Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Θ'. Ὅτι ὁ τοῦ Ἁγίου Πνεύματος μέτοχος γεγονώς ὑπό τοῦ φωτός καί τῆς δυνάμεως αὐτοῦ ἁρπαζόμενος ἐπάνω πάντων φέρεται τῶν παθῶν, μή βλαπτόμενος τῷ πλησιασμῷ ὑπ’ αὐτῶν.
Προηγούμενο: Ζ'. Ἔντευξις τοῦ αὐτοῦ εἰς Θεόν· καί ὅπως Θεῷ συναπτόμενος καί δόξαν Θεοῦ ὁρῶν ἐν ἑαυτῷ ἐνεργοῦσαν ἐξεπλήττετο.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

Η'. Τίσι Θεός ἐμφανίζεται καί τίνες ἐν ἕξει γίνονται τοῦ καλοῦ διά τῆς τῶν ἐντολῶν ἐργασίας.

 
Πῶς βλέπεις κεκρυμμένος ὤν, πῶς ἐφορᾷς τά πάντα,
πῶς οὐχ ὁρᾶσαι παρ’ ἡμῶν, ἡμᾶς ὁρᾷς δέ πάντας; 
Ἀλλ’ οὐχί πάντας, οὕς ὁρᾷς, καί γινώσκεις, Θεέ μου,
ἀλλά τούς ἀγαπῶντάς σε μόνους φιλῶν γινώσκεις
καί κατ’ ἐξαίρετον αὐτοῖς σεαυτόν ἐμφανίζεις· 
ἥλιος κεκρυμμένος ὤν πάσῃ βροτείᾳ φύσει
ἐξανατέλλεις ἐν τοῖς σοῖς, ὁρᾶσαι παρ’ ἐκείνων,
καί ἀνατέλλουσιν ἐν σοί οἱ πρίν ἐσκοτισμένοι
πόρνοι, μοιχοί καί ἄσωτοι, ἁμαρτωλοί, τελῶναι.
Μετανοοῦντες γίνονται υἱοί φωτός σου θείου· 
τό φῶς δέ φῶς πάντως γεννᾷ, φῶς οὖν καὐτοί τελοῦσι, 
τέκνα Θεοῦ, ὡς γέγραπται, θεοί τε κατά χάριν.
Ὅσοι καλῶς φυλάξουσι τάς θείας ἐντολά σους,
ὅσοι κόσμον ἀρνήσονται τόν μάταιον καί πλάνον, 
ὅσοι γονεῖς καί ἀδελφούς μισήσουσιν ἀμίσως,
ὡς ξένους ἡγησάμενοι τῷ βίῳ παροδίτας,
ὅσοι γυμνοί γενήσονται πλούτου τε καί χρημάτων 
καί τήν προσπάθειαν αὐτῶν ἀρνήσονται εἰς ἅπαν, 
ὅσοι τήν δόξαν τήν κενήν, ἀνθρώπων τούς ἐπαίνους,
ἀπό ψυχῆς βδελύξονται διά τήν τῶν ἄνω δόξαν,
ὅσοι θέλημα ἴδιον ἐξέκοψαν τελείως
καί ὡς ἄκακα πρόβατα ἐγένοντο τοῖς ποιμέσιν,
ὅσοι νεκροί τῷ σώματι πρός πᾶσαν κακήν πρᾶξιν
γεγόνασιν ἱδρώσαντες εἰς ἀρετῶν τούς πόνους
καί μόνῳ τῷ θελήματι ζῶντες τοῦ κυβερνήτου,
ὑπακοῇ νεκρούμενοι, ζωούμενοί τε αὖθις,
ὅσοι τῷ φόβῳ τοῦ Θεοῦ καί μνήμῃ τοῦ θανάτου 
καθ’ ἑκάστην δακρύουσι νύκτα τε καί ἡμέραν
καί νοερῶς προσπίπτουσι τοῖς ποσί τοῦ Δεσπότου
ἔλεος ἐξαιτούμενοι καί ἄφεσιν σφαλμάτων·
οὗτοι ἐν ἕξει γίνονται τοῦ καλοῦ διά πάσης
τῆς ἐργασίας τῶν καλῶν θρηνοῦντες καθ’ ἑκάστην 
καί ἐπιμόνως κρούοντες ἔλεος ἐπισπῶνται.
Οὗτοι δεήσεσι συχναῖς, φωναῖς τε ἀλαλήλοις
καί τῶν δακρύων ταῖς ῥοαῖς ψυχήν ἐκκαθαίρουσι·
καθαιρομένην δέ αὐτήν βλέποντες οἱ τοιοῦτοι
πῦρ πόθου προσλαμβάνονται καί πῦρ ἐπιθυμίας, 
τοῦ τέλεον θεάσασθαι ταύτην ἐκκαθαρθεῖσαν.
Ἐπεί δέ τέλος τοῦ φωτός εὑρεῖν ἀδυνατοῦσιν,
ἀτέλεστος ἡ κάθαρσις ὑπάρχει τοῖς τοιούτοις· 
ὅσον γάρ καθαρθήσομαι καί λαμπρυνθῶ, ὁ τάλας,
ὅσον δ’ ἄν καί ὀφθήσεται τό καθαῖρόν με Πνεῦμα,
ἀρχή μοι πάντοτε δοκεῖ καί καθαρμοῦ καί θέας.
Ἐν ἀορίστῳ γάρ βυθῷ, ἐν ἀμετρήτῳ ὕψει
τίς ἐφευρεῖν δυνήσεται μεσότητα ἤ τέλος;
Οἶδα, ὅτι πολύ ἐστι, τό δέ ποσόν οὐκ οἶδα· 
ἐπιθυμῶ τοῦ πλείονος καί πάντοτε στενάζω, 
ὅτι ὀλίγον τό δοθέν, εἰ καί πολύ ἡγοῦμαι,
πρός τό ὑπονοούμενον μακρόθεν μου τυγχάνειν, 
ὅπερ ὁρῶν ἐπιθυμῶ, καί δοκῶ μηδέν ἔχειν, 
μή ὅλως αἰσθανόμενος τοῦ δοθέντος μοι πλούτου.
Ὅτι ὁρῶ τόν ἥλιον, οὐ λογίζομαι τοῦτο·
καί πῶς; Ἄκουσον, πίστευσον, ὅπερ ἐγώ πανθάνω·
γλυκύς ἐστιν ὁ ἥλιος, ἀρρήτως ἐν αἰσθήσει
ἕλκων εἰς πόθον τήν ψυχήν ἀνέκφραστον καί θεῖον. 
Ὁρῶσα αὕτη φλέγεται καί καίεται τῷ πόθῳ
καί ὅλον τό φαινόμενον κατασχεῖν ἔνδον ταύτης
θέλει, ἀλλά οὐ δύναται καί λυπεῖται ἐν τούτῳ
καί οὐ λογίζεται καλόν ἤ ὁρᾶν ἤ πανθάνειν.
Ὅτε οὖν ὁ ὁρώμενος ἀχώρητος ὤν πᾶσιν, 
ἀπρόσιτος ἐπαληθῶς θελήσει ἐλεῆσαι
τήν τεθλιμμένην μου ψυχήν καί τεταπεινωμένην,
αἴφνης, οἷος ὁρᾶταί μοι πρό προσώπου ἐκλάμπων,
τοιοῦτος ὅλος ἐν ἐμοί ὁρᾶται ἐξαστράπτων
καί ὅλος ὅλης με χαρᾶς, πάσης ἐπιθυμίας
ἐμπιπλᾷ καί γλυκύτητος, τόν ταπεινόν, τῆς θείας·
ἀθρόα ἡ μεταβολή, ἡ ἀλλοίωσις ξένη,
τό ἐν ἐμοί τελούμενον ἀνέκφραστον τυγχάνει.
Εἰ γάρ τοῦτον τόν ἥλιον, ὅνπερ πάντες ὁρῶμεν,
ἔνδον ἐν τῇ καρδίᾳ τις ἔβλεψε κατελθόντα
καί ὅλον ἐνοικήσαντα καί λάμποντα ὡσαύτως,
οὐχί νεκρός τῷ θαύματι καί ἄφωνος ὑπῆρξε,
καί πάντες ἐξεπλάγησαν οἱ τοῦτον κατιδόντες;
Ὁ δέ τόν τούτου ποιητήν ὁρῶν φωστῆρος δίκην
ἐντός αὐτοῦ ἐκλάμποντα, ἐνεργοῦντα, λαλοῦντα,
πῶς ἄν οὐκ ἐκπλαγήσεται βλέπων, πῶς ἄν οὐ φρίξει,
πῶς ἄν οὐκ ἀγαπήσειε τόν τήν ζωήν διδόντα;
Ἄνθρωποι τούς ὁμοίους αὐτοῖς ἀνθρώπους ἀγαπῶσιν,
ὅταν τῶν ἄλλων πλέον τι δοκῶσιν ὑπερέχειν· 
τόν δέ τῶν πάντων ποιητήν, τόν ἀθάνατον μόνον,
τόν πᾶσι πάντα δυνατόν τίς ἰδών οὐ ποθήσει;
Ἐξ ἀκοῆς πιστεύσαντες ἠγάπησαν οἱ πλείους
καί δι’ αὐτόν ἀπέθανον οἱ ἅγιοι καί ζῶσιν·
οἱ δέ καί θέας τῆς αὐτοῦ καί φωτός μετασχόντες, 
γνωσθέντες καί γνωρίσαντες αὐτόν, πῶς μή ποθοῦσιν;
Εἰπέ, πῶς οὐ πενθήσουσι δι’ αὐτόν ἀενάως,
πῶς οὐ καταφρονήσουσι κόσμου καί τῶν ἐν κόσμῳ;
Πῶς δέ οὐκ ἀπαρνήσονται πᾶσαν τιμήν καί δόξαν,
ὑπέρ τήν δόξαν τήν ἐν γῇ, ὑπέρ πᾶσαν τιμήν δέ 
γενόμενοι, τόν ἔξω γῆς, ἔξω τῶν ὁρωμένων πάντων,
μᾶλλον δέ τόν ποιήσαντα τά ὁρώμενα πάντα,
ναί δή καί τά ἀόρατα, ποθήσαντες Δεσπότην
καί δόξαν τήν ἀθάνατον εὑρόντες καί λαβόντες
καί ἔχοντες ἀνελλιπῶς πᾶν ἀγαθόν ἐκεῖθεν, 
ἀλλά καί πᾶσαν ἔφεσιν, πᾶσαν ἐπιθυμίαν 
τῶν αἰωνίων ἀγαθῶν, τῶν πραγμάτων τῶν θείων; 
Ἐξ αὐτῆς κατεπλούτησαν πηγῆς τῆς ἀειζώου, 
ἧς κορεσθῆναι, Δέσποτα, δός καί ἡμῖν πλουσίως 
καί πᾶσι τοῖς ζητοῦσί σε καίποθοῦσιν ἐκθύμως,
ὡς ἄν τρυφήσωμεν καὐτοί μετά τῶν σῶν ἁγίων
τῶν αἰωνίων ἀγαθῶν εἰς αἰῶνας αἰώνων·
ἀμήν.



Ἑπόμενο: Θ'. Ὅτι ὁ τοῦ Ἁγίου Πνεύματος μέτοχος γεγονώς ὑπό τοῦ φωτός καί τῆς δυνάμεως αὐτοῦ ἁρπαζόμενος ἐπάνω πάντων φέρεται τῶν παθῶν, μή βλαπτόμενος τῷ πλησιασμῷ ὑπ’ αὐτῶν.
Προηγούμενο: Ζ'. Ἔντευξις τοῦ αὐτοῦ εἰς Θεόν· καί ὅπως Θεῷ συναπτόμενος καί δόξαν Θεοῦ ὁρῶν ἐν ἑαυτῷ ἐνεργοῦσαν ἐξεπλήττετο.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος