Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Δ'. Διδασκαλία εἰς μοναχούς ἄρτι ἀποταξαμένους κόσμῳ καί τοῖς ἐν κόσμῳ· καί περί τοῦ, ὁποίαν τις ὀφείλει πίστιν ἔχειν πρός τόν ἴδιον πατέρα.
Προηγούμενο: Β΄ Τίς ἡ ἐπί τῷ πατρί τούτῳ γενομένη ἀλλοίωσις καί πῶς καθαρθείς εἰς ἄκρον ἡνώθη Θεῷ καί οἷος ἐξ οἵου ἐγένετο, οἱ πρός Θεόν ἐρωτικοί αὐτοῦ λόγοι δηλοῦσιν ἐνταῦθα· ὅς καί θεολογῶν λέγει πρός τό τέλος περί ἀγγέλων.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

Γ'. Τίς ὁ μοναχός καί καί τίς ἡ αὐτοῦ ἐργασία· καί εἰς οἷον ὕψος οὗτος ὁ θεῖος πατήρ θεωρίας ἀνῆλθεν.

Μοναχός, ὅστις ἀμιγής ἐστι κόσμῳ
καί ἀενάως ὁμιλεῖ Θεῷ μόνῳ, 
βλέπων βλέπεται, φιλῶν φιλεῖται
καί γίνεται φῶς λαμπόμενος ἀρρήτως· 
δοξαζόμενος δοκεῖ πλέον πτωχεύειν
καί προσοικειούμενος ὡς ξένος πέλει.
Ὤ ξένου πάντῃ θαύματος καί ἀφράστου!
Διά πλοῦτον ἄπειρον ὑπάρχω πένης
καί μηδέν ἔχειν δοκῶ πολύ κατέχων
καί λέγω· Διψῶ διά πλῆθος ὑδάτων
καί τίς μοι δώσει, ὅπερ ἔχω πλουσίως,
καί ποῦ εὑρήσως, ὅν ὁρῶ καθ’ ἑκάστην;
Πῶς δέ κρατήσω, ὅ ἐντός μου ὑπάρχει
καί ἔξω κόσμου, οὐ γάρ βλέπεται ὅλως;
Ὅ ἔων ὦτα ἀκούειν ἀκουέτω
νοῶν ἀληθῶς ῥήματα ἀγραμμάτου. 