Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Ι'. Ὅτι ὁ θάνατος τῇ λύπῃ καί τῶν στερροτέρων καθάπτεται.
Προηγούμενο: Η'. Τίσι Θεός ἐμφανίζεται καί τίνες ἐν ἕξει γίνονται τοῦ καλοῦ διά τῆς τῶν ἐντολῶν ἐργασίας.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

Θ'. Ὅτι ὁ τοῦ Ἁγίου Πνεύματος μέτοχος γεγονώς ὑπό τοῦ φωτός καί τῆς δυνάμεως αὐτοῦ ἁρπαζόμενος ἐπάνω πάντων φέρεται τῶν παθῶν, μή βλαπτόμενος τῷ πλησιασμῷ ὑπ’ αὐτῶν.

  
Αἴ, αἴ, Θεέ, Κύριε, παντοκράτορ!
Τίς χορτασθῇ σου τοῦ ἀοράτου κάλλους,
τίς ἐμπλησθῇ σου τῆς ἀκαταληψίας;
Τίς ἀξίως προρευθῇ τῶν ἐντολῶν σου
καί τό φῶς θεάσεται τοῦ σοῦ προσώπου
μέγα, θαυμαστόν, μή χωρούμενον ὅλως
ἐν τούτῳ τῷ βαρεῖ καί σκοτεινώδει κόσμῳ,
τό τόν ὁρῶντα ἀφαιρούμενον κόσμου 
μετά σώματος, ὤ μυστηρίου ξένου! 
Τίς ὁ τό τεῖχος παρελθών τῆς σαρκός αὐτοῦ,
τίς ὁ διαβάς τῆς φθορᾶς τό γνοφῶδες
καί κόσμον πάντα καταλείψας ἐκρύβη;
Βαβαί γνώσεως καί λόγων εὐτελείας! 
Ποῦ γάρ ἐκρύβη ὁ τόν κόσμον περάσας
καί πάντων ἔξω γενόμενος, ὧν βλέπει;
Λέγε, σοφία σοφῶν ἠθετημένη,
ἵνα μή λέγω, Θεῷ μεμωραμένη, 
ὡς φησί Παῦλος καί πᾶς τις Θεοῦ δοῦλος.
Οὗτος ἐπιθυμιῶν ἀνήρ τῶν τοῦ Πνεύματος, 
οὗτος σώματι σώμασι πλησιάζων 
δύναται τῷ πνεύματι ἅγιος εἶναι·
ἔξω γάρ κόσμου καί τῶν σωμάτων τούτων
οὐδέ ὄρεξίς ἐστι σαρκικοῦ πάθους, 
ἀλλ’ ἀπαθείά τις. Ὁ ταύτην φιλήσας
καί ἐκ τοῦ φιλήματος ζωήν κερδήσας, 
εἰ γάρ καί βλέπεις δῆθεν ἀσχημονοῦντα 
καί πρός τήν πρᾶξιν ὥσπερ αὐτομολοῦντα,
νεκρόν τό σῶμα γίνωσκε τοῦτο πράττειν!
Οὐ λέγω δίχα ψυχῆς, δι’ ἧς κινεῖται, 
ἀλλά τῆς κακῆς ἐκτός ἐπιθυμίας·
ἡ γάρ ἡδονή τῆς καλῆς ἀπαθείας
καί τό ἐξ αὐτῆς φιλοῦν με φῶς ἀρρήτως 
ὅλον μου τόν νοῦν ἐξιστῶν ἀφαρπάζει
καί γυμνόν αὐτόν κρατοῦν χειρί ἀΰλῳ
πεσεῖν οὐκ ἐᾷ τῆς αὐτοῦ με ἀγάπης
ἤ ἐννοῆσαι λογισμόν ἐμπαθείας, 
ἀλλά κατασπάζεται ἀδιαλείπτως
καί τήν ψυχήν μου ὁ πόθος καταφλέγει
καί οὐκ ἔστιν ἐν ἐμοί αἴσθησις ἄλλη.
Ὅσῳ γάρ κόπρου καθαρώτατος ἄρτος
τιμιώτερος καί ἡδύτερος πέλει, 
τοσούτῳ πλέον ἀσυγκρίτως τά ἄνω 
ὑπέρ τά κάτω τοῖς καλῶς γεγευμένοις.
Καταισχύνθητι τῶν σοφῶν ἡ σοφία,
ἡ τῆς ὄντως γνώσεως ἐστερημένη! 
Ἡ γάρ ἁπλότης τῶν ἡμετέρων λόγων
ἔργῳ κέκτηται τήν ἀληθῆ σοφίαν
Θεῷ πλησιάζουσα καί προσκυνοῦσα,
ἐξ οὗ πᾶσα δίδοται ζωῆς σοφία,
δι’ ἧς ἀναπλάττομαι ἤ καί θεοῦμια
Θεόν καθορῶν εἰς αἰῶνας αἰώνων·
ἀμήν. 



Ἑπόμενο: Ι'. Ὅτι ὁ θάνατος τῇ λύπῃ καί τῶν στερροτέρων καθάπτεται.
Προηγούμενο: Η'. Τίσι Θεός ἐμφανίζεται καί τίνες ἐν ἕξει γίνονται τοῦ καλοῦ διά τῆς τῶν ἐντολῶν ἐργασίας.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος