Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΣΤ'. Τετράστιχα τοῦ αὐτοῦ τόν πρός Θεόν αὐτοῦ ἐντεῦθεν δεικνύοντα ἔρωτα.
Προηγούμενο: Δ'. Διδασκαλία εἰς μοναχούς ἄρτι ἀποταξαμένους κόσμῳ καί τοῖς ἐν κόσμῳ· καί περί τοῦ, ὁποίαν τις ὀφείλει πίστιν ἔχειν πρός τόν ἴδιον πατέρα.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

Ε'. Ἀλφάβητος τοῦ αὐτοῦ κατά στοιχεῖον διπλοῦς προτρέπων καί ὁδηγῶν εἰς τελειότητα βίου ἀναδραμεῖν τόν ἄρτι ἀπό τοῦ κόσμου ἀναχωρήσαντα.

  
Ἀρχήν ποιήσας Χριστόν καί θερμήν πίστιν 
οὕτως ἀναχώρησον ἀπό τοῦ κόσμου.
Βάδιζε φεύγων συγγενεῖς τε καί φίλους, 
τοῦτο γάρ ὠφέλιμον τοῖς ἀρχαρίοις. 
Γυμνός πρόσελθε τῶν ὑλῶν τῷ ἀΰλῳ, 
οὐδέν μεῖζον εὑρήσεις εἰς συμμαχίαν.
Δειλίαν πᾶσαν ἀπό σοῦ ἀπορρίψας, 
πρός δυνατόν γάρ προσέφυγες Δεσπότην.
Ἐλπίδα μᾶλλον προσλαβών ἀδιστάκτως, 
καί γάρ κήδεται τῶν μικρῶν στρουθίων.
Ζυγόν βάστασον τόν ἐλαφρόν Κυρίου, 
πολλή ἡ ἀντίδοσις γάρ τῶν μελλόντων.
Ἡμᾶς βροτούς ἅπαντας σῴζοντας δῶρον,
καί γάρ ἠγοράσθημεν αἵματι θείῳ·
θεούς δεικνύντα δυνάμει τοῦ καλοῦντος,
τοῦτο γάρ ἡ σάρκωσις ἡ τοῦ Δεσπότου,
ἵν’ ἔργῳ γνῷς τῶν ἔργων τάς ἐκβάσεις· 
τό πάντων θαυμαστότερον τῶν ὁρωμένων!
Καλόν σοι κέρδος ἐκκοπή θελημάτων, 
μάρτυρα δεικνύει σε τῇ συνειδήσει. 
Λόγους πατρός σου καί πρστάγματα πρᾶττε,
ὁδηγοῦσι γάρ τήν ὁδόν ἀπροσκόπως
μέχρι θανάτου· ὕψος γάρ τοῦτο μέγα!
Θεός φαίνεται διά σέ τοῦτο πρᾶξας.
Νόμιζε εἶναι εὐτελέστερος πάντων, 
τοῦτο πρῶτόν σε ποιεῖ τῆς βασιλείας,
ξένος τε πτωχότερος, ταπεινότερος ἄλλων·
μεγάλα ὄντως, εἰ ταῦτα κατορθώσῃς.
Ὅλος ὑπάρξῃς μιμητής τοῦ Δεσπότου, 
τί δέ ὑπάρχει ἀγαθότερον τούτου; 
Πάντα κατορθοῖ τό πενθεῖν καθ’ ἑκάστην, 
γλυκύ γάρ τοῦτο ὑπέρ βρῶσιν καί πόσιν
ῥεόντων καί ἑστώτων διδάσκον γνῶσιν·
ἀφιστᾷ γάρ πρότερον παντός τοῦ κόσμου.
Σιωπήν ἄσκει, τήν φυλάττουσαν ταῦτα, 
ῥίζας κόπτει γάρ ἀνωφελεῖς παντοίας.
Τήν μνήμην ἔχει πάντοτε τοῦ θανάτου· 
αὕτη γάρ πρόξενος ταπεινώσεως πέλει·
Ὑφ’ ὧν καθαρθείς καί αὐγασθείς καρδίαν
ὤ τοῦ θαύματος τοῦ ζητουμένου πᾶσι
φῶς ἀξιωθῇς ἰδεῖν καλῶς τό θεῖον,
βέλος γάρ ἐστιν ἄϋλον ἐξ ἀΰλου·
Χριστός δέ ἐστιν ἡ τελεία ἀγάπη,
ὁ ἔχων αὐτήν θέσει Θεός ὑπάρχει, 
ψυχάς φωτίζων τάς αὐτόν ἐκζητούσας· 
αὗται μόναι ζήσονται, μηδείς πλανάσθω! 
Ὧ θεοποιός ἀγάπη, Θεός οὖσα! 
Ἔκπληξις τοῦτο καί δυσεύρετον πρᾶγμα.



Ἑπόμενο: ΣΤ'. Τετράστιχα τοῦ αὐτοῦ τόν πρός Θεόν αὐτοῦ ἐντεῦθεν δεικνύοντα ἔρωτα.
Προηγούμενο: Δ'. Διδασκαλία εἰς μοναχούς ἄρτι ἀποταξαμένους κόσμῳ καί τοῖς ἐν κόσμῳ· καί περί τοῦ, ὁποίαν τις ὀφείλει πίστιν ἔχειν πρός τόν ἴδιον πατέρα.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος