Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Ζ'. Ἔντευξις τοῦ αὐτοῦ εἰς Θεόν· καί ὅπως Θεῷ συναπτόμενος καί δόξαν Θεοῦ ὁρῶν ἐν ἑαυτῷ ἐνεργοῦσαν ἐξεπλήττετο.
Προηγούμενο: Ε'. Ἀλφάβητος τοῦ αὐτοῦ κατά στοιχεῖον διπλοῦς προτρέπων καί ὁδηγῶν εἰς τελειότητα βίου ἀναδραμεῖν τόν ἄρτι ἀπό τοῦ κόσμου ἀναχωρήσαντα.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

ΣΤ'. Τετράστιχα τοῦ αὐτοῦ τόν πρός Θεόν αὐτοῦ ἐντεῦθεν δεικνύοντα ἔρωτα.

Πῶς καί πῦρ ὑπάρχεις βλύζον,
πῶς καί ὕδωρ εἶς δροσίζον, 
πῶς καί καίεις καί γλυκαίνεις, 
πῶς φθοράν ἐξαφανίζεις;
Πῶς θεούς ποιεῖς ἀνθρώπους, 
πῶς τό σκότος φῶς ἐργάζῃ, 
πῶς ἀνάγεις ἐκ τοῦ ᾅδου, 
πῶς θνητούς ἐξαφθαρτίζεις;
Πῶς πρός φῶς τό σκότος ἕλκεις,
πῶς τήν νύκτα περιδράσσῃ, 
πῶς καρδίαν περιλάμπεις, 
πῶς με ὅλον μεταβάλλεις; 
Πῶς ἑνοῦσαι τοῖς ἀνθρώποις, 
πῶς υἱούς Θεοῦ ἐργάζῃ,
πῶς ἐκκαίεις σου τῷ πόθῳ,
πῶς τιτρώσκεις ἄνευ ξίφους; 
Πῶς ἀνέχῃ, πῶς βαστάζεις, 
πῶς εὐθύς οὐκ ἀποδίδως,
πῶς ὑπάρχων ἔξω πάντων
βλέπεις πάντων τά πρακτέα;
Πῶς μακράν ἡμῶν τυγχάνων
καθορᾷς ἑκάστου πρᾶξιν; 
Δός ὑπομονήν σοῖς δούλοις, 
μή καλύψῃ τούτους θλῖψις!