Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Ο ΠΙΝΑΞ ΤΩΝ ΘΕΙΩΝ ΕΡΩΤΩΝ
Προηγούμενο: ΤΟΜΟΣ ΤΡΙΤΟΣ - ΥΜΝΟΙ ΕΠΙΣΤΟΛΑΙ
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

Νικήτα μονάζοντος καί πρεσβυτέρου μονῆς τῶν Στουδίου τοῦ Στηθάτου εἰς τήν βίβλον τῶν θείων ὕμνων τοῦ ὁσίου πατρός ἡμῶν Συμεών.

1. Τό λίαν ἀνατατικόν τε καί διηρμένον αὐτό τε τό ὑπέρ αἴσθησιν τῶν ἐγγεγραμμένων ἐνταῦθα καί τό ὕψος τῆς θεολογίας καί τό βάθος τῆς τούτων ἄντικρυς γνώσεως οὐ πᾶσιν, οἶμαι, καταληπτόν τε καί εὐεπίβατον ἐστι· ταῖς γάρ θείαις ἐμφάσεσι περιαυγαζόμενον τοῦ ἀπροσίτου φωτός, ὑπεράνω πάσης ἀνθρωπίνης συνέσεως ὄν, ἐκείνων ἄρα πρός τήν τῶν ἐγκειμένων κατάληψιν δέεται τῶν τά αἰσθητήρια τῆς ψυχῆς ἐρρωμένων τῇ εὐεξίᾳ τοῦ λόγου καί τόν νοῦν ἐς ὕψος ἐπτερωμένων τῇ τοῦ πνεύματος αὔρᾳ καί ὅλην ὅλως πρός οὐρανούς καί τά βάθη Θεοῦ ἐμβαθύνουσαν ἐχόντων σαφῶς τήν διάνοιαν. Ὅθεν μοι καί ἄγαν εὔκαιρον ἐπωφελές τε καί ἁρμόδιον ἔδοξε τό σέβας εἰκότως ἀφοσιοῦντι τῷ διδασκάλῳ προκατασφαλίσασθαι τούς ἐγκύπτειν ἐνταῦθα βουλομένους τῷ λόγῳ, ἵνα μή τῇ πρός τά βάθη τοῦ πνεύματος ἀπείρῳ ἐπιβολῇ καί τῇ περί τά θεῖα ἀνασκήτῳ ἕξει καί διανοίᾳ βλάβην τούτων τινές, ἀλλά μή ὠφέλειαν εἰς ἑαυτούς ἀναμάξοιντο, κακῶς δηλαδή καί ἀπείρως τά θεῖα καί ὑπέρ αἴσθησιν ἐκλαμβάνοντες.

2. Ἰστέον οὖν, ὅτι τόν εἰς θεολόγων ἀνδρῶν ἐγκυπτειν γραφάς προαιρούμενον καί ἐπί τοῦτο ἔρωτι ἐπειγόμενον ἀναγνώσεως πρῶτα μέν πιστόν ὄντα κόσμον χρή φυγεῖν καί τά ἐν κόσμῳ καθόλου τῷ σώματι καί τῷ πνεύματι καί τήν πρόσυλον ἀπό ψυχῆς ἁμαρτίαν μισῆσαι καί τήν πρόσκαιρον ἀποσείσασθαι τῶν ἡδέων ἀπόλαυσιν· θεῖναί τε θεμέλιον ἀκολούθως καλόν ἐπί τήν ἐρηρεισμένην πέτραν τῆς πίστεως διά πράξεως καί ἐργασίας τῶν ἐντολῶν τοῦ Χριστοῦ καί ἐπί τοῦτον εὐτέχνως τόν οἶκον ἐποικοδομῆσαι τῶν ἀρετῶν καί τόν παλαιόν καί φθειρόμενον ἄνθρωπον κατά τάς ἐπιθυμίας αὐτοῦ ἀποδύσασθαι, καί τόν ἀνακαινούμενον εἰς Χριστόν ἐπενδύσασθαι, ἄρτιον δηλονότι πεφθακότα καί τῇ ἐνδεχομένῃ καλῶς τελειότητι ἀναβεβηκότα εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ· ἔτι δέ προκαθαρθῆναι καί προφωτισθῆναι καί ἐλλαμφῆναι τῷ πνεύματι προθεωρῆσαί τε τήν ἅπασαν κτίσιν ὄμματι νοός καθαρῷ, προκαταμαθεῖν τε καί προκαταστοχάσασθαι τούς λόγους καί τάς κινήσεις αὐτῆς τηλαυγῶς καί ἔξω γενέσθαι τῶν ὁρωμένων τῆς ταπεινώσεως, ὑπεράνω δήπου πάσης σαρκός καί αἰσθήσεως· ἔνθεν τοι καί τό στόμα τρανῶς διανοίξαντα ἑλκύσαι δυνάμει τήν χάριν τοῦ πνεύματος κἀκεῖθεν φωτός ἀγαθοῦ πληρωθῆναι καί κατά τήν ἀναλογίαν τῶν ἐκ καθάρσεως ἐν αὐτῷ γενομένων ἱερῶν ἐμφάσεων ἄνωθεν θεολογῆσαι τρανῶς καί οὕτως, οἷα δή τηλαυγής τήν διάνοιαν, ἐν τοῖς ὧδε γεγραμμένοις ἐγκύψαι, φημί δή τοῖς πονήμασι τῆς ὑψηλοτάτης καί θεολογικωτάτης διανοίας τοῦ μακαριωτάτου καί τρισολβίου πατρός Συμεών.

3. Τόν γοῦν ἔτι κάτω τῷ στήθει καί τῇ κοιλίᾳ συρόμενον, λέγω δή τοῖς χοϊκοῖς φρονήμασι καί ταῖς προσύλοις ἐπιθυμίαις αὐτοῦ, δεδεμένον τε ὑπό τά δεσμά τῆς ἀπατώσης τοῦ κόσμου αἰσθήσεως, ἄναγνον ὄντα καί τάς αἰσθήσεις πεπηρωμένον τῆς διανοίας δεινῶς, μή κατατολμῆσαι προβεβαιούμεθα τῶν γεγραμμένων ἐνταῦθα τῆς ἀναγνώσεως, ἵνα μή τῷ μετά λήμης τῶν ὀφθαλμῶν εἰς τάς ἀκτῖνας ἐνατενίζοντι τοῦ ἡλίου ἐπίσης ὑπομείνῃ τήν τύφλωσιν καί αὐτήν τήν ἀμυδράν ὅρασιν προσαπολέσῃ τῶν ὀφθαλμῶν· καθαρθῆναι γάρ πρῶτον δεῖ πάσης ἀσθενείας καί λήμης τῶν λογισμῶν καί οὕτω τῷ καθαρῶς καί ὑπεραπείρως εἰς ἄπειρον λάμποντι προσομιλῆσαι καί πλησιάσαι ἡλίῳ, εἴτε τούτῳ δή τῷ αἰσθητῶς καί καθ’ ἡμᾶς φαίνοντι εἴτε τῷ τῆς δικαιοσύνης καί ταῖς ἐξ αὐτοῦ τῶν λόγων καί νοημάτων ἐκπεμπομέναις αὐγαῖς· μόνων γάρ ἐκείνων ἐστί τό κατοπτεύειν τά βάθη τοῦ Πνεύματος, τῶν ἐξ ἄκρας δηλονότι καθάρσεως καταλαμπομένων ἀπείρῳ φωτί τοῦ Θεοῦ καί ὁλολαμπῆ τήν διάνοιαν ἅμα καί τήν ψυχήν κεκτημένων, τῶν δέ γε λοιπῶν τά στήθη τύπτειν ἐπωφελές καί ἁρμόδιον καί ἄνωθεν ἐκκαλεῖσθαι τόν ἔλεον.

4. Σκοπεῖν τοίνυν πάντα χρεών τόν τούς λόγους δυνάμενον πιστῶς μελετᾶν τούτου δή τοῦ θείου πατρός καί τούτων τό βάθος ἐξερευνᾶν τήν αὐτοῦ συνετῶς ἔκστασίν τε καί θέωσιν· ὅπως, οἷά περ ἔξω σαρκός καί σώματος καί πάσης αἰσθήσεως ὤν, ἡρπάζετο ἀπό γῆς τῷ πνεύματι εἰς οὐρανούς καί Θεόν, καί θείων ἠξιοῦτο ξενοτρόπως ἀποκαλύψεων, καί τάς ἐνεργείας ἔβλεπεν ἐν ἑαυτῷ τοῦ θείου φωτός θεοπρεπῶς ἐνεργούσας, καί θεωνυμίαις διαφόροις ἔρωτι κάτοχος ὤν τοῦ Θεοῦ ὡς τετρωμένος ὑπό τῆς ἀγάπης αὐτοῦ τοῦτον ἐκάλει καί προσωνόμαζε, Διονύσιον τόν μέγαν ἐν τούτῳ καί μιμούμενος καί ὁμοίως συναρπαζόμενος αὐτῷ ἀπό γῆς· καί γάρ ἐκείνῳ ταὐτόν ἐνεργούμενος ὑπό τοῦ Θείου Πνεύματος καί ὁ ὑψίνους οὗτος ἀνήρ ὡς πάντων τῶν αἴτιον τόν Θεόν ὁμοίως αὐτῷ πολυωνύμως ἐκ πάντων τῶν αἰτιατῶν ἀνύμνει λαμπρῶς, ὡς ἀγαθόν, ὡς καλόν, ὡς σοφόν, ὡς ἀγαπητόν, ὡς Θεόν θεῶν, ὡς Κύριον κυρίων, ὡς ἅγιον ἁγίων, ὡς αἰώνιον, ὡς ὄντα καί ὡς αἰώνων αἴτιον· ὡς ζωῆς χορηγόν, ὡς σοφίαν, ὡς νοῦν, ὡς λόγον, ὡς γνώστην, ὡς προέχοντα πάντας τούς θησαυρούς ἁπάσης γνώσεως, ὡς δύναμιν, ὡς δυνάστην, ὡς βασιλέα βασιλευόντων, ὡς παλαιόν ἡμερῶν, ὡς ἀγήρω καί ἀναλλοίωτον· ὡς σωτηρίαν, ὡς δικαιοσύνην, ὡς ἁγιασμόν, ὡς ἀπολύτρωσιν, ὡς ἐν μεγέθει πάντων ὑπερέχοντα καί ὡς ἐν αὔρᾳ λεπτῇ· καί ἐν ψυχαῖς καί ἐν σώμασι καί ἐν νοῖς αὐτόν εἶναι ἐν οὐρανῷ καί ἐν γῇ καί ἅμα ἐν ταὐτῷ τόν αὐτόν, ἐγκόσμιον, περικόσμιον, ὑπερκόσμιον, ὑπερουράνιον, ὑπερούσιον, ἥλιον, ἀστέρα, πῦρ, ὕδωρ, πνεῦμα, δρόσον, νεφέλην, αὐτόλιθον καί πέτραν, πάντα τά ὄντα, μηδέν ὄντα τῶν ὄντων.

5. Ὅθεν καί αὐτός ὁ πολύς τά θεῖα Διονύσιος ἐν τῷ Περί θείων ὀνομάτων συντάγματι, τῷ τρόπῳ καί τῇ πρός Θεόν ἐκστάσει τοῦ θεσπεσίου τούτου πατρός οἷα δι’ ὧν γράφει συμμαρτυρῶν, τοιάδε φησίν· οὕτως οὖν τῇ πάντων αἰτίᾳ καί ὑπέρ πάντα οὔσῃ καί τό ἀνώνυμον ἐφαρμόσει καί πάντα τά τῶν ὄντων ὀνόματα, ἵνα ἀκριβῶς ᾗ τῶν ὅλων βασιλεία καί περί αὐτήν ᾖ τά πάντα καί αὐτῆς ὡς αἰτίας, ὡς ἀρχῆς, ὡς πέρατος ἐξηρτημένα, καί αὐτή κατά τό λόγιον ᾗ τά πάντα ἐν πᾶσι καί ἀληθῶς ὑμνῆται πάντων ὑποστάτις. Καί μετ’ ὀλίγα· πάντα δέ ἁπλῶς καί ἀπεριορίστως ἐν ἑαυτῇ τά ὄντα προείληφε ταῖς παντελέσι τῆς μιᾶς αὐτῆς καί παναιτίου προνοίας ἀγαθότησι καί ἐκ τῶν ὄντων ἁπάντων ἐναρμονίως ὑμνεῖται καί ὀνομάζεται.

6. Καί γοῦν οὐ ταύτας μόνας οἱ θεολόγοι τάς θεωνυμίας πρεσβεύουσι τάς ἀπό τῶν παντελῶν ἤ τῶν μερικῶν προνοιῶν ἤ τῶν προνοουμένων, ἀλλά καί ἀπό τινων ἔσθ’ ὅτε θείων φασμάτων ἐν τοῖς ἱεροῖς ἀνακτόροις ἤ ἄλλοθί ποι τούς μύστας ἤ τούς προφήτας καταλαμψάντων κατ’ ἄλλας καί ἄλλας αἰτίας τε καί δυνάμεις ὀνομάζουσι τήν ὑπερφαῆ καί ὑπερώνυμον ἀγαθότητα καί μορφάς αὐτῇ καί τύπους ἀνθρωπικούς ἤ πυρίνους ἤ ἠλεκτρίνους περιτιθέασι καί ὀφθαλμούς αὐτῆς καί ὦτα καί πλοκάμους καί πρόσωπα καί χεῖρας καί μετάφρενα καί πτερά καί βραχίονας καί ὀπίσθια καί πόδας ὑμνοῦσι, στεφάνους τε καί θώκους καί ποτήρια καί κρατῆρας αὐτῇ καί ἄλλα ἄττα μυστικά περιπλάττουσιν.

7. Εἰς γάρ ἄκρον ὁ θεῖος οὗτος ἐκκαθαρθείς τήν ψυχήν, ὡς ἤδη τά πρός αὐτοῦ γεγραμμένα σάλπιγγος ἠχούσης μεγαλοφωνότερον ἐκβοᾷ, ἠξίωται καί μεγάλων ἀποκαλύψεων καί θεωριῶν ἀπορρήτων καί μυστικῆς ὁμιλίας καί ῥημάτων θείων ἄνωθεν αὐτῷ ξένως ἐνηχηθέντων καί συλλήβδην εἰπεῖν χάριτος ἀποστολικῆς, ὅλος πυρποληθείς ὑπό τοῦ θείου πυρός. Διό καί τῆς θύραθεν ἐπιστήμης τῶν λόγων πάντῃ ἄγευστος καί ἀμαθής ὤν ὑπέρ πάντα ῥήτορα καί σοφόν τῇ εὐροίᾳ τῶν λόγων καί τῇ τῶν νοημάτων δαψιλείᾳ τε καί πυκνότητι εἰς ὕψος ἐμεγαλύνθη σοφίας ὡς τά θεῖα τῷ ὄντι σοφός καί θεολόγος δογματικώτατος.

8. Καί οὐ θαῦμα· ἡ γάρ τοῦ Θεοῦ σοφία διήκει, κατά τόν εἰπόντα, καί χωρεῖ διά πάντων διά τήν καθαρότητα· ἀτμίς γάρ ἐστι τῆς τοῦ Θεοῦ δυνάμεως καί ἀπόρροια τῆς τοῦ παντοκράτορος δόξης εἰλικρινής· μία δέ, φησιν, οὖσα πάντα δύναται καί μένουσα ἐν ἑαυτῇ τά πάντα καινίζει καί κατά γενεάς εἰς ψυχάς ὁσίας μεταβαίνουσα φίλους Θεοῦ καί προφήτας κατασκευάζει· οὐδέν γάρ ἀγαπᾷ ὁ Θεός εἰ μή τόν σοφίᾳ συνοικοῦντα. Διά τοι τοῦτο καί τῶν λόγων τῆς σοφίας ἐπιθυμήσας ἐπόθησε τό κάλλος αὐτῆς· καί ποθήσας, κατά τόν Σολομῶντα, ἐζήτησε διά πόνων φιλοσοφίας τε καί ἀσκήσεως καί εὗρεν αὐτήν· καί εὑρών ηὔξατο μετά δακρύων ἐμπόνως καί ἐδόθη αὐτῷ φρόνησις· καί ἐπεκαλέσατο πίστει βεβαίᾳ καί ἦλθεν ἐπ’ αὐτόν πνεῦμα σοφίας· ὅθεν ἀκοίμητον ἔσχε διά βίου παντός τό ἐκ ταύτης ἀτεχνῶς φέγγος, δι’ οὗ ἄρα καί ἦλθεν ἐπ’ αὐτόν πάντα ὁμοῦ τά ἀγαθά τῆς αἰωνίου ζωῆς καί ἀναρίθμητος πλοῦτος σοφίας καί γνώσεως. Ἀμέλλει καί ἀδόλως παρά Θεοῦ μαθών τά ἀπόρρητα ἀφθόνως τοῖς πᾶσι ταῦτα γράφων παρέχει εἰς πνευματικήν εὐφροσύνην ὁμοῦ καί ὠφέλειαν· οὐ γάρ ὡς ἀγνώμων δοῦλος κατακρύπτει τό δοθέν αὐτῷ πρός Θεοῦ τάλαντον, ἀλλ’ ὡς πιστός οἰκονόμος τόν πλοῦτον, ὅν ἐδέξατο ἐξ αὐτοῦ, τῆς ἀκενώτου σοφίας εὐγνωμόνως κατά τό γεγραμμένον οὐ κατορύττει· ἀδόλως τε, φησίν, ἔμαθον ἀφθόνως τε μεταδίδωμι, τόν πλοῦτον αὐτῆς οὐκ ἀποκρύψομαι.

9. Ἔνθεν τοι καί ἄργυρος πεπυρωμένος οὖσα ἡ γλῶσσα αὐτοῦ καί δικαιοσύνης πλήρης ἡ ψυχή αὐτοῦ· τά χείλη αὐτοῦ οἷα δή τῷ ὄντι δικαίου ἠπίστατο ὑψηλά καί στόμα αὐτοῦ ἀπέσταζε χάριτας καί ἀπόρρητον σοφίαν Θεοῦ. Γέγονε δέ τοῦτο ἐκ πολλῆς ἀληθῶς ταπεινοφροσύνης καί καθαρότητος· στόμα γάρ, φησί, ταπεινῶν μελετήσει σοφίαν καί ἐν καρδίᾳ ἀγαθῇ ἀνδρός σοφία, ἐν δέ καρδίᾳ ἀφρόνων οὐ διαγινώσκεται. Εἶχε γάρ, ταπεινοφροσύνης ὤν ἔμπλεως, διηνεκῶς ἐν μελέτῃ καρδίας τήν τοῦ Θεοῦ σοφίαν, κατά τό εἰρημένον, ἥτις τοῖς ταπεινοῖς τήν καρδίαν, καί οὐ τοῖς ἄφροσι τοῦ κόσμου σοφοῖς καθόλου διαγινώσκεται, καί τό φῶς ἀεί τοῦ Θεοῦ ἦν ἀληθῶς ἡ πνοή αὐτοῦ· ὅ δίκην λύχνου ἔχων ἐν διανοίᾳ, ἅ ἑώρων οἱ ὀφθαλμοί αὐτοῦ νοερῶς, ὡς τό λόγιον, ἔλεγέ τε καί ἀριδηλότατα μετά γνώσεως ἔγραφεν· ἅ, φησίν, εἶδον οἱ ὀφθαλμοί σου, λέγε· καί λέγων ὕμνει σαφέστατα ἐκ τῶν ὄντων τό θεῖον, ὡς ὄν κοινόν πάντων τῶν ὄντων. Οὐ γάρ ἀκοινώτητόν ἐστι καθόλου τό ἀγαθόν οὐδενί τῶν ὄντων, ὥς φησιν ὁ τά θεῖα πολύς Διονύσιος, ἀλλ’ ἐφ’ ἑαυτοῦ μονίμως τήν ὑπερούσιον ἱδρῦσαν ἀκτῖνα ταῖς ἑκάστου τῶν ὄντων ἀναλόγοις ἐλλάμψεσιν ἀγαθοπρεπῶς ἐπιφαίνεται καί πρός τήν ἐφικτήν αὐτοῦ θεωρίαν καί κοινωνίαν καί ὁμοίωσιν ἀνατείνει τούς νοερούς νόας, ὡς θεμιτόν αὐτῷ καί ἱεροπρεπῶς ἐπιβάλλοντας.

Τοιγαροῦν καί κατά πάντα τοῖς πρός αὐτοῦ θεολόγοις ἑπόμενος, τό μέν ὑπέρ νοῦν καί φύσιν τῆς θεότητος κρύφιον ἀνεξερευνήτοις ὕμνει καί ἱεραῖς νοός εὐλαβείαις, ὥς φησι περί θεολόγων ἀνθρῶν Διονύσιος, τά δέ ἄρρητα σιγῇ τῇ σώφρονι διόλου τιμῶν ἐπί τάς ἐλλαμπούσας αὐτῷ ἐν τοῖς ἱεροῖς νοήμασιν αὐγάς ἀνετείνετο κἀκεῖθεν πλουσίως καταλαμπόμενός τε καί φωτιζόμενος πρός τούς θεαρχικούς καί θεοπρεπεῖς ὕμνους καί πρός τάς ἱεράς ὑμνολογίας ὑπ’ αὐτῶν ὑπερκοσμίως ἐτυποῦτο πρός τό καί ὁρᾶν τά συμμέτρως αὐτῷ δι’ αὐτῶν δωρούμενα θεαρχικά φῶτα καί τό ἀγαθοδότην Κύριον ὡς ἁπάσης ἱερᾶς ἀρχῆς καί φωτοφαενίας αἴτιον ἐρωτικῶς ἀνυμνεῖν.

Παλαιόν δέ ἄρα τοῦτο καί ἀρχέγονον σοφίας εἶδος καί ἀποτέλεσμα· τοῖς γάρ παλαιοῖς καί πιστοῖς, τήν πάτριον πάλαι φιλοσοφοῦσι φιλοσοφίαν, ἄνωθεν ἡ θείας χάρις τοῦ Πνεύματος οὕτω δι’ ὑπερβολήν συγγινομένη καθάρσεως πρός ὕμνους ἐρωτικούς τε καί θείους καί πρός μέτρα λόγων παντοίων ἐκίνει τάς διανοίας αὐτῶν. Ἐκ δή τούτου ποιηταί ᾀσμάτων καί ὕμνων καί μελῶν θείων τοῖς τηνικαῦτα θαυμασίως ἐδείκνυντο· οὐκ ἐκ μαθημάτων δέ ἀναγωγῆς καί τελείας τῶν λόγων ἀσκήσεως πρός τοῦτο σοφῶς τε καί συνήθως ἀπετελοῦντο, ἀλλ’ ἐκ φιλοσοφίας τῶν τῆς ψυχῆς τρόπων καί ἐξ ἄκρας ἀσκήσεως καί φυλακῆς τῶν γενικῶν ἀρετῶν . Εἴ τῳ δέ φίλον τό εἰρημένον ἐξ ἐγγράφου πιστωθῆναι αἰτίας, Φίλωνι τῷ Ἰουδαίῳ ἐν τῷ οὕτω πως εἰ γεγραμμένῳ λόγῳ αὐτοῦ Περί βίου θεωρητικοῦ ἤ περί ἱκετῶν ἐντυχέτω καί εἴσεται τό τοῦ λόγου πιστόν ἐξ αὐτῆς. Ἵνα δέ βραδύ τι καί ἡμεῖς λόγιον ἐκεῖθεν ἀναλαβώμεθα πρός τήν τοῦ λόγου βεβαίωσιν, φησίν ἐκεῖνο ὡδί· ὥστε, φησίν, οὐ θεωροῦσι μόνον τά ὑψηλά νοός ἐπιβολαῖς καθαροῦ, ἀλλά καί ποιοῦσιν ᾄσματα καί ὕμνους εἰς τόν Θεόν διά παντοίων μέτρων καί μελῶν, ἀριθμοῖς σεμνοτέροις ἀναγκαίως χαράσσοντες.

Ἅ γοῦν καί τούτῳ δή τῷ πατρί ἐν θεωρυμίαις ὕμνηται θεοφράστως, ταῦτα, φησί Διονύσιος ὁ μέγας, πρός τῶν θείων λογίων μεμύηται, καί πᾶσαν, ὡς εἰπεῖν, τήν ἱεράν τῶν θεολόγων ὑμνολογίαν εὑρήσει τις, ἐπιπόνῳ δηλαδή ψυχῇ καί καθαρᾷ διανοίᾳ τάς θείας γραφάς, ἐρευνῶν, πρός τάς ἀγαθουργούς προόδους τῆς θείας φύσεως ἐκφαντορικῶς καί ὑμνητικῶς τάς θεωνυμίας διασκευάζουσαν, Εἶτα τόν λόγον ἡμῶν τρανότερον ἐπιβεβαιούμενος οὕτω σαφῶς ἐπιφέρει περί τῶν εἰρημένων ὁ αὐτός καί αὖθις φησι· ταύταις οἱ θεοειδεῖς ἀγγελομιμήτως, ὡς ἐφικτόν, ἑνούμενοι νόες, ταῖς θείαις δηλονότι τῶν ἀγγέλων δυνάμεσιν, ἐπειδή κατά πάσης νοερᾶς ἐνεργείας ἀπόπαυσιν ἡ τοιάδε γίνεται τῶν ἐκθεουμένων νόων πρός τό ὑπέρθεον φῶς ἕνωσις, ὑμνοῦσιν αὐτό κυριώτατα διά τῆς πάντων τῶν ὄντων ἀφαιρέσεως, τοῦτο ἀληθῶς καί ὑπερφυῶς ἐλλαμφθέντες ἐκ τῆς πρός αὐτό μακαριωτάτης ἑνώσεως· ὅτι πάντων μέν ἐστι τῶν ὄντων αἴτιον, αὐτό δέ οὐδέν, ὡς πάντων ὑπερουσίως ἐξῃρημένον.

Εἰδώς οὖν ὁ θεῖος τοῦτο πατήρ Συμών, οἷα δή σοφός θεολόγος, καί ὡς ἀνώνυμον τήν θείαν καί ὑπέρ φύσιν φύσιν ἀνύμνει καί ὡς παντός ὀνόματος ὀμοναζομένου αἰτίαν καί ἀνωνύμως ὑπεριδρυμένην τῶν πάντων ἐθεολόγει· νῦν μέν, ὅσα τῆς παρούσης ἐστί πραγματείας, ἐκ τῶν θεολογιῶν συνάγων καί ὥσπερ τινί κανόνι τοῖς εἰρημένοι χρώμενος πρός αὐτά σκοπῶν ἐπί τήν ἀνάπτυξιν τῶν νοητῶν θεωνυμιῶν προήρχετο· νῦν δέ θεοπτικῇ διανοίᾳ τάς θεοφανεῖς ἐποπτεύων ἐμφάσεις καί θεωρίας, τοῖς ἁγίοις τά ἅγια κατά τήν θείαν τοῦ Ἀποστόλου παράδοσιν παρατιθέμενος, ἀνετάττετο καί τά πρός αὐτοῦ ἱερῶς ἐποπτευθέντα θεῖα θεάματα τοῖς μετ’ αὐτόν χρεωστικῶς, ὡς πρῶτος πρός δευτέρους καί ὑφειμένους, ἀφθόνως ἐν συμμετρίᾳ τῇ κατ’ αὐτούς ὑπέδειξε καί κατ’ ἀξίαν τά ἱερά τοῖς ἐπιστημονικῶς καί ὁλοκλήρως μετασχοῦσι τῆς ἱερατικῆς τελειώσεως μετέδωκε, τῶν ἀμύστων αὐτά γελώτων καί ἐμπαιγμῶν ἐξαιρούμενος, μᾶλλον δέ αὐτούς ἐκείνους, εἴπερ τινές τοιοῦτοί εἰσιν ἄνθρωποι, τῆς ἐπί τούτῳ θεομαχίας ἀπολυτρούμενος, μή ἔκφορα ταῦτα ποιῶν τοῖς πολλοῖς, ἕως ἄν ἐν τοῖς ζῶσιν ἦν καί ἐφαίνετο, κἄν τούτῳ τῷ μεγάλῳ Διονυσίῳ πειθόμενος οὕτω πρός Τιμόθεον γράφοντι· ὅρα δή, φησίν, ὅπως οὐκ ἐξορχήσῃ τά ἅγια τῶν ἁγίων, εὐλαβηθήσῃ δέ καί τά τοῦ κρυφίου Θεοῦ ταῖςνοεραῖς καί ἀοράτοις γνώσεσει τιμήσεις, ἀμέθεκτα μέν αὐτά καί ἄχραντα τοῖς ἀτελέστοις διατηρῶν, ἱεροῖς δέ μόνοις τῶν ἱερῶν μεθ’ ἱερᾶς ἐλλάμψεως ἱεροπρεπῶς κοινωνῶν.

Οὕτω γάρ ὡς ἡ θεολογία καί τοῖς θιασώταις ἡμῖν παραδέδωκε, ταῦτα καί ἡμεῖς, ὡς αὐτῷ μαθητευθέντες καί τό ὕψος καί βάθος καί πλάτος τῆς αὐτοῦ σοφίας εἰδότες, διά τῶν εἰρημένων καί τοῦ παρόντος λόγου τῶν πάντῃ χοντρῶν καί ἀμύστων διαστέλλομεν καί ἀνέκφορα τούτοις εἶναι βουλόμεθα, μόνοις ἐκείνοις ταῦτα δηλαδή σαφῶς ἀναπτύσσοντες τοῖς τά ὦτα πεπετασμένα ἱερῶς ἔχουσιν ἐξ ἐπιμελείας τῶν τρόπων καί συνέσεως θείας καί ἁγίοις ἄντικρυς οὖσιν ἔκ τε τοῦ βίου καί τῆς ἄνωθεν γνώσεως· τοῦτο γάρ καί Παῦλος ὁ θεῖος βούλεται πρός Τιμόθεν οὕτω γράφων· ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοί ἔσονται καί ἑτέρους διδάξαι.

Ὁ γοῦν πρός θεωρίαν ἐκ φιλοσόφου πράξεως ἀναδραμόντες καί εἰς βάθος θεολογικῶν ἐννοιῶν ἀνελθόντες πίστει πρός ταῦτα τήν τῆς ψυχῆς ἔρευναν δότωσαν, καί πολλήν αὐτόθεν, εὖ οἶδα, τρυγήσουσι τήν ὠφέλειαν· οἱ δέ γε λοιποί, ὧν ὁ νοῦς εἰς πολλάς ἑτερότητας διεσκέδασται καί σκότει ἀγνωσίας ἐζόφωτοι, οἱ μηδέ ὅ τι ποτέ ἐστι πρᾶξις καί θεωρίας καί θείων ἀποκάλυψις μυστηρίων εἰδότες, τῆς ἀναγνώσεως τῶν ἐνταῦθα γεγραμμένων ἀλλοτριούσθωσαν· ἀχώρητον γάρ τήν διάνοιαν ἔχοντες τῶν ὑψηλῶν καί λόγων ἀποκαλύψεων τά θεῖα καταπατεῖν εἰώθασι καί κοινοῦν, πρός μηδέν τῶν ὑπέρ ἡμᾶς ἀνανεύειν δυνάμενοι.

Ἄλλως τε δέ καί ἐπεί πᾶσα ψυχή εἰς ἄκρον ἐκκαθαρθεῖσα καλῶς, ἀθάνατος οὖσα καί νοερά, δυνάμει θείᾳ πρός ἀγγελικάς ζωάς ἀνατείνεται κατά τόν ἱεροφάντην Διονύσιον οὕτω λέγοντα· ἡνίκα γάρ εἰς ἑαυτόν κατά κυκλικήν κίνησιν καί ἑνοειδῆ συνέλιξιν ἀπό τῶν ἔξω τῶν νοερῶν αὐτῆς δυνάμεων γένηται, ὥσπερ ἔν τινί κύκλῳ τό ἀπλανές αὐτῇ ἡ θεία δωρουμένη ἀγαθαρχία καί ἀπό τῶν πολλῶν, τῶν ἔξωθεν, αὐτήν ἐπιστρέφουσα καί συνάγουσα πρῶτον εἰς ἑαυτήν, εἶτα ὡς ἑνοειδῆ γενομένην ἑνοῦσα ταῖς ἑνιαίως ἡνωμέναις δυνάμεσι τῶν ἀγγέλων· δι’ αὐτῶν γάρ ὡς ἀγαθῶν καθηγεμόνων (μετά τούς ἱερούς καί ἁγίους νόας αἱ ψυχαί καί ὅσα ψυχῶν ἀγαθά) ἐπ’ αὐτήν τήν πάντων ἀγαθῶν ἀγαθαρχίαν ἀνάγεται καί τῶν ἐκεῖθεν ἐκβλυζομένων ἀλλάμψεων ἐν μετουσίᾳ γίνεται κατά τήν ἀναλογοῦσαν ἐν αὐτῇ κάθαρσιν καί τῆς τοῦ ἀγαθοειδοῦς δωρεᾶς, ὁπόση δύναμις, μετέχει πλουσίως, οὐκ οἴομαι δίκαιον εἶναι κινδυνεύειν ταύτης τάς ὑψηλάς θεωρίας καί ἐρωτικάς θεολογίας ἀπιστεῖσθαι εἰς ἀκοάς πιπτούσας ὑπό φθόνου βεβυσμένας καίἀπιστίας, ἤ μᾶλλον εἰπεῖν εἰς ψυχάς σκότει ἀγνωσίας σφόδρα κεκαλυμμένας καί ὑπό ἡμιόνων καί ὄνων ἤ δρακόντων καταπατουμένας καί ὄφεων, τῶν ἀκαθάρτων λέγων καί ὀλεθρίων παθῶν· τά γάρ ἅγια ἀμέθεκτά εἰσι πᾶσι τοῖς τόν κυνώδη βίον καί χοιρώδη βιοῦσιν, οἷς οὐ δίδονται ταῦτα, ὡς τό λόγιον, οὔτε μήν οἱ μαργαρῖται ῥιπτοῦνται τοῦ λόγου, τοῖς δέ πρός τό ἴσον ἐξ ἄκρας ἀναγομένοις καθάρσεως τῆς ἁγιότητος μεθεκτά τε εἰσί μεθ’ ἡδονῆς ἀφάτου καί θείας καί ἀναδοτικά τῆς ἐπ’ αὐτά σοφίας τε καί ὑψώσεως ὡς φῶτα φανά καί πυρός τοῦ θείου γεννήματα.

Εἶεν, ἐπεί δέ πρός τοσοῦτον ὕψος ἀνήχθη ἡ θεία τῷ ὄντι καί καθαρωτάτη ψυχή τοῦ καθηγεμόνος ἡμῶν καί τοιούτων ἐμφάσεων ἠξιώθη καί τοιαύτης χάριτος τῆς τῶν ἁλιέων καί ἀποστόλων καί ἐπ᾿αὐτήν τήν πάντων ἀγαθαργίαν ἔφθασε τῇ λαμπρότητι τῆς ἐμπύρου διανοίας αὐτῆς, ἔνθα πᾶσαι ψυχαί τῶν δικαίων ἀνάγονται, καί ἐν μετουσίᾳ τῶν ἐλλάμψεων ταύτης πλουσίως ἐγένετο, καθά δή καί τά ποιήματα καί οἱ ἔρωτες τῶν θείων ὕμνων ἐκβοῶσιν αὐτοῦ, πῶς οὐχ ἁγία τῷ φύσει ἁγίῳ καί τοῖς πάλαι ἁγίοις ἀνακραθεῖσα ὡς φωτί φῶς καί πυρί πῦρ καί ἡλίῳ ἀκτίς, τά δεύτερα τοῖς πρώτοις καί τά ἐν εἰκόσι καί τύποις τοῖς ἀρχετύποις καί ἀληθείαις; Πῶς οὐχ ὑμνητέα καί ὕμνων καί ἐγκωμίων πάντων ἀξία, ἡ ὑπέρ ταῦτα καί ὑπέρ πᾶσαν δόξαν ὁμοῦ γεηράν τε καί ἀνθρωπίνην; Πιπτέτω φθόνος ὁ τοῖς ἀεί νεμεσῶν, καί ὑμνείσθω καί εὐφημείσθω ὁ ὕμνων καί ἐγκωμίων παντοίων ἐπάξιος Συμεών, καθό καί ἐν τῷ ῾Κατά ἁγιοκατηγόρων’ λόγῳ μετά χρήσεων ἱερῶν πλατύτερον ἐξεθέμεθα. Εἰ γάρ αἱ ἀποκαλύψεις αὗται καί αἱ φωναί οὐ φωναί Θεοῦ οὐδέ ψυχῆς ἀποθεωθείσης καί γενομένης ἔξω πάσης τοῦ κόσμου αἰσθήσεως καί ὅλης καθόλου ἁγίας, σχολῇ γ’ ἄν ἄλλο τι τῶν ἀνθρωπίνων καί πρός ἡμῶν τελουμένων διά πάσης σπουδῆς εὐαπόδεκτον ἀποδειχθείη Θεῷ καί ἀνθρώποις ἐπαινετόν, ὅ μή σοφίᾳ καί γνώσει τῇ ἀνωτάτῳ Θεοῦ τό ἐπίδοξον καί λαμπρόν ἐπιφέρεται.

Ταῦτα τοίνυν διά τούς φθόνῳ πρός τά καλά καί ἀπιστίᾳ καί ἀγνωσίᾳ κεκρατμένους ἡμῖν προετέθη τῶν ἐρωτικῶν καί θείων ὕμνων τοῦ διδασκάλου, ἵν’ ἤ κατά πρώτην εὐθύς ἐπιβολήν ἐντυγχάνοντες τούτοις κρείττονες γένοιντό ποτε καί φθόνου καί βασκανίας ἀνώτεροι, καί δοξάσωσιν, ὡς ἐφικτόν, τόν ἐν πράξει καί λόγῳ καί θεωρίᾳ δοξάσαντα τόν Θεόν καί τό ὄνομα τό ὑπέρ πᾶν ὄνομα ἐν τοῖς ἑαυτοῦ μέλεσιν ἁγιάσαντα, ἤ ὡς τῶν καλῶν ἄγευστοι καί πάντῃ ἀχώρητοι τῶν ὑψηλῶν θεαμάτων διά τήν αὐτοῖς προσοῦσαν παχύτητα τῆς ἐγχειρήσεως καί τῆς τῶν γεγραμμένων ἐνταῦθα περιέργου ἐρεύνης ἀπόσχοιντο.



Ἑπόμενο: Ο ΠΙΝΑΞ ΤΩΝ ΘΕΙΩΝ ΕΡΩΤΩΝ
Προηγούμενο: ΤΟΜΟΣ ΤΡΙΤΟΣ - ΥΜΝΟΙ ΕΠΙΣΤΟΛΑΙ
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος