Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Β΄ Τίς ἡ ἐπί τῷ πατρί τούτῳ γενομένη ἀλλοίωσις καί πῶς καθαρθείς εἰς ἄκρον ἡνώθη Θεῷ καί οἷος ἐξ οἵου ἐγένετο, οἱ πρός Θεόν ἐρωτικοί αὐτοῦ λόγοι δηλοῦσιν ἐνταῦθα· ὅς καί θεολογῶν λέγει πρός τό τέλος περί ἀγγέλων.
Προηγούμενο: ΕΥΧΗ ΜΥΣΤΙΚΗ δι’ ἧς ἐπικαλεῖται τό Πνεῦμα τό Ἅγιον ὁ αὐτό προορῶν.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

Α'. Περί θείας ἐλλάμψεως καί φωτισμοῦ Πνεύματος Ἁγίου· καί ὅτι εἷς τόπος ὁ Θεός, ἐν ᾧ μετά πότμον τήν ἀνάπαυσιν πάντες οἱ Ἅγιοι ἔχουσι· καί ὅτι ὁ τοῦ Θεοῦ ἐκπίπτων ἐν ἑτέρῳ τόπῳ οὐχ ἕξει τήν ἀνάπαυσιν ἐν τῇ μελλούσῃ ζωῇ.

  
Τί τό φρικτόν μυστήριον, ὅ ἐν ἐμοί τελεῖται;
Λόγος ἐκφράζειν οὐδαμῶς ἰσχύει, οὐδέ γράφειν 
ἡ χείρ μου ἡ ταλαίπωρος εἰς ἔπαινον καί δόξαν 
τοῦ ὄντος ὑπέρ ἔπαινον, τοῦ ὄντος ὑπέρ λόγον. 
Εἰ γάρ τά νῦν τελούμενα ἐν ἐμοί τῷ ἀσώτῳ
ἄρρητα, ἀνεκλάλητα πέλουσι, πῶς ἐκεῖνος, 
ὁ τῶν τοιούτων παροχεύς καί ποιητής, εἰπέ μοι, 
ἔπαινον χρῄζει παρ’ ἡμῶν ἤ δόξαν προσλαβέσθαι; 
Οὐδέ γάρ δοξασθήσεται ὁ ὤν δεδοξασμένος,
ὡς οὐδέ λαμπρυνθήσεται ἤ φωτός μεταλάβοι
ὁ παρ’ ἡμῶν βλεπόμενος ἥλιος ἐν τῷ κόσμῳ· 
φωτίζει, οὐ φωτίζεται· φαίνει, φῶς οὐ λαμβάνει.
Ἔχει γάρ, ὅπερ ἔλαβεν, ἐξ ἀρχῆς, ἐκ τοῦ κτίστου.
Εἰ οὖν ποιήσας ἥλιον Θεός ὁ πάντων κτίστης
ἀνενδεῆ πεποίηκεν, ἄφθονον σέλας φαίνειν 
καί μηδαμῶς παρά τινος ἄλλου πλείονος χρῄζειν, 
πῶς δόξαν λάβοι παρ’ ἐμοῦ τοῦ τεταπεινωμένου; 
Ἀνενδεής γάρ παντελῶς ὁ τοῦ ἡλίου κτίστης, 
ὁ ἐμπιπλῶν τά σύμπαντα τῶν ἀγαθῶν ἁπάντων 
νεύματι βουλήματι τήν ἰσχύν κεκτημένος. 
Ἐν τούτῳ καί ἡ γλῶσσά μου ἐξαπορεῖ ῥημάτων 
καί τά τελούμενα ὁ νοῦς ὁρᾷ, οὐχ ἑρμηνεύει· 
βλέπει καί βούλεται εἰπεῖν καί λόγον οὐχ εὑρίσκει·
ἀόρατα γάρ καθορᾷ, ἀνείδεα εἰς ἅπαν, 
ἁπλᾶ, πάντῃ ἀσύνθετα, ἄπειρα τῷ μεγέθει. 
Οὔτε ἀρχήν γάρ καθορᾷ, οὐ τέλος ὅλως βλέπει;
Ἀνακεφαλαιούμενον ὅλον, δοκῶ, ὁρᾶται· 
οὐ τῇ οὐσίᾳ πάντως δέ, ἀλλά τῇ μετουσίᾳ. 
Ἐκ τοῦ πυρός ἀνάπτεις γάρ καί πῦρ ὅλον λαμβάνεις, 
κἀκεῖνο μένει ἄτμητον, ἀνέκλειπτον ὡς πρῴην, 
πλήν τό μεταδιδόμενον χωρίζεται τοῦ πρώτου
καί εἰς λαμπάδας γίνεται πολλάς·σωματικόν γάρ. 
Ἐκεῖνο δέ πνευματικόν, ἀμέριστον ὑπάρχον, 
καί παντελῶς ἀχώριστον καί ἄτμητον ὑπάρχει· 
οὐ γάρ μεταδιδόμενον εἰς πολλά διαιρεῖται, 
ἀλλά καί μένει ἄτμητον καί ἐν ἐμοί ὑπάρχει· 
ἐξανατέλλει ἐν ἐμοί ἔνδοθεν τῆς ταλαίνης
καρδίας μου ὡς ἥλιος ἤ ὡς δίσκος ἡλίου
σφαιροειδής διεκνύμενος, φωτοειδής, ὡς φῶς γάρ.
Οὐκ οἶδα, καθώς εἴρηται, τί εἴπω περί τούτου, καί ἤθελον τοῦ 
σιωπᾶν, εἴθε καί ἐδυνάμην, ἀλλά τό θαῦμα φρικτόν κινεῖ μου 
τήν καρδίαν 
καί ἐξανοίγει στόμα μου τό κατεσπιλωμένον,
καί μή βουλόμενον ποιεῖ λαλεῖν μέ τε καί γράφειν.
Ὁ ἀνατείλας ἄρτι μου ἐν σκοτεινῇ καρδίᾳ,
ὁ δείξας μοι θαυμάσια, ἅ ὀφθαλμοί οὐκ εἶδον, 
ὁ κατελθών καί ἐν ἐμοί ὡς εἰς ἔσχατον πάντων, 
ὁ ἀποστόλου μαθητήν καί υἱόν ἀποδείξας 
ἐμέ, ὅν εἶχεν ὁ δεινός δράκων καί βροτοκτόνος
τό πρίν ἐργάτην ὑπουργόν πάσης παρανομίας, 
ὁ πρό αἰώνων ἥλιος ὁ ἐν τῷ ᾅδη λάμψας, 
ὕστερον καί φωτίσας μου ψυχήν ἐσκοτισμένην 
καί χαρισάμενος ἐμοί ἀνέσπερον ἡμέραν, 
τό δύσπιστον τοῖς κατ’ ἐμέ ὀκνηροῖς καί ῥαθύμοις,
ὁ πλήσας πάντων ἀγαθῶν τήν ἐν ἐμοί πτωχείαν,
αὐτός καί λόγον δώρησαι καί ῥήματα παράσχου
τοῦ πᾶσι  διηγήσασθαι τάς σάς τερατουργίας
καί ἅπερ σήμερον ποιεῖς μεθ’ ἡμῶν τῶν σῶν δούλων,
ἵνα καί οἱ καθεύδοντες ἐν σκότει ῥαθυμίας
καί λέγοντες· Ἀδύνατον ἁμαρτωλούς σωθῆναι
καί, ὥσπερ Πέτρον καί λοιπούς ἀποστόλους, ἁγίους, 
ὁσίους καί δικαίους τε, αὐτούς ἐλεηθῆναι, 
γνώσωσι καί μαθήσωνται, ὅτι εὔκολον τοῦτο 
τῇ ἀγαθότητι τῇ σῇ ἦν καί ἐστί καί ἔσται! 
Καί οἱ δοκοῦντες ἔχειν σέ, τό φῶς παντός τοῦ κόσμου, 
καί μή βλέπειν σε λέγοντες, μή ἐν φωτί διάγειν, 
μή λάμπεσθαι, μή καθορᾶν ἀενάως σε, Σῶτερ, 
μάθωσιν, ὡς οὐκ ἔλαμψας αὐτῶν ἐν διανοίᾳ,
οὐδέ κατῴκησας αὐτῶν τήν ῥυπαράν καρδίαν
καί μάτην ἐπαγάλλωνται ἐπί κεναῖς ἐλπίσιν
οἰόμενοι θεάσασθαι τό φῶς σου μετά τέλος. 
Ὁ ἀραββών ἐντεῦθεν γάρ, ἡ σφραγίς πάντως ὧδε
παρά σοῦ, Σῶτερ, δίδοται τοῖς δεξιοῖς προβάτοις·
εἰ γάρ ἑκάστου θάνατος ὁ συγκλεισμός τυγχάνει
μετά τέλος ἄπρακτα πᾶσιν ἐπίσης ἔστι
καί οὔτε φαῦλον ἤ καλόν δύναταί τις ποιῆσαι,
Σωτήρ μου, πάντως ἕκαστος, ὡς εὑρεθῇ, καί ἔσται.
Τοῦτο φοβεῖ με, Δέσποτα, τοῦτο ποιεῖ με τρέμειν,
τοῦτο ἐκτήκει ἅπαντα τά αἰσθητήριά μου,
ὅτι τυφλός ἀποθανών καί μεταστάς ἐκεῖσε 
οὐκέτι τοῦτον ἥλιον αἰσθητῶς θεωρήσει,
εἰ καί τό φῶς τῶν ὀφθαλμῶν ἀναστάς πάλιν λάβοι·
οὕτως οὐδ’ ὁ τόν νοῦν ἔχων τυφλόν, εἰ ἀποθάνοι, 
τόν νοητόν θεάσεται ἥλιόν σε, Θεέ μου,
ἀλλά ἐκ σκότους ἐξελθών πρός σκότος ἐνδημήσει
καί εἰς αἰῶνας ἔσεται ἐκ σοῦ κεχωρισμένος. 
Μηδείς ἀνθρώπων, Δέσποτα, τῶν εἰς σέ πιστευόντων,
μηδείς τῶν εἰς τό ὄνομα τό σόν βεβαπτισμένων 
τό μέγα τοῦτο καί φρικτόν ὑποστήσεται βάρος 
τοῦ χωρισμοῦ σου, εὔσπλαχνε· δεινή γάρ αὕτη θλῖψις,
δεινή, ἀνυπομόνητος, αἰώνιος ἡ λύπη.
Τί γάρ καί χεῖρον ἔσεται τοῦ χωρισμοῦ σου, Σῶτερ; 
Τί δέ ὀδυνηρότερον ζωῆς διαζευχθῆναι
καί ζῆν ἐκεῖθεν ὡς νεκρός ζωῆς ἐστερημένος,
ἁπάντων τε τῶν ἀγαθῶν ὁμοῦ ἀποστερεῖσθαι;
Σοῦ γάρ ὁ χωριζόμενος παντός καλοῦ στερεῖται·
οὐ γάρ, ὡς ἔστιν ἐπί γῆς τά νῦν, ἔσται καί τότε·
νῦν γάρ οἱ ἀγνοοῦντές σε σωματικῶς τρυφῶσιν
ἐνταῦθα καί ἀγάλλονται ὡς ἄλογα σκιρτῶντες,
ἅπερ δέδωκας ἔχοντες εἰς ἀπόλαυσιν βίου
καί ταῦτα μόνα βλέποντες, οὕτως εἶναι δοκοῦσι 
καί τά μετά τήν ἔξοδον τῆς ψυχῆς καί τοῦ βίου.
Ἀλλά κακῶς τεκμαίρονται, ἀλλά κακῶς φρονοῦσιν
οἱ λέγοντες μή μετά σοῦ, ἀλλ’ ἐν ἀνέσει εἶναι
καί τόπον ἑτοιμάζοντες τινά - ὤ ἀφροσύνης! - 
μήτε φωτός μετέχοντα καί σκότους ἀμοιροῦντα,
τῆς βασιλείας ἔξωθεν, ἀλλά καί τῆς γεέννης,
καί τοῦ νυμφῶνος πόρρωθεν καί τοῦ πυρός τῆς δίκης,
ἐν ᾧ καί οἱ ταλαίπωροι εὔχονται καταντῆσαι
καί λέγουσι μή χρῄζειν σου τήν αἰώνιον δόξαν 
ἤ βασιλείαν οὐρανῶν, ἀλλ’ ἐν ἀνέσει εἶναι.
Φεῦ τῆς αὐτῶν σκοτώσεως, φεῦ τῆς αὐτῶν ἀγνοίας, 
φεῦ τῆς ταλαιπωρίας τε καί τῶν κενῶν ἐλπίδων! 
Οὐδαμοῦ τοῦτο γέγραπται, οὐδέ γάρ ἔσται τοῦτο,
ἀλλ’ ἐν φωτί μέν ἀγαθῶν οἱ πεπραχότες θεῖα,
ἐν σκότει δ’ ἔσονται ποινῶν οἱ τῶν φαύλων ἐργάται,
μέσον δέ χάσμα φοβερόν ἑκατέρους διεῖργον,
ὡς αὐτός σύ ἐδίδαξας, ὁ ἑτοιμάσας ταῦτα.
Τῷ γάρ μέσον ἐμπίπτοντι ἀνθρώπῳ ὑπέρ πᾶσαν
βάσανον ἔσται φοβεράν τοῦτο καί τιμωρίαν, 
εἰς ἄββυσον κολάσεων , εἰς χάος ἀπωλείας
ἐγκυβιστῶντι δυστυχῶς καί καταφερομένῳ,
οὗ ἐπιβῆναι δυσχερές τοῖς οὖσιν ἐν βασάνοις,
ἵνα διαπεράσωσιν ἐν τῇ γῇ τῶν δικαίων,
οἵ προαιροῦνται ἐν πυρί δεινῶς ἀποτεφροῦσθαι
ἤ γάρ εἰς χάος τό φρικτόν ἑαυτούς ἐπιρρῖψαι.
Οἱ οὖν ἐκεῖ εὐχόμενοι γενέσθαι μετά πότμον
πολλῶν δακρύων ἄξιοι τυγχάνουσι καί θρήνων,
ὅτι ὡς κτήνη ἄλογα ὅλως ἀναισθητοῦσι
καί ἑαυτῶν κατεύχονται καί ἑαυτούς πλανῶσιν.
Σύ βασιλεία οὐρανῶν, σύ γῆ, Χριστέ, πραέων,
σύ χλόης ὁ παράδεισος, σύ ὁ νυμφών ὁ θεῖος, 
σύ ὁ παστός ὁ ἄρρητος, σύ ἡ τράπεζα πάντων,
σύ εἶς ὁ ἄρτος τῆς ζωῆς, σύ καινότατον πόμα,
σύ καί ὁ κρατήρ τοῦ ὕδατος, σύ καί ζωῆς τό ὕδωρ, 
σύ καί λαμπάς καθ’ ἕκαστον ἄσβεστος τοῖς ἁγίοις, 
σύ καί χιτών καί στέφανος καί διαιρῶν στεφάνους,
σύ καί χαρά καί ἄνεσις, σύ τρυφή τε καί δόξα,
σύ καί ἡ ἀγαλλίασις, σύ καί ἡ εὐφροσύνη, 
καί λάμψει ὥσπερ ἥλιος ἡ χάρις σου, Θεέ μου, 
τοῦ Παναγίου Πνεύματος ἐν πᾶσι τοῖς ἁγίοις,
καί λάμψεις ὁ ἀπρόσιτος ἥλιος τούτων μέσον
καί πάντες ἐλλαμφθήσονται κατά ἀναλογίαν 
τῆς πίστεως, τῆς πράξεως, ἐλπίδος καί ἀγάπης,
καθάρσεως καί φωτισμοῦ τοῦ ἐκ τοῦ Πνεύματός σου,
Θεέ, μόνε μακρόθυμε καί κριτά τῶν ἁπάντων, 
οἷς μοναί λογισθήσονται διάφοροι καί τόποι,
τά μέτρα τῆς λαμπρότητος, τά μέτρα τῆς ἀγάπης, 
τῆς θεωρίας τε τῆς σῆς, τό πόσον ἔσται πάλιν
μεγαλειότητος αὐτῆς δόξα, τρυφή καί κλέος
εἰς διαιρέσεις οἰκιῶν καί μονῶν παραδόξων.
Τοῦτο σκηναί διάφοροι, τοῦτο  πολλαί οἰκίαι,
τοῦτο στολαί λαμπρόταται πολλῶν ἀξιωμάτων
καί στέφανοι παμποίκιλοι, λίθοι καί μαργαρῖται
καί ἄνθη τά ἀμάραντα ξένην ἔχοντα θέαν· 
τοῦτο καί κλίναι καί στρωμναί καί τράπεζαι καί θρόνοι
καί ἅπαν, ὅπερ εἰς τρυφήν ἡδύτατον ὑπάρχει, 
ἦν καί ἐστί καί ἔσεται τό βλέπειν σε καί μόνον.
Οἱ οὖν, καθάπερ εἴρηται, μή  βλέποντες τό φῶς σου,
μή παρά σοῦ βλεπόμενοι, ἀλλά κεχωρισμένοι 
τῆς παναγάθου θέας σου, τῶν ἀγαθῶν στεροῦνται.
Ποῦ ἄν εὕρωσιν ἄνεσιν, ποῦ ἀνώδυνον τόπον;
Ἐν τίνι κατοικήσουσιν εὐθεῖς μή γεγονότες;
Σύν τῷ προσώπῳ σου καί γάρ εὐθεῖς κατοικιοῦσι·
μεμόρφωσαι καί γάρ αὐτῶν ἐν τῇ εὐθεῖ καρδίᾳ
καί κατοικοῦσι σύν τῇ σῇ μορφῇ ἐν σοί, Χριστέ μου.
Ὤ θαῦμα, ὤ παράδοξον ἀγαθωσύνης δῶρον!
Ἐν τῇ μορφῇ τῇ τοῦ Θεοῦ τούς ἀνθρώπους γενέσθαι 
καί μορφωθῆναι ἐν αὐτοῖς τόν ἀχώρητον πᾶσι, 
τόν ἀναλλοίωτον Θεόν, τόν ἄτρεπτον τῇ φύσει, 
τόν εἰς πάντας βουλόμενον ἐνοικειν τούς ἀξίους, 
ὡς ὅλον ἔχειν ἕκαστον ἐντός τόν βασιλέα,
τήν βασιλείαν τε αὐτήν καί τά τῆς βασιλείας
καί λάμπειν, ὥσπερ ἔλαμψεν ἀναστάς ὁ Θεός μου,
ὑπέρ ἡλίου τάς  βολάς τοῦ ὁρωμένου τούτου
καί οὕτως τῷ δοξάσαντι αὐτούς παρεστηκότες 
ἔκθαμβοι διαμείνουσιν ὑπερβολῇ τῆς δόξης
καί προσθήκῃ διηνεκεῖ λαμπρότητος τῆς θείας· 
οὐδέ γάρ τέλος ἔσεται προκοπῆς εἰς αἰῶνας, 
ἡ στάσις τῆς  προσθήκης γάρ τοῦ ἀτελέστου τέλους
ποιήσει καί κατάληψιν πάντως ἀκαταλήπτου, 
καί προσκορής γενήσεται ὁ ἀκόρεστος πᾶσιν.
Ἀλλά τό πλήρωμα αὐτοῦ καί τοῦ φωτός ἡ δόξα
ἄβυσσος ἔσται προκοπῆς, ἀτέλεστος ἀρχή δέ· 
καί ὥσπερ ἔχοντες Χριστόν ἔνδον μεμορφωμένον
τούτῳ αὐτῷ παρίστανται λάμποντι ἀπροσίτως· 
οὕτω τό τέλος ἐν αὐτοῖς ἀρχή τυγχάνει δόξης, 
καί - ἵνα σοι σαφέστερον τό νόημα ποιήσω - 
ἐν τέλει ἕξουσιν ἀρχήν καί ἐν ἀρχῇ τό τέλος.
Τόν ὑπερπλήρη νόει μοι ἀνενδεῆ προσθήκης, 
τοῦ ἀτελοῦς τό τέλος δέ τούς τρέχοντα μή φθάνειν.
Εἰ γάρ παρέλθῃ οὐρανός ὁ ὁρώμενος οὗτος
καί γῆ καί πάντα τά ἐν γῇ, στοχάσθητι, τί εἶπον· 
ἔσται τόπου κατάληψις, ἔνθα τέλος εὑρήσεις· 
οὐ λέγω σοι σωματικόν, ἀλλά νοΐ ἰσχύσεις
καταλαβεῖν τό πλήρωμα τοῦ ἀσωμάτου κόσμου·
οὐ κόσμος δέ, ἀλλά ἀήρ ὑπάρχει ὥσπερ πρῴην· 
οὐδέ ἀήρ, ἀλλ’ ἄφθεγκτος χῶρος, ὅνπερ τό πᾶν καλοῦσι,
καί ἔστιν ἄβυσσος ἀτέλεστος εἰς ἅπαν, 
ἐξ ἴσης ὅλον πάντοθεν, μερῶν ἐξ ἑκατέρων·
τοῦτο τό πᾶν πεπλήρωται θεότητος τῆς θείας.
Οἱ οὖν αὐτοῦ μετέχοντες, ἐν αὐτῷ τε οἰκοῦντες, 
πῶς ὅλον περιλάβωσιν, ἵνα καί κορεσθῶσιν;
Ἤ πῶς τοῦ τέλους δράξωνται τοῦ ἀτελοῦς, εἰπέ μοι;
Ἀδύνατον καί πάντῃ δέ ἀμήχανον ὑπάρχει·
οὔτε γάρ ὧδε πέλουσιν ἐν σαρκί τοῖς ἁγίοις, 
οὔτε ἐκεῖ ἐν τῷ Θεῷ μεταστᾶσι τοιαύτη
ἔννοια ὅλως ἐν αὐτοῖς ὑπεισελθεῖν ἰσχύει· 
καί γάρ κατακαλύπτονται φωτί τῆς θείας δόξης, 
ἐλλάμπονται καί λάμπουσι καί τρυφῶσιν ἐν τούτοις
καί ἴσασιν ὡς ἀληθῶς πᾶσῃ πληροφορίᾳ,
ὡς ἔσεται ἀτέλεστος ἡ τούτων τελειότης
καί ἡ τῆς δόξης προκοπή ἀέναος ὑπάρξει.
Οἱ δέ Θεοῦ ἐκπίπτονες θαυμάζω, ποῦ καί στῶσιν,
ἀπό τοῦ ὄντος πανταχοῦ ἀφεστηκότες πόρρω, 
καί ὄντως φρίκης, ἀδελφοί, θαῦμα μεγάλης γέμον,
δεόμενόν τε λογισμοῦ νοός πεφωτισμένου,
ἵνα καλῶς νοήσειε τοῦτο καί μή ἐμπέσῃ
εἰς αἵρεσιν ὡς ἀπιστῶν Θείου Πνεύματος λόγους.
Ἐντός μέν πάντως τοῦ παντός ὑπάρξουσι καί οὗτοι, 
ἔξω τοῦ θείου δέ φωτός καί Θεοῦ ὄντως ἔξω·
ὥσπερ γάρ οἱ μή βλέποντες λάμποντος τοῦ ἡλίου,
κἄν ὅλοι περιλάμπωνται, ἔξω φωτός τελοῦσιν,
αἰσθήσει θεωρίᾳ τε κεχωρισμένοι τούτου·
οὕτως ἐστίν ἐν τῷ παντί φῶς τῆς Τριάδος θεῖον
καί μέσον οἱ ἁμαρτωλοί ἐν σκότει καθειργμένοι, 
μή βλέποντες, μή αἴσθησιν ὅλως ἔχοντες θείαν,
ἀλλά κατακαιόμενοι αὐτῶν τῇ συνειδήσει
καί καταδικαζόμενοι, ἀπόρρητον τήν θλῖψιν
καί τήν ὀδύνην ἄφθεγκτον ἕξουσιν εἰς αἰῶνας.



Ἑπόμενο: Β΄ Τίς ἡ ἐπί τῷ πατρί τούτῳ γενομένη ἀλλοίωσις καί πῶς καθαρθείς εἰς ἄκρον ἡνώθη Θεῷ καί οἷος ἐξ οἵου ἐγένετο, οἱ πρός Θεόν ἐρωτικοί αὐτοῦ λόγοι δηλοῦσιν ἐνταῦθα· ὅς καί θεολογῶν λέγει πρός τό τέλος περί ἀγγέλων.
Προηγούμενο: ΕΥΧΗ ΜΥΣΤΙΚΗ δι’ ἧς ἐπικαλεῖται τό Πνεῦμα τό Ἅγιον ὁ αὐτό προορῶν.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος