Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Ε'. Ἀλφάβητος τοῦ αὐτοῦ κατά στοιχεῖον διπλοῦς προτρέπων καί ὁδηγῶν εἰς τελειότητα βίου ἀναδραμεῖν τόν ἄρτι ἀπό τοῦ κόσμου ἀναχωρήσαντα.
Προηγούμενο: Γ'. Τίς ὁ μοναχός καί καί τίς ἡ αὐτοῦ ἐργασία· καί εἰς οἷον ὕψος οὗτος ὁ θεῖος πατήρ θεωρίας ἀνῆλθεν.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

Δ'. Διδασκαλία εἰς μοναχούς ἄρτι ἀποταξαμένους κόσμῳ καί τοῖς ἐν κόσμῳ· καί περί τοῦ, ὁποίαν τις ὀφείλει πίστιν ἔχειν πρός τόν ἴδιον πατέρα.

 
Ἄφες κόσμον ἅπαντα καί τούς ἐν κόσμῳ· 
μόνον προσλαβοῦ τό μακάριον πένθος.
Θρήνησον μόνα τά κακῶς σοι πραχθέντα,
ὅτι ταῦτά σε τοῦ ποιητοῦ τῶν ὅλων
ἀπεστέρησαν, Χριστοῦ καί τῶν ἁγίων.
Μηδενός ἄλλου φροντίσῃς ἐκτός τούτου,
ἀλλά καί τό σῶμά σου ὡς ξένον ἔχε
καί κάτω βλέπε ὡς κατακεκριμένος
καί τήν ἐπί θάνατον ὁδόν βαδίζων
στέναζε ἀεί ἐκ βάθους τῆς καρδίας
Καί τό πρόσωπον μόνοις δάκρυσι πλῦνε.
Τούς δέ πόδας σου, τούς εἰς κακά δραμόντας
μή θελήσῃς ὕδατι νίψαι μηδόλως,
ναί δή, καί τάς χεῖράς σου συνεσταλμένας ἔχε·
ταύτας ἀναιδῶς πρός Θεόν μή ἐκτείνῃς, 
ἅς πολλάκις ἥπλωσας εἰς ἁμαρτίαν.
Κράτει προπετοῦς, ὅση δύναμις, γλώσσης
-εὐχερής  καί γάρ αὕτη πρός ἁμαρτίαν -, 
ἐπεί δι’ αὐτῆς μόνης καί τῶν μεγάλων
πολλοί ἀπεσφάλησαν ὁδοῦ εὐθείας
καί ἀπώλεσαν οὐρανῶν βασιλείαν.
Ταύτης δέ πρῶτον φράξον τάς ἀκοάς σου,
ἀκούειν μηδέν τῶν αἰσχρῶν καί ματαίων,
καί τότε ἴσως κυριεύσεις καί ταύτης.
Ἄκουε μόνας πατρός σου νουθεσίας, 
ποιοῦ ταπεινάς πρός αὐτόν ἀποκρίσεις
καί ὡς τῷ Θεῷ λέγε τούς λογισμούς σου
μέχρι προσβολῆς καί μηδέν ἀποκρύψῃς.
μηδέ τι πράξῃς ἄνευ γνώμης τῆς τούτου,
μηδέ κοιμηθῇς μήτε φάγῃς ἤ πίῃς.
Καί ὅτε ταῦτα φυλάξῃς ἐπί χρόνοις,
μηδέν δοκήσῃς μέγα κατωρθωκέναι· 
καί γάρ ἔσπειρας ἔν ἱδρῶτι καί κόπῳ,
οὔπω δέ καρπόν τῶν σῶν πόνων ἐδρέψω.
Μή οὖν πλανηθῇς ἤ δόξῃς εὑρηκέναι,
πρίν ἤ ὀφθαλμούς ψυχικούς ἐπικτήσῃ
καί σῆς καρδίας καθαρθῶσι τά ὦτα
τοῖς δάκρυσί σου ἐκπλυθέντα τοῦ ῥύπου
καί πνευματικῶς βλέπειν τε καί ἀκούειν
καί ἀλλοτριοῦσθαι ὅλας αἰσθήσεις ἄρξῃ,
καί γάρ θεάσῃ πολλά τῶν ἀνεκφράστων
καί ἀκούσεις πλείονα πανεξαισίως, 
ἅ οὐ δυνήσῃ τῇ γλώσσῃ σου λαλῆσαι.
Φρικτόν οὖν θαῦμα πνευματικῶς ἀκούειν,
καί τό οὕτως βλέπειν δέ θαῦμα θαυμάτων! 
Οὐδέν σαρκικόν ἐννοεῖ ποτε ὁ τοιοῦτος,
πατεῖ δέ τήν γῆν ὡς εἰς ἀέρα βαίνων, 
πάντα τε ὁρᾷ μέχρι καί τῶν ἀβύσσων
καί κατανοεῖ τά ποιήματα πάντα, 
γνωρίζει Θεόν, ἐκπλήττεται τῷ φόβῳ
καί ὡς ποιητήν προσκυνεῖ καί δοξάζει· 
μέγα τό γνωρίσαι δέ τήν δεσποτείαν, 
κἄν πάντες νομίζωσι τοῦτο εἰδέναι,
ἀπατῶνται δέ πλεῖστοι, μή ἀμφιβάλλῃς!
Τοῦτο ἴσασιν οἱ φωτισθέντες, 
οἱ δ’ ἄλλοι πάντες, ὤ τῆς δεινῆς ἀγνοίας,
σκοτεινότεροί εἰσι καί τῶν δαιμόνων. 
Ἀλλ’ ὦ Κύριε καί Κτίστα τῶν ἁπάντων, 
ὅς ἐποίησας ζῷον θνητόν ἐκ γῆς με
καί ἐτίμησας χάριτι ἀθανάτῳ 
καί ζῆν δέδωκας καί λαλεῖν καί κινεῖσθαι
καί δοξάζειν σέ, τόν Δεσπότην τῶν ὅλων, 
αὐτός, Δέσποτα, δός μοι τῷ ταλαιπώρῳ
καί προσπίπτειν σοι καί αἰτεῖν τό συμφέρον. 
Ἀγνοῶ καί γάρ, πῶς παρήχθην ἐν κόσμῳ 
καί τί τά τῇδε, ἅ νομίζουσιν εἶναι·
τίς ἡ ὅρασις ἡ ἐμή, ὦ Θεέ μου, 
τί δέ τά ὁρώμενα, εἰπεῖν οὐκ ἔχω,
πῶς ἐματαιώθημεν ἄνθρωποι πάντες
καί κρίσιν ὀρθήν οὐκ ἔχομεν τῶν ὄντων.
Χθές ἦλθον πάντως καί αὔριον ὑπάγω
καί εἶναι δοκῶ ἀθάνατος ἐνταῦθα.
Ἔχειν σε Θεόν ὁμολογῶ τοῖς πᾶσιν,
ἀρνοῦμαι δέ σε τοῖς ἔργοις καθ’ ἑκάστην· 
διδάσκομαί σε ποιητήν εἶναι πάντων, 
ἄνευ δέ σοῦ βιάζομαι πάντα ἔχειν. 
Σύ βασιλεύεις τῶν ἄνω καί τῶν κάτω
κἀγώ μόνος σοι ἀντιπίπτειν οὐ φρίσσω·
δός τῷ ἀπόρῳ, δός μοι τῷ παναθλίῳ 
πᾶσαν ἀπορρίψασθαι ψυχῆς κακίαν, 
ἥν φυσίωσις, ἥν ἔπαρσις ματαία
συνθλῶσιν ἅμα καί συντρίβουσιν, οἴμοι!
Δός ταπείνωσιν, δός χεῖρα βοηθείας
καί καθάρισον τόν ῥύπον τῆς ψυχῆς μου
καί παράσχου μοι δάκρυα μετανοίας, 
δάκρυα πόθου, δάκρυα σωτηρίας,
δάκρυα καθαίροντα ζόφον νοός μου
καί λαμπρόν με ἄνωθεν ἀποτελοῦντα,
τόν ὁρᾶν σε θέλοντα, τό φῶς τοῦ κόσμου, 
τό φῶς τῶν ἐμῶν ὀφθαλμῶν, τοῦ ἀθλίου,
καί καρδίαν γέμουσαν κακῶν τοῦ βίου
ἔχοντος πολλῶν ἐκ θλίψεων καί φθόνου
τῶν δραματουργῶν τῆς ἐμῆς ἐξορίας
ἤ, μᾶλλον εἰπεῖν, τῶν ἐμῶν εὐεργετῶν,
τῶν δεσποτῶν μου, τῶν ἐμῶν ὄντως φίλων,
οἶς ἀντί κακῶν δός ἀγαθά, Χριστέ μου, 
τά αἰώνια, τά καί πλούσια καί θεῖα,
ἅ ἡτοίμασας εἰς αἰῶνας αἰώνων
τοῖς σέ ποθοῦσι καί φιλοῦσιν ἐκθύμως.



Ἑπόμενο: Ε'. Ἀλφάβητος τοῦ αὐτοῦ κατά στοιχεῖον διπλοῦς προτρέπων καί ὁδηγῶν εἰς τελειότητα βίου ἀναδραμεῖν τόν ἄρτι ἀπό τοῦ κόσμου ἀναχωρήσαντα.
Προηγούμενο: Γ'. Τίς ὁ μοναχός καί καί τίς ἡ αὐτοῦ ἐργασία· καί εἰς οἷον ὕψος οὗτος ὁ θεῖος πατήρ θεωρίας ἀνῆλθεν.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος