Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΙΑ' Ὅπως ὡράθη αὐτῷ Θεός ὡς Στεφάνῳ καί Παύλῳ τοῖς ἀποστόλοις, ἐνταῦθα ὁ πατήρ ἐκπληττόμενος διηγεῖται.
Προηγούμενο: Θ'. Ὅτι ὁ τοῦ Ἁγίου Πνεύματος μέτοχος γεγονώς ὑπό τοῦ φωτός καί τῆς δυνάμεως αὐτοῦ ἁρπαζόμενος ἐπάνω πάντων φέρεται τῶν παθῶν, μή βλαπτόμενος τῷ πλησιασμῷ ὑπ’ αὐτῶν.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

Ι'. Ὅτι ὁ θάνατος τῇ λύπῃ καί τῶν στερροτέρων καθάπτεται.

Ἤκουσα πρᾶγμα ξένον καί πλῆρες θάμβους, 
φύσιν ἄϋλον, τήν λίθου στερροτέραν, 
ἶσον ἀδάμαντος καλουμένου παθοῦσαν,
ὅς μή μαλαχθείς ἤ πυρί ἤ σιδήρῳ
γέγονε κηρός ἐμπλεχθείς τῷ μολύβδῳ.
Ἄρτ’ ἐπίστευσα μικρόν ὕδατος ῥεῦμα
πέτρας τό στερρόν ἐγχρονίζον κοιλαίνειν
καί ὄντως οὐδέν ἄτρεπτον τῶν ἐν βίῳ.
Μηδείς μ’ ἐκ τοῦ νῦν ἀπατᾶν νομιζέτω! 
Φεῦ τῷ βλέποντι τά φεύγοντα τοῦ βίου
ὡς κρατούμενα καί τερπομένῳ τούτοις! 
Ταῦτα πείσεται, ἅπερ κἀγώ, ὁ τάλας.
Νύξ μ’ ἐχώρισεν ἀδελφοῦ γλυκυτάτου,
τό ἄτμητον φῶς τῆς ἀγάπης τεμοῦσα.