Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΙΔ'. Εὐχαριστία πρός Θεόν τῶν δωρεῶν ἕνεκα, ὧν παρ’ αὐτοῦ ἠξιώθη· καί ὅτι φρικτόν καί ἀγγέλοις τό τῆς ἱερωσύνης καί ἡγουμενείας ἀξίωμα.
Προηγούμενο: ΙΑ' Ὅπως ὡράθη αὐτῷ Θεός ὡς Στεφάνῳ καί Παύλῳ τοῖς ἀποστόλοις, ἐνταῦθα ὁ πατήρ ἐκπληττόμενος διηγεῖται.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

ΙΒ' Περί τοῦ ἑνός κατά πάντα τῆς τρισυποστάτου θεότητος θεολογία· καί δι’ ὧν τῇ ταπεινώσει χρώμενος λέγει περί ἑαυτοῦ, τῶν δοκούντων εἶναί τι ἐντρέπων τήν οἴησιν.

 
Πῶς, ἅ ποτε ἠφάνισας, ἐν ἐμοί πάλιν ζῶσι
καί σκότους με καί θλίψεως ἐμπιπλῶσι, Θεέ μου; 
Πάθη θυμοῦ τε κ αί ὀργῆς, ἐξ ὧν ἐγγίνεταί μοι 
ἀναθυμίασις, ἀχλύς ἐπί τήν κεφαλήν μου,
καί πήρωσιν τοῖς νοεροῖς ὄμμασί μου ποιοῦσι,
καί γάρ, ὥσπερ καλύπτονται καί καμμύειν τῷ ζόφῳ,
οἴμοι, καταναγκάζονται, καί σοῦ ἀποστεροῦμαι,
φωτός, οὗ πᾶς ἐφίεται, ὀλίγοι δ’ ἐκζητοῦσιν.
Ἀλλά καί οἱ ἀξιωθέντες σου μετασχεῖν τῶν ἀρρήτων
καί ὑλικῶς μεταλαβεῖν ἐν ἀΰλῳ αἰσθήσει 
μυστηρίων τῶν φοβερῶν καί τοῖς πᾶσιν ἀφράστων
γνῶναί τε τήν ἀόρατον ἐν ὁρωμένοις δόξαν
καί τό ξένον μυστήριον, ὅ ἐν κόσμῳ ἐπράχθη,
κομιδῇ ὀλιγώτεροί εἰσιν, εὖ οἶδα, πάντως·
οἵ καί τούτων ἐγένοντο ἐν τρανεῖ θεωρίᾳ
παρά τοῦ ὄντος ἐν ἀρχῇ πρό πάντων τῶν αἰώνων
ἐκ τοῦ Πατρός σύν Πνεύματι Υἱοῦ, Θεοῦ καί Λόγου,
φωτός τρισσοῦ ἐν τῷ ἑνί, ἑνός ἐν τοῖς τρισί δέ.
Ἀμφότερα καί γάρ ἕν φῶς, Πατήρ, Υἱός καί Πνεῦμα,
ἄτμητον ὅν ἐν τοῖς τρισί προσώποις ἀσυγχύτως,
πλήν ἡνωμένοις καί αὐτοῖς κατά τήν θείαν φύσιν
ἀρχῆς, δόξης, δυνάμεως, θελήματος ὡσαύτως.
Τά τρία γάρ ὁρᾶταί μοι, ὡς ἐν ἑνί προσώπῳ 
ὡραῖοι δύο ὀφθαλμοί φωτός πεπληρωμένοι·
προσώπου δίχα ὀφθαλμοί πῶς βλέψουσιν, εἰπέ μοι;
Πρόσωπον δ’ ἄνευ ὀφθαλμῶν οὐ χρή πάντως καλεῖσθαι,
λείπεται γάρ τοῦ πλείονος, ἤ εἰπεῖν μᾶλλον ὅλου·
ἥλιος γάρ, εἰ στερηθῇ φωτός τῆς εὐπρεπείας,
ἀπολεῖται πρῶτος αὐτός, ἔπειτα κτίσις πᾶσα,
ἡ ὑπ’ αὐτοῦ τό λάμπεσθαι καί τό βλέπειν λαχοῦσα.
Οὕτω Θεός τοῖς νοητοῖς ἑνός εἰ στερηθείη,
εἴτε Υἱοῦ ἤ Πνεύματος, Πατήρ οὐκέτι ἔσται,
ἀλλ’ οὐδέ ζῶν ὑπάρξειεν ἀποβαλών τό Πνεῦμα,
ἐξ οὗ τοῖς πᾶσι δίδοται καί τό ζῆν καί τό εἶναι.
Σεβέσθω τοίνυν ἅπασα λογική ὄντως φύσις,
ὅση ὑπό τόν ἥλιον, ὅση δ’ ὑπέρθεν τούτου,
φύσιν τήν τρισυπόστατον ἀνερμήνευτον πάντῃ! 
Θεοῦ γάρ οὔτε ὄνομα, οὐ φύσιν, οὐκ ἰδέαν,
οὐ μορφήν, οὐχ ὑπόστασιν τῶν ἀνθρώπων τις ἔγνω,
ἵνα εἴπῃ καί γράψῃ καί μεταδῷ τοῖς ἄλλοις,
ἀλλ’ ὥσπερ λάμπων ἥλιος τοῖς νέφεσιν εἰσδύνει
καί οὐχ ὁρᾶται μέν αὐτός, οὐδ’ ὅλως φωτί φαίνει, 
ἀλλ’ ἀμυδρόν τοῖς ἐν τῇ γῇ τό φῶς αὐτοῦ παρέχει,
οὕτω μου νόει τόν Θεόν ἀφ’ ἡμῶν κεκρυμμένον 
καί σκότος μέγα βαθύ πάντας ἡμᾶς κατέχον.
Ἀλλά τό θαυμαστότερον νόει πάντως ἐνταῦθα·
Θεοῦ γάρ οὐ συστέλλεται τό φῶς, ὡς τοῦ ἡλίου,
ἀλλά λάμπει πανταχοῦ καί φωτίζει τά πάντα· 
καί μέσον ἐγώ τοῦ παντός περιέχομαι σκότει
καί τοῦ ἐμέ ποιήσαντος φωτός ἀποστεροῦμια.
Τίς οὖν ἐμέ μή κλαύσειε καί τίς ἄν οὐ πενθήσῃ
καί τίς οὐκ ἄν στενάξειεν ἐπ’ ἐμοί καί δακρύσῃ,
ὅτι Θεός ἐν ἅπασι καί πανταχοῦ ὑπάρχει
καί φῶς ὅλος αὐτός ἐστιν, ἐν ᾧ οὐκ ἔστιν ὅλως
οὐ τροπῆς ἀποσκίασμα, οὐ νυκτός παρουσία,
οὐ σκότος παρεμποδισμός ἐγγίνεται εἰς ἅπαν,
ἀλλ’ ἐφήπλωται τῷ παντί καί ἀπροσίτως λάμπει
καί τοῖς ἀξίοις προσιτός καί ληπτός καθορᾶται, 
ὀλίγον μέν, ὡς ἔφαμεν, πρός ὅλην τήν ἀκτῖνα
καί πρός τόν ἥλιον αὐτόν, ὅτε φανεῖται ὅλος,
πολύ δέ πάντως πρός αὐτούς τούς σκότει καθημένους,
ὅτι κατηξιώθησαν μικράν αὐγήν ἰδέσθαι.
Ἐγώ δέ, ὁ ταλαίπωρος, προτιμῶμια τό σκότος
καί μεριμνῶ τά ἐν αὐτῷ καί προστιθῶ τόν ζόφον,
καί γίνεται παχύτερον τῇ ταπεινῇ ψυχῇ μου, 
ἐξ οὖ τά πάθη τρέφονται καί ἐν ἐμοί ζωοῦνται
καί δράκοντές μοι γίνονται καί ἑρπετά καί ὄφεις
διαταράσσοντες ἀεί τῆς ψυχῆς μου τά μέλη·
καί γάρ ἡ δόξα δάκνει με, ἡ κενή καί ματαίᾳ,
καί τούς ὀδόντας πέπηγεν ἐν τῇ ἐμῇ καρδίᾳ·
ἐξ ἧς ἀδυνατήσαντος καί ἐκλυθέντος ὅλως
ἦλθον κύνες οἱ ἄγριοι, ἦλθεν θηρίων πλῆθος,
καί εὑρόντα με κείμενον κατεμασήσαντό με.
Τρυφή γάρ καί ὁ ἔπαινος μυελόν καί τά νεῦρα
διέσπασάν μου, τῆς ψυχῆς ἰσχύν καί προθυμίαν.
Ἀφῃρηκότα ἀπ’ ἐμοῦ, οἴμοι, πῶς πάντα γράψω; 
Οἴησιν δέ καί ὄκνον μοι ὡς λῃστάς ἐπιθέντες,
ἡδονήν τε καί μέριμναν, πῶς ἀνθρώποις ἀρέσω,
ἀπ’ ἐναντίας σύροντες διεμερίσαντό με·
ἡ μέν τήν σωφροσύνην μου καί τό νηφάλιόν μου,
ἡ δέ τά ἔργα τά καλά καί πράξεις τάς ἐνθέους
ἐφ’ ἑαυτάς δεικνύοντες νεκρόν ἀπέδειξάν με,
οἴησιν, τό παράδοξον καί θαυμαστόν καί μέγα,
καταλιπόντες ἐν ἐμοί τῷ κατερρυπωμένῳ.
Πῶς γάρ, εἰπέ, οὐ θαυμαστόν, πῶς οὐ πλῆρες ἐλέους,
ὅτι τοσαῦτα πάθη με ἐπιπεσόντα αἴφνης
καί πάσης ἀρετῆς γυμνόν καί νεκρόν δείξαντά με 
ἔλαθον πάλιν ἐμαυτόν μηδέν τῶν γενομένων
ἐπεγνωκώς, ἀλλ’ οἴομαι μείζων πάντων ὑπάρχειν 
καί ἀπαθής καί ἅγιος καί σοφός θεολόγος, 
δικαίως καί τιμώμενος παρά πάντων ἀνθρώπων,
ἀλλά καί ἐπαινούμενος, ὡς ἄξιος ἐπαίνων
ἅπαντας προσκαλούμενος δοκῶ τιμήν συνάγειν.
Συναγομένων γάρ αὐτῶν ἐγώ φυσῶμαι πλέον
καί συχνῶς περιβλέπομαι, μή πού τις ἀπελείφθη,
ὅστις οὐ παραγένετο καί ἐθεάσατό με·
καί εἴ που εὑρεθείη τις παραβλεψάμενός με,
μνησικακῶ καί λοιδορῶ καί διασύρω τοῦτον,
ὅπως ἀκούσας καί αὐτός μή φέρων μου τούς ψόγους
ἔλθῃ, προσαγορεύσῃ με, φανῇ ὑπόσδονδός μου
καί ὡς κἀκεῖνος χρῄζει μου τῆς εὐχῆς καί ἀγάπης,
καί λέγω πάντας τούς λοιπούς· Ἔρχεται καί ὁ δεῖνα
καί τάς εὐχάς κομίζεται καί τούς λόγους ἀκούει
καί τήν διδασκαλίαν μου - φεῦ μοι τῆς εὐπηθείας! 
Πῶς οὖν βλέπω γύμνωσιν τῆς ἀθλιότητός μου
καί τῶν πληγῶν αἰσθάνομαι καί λυποῦμαι καί κλαίω
καί ἴασιν ἐπιζητῶ ἀνακλιθείς ξενῶνι
καί ἰατρούς παρακαλῶ δεικνύς τούς μώλωπάς μου,
ἀπογυμνώσας τε αὐτοῖς καί τά κρυπτά μου πάθη,
ὡς ἄν ξηρία, ἔμπλαστρα καί καύστρας ἐπιθῶσι, 
καί ὑπομείνω καρτερῶς διά τήν ἴασίν μου,
ἀλλά καί μᾶλλον προστιθῶ τραύματα καθ’ ἑκάστην; 
Ἀλλ’, ὦ Θεέ μου, οἴκτειρον ἐμέ πεπλανημένον 
καί φόβον σου ἐμφύτευσον ἐν τῇ ἐμῇ καρδίᾳ,
ἵνα τόν κόσμον φύγοιμι κατά τάς ἐντολάς σου
καί μῖσος ἔξω πρός αὐτόν καί συσταλῶ ἐμφρόνως,
καί μή ἐάσῃς με, Χριστέ, μέσον τούτου πλανᾶσθαι,
ὅτι σέ μόνον ἀγαπῶ μήπω σε ἀγαπήσας,
καί σοῦ μόνου προσδοκῶ τάς ἐντολάς φυλάττειν,
ὅλως ὤν ἐν τοῖς πάθεσι, μηδέ ἐπεγνωκώς σε.
Τίς γάρ τῶν ἐπιγνόντων σε χρῄζει δόξης τοῦ κόσμου;
Ἄλλο καί γάρ τό θέλημα σαρκός ῥευστῆς ὑπάρχει,
ἕτερον δέ τοῦ Πνεύματος, καί ἄλλο τῆς ψυχῆς μου.
Πλήν οὐ τριπλοῦς, ἀλλά διπλοῦς, ὡς ἄνθρωπος, ὑπάρχω· 
ἡ ψυχή μου συνδέδεται ἀρρήτως τῇ σαρκί μου,
πλήν οὐ ζητεῖ τά ἑαυτοῦ ἕκαστον καταλλήλως,
οἷον φαγεῖν τε καί πιεῖν, οἷον τό καθευδῆσαι,
ἅ καί σαρκός θελήματα χοϊκά εἶναι λέγω.
Ἐπεί δέ πάλιν χωρισθέν ψυχῆς οὐδέν ζητεῖ τοιοῦτον,
ἀλλά νεκρόν, ἀναίσθητον, ὥσπερ πηλός τυγχάνει,
τό πᾶν ψυχῆς εἶναι δοκῶ, ἕν θέλημα ἀνθρώπου.
Ὁ οὖν τῷ Θείῳ Πνεύματι τό ἴδιον ἑνώσας
θεοειδής ἐγένετο Χριστόν λαβών ἐν στέρνοις,
Χριστιανός ἀπό Χριστοῦ, Χριστόν μεμορφωμένον 
ἔχων ἐν ἑαυτῷ πάντως τόν ἄληπτον καί μόνον,
τόν ἀληθῶς ἀπρόσιτον τοῖς ποιήμασι πᾶσιν.
Ἀλλ’, ὦ φύσις ἀμόλυντε, οὐσία κεκρυμμένη,
φιλανθρωπία ἄγνωστε τοῖς πλείοσιν ἀνθρώποις,
ἔλεος οὐχ ὁρώμενον τοῖς ἀφρόνως βιοῦσιν,
οὐσία ἀναλλοίωτε, ἄτμητε, τρισαγία,
φῶς ἁπλοῦν καί ἀνείδεον, ἀσύνθετον εἰς ἅπαν,
ἀσώματον, ἀχώριστον, ἄληπτον πάσῃ φύσει,
πῶς καθωράθης ὡς ἐγώ, ἐγνώσθης τοῖς ἐν σκότει
καί ἐκρατήθης ἐν χερσί μητρός σου τῆς ἁγίας,
καί ἐδεσμεύθης ὡς φονεύς, ἔπαθες ὡςκακοῦργος
σωματικῶς, ὦ βασιλεῦ, θέλων πάντως με σῶσαι
καί πάλιν ἐπαναγαγεῖν εἰς παράδεισον δόξης;
Τοῦτο οἰκονομία σου, τοῦτο ἡ παρουσία,
τοῦτο ἡ εὐσπλαγχνία σου καί ἡ φιλανθρωπία,
ἡ γενομένη δι’ ἡμᾶς, πάντας ἀνθρώπους, Λόγε,
πιστούς, ἀπίστους, ἐθνικούς, ἁμαρτωλούς, ἁγίους·
κοινή γάρ πάντων γέγονεν ἡ ἐπιφάνειά σου,
σωτηρία καί λύτρωσις ζώντων καί τῶν θανόντων.
Τό δέ κρυπτῶς γινόμενον ἐν ἐμοί τῷ ἀσώτῳ 
καί μερικῶς τελούμενον ἐν γνωστῇ ἀγνωσίᾳ
-γνωστῇ μέν πάντως παρ’ ἐμοί, ἀγνώστῳ δέ τοῖς ἄλλοις-,
ποία γλῶσσα λαλήσειε, ποῖος νοῦς ἑρμηνεύσῃ,
ποῖος λόγος ἐκφράσειεν, ἵνα καί χείρ μου γράψῃ; 
Φρικτόν γάρ ὄντως, Δέσποτα, φρικτόν καί ὑπέρ λόγον,
ὅτι ὁρᾶταί μοι τό φῶς, ὅ ὁ κόσμος οὐκ ἔχει,
καί ἀγαπᾷ με ὁ μή ὤν ἔνδον τούτου τοῦ κόσμου,
καί ἀγαπῶ τόν μηδαμοῦ ὄντα ἐν ὁρωμένοις.
Ἐπί τῆς κλίνης κάθημαι ἔξωθεν ὤν τοῦ κόσμου
καί μέσον ὤν τῆς κέλλης μου τόν ἔξωθεν τοῦ κόσμου
ὄντα τε καί γενόμενον βλέπω, ᾧ καί ὁμιλῶ
- εἰπεῖν  δέ τόλμα - καί φιλῶ, φιλεῖ με καί ἐκεῖνος,
ἐσθίω, τρέφομαι καλῶς μόνῃ τῇ θεωρίᾳ
καί συνενούμενος αὐτῷ οὐρανούς ὑπερβαίνω
καί τοῦτο οἶδα ἀληθές καί βέβαιον ὑπάρχειν,
τό ποῦ τό σῶμα τότε δέ ὑπάρχει, οὐ γινώσκω.
Οἷδα, ὅτι κατέρχεται ὁ ὑπάρχων ἀκίνητος· 
οἶδα, ὅτι ὁρᾶταί μοι ὁ τυγχάνων ἀόρατος·
οἶδα, ὁ πάσης κτίσεως ἀποκεχωρισμένος
ἔνδον αὐτοῦ λαμβάνει με καί ἐν ἀγκάλαις κρύπτει,
καί ἐκ παντός εὑρίσκομαι ἔξω τότε τοῦ κόσμου.
Ἐγώ δέ πάλιν, ὁ βροτός καί μικρός ἐν τῷ κόσμῳ,
ἐντός μου ὅλον καθορῶ τόν ποιητήν τοῦ κόσμου,
καί οἶδα, ὡς οὐ θνήξομαι ἔνδον ζωῆς τυγχάνων, 
καί ὅλην ἔχω γτήν ζωήν βλυστάνουσαν ἐντός μου·
ἐν τῇ καρδίᾳ μου ἐστίν, ἐν οὐρανῷ δ’ ὑπάρχει,
ὦδε κἀκεῖ ὁρᾶταί μοι ἐπίσης ἀπαστράπτων.
Ὅπως δέ ταῦτα γίνονται, πῶς ἄν καλῶς νοήσω,
πῶς δ’ ἐξειπεῖν σοι δυνηθῶ, ὅσα νοῶ καί βλέπω; 
Εἰσί γάρ ὄντως ἄφθεκτα καί ἄρρητα εἰς ἅπαν,
ἅ ὀφθαλμός οὐχ ἑώρακεν, οὐκ ἀκήκοεν οὖς δέ, 
ἐπί καρδίαν σέ ποτέ οὐκ ἐνέβη σαρκίνην.
Εὐχαριστῶ σοι, Δέσποτα, ὅτι ἠλέησάς με
καί δέδωκας ἰδέσθαι με ταῦτα καί οὕτως γράψαι,
τοῖς μετ’ἐμοῦ κηρῦξαί τε τήν σήν φιλανθρωπίαν,
ἵνα καί νῦν μυηθῶσι λαοί, φυλαί καί γλῶσσαι,
ὅτι τούς πάντας ἐλεεῖς θερμῶς μετανοοῦντας
ἴσον τοῖς ἀποστόλοις σου καί πᾶσι τοῖς ἁγίοις, 
εὐεργετεῖς τε καί τιμᾷς καί δοξάζεις, Θεέ μου,
ὡς μετά πόθου σέ μόνον βλέποντας, τόν ποιητήν τοῦ 
κόσμου,
ᾧ πρέπει δόξα καί τιμή, κράτος, μεγαλωσύνη,
ὡς βασιλεῖ τε καί Θεῷ τοῦ παντός καί Δεσπότῃ
νῦν καί ἀεί διά παντός εἰς αἰῶνας αἰώνων·
ἀμήν.



Ἑπόμενο: ΙΔ'. Εὐχαριστία πρός Θεόν τῶν δωρεῶν ἕνεκα, ὧν παρ’ αὐτοῦ ἠξιώθη· καί ὅτι φρικτόν καί ἀγγέλοις τό τῆς ἱερωσύνης καί ἡγουμενείας ἀξίωμα.
Προηγούμενο: ΙΑ' Ὅπως ὡράθη αὐτῷ Θεός ὡς Στεφάνῳ καί Παύλῳ τοῖς ἀποστόλοις, ἐνταῦθα ὁ πατήρ ἐκπληττόμενος διηγεῖται.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος