Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΙΒ' Περί τοῦ ἑνός κατά πάντα τῆς τρισυποστάτου θεότητος θεολογία· καί δι’ ὧν τῇ ταπεινώσει χρώμενος λέγει περί ἑαυτοῦ, τῶν δοκούντων εἶναί τι ἐντρέπων τήν οἴησιν.
Προηγούμενο: Ι'. Ὅτι ὁ θάνατος τῇ λύπῃ καί τῶν στερροτέρων καθάπτεται.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

ΙΑ' Ὅπως ὡράθη αὐτῷ Θεός ὡς Στεφάνῳ καί Παύλῳ τοῖς ἀποστόλοις, ἐνταῦθα ὁ πατήρ ἐκπληττόμενος διηγεῖται.

 
Τί τό καινόν τοῦ θαύματος τοῦ καί νῦν  γινομένου;
Θεός καί νῦν ἁμαρτωλοῖς ἄρα ὁρᾶσθαι θέλει,
ὁ πάλαι ἄνω ἀναβάς καί καθεσθείς ἐν θρόνῳ, 
ἐν οὐρανῷ τῷ πατρικῷ, καί κεκρυμμένος πέλων;
Ἐκρύβη γάρ ἐξ ὀφθαλμῶν τῶν θείων ἀποστόλων
καί μόνος, ὡς ἠκούσαμεν, Στέφανος μετά ταῦτα
ἀνεῳγότας οὐρανούς εἶδε καί τότε εἶπεν·
Ὁρῶ ἑστῶτα τόν Υἱόν ἐκ δεξιῶν τῆς δόξης
τῆς τοῦ Πατρός· καί παραυτά ὡς βλάσφημα λαλήσας
λιθοβολεῖται πρός αὐτῶν τῶν νομοδιδασκάλων
καί θνῄσκει νόμῳ φύσεως καί ζῇ εἰς τούς αἰῶνας.
Πλήν ἦν αὐτός ἀπόστολος, ἦν καί ἁγιασμένος
καί ἔμπλεως τοῦ Πνεύματος ὅλος τοῦ Παναγίου,
ἀρχή δέ τοῦ κηρύγματος καί πλῆθος τῶν ἀπίστων,
οἵ τῷ Χριστῷ πιστεύοντες διά τῶν ἀποστόλων 
καί τήν χάριν ἐλάμβανον πίστεως οὖσαν δῶρον.
Νῦν δέ, τί ἄρα βούλεται τό ξένον τοῦτο πρᾶγμα,
τό ἐν ἐμοί γινόμενον, τί δέ ἄν θέλοι εἶναι
ἡ φοβερά κατάπληξις τοῦ νυνί τελουμένου;
Τίς ὁ ἄρτι δεικνύμενος τρόπος φιλανθρωπίας,
ξένος πλοῦτος χρηστότητος, ἄλλη πηγή ἐλέους, 
πολύ τό πλέον ἔχουσα τῶν πάλαι γεγονότων;
Πολλοί γάρ ἠλεήθησαν θείᾳ φιλανθρωπίᾳ,
πλήν καί αὐτοί προσέφερον ἴδιόν τι τήν πίστιν,
εἴτε καί ἄλλας ἀρετάς καί πράξεις ἀποδέκτους·
ἐγώ δέ πάντων ἐμαυτόν τούτων ἐστερημένον 
κατανοῶν ἐξίσταμαι καί φέρειν οὐκ ἰσχύω
τά εἰς ἐμέ γινόμενα, τόν ἄσωτον ἐκ μήτρας, 
παρά Θεοῦ τοῦ κτίσαντος λόγῳ τήν πᾶσαν κτίσιν·
ἅπερ καί φρίττω ἐννοεῖν, πῶς δέ καί λόγῳ γράψω;
Ποία χείρ λειτουργήσειε, ποῖος κάλαμος γράψει,
ποῖος λόγος ἐκφράσειε, ποία γλῶσσα ἐξείποι, 
ποῖα χείλη λαλήσουσιν, ἅ ἐν ἐμοί ὁρῶνται
γινόμενα, τελούμενα δι’ ὅλης τῆς ἡμέρας;
Καί γάρ καί ἐν αὐτῇ νυκτί καί ἐν αὐτῷ τῷ σκότει
βλέπω Χριστόν τούς οὐρανούς φρικτῶς ἀνοίγοντά μοι,
αὐτόν τε παρακύπτοντα καί καθορώμενόν μοι 
ἅμα Πατρί καί Πνεύματι, φωτί τῷ τρισαγίῳ, 
ἕν ὄν ἐν τοῖς τρισί καί ἐν ἑνί τά τρία.
Αὐτά τό φῶς πάντως εἰσί, καί τό φῶς ἕν τά τρία,
ὅ καί ὑπέρ τόν ἥλιον φωτίζει τήν ψυχήν μου
καί καταλάμπει μου τόν νοῦν ὄντα ἐσκοτισμένον.
Οὐ γάρ ἑώρα μου ὁ νοῦς ἐξ ἀρχῆς, ἅ ἑώρα, 
ἀλλά τυφλός, πιστεύσατε, ὑπῆρχον καί μή βλέπων, 
καί διά τοῦτο πλέον με τό θαῦμα καταπλήττει,
ὅταν πώς μου τόν ὀφθαλμόν τοῦ νοός διανοίγῃ,
καί πως τό βλέπειν δίδωσι καί βλεπόμενον ἔστιν.
Αὐτός γάρ φῶς ἐν τῷ φωτί φαίνεται τοῖς ὁρῶσι
καί οἱ ὁρῶντες ἐν φωτί αὐτόν βλέπουσι πάλιν.
Ἐν φωτί γάρ τοῦ Πνεύματος βλέπουσιν οἱ ὁρῶντες, 
καί οἱ ἐν τούτῳ βλέποντες τόν Υἱόν καθορῶσιν·
ὁ δέ Υἱόν ἀξιωθείς ἰδεῖν Πατέρα βλέπει, 
Πατέρα δέ ὁ θεωρῶν σύν Υἱῷ πάντως βλέπει.
Ὅπερ καί νῦν, ὡς εἴρηται, ἐν ἐμοί ἐκτελεῖται,
καί τά ἀκατανόητα ποςῶς καταμανθάνω,
καί νῦν μακρόθεν καθορῶ τά ἀθέατα κάλλη
τῷ ἀπροσίτῳ τοῦ φωτός, τῷ ἀστέκτῳ τῆς δόξης 
καταπληττόμενος σφοδρῶς, συνεχόμενος τρόμῳ,
πλήν ὅτι μίαν καθορῶ ἐξ ἀβύσσου σταγόνα.
Ὡς ἐν σταγόνι δέ τό πᾶν δείκνυται τῶν ὑδάτων,
ὁποῖον τήν ποιότητα καί ποταπόν τό εἶδος,
ὡς ἐξ ἄκρου τοῦ κρασπέδου ὅλον τό ὕφασμα
καί, ὥς φασιν, ἐξ ὀνύχων τό θηρίον, ὁ λέων,
οὕτως ὅλον ἐν ὀλίγῳ ἀσπαζόμενον βλέπω,
αὐτόν τ’ ἐκεῖνον προσκυνῶ, τόν Χριστόν καί Θεόν μου.
Εἶχον δ’ ἐν διανοίᾳ μου μικράν παραμυθίαν
τοῦ μή καταφλεχθῆναί με, τοῦ μή κατακαῆναι 
ὥσπερ κηρός ἀπό πυρός, ὡς εἶπεν ὁ προφήτης, 
τό μακρόθεν ὑπάρχειν με πυρός τοῦ ἀπροσίτου
καί σκότους μέσον ἵστασθαι καί κρύπτεσθαι ἐν τούτῳ,
ὅθεν ὡς ἐξ ὀπῆς μικρᾶς καί ὁρῶν ἰλιγγίων.
Ἐν τούτοις μου διάγοντος καί τόν νοῦν ἀσχολοῦντος 
καί οἱονεί ἐν οὐρανῷ δοκοῦντος ἀτενίζειν
καί τρέμοντος, μή πλεῖόν με παραδεχθείς ἐκλείξῃ,
αὐτόν ἐκεῖνον εὕρηκα, ὅν μακρόθεν ἑώρων,
ὅν Στέφανος ἑώρακεν οὐρανῶν ἀνοιγέντων
καί Παῦλος πάλιν ὕστερον ἰδών ἀπετυφλώθη, 
ὅλον ὡς πῦρ ἐπ’ ἀληθῶς μέσον ἐμῆς καρδίας.
Θροηθείς οὖν τῷ θαύματι καί τρομάξας μεγάλως
ἐξέστην, ὅλος ἐκλυθείς, ὅλος ἐξαπορήσας, 
μή φέρων τε τό ἄστεκτον τῆς δόξης ἀπεστράφην,
ἐν τῇ νυκτί τε ἔφυγον αἰσθήσεων τῶν ὧδε
καί σκεπασθείς τοῖς λογισμοῖς ἀπεκρύβην ἐν τούτοις,
ὥσπερ ἐν μνήματι ἐμβάς, καί ἀντί λίθου τοῦτο
τό σῶμα τό βαρύτατον ἐπιθείς ἐσκεπάσθην
καί ἀπεκρύβην τῷ δοκεῖν τόν πανταχοῦ παρόντα,
τόν πάλαι  με ἐγείραντα νεκρόν καί τεθαμμένον.
Φρίξας γάρ καί μή ἰσχύων βλέπειν αὐτοῦ τήν δόξαν
ὑπεισελθεῖν προῄρημαι καί προσμεῖναι τῷ τάφῳ
καί κατοικεῖν μετά νεκρῶν, ζῶν αὐτός ἐν τῷ τάφῳ,
ἤπερ καταφλεχθῆναί με καί ἄρδην ἀπολέσθαι.
Ἐκεῖ πάντως καθήμενον δεῖ με θρηνεῖν ἀπαύστως,
καί κλαίειν χρή τόν ἄσωτον, ὅτι τοῦ ποθουμένου 
ἀπέτυχον καί γέγονα κείμενος ἐν τῷ τάφῳ.
Ζῶν δέ νεκρός, ὑπόγειος, λίθῳ κακαλυμμένος
ζωήν εὗρον, Θεόν αὐτόν, τόν τήν ζωήν διδόντα,
ᾧ πρέπει δόξα καί τιμή νῦν καί εἰς τούς αἰῶνας·
ἀμήν. 



Ἑπόμενο: ΙΒ' Περί τοῦ ἑνός κατά πάντα τῆς τρισυποστάτου θεότητος θεολογία· καί δι’ ὧν τῇ ταπεινώσει χρώμενος λέγει περί ἑαυτοῦ, τῶν δοκούντων εἶναί τι ἐντρέπων τήν οἴησιν.
Προηγούμενο: Ι'. Ὅτι ὁ θάνατος τῇ λύπῃ καί τῶν στερροτέρων καθάπτεται.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος