Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Η'. Τίσι Θεός ἐμφανίζεται καί τίνες ἐν ἕξει γίνονται τοῦ καλοῦ διά τῆς τῶν ἐντολῶν ἐργασίας.
Προηγούμενο: ΣΤ'. Τετράστιχα τοῦ αὐτοῦ τόν πρός Θεόν αὐτοῦ ἐντεῦθεν δεικνύοντα ἔρωτα.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

Ζ'. Ἔντευξις τοῦ αὐτοῦ εἰς Θεόν· καί ὅπως Θεῷ συναπτόμενος καί δόξαν Θεοῦ ὁρῶν ἐν ἑαυτῷ ἐνεργοῦσαν ἐξεπλήττετο.

 
Πῶς σε ἐντός μου προσκυνῶ, πῶς δέ μακράν σε βλέπω,
πῶς ἐν ἐμοί κατανοῶ, ἐν οὐρανῷ δ’ ὁρῶ σε; 
Σύ μόνος οἶδας, ὁ ποιῶν ταῦτα καί λάμπων ὥσπερ
ἥλιος ἐν καρδίᾳ μου, τῇ ὑλικῇ, ἀΰλως.
Ὁ διαυγάσας μοι τό φῶς τῆς δόξης σου, Θεέ μου, 
διά τοῦ ἀποστόλου σου καί μαθητοῦ καί δούλου,
τοῦ παναγίου Συμεών, αὐτός καί νῦν μοι λάμψον
καί δίδαξον ἐν Πνεύματι ὕμνους ἐκείνῳ ᾆσαι,
καινούς ὁμοῦ καί παλαιούς, θείους καί κεκρυμμένους,
ἵν’ ἐξ ἐμοῦ θαυμαστωθῇ ἡ γνῶσίς σου, Θεέ μου, 
καί ἡ σοφία ἡ πολλή παραδειχθῇ μειζόνως·
καί πάντες σε αἰνέσουσιν ἀκούσαντες, Χριστέ μου, 
ὅτι καιναῖς ἐγώ λαλῶ γλώσσαις τῇ χάριτί σου.
Ἀμήν, γένοιτο, Κύριε, κατά τό θέλημά σου.
Ἐγώ πονῶ, ἐγώ ἀλγῶ τήν ταπεινήν ψυχήν μου, 
ὅταν φανῇ ἐντός αὐτῆς λάμψαν τρανῶς τό φῶς σου·
ὁ πόθος πόνος παρ’ ἐμοί καί καλεῖται καί ἔστιν.
Ἄλγος τῷ μή ἰσχύειν με ὅλον περιλαβεῖν σε
καί κορεσθῆναι, ὡς ποθῶ, ὑπάρχει μοι καί στένω·
ὅμως ὅτι καί βλέπω σε, ἀρκετόν μοι καί τοῦτο
καί δόξα ἔσται καί χαρά καί στέφος βασιλείας, 
καί ὑπέρ πάντα τά τερπνά καί ποθεινά τοῦ κόσμου·
τοῦτο καί τῶν ἀγγέλων με ὅμοιον ἀποδείξει,
ἴσως καί μείζοντα αὐτῶν, Δέσποτά μου, ποιήσει.
Εἰ γάρ ἀόρατος αὐτοῖς ὑπάρχεις τῇ οὐσίᾳ,
τῇ φύσει τε ἀπρόσιτος, ἐμοί δέ καθορᾶσαι,
πάντως καί τῇ τῆς φύσεώς σου μίγνυσαί μοι οὐσία· 
οὐ γάρ διΐσταται τά σά, οὐ τέμνονται δέ ὅλως,
ἀλλ’ ἡ φύσις οὐσία σου καί ἡ οὐσία φύσις.
Τῆς οὖν σαρκός σου μετασχών τῆς φύσεως μετέχω
καί τῆς οὐσίας ἀληθῶς τῆς σῆς μεταλαμβάνω, 
συγκοινωνός θεότητος, ἀλλά καί κληρονόμος 
γινόμενος ἐν σώματι, μείζων τῶν ἀσωμάτων
ὑπολαμβάνω, γίνομαι υἱός Θεοῦ, ὡς εἴπας,
οὐ πρός ἀγγέλους, πρός ἡμᾶς δέ, θεούς οὕτω καλέσας·
Ἐγώ εἶπα· Θεοί ἐστε καί υἱοί Ὑψίστου πάντες.
Δόξα τῇ εὐσπλαγχνίᾳ σου καί τῇ οἰκονομίᾳ,
ὅτι ἄνθρωπος γέγονας Θεός ὤν κατά φύσιν,
ἀτρέπτως, ἀσυγχύτως τε μείνας τοῦτο κἀκεῖνο
καί θεόν με πεποίηκας, βροτόν ὄντα τήν φύσιν, 
θέσει καί χάριτι τῇ σῇ διά τοῦ Πνεύματός σου 
τά διεστῶτα ὡς Θεός παραδόξως ἑνώσας.



Ἑπόμενο: Η'. Τίσι Θεός ἐμφανίζεται καί τίνες ἐν ἕξει γίνονται τοῦ καλοῦ διά τῆς τῶν ἐντολῶν ἐργασίας.
Προηγούμενο: ΣΤ'. Τετράστιχα τοῦ αὐτοῦ τόν πρός Θεόν αὐτοῦ ἐντεῦθεν δεικνύοντα ἔρωτα.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος