Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Γ'. Τίς ὁ μοναχός καί καί τίς ἡ αὐτοῦ ἐργασία· καί εἰς οἷον ὕψος οὗτος ὁ θεῖος πατήρ θεωρίας ἀνῆλθεν.
Προηγούμενο: Α'. Περί θείας ἐλλάμψεως καί φωτισμοῦ Πνεύματος Ἁγίου· καί ὅτι εἷς τόπος ὁ Θεός, ἐν ᾧ μετά πότμον τήν ἀνάπαυσιν πάντες οἱ Ἅγιοι ἔχουσι· καί ὅτι ὁ τοῦ Θεοῦ ἐκπίπτων ἐν ἑτέρῳ τόπῳ οὐχ ἕξει τήν ἀνάπαυσιν ἐν τῇ μελλούσῃ ζωῇ.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

Β΄ Τίς ἡ ἐπί τῷ πατρί τούτῳ γενομένη ἀλλοίωσις καί πῶς καθαρθείς εἰς ἄκρον ἡνώθη Θεῷ καί οἷος ἐξ οἵου ἐγένετο, οἱ πρός Θεόν ἐρωτικοί αὐτοῦ λόγοι δηλοῦσιν ἐνταῦθα· ὅς καί θεολογῶν λέγει πρός τό τέλος περί ἀγγέλων.

Τίς ἡ ἄμετρος εὐσπλαχνία σου, Σῶτερ;
Πῶς ἠξίωσας μέλος σόν με γενέσθαι, 
τόν ἀκάθαρτον, τόν ἄσωτον, τόν πόρνον; 
Πῶς ἐνέδυσας στολήν με λαμπροτάτην
ἀπαστράπτουσαν αἴγλην ἀθανασίας
καί φῶς ποιοῦσαν ἅπαντά μου τά μέλη; 
Σῶμα γάρ τό σόν, τό ἄχραντον καί θεῖον,
ἀπαστράπτει ὅλον πυρί θεότητός σου
ἀναφυραθέν καί συμμιγέν ἀρρήτως· 
τοῦτο οὖν κἀμοί ἐδωρήσω, Θεέ μου.
Τό γάρ ῥυπαρόν καί φθαρτόν τοῦτο σκῆνος
τῷ παναχράντῳ ἑνωθέν σώματί σου
καί μιγέν τό αἷμά μου τῷ αἵματί σου 
ἡνώθην, οἶδα, καί τῇ θεότητί σου
καί γέγονα σόν καθαρώτατον σῶμα, 
μέλος ἐκλάμπον, μέλος ἅγιον ὄντως,
μέλος τηλαυγές καί διαυγές καί λάμπον. 
Ὁρῶ τό κάλλος, βλέπω τήν λαμπηδόνα, 
ἐνοπτρίζομαι τό φῶς τῆς χάριτός σου
καί τό ἄρρητον ἐκπλήττομαι τῆς αἴγλης
καί ἐξίσταμαι κατανοῶν ἑαυτόν· 
ἐκ ποίου οἷος ἐγενόμην, ὤ θαῦμα!
Καί εὐλαβοῦμαι καί ἐμαυτόν αἰδοῦμαι
καί, ὡς σέ αὐτόν, καί τιμῶ καί φοβοῦμαι
καί ἐξαπορῶ, ἐντρεπόμενος ὅλως,
τό ποῦ καθίσω καί τίνι προσεγγίσω
καί ποῦ τά μέλη τά σά προσανακλίνω,
εἰς ποῖα ἔργα, εἰς ποίας ταῦτα πράξεις
ὅλως χρήσωμαι τά φρικτά τε καί θεῖα.
Δός μοι καί λαλεῖν καί πράττειν, ἅπερ λέγω,
ὦ δημιουργέ καί πλαστά καί Θεέ μου! 
Εἰ γάρ, ἅ λαλῶ, οὐκ ἐκπληρῶ ἐξ ἔργου,
γέγονα χαλκός ἠχῶν μάτην μεγάλα 
καί ἀναισθητῶν πρός τήν ἠχήν τῶν κτύπων·
ἀλλά μή ἀφῇς μηδέ ἐγκαταλίπῃς,
μηδέ πλανᾶσθαι ἐάσῃς με, Σωτήρ  μου,
καί ταλαίπωρον, τόν πτωχόν τε καί ξένον,
τόν μυρία σοι τάλαντα χρεωστοῦντα,
ἀλλ’ ὥσπερ πάλαι, καί νῦν πατρῴας πάσης, 
πατρός, ἀδελφῶν, μητρός, ἰδίων, ξένων
καί ἄλλων πάντων συγγενῶν τε καί φίλων
ἀπεχώρισας ἁμαρτωλόν με ὄντα
καί πάντων τούτων εὐτελέστερον, Σῶτερ,
καί προσελάβου σαῖς ἀχράντοις ἀγκάλαις
τόν ἀγνώμονα φανέντα τοῖς καλοῖς σου.
Οὕτω καί νῦν με ἐλέησον, οἰκτίρμον, 
οὕτω μᾶλλον δέ μειζόνως, ὦ Θεέ μου,
καί σπλαχνίσθητι καί περιφύλαξόν με
καί τοῦ θυμοῦ  μου πράϋνον τάς κινήσεις
καί ἱκάνωσον τοῦ μακροθύμως φέρειν
πάντα πειρασμόν καί λύπην τήν τοῦ βίου,
ὅσα ἐμαυτῷ προξενῶ κακοφρόνως,
ὅσα δαιμόνων πειράζει φθονερά φύσις
καί οἱ ἀσθενεῖς τούτων τῶν ἀδελφῶν μου
ἔργῳ μοι, λόγῳ προξενοῦσι· φεὐ, οἴμοι, 
ὅτι τά ἐμά μέλη με δαπανῶσι,
καί ὀδυνῶμαι δι’ αὐτά ταῦτα πάλιν.
Ἄγομαι ποσί κεφαλή λαχών εἶναι, 
καί γυμνοποδῶ καί ἀκάνθαις κεντοῦμαι
καί σφόδρα ἀλγῶ τήν ὀδύνην μή φέρων·
τοῖς ἔμπροσθεν εἷς τῶν ἐμῶν ποδῶν βαίνει
καί εἰς τοὐπίσω στρέφεται πάλιν ἄλλος·
ἔνθεν κἀκεῖθεν σύρουσιν, ἕλκουσί με
καί περισκελίζομαι καί πίπτω κάτω. 
Ἀκολουθεῖν οὖν οὐκ ἰσχύω τοῖς πᾶσι·
τό κεῖσθαι κακόν καί τό ὁδεύειν οὕτως 
χεῖρον πέλει τοῦ κεῖσθαι, ὡς δεινόν ὄντως, 
ὡς πάσας ἄλλας συμφοράς ὑπερβαῖνον. 
Κύριε, δός μοι κατάνυξιν καί πένθος
ἀξίωσον ἐν τῷ σκότει τοῦ βίου, 
ἐν τῷ κόσμῳ τούτῳ τε, τῷ τῆς λύπης χωρίῳ
ἐκδουλεῦσαί σοι καί καλῶς θεραπεῦσαι
καί τάς ἁγίας ἐντολάς σου φυλάξαι. 
Εὐχαριστῶ σοι, ὅτι ζῆν δέδωκάς μοι
καί γινώσκειν σε καί προσκυνεῖν, Θεέ μου·
τοῦτο γάρ ζωή, τό σέ γινώσκειν μόνον 
Θεόν, κτίστην τε καί ποιητήν ἁπάντων, 
ἀγέννητον, ἄκτιστον, ἄναρχον, μόνον,
καί τό σόν υἱόν ἀπό σοῦ γεννηθέντα,
καί ἐκπορευτόν τό Πανάγιον Πνεῦμα,
τήν πανύμνητον τριαδικήν μονάδα,
ἥν τό προσκυνεῖν εὐσεβῶς καί λατρεύειν 
ὑπέρ δόξαν ἅπασαν ἄλλην ὑπάρχει, 
κἄν ἐπίγειον, κἄν οὐράνιον εἴπῃς. 
Τί γάρ ἀγγέλων, τί δέ τῶν ἀρχαγγέλων, 
κυριοτήτων, Χερουβίμ, Σεραφίμ τε
καί παςῶν ἄλλων στρατιῶν οὐρανίων
ὑπάρχει δόξα ἤ φῶς ἀθανασίας
ἤ χαρά ἤ ἔλλαμψις ζωῆς ἀΰλου,
εἰ μή τό ἕν φῶς τῆς Ἁγίας Τριάδος
διαιρούμενον τρισσῶς ἀδιαιρέτως,
ὅ ἕν ὑπάρχει ἐν τρισί χαρακτῆρσι, 
γινωσκόμενον ἀγνώστως, ὅσον θέλει;
Οὐδέ γάρ ἐνδέχεται κτίσμα τόν κτίστην 
οὕτω γινώσκειν ἤ νοΐ βλέπειν ὅλον, 
ὡς αὐτός οἶδεν ἑαυτόν κατά φύσιν·
κατά χάριν δέ βλέπουσι καί νοοῦσιν 
ἄγγελοι πάντες καί πᾶσα κτιστή φύσις,
οὐ καταλαμβάνοντες, ἀλλά νοοῦντες,
καθό γνωσθῆναι ἤ φανῆναι θελήσει
τοῖς τυφλοῖς τό φῶς ἤ καί βλέπουσι πάντως·
καί γάρ ὀφθαλμός χωρίς φωτός οὐ βλέπει,
ἀλλά καί ὁρᾶν ἐκ τοῦ φωτός λαμβάνει,
ὅτι παρ’ αὐτοῦ καί ἐδημιουργήθη.
Κἄν ἀσώματον, κἄν ἐνσώματον εἴπῃς,
εὑρήσεις πάντα Θεόν πεποιηκότα.
Τά ἐν οὐρανοῖς εἴ τι δι’ ἄν καί ἀκούσῃς,
τά ἐπί τῆς γῆς καί τά ἐν ταῖς ἀβύσσοις,
καί τούτων πάντων μία ζωή καί δόξα,
μία ἔφεσις καί μία βασιλεία,
πλοῦτος, χαρά, στέφανος, νῖκος, εἰρήνη
καί πᾶσα εὐπρέπεια ὑπάρχει ἄλλη,
ἡ ἐπίγνωσις τῆς ἀρχῆς καί αἰτίας, 
ὅθεν παρήχθη καί γεγόνασι πάντα.
Τοῦτο σύστασις τῶν ἄνω καί τῶν κάτω,
τοῦτο ἡ τάξις πάντων τῶν νοουμένων,
τοῦτο δούλωσις πάντων τῶν ὁρωμένων,
τοῦτο ἔσχον ἄγγελοι στάσιν βεβαίαν
προσλαβόμενοι γνῶσιν καί φόβον πλείω,
ὅτει πίπτοντα τόν Σατανᾶν ἑώρων
καί τούς σύν αὐτῷ ὑπαχθέντας οἰήσει· 
ὅσοι γάρ μόνον ἐπελάθοντο τούτου 
καί κατέπεσον ἐπάρσει δουλωθέντες,
ὅσοι δέ τοῦτο πάλιν εἶχον εἰς γνῶσιν,
ἐκουφίζοντο φόβῳ καί τῇ ἀγάπῃ, 
προσκολλώμενοι τῷ ἑαυτῶν Δεσπότῃ. 
Ὅθεν ἡ ἐπίγνωσις τῆς δεσποτείας
καί τήν προσθήκην τῆς ἀγάπης ἐποίει,
ὅτι καί πλείω τήν ἀστράπτουσαν αἴγλην
καί τρανοτέραν ἑώρων τῆς Τριάδος,
καί τοῦτο πάλιν πᾶσαν ἔννοιαν ἄλλην
ἀπεκρούετο καί ἀτρέπτους ἐποίει
τούς τρεπτήν φύσιν τό κατ’ ἀρχάς λαβόντας,
ἐν τῷ ὕψει μένοντας τῶν οὐρανίων.



Ἑπόμενο: Γ'. Τίς ὁ μοναχός καί καί τίς ἡ αὐτοῦ ἐργασία· καί εἰς οἷον ὕψος οὗτος ὁ θεῖος πατήρ θεωρίας ἀνῆλθεν.
Προηγούμενο: Α'. Περί θείας ἐλλάμψεως καί φωτισμοῦ Πνεύματος Ἁγίου· καί ὅτι εἷς τόπος ὁ Θεός, ἐν ᾧ μετά πότμον τήν ἀνάπαυσιν πάντες οἱ Ἅγιοι ἔχουσι· καί ὅτι ὁ τοῦ Θεοῦ ἐκπίπτων ἐν ἑτέρῳ τόπῳ οὐχ ἕξει τήν ἀνάπαυσιν ἐν τῇ μελλούσῃ ζωῇ.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος