐδείς οἶδε τά τοῦ ἀνθρώπου, εἰ μή τό πνεῦμα τοῦ ἀνθρώπου τό οἰκοῦν ἐν αὐτῷ· οὕτω καί τά τοῦ Θεοῦ οὐδείς οἶδεν, εἰ μή τό Πνεῦμα τοῦ Θεοῦ»· καί πάλιν· «οὐδείς γινώσκει τόν Πατέρα, εἰ μή ὁ Υἱός, καί οὐδείς γινώσκει τόν Υἱόν, εἰ μή ὁ Πατήρ καί ᾧ ἄν βούληται ὁ Υἱός ἀποκαλύψαι».

6. Ἐρώτ. Καί πῶς φησιν ὁ Χριστός, «μή καταφρονήσητε ἑνός τῶν μικρῶν τούτων· οἱ γάρ ἄγγελοι αὐτῶν διά παντός βλέπουσι τό πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς»; Καί πάλιν, «μακάριοι οἱ καθαροί τῇ καρδίᾳ, ὅτι αὐτοί τόν Θεόν ὄψονται», σύ δέ λέγεις ὅτι καί οἱ ἄγγελοι ἀγνοοῦσιν ὁποῖος καί ποῦ ἐστιν ὁ Θεός;

Ἀπάντ. Ὥσπερ τοῦ ἡλίου ἐν μεσημβρίᾳ λάμποντος τό ἐκπεμπόμενον μέν ἐξ αὐτοῦ φῶς τρανῶς καθορῶμεν, αὐτόν δέ ἐκεῖνον κἄν ποσῶς κατιδεῖν καί καταμαθεῖν οὐκ ἰσχύομεν, ὅμως δέ βλέπειν αὐτόν ἐπ᾿ ἀληθείας λέγομεν, οὕτω καί οἱ ἄγγελοι καί οἱ ἅγιοι τήν ἀπαστράπτουσαν δόξαν καθορῶντες τοῦ Πνεύματος, ἐν αὐτῇ καί τόν Υἱόν καί τόν Πατέρα ὁρῶσιν· οὐχ οὕτως δέ οἱ ἁμαρτωλοί καί ἀκάθαρτοι· ἐκεῖνοι γάρ τυφλοῖς καί ἀναισθήτοις ἐοίκασιν· ὥσπερ γάρ οἱ τυφλοί τό φῶς τοῦ αἰσθητοῦ ἡλίου λάμπον οὐ βλέπουσιν, οὕτω δή καί αὐτοί τό θεῖον φῶς ἀεί φαῖνον οὐ καθορῶσιν, οὔτε μήν ἐπαισθάνονται τῆς θέρμης αὐτοῦ.

7. Ἐρώτ. Τί οὖν βλέπουσιν οἱ κεκαθαρμένοι τόν νοῦν καί τήν καρδίαν;

Απάντ. Ἐπειδή ὁ Θεός φῶς ἐστι καί φῶς τό ἀκρότατον, ἕτερον οὐδέν ὁρῶσιν οἱ αὐτόν βλέποντες, εἰ μή φῶς· καί τοῦτο δῆλον ἔκ τε τῶν ἰδόντων λάμψαν τό πρόσωπον τοῦ Χριστοῦ ὡς τόν ἥλιον, τά δέ ἱμάτια αὐτοῦ γενόμενα ὡς τό φῶς· καί ἐκ Παύλου τοῦ ἀποστόλου, φῶς ἰδόντος τόν Θεόν καί εἰς τήν αὐτοῦ ἐπίγνωσιν ἐπιστρέψαντος, καί ἐκ μυρίων ἑτέρων ἁγίων.

8. Ἐρώτ. Πῶς οὖν < οὐ > πᾶσιν ὁρᾶται, ἐπεί ἀΐδιον καί ἀειλαμπές φῶς ἐστιν ὁ Θεός;

Ἀπάντ. Ἐπειδή οὕτως ᾠκονόμησεν ἐξ ἀρχῆς ὁ Θεός· ἵνα μηδεμίαν ἔχῃ κοινωνίαν τό σκότος ἐν τῷ φωτί μηδέ ἐναγής καί βέβηλος μετά τοῦ Ἁγίου καί καθαροῦ. Διό καί ὡς μέγα χάσμα καί τεῖχος δέ αἱ πονηραί ἐνθυμήσεις καί οἱ μάταιοι ἡμῶν διαλογισμοί οἷα δή τεῖχος ὑψηλόν γίνονται καί διιστῶσιν ἡμᾶς ἀπό τοῦ φωτός τῆς ὄντως ζωῆς· ὁ γάρ Θεός φῶς ἐστι καί ζωή ἐστιν· ὅσοι τοιγαροῦν ἐστέρηνται τούτου, νεκροί εἰσι τῇ ψυχῇ καί τοῦ αἰωνίου πυρός καί σκότους συγκληρονόμοι τε καί συμμέτοχοι.

9. Ἐρώτ. Καί οὐκ ἔστι σωτηρίας τυχεῖν τόν μή εἰς ταῦτα πεφθακότα τά μέτρα;

Ἀπάντ. Τοῦ Κυρίου λέγοντος, πολλαί μοναί παρά τῷ Πατρί μού εἰσιν, εὔδηλον ὅτι καί πολλαί σωτηρίας ὁδοί· πᾶσαι δέ ἐν μιᾷ τῇ τῆς μετανοίας ὁδῷ τελειοῦνται διά τῆς τοῦ κακοῦ ἀποχῆς, εἴτε τήν τῆς ἐλεημοσύνης εἴποις εἴτε τήν τῆς ξενιτείας εἴτε πάσης ἑτέρας τοῦ ἀγαθου πράξεως ἐκπλήρωσιν, πρός τήν τῶν κρειττόνων ἐπιτυχίαν.



Ἑπόμενο: ΤΟΜΟΣ ΤΡΙΤΟΣ - ΥΜΝΟΙ ΕΠΙΣΤΟΛΑΙ
Προηγούμενο: Ἕτερα κεφάλαια θεολογικά καί πρακτικά ρ'.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος