Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΙΕ'. Ὅπως βλέπων τήν δόξαν τοῦ Θεοῦ ἐνηργεῖτο ὑπό τοῦ Παναγίου Πνεύματος, καί ὅτι τό Θεῖον ἐντός καί ἐκτός ἐστι τοῦ παντός, ἀλλά καί ληπτόν τε καί ἄληπτον τοῖς ἀξίοις, καί ὅτι οἶκος Δαυίδ ἡμεῖς ἐσμεν, καί ὅτι εἰς πολλά γινόμενος ὁ Χριστός καί Θεός ἡμῶν μέλη εἷς ἐστι καί ὁ αὐτός καί μένων ἀμέριστος.
Προηγούμενο: ΙΒ' Περί τοῦ ἑνός κατά πάντα τῆς τρισυποστάτου θεότητος θεολογία· καί δι’ ὧν τῇ ταπεινώσει χρώμενος λέγει περί ἑαυτοῦ, τῶν δοκούντων εἶναί τι ἐντρέπων τήν οἴησιν.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

ΙΔ'. Εὐχαριστία πρός Θεόν τῶν δωρεῶν ἕνεκα, ὧν παρ’ αὐτοῦ ἠξιώθη· καί ὅτι φρικτόν καί ἀγγέλοις τό τῆς ἱερωσύνης καί ἡγουμενείας ἀξίωμα.

 
Ἐγώ, κἄν θέλω, Δέσποτα, λαλῆσαι οὐκ ἰσχύω.
Τί γάρ ὅλως καί φθέγξομαι ἀκάθαρτος ὑπάρχων
καί λογισμοῖς καί πράξεσι καί ἐννοίαις ἁπάσαις; 
Πλήν τήν ψυχήν τιτρώσκομαι, φλέγομαι τά ἐντός μου
ἐπιθυμῶν λαλῆσαί σοι, κἄν ποσῶς, ὁ Θεός μου.
Βλέπω, καί γάρ ἐπίστασαι τά ἐμά, ὦ Θεέ μου,
ὅτι τά μέλη ἅπαντα σώματος καί ψυχῆς μου 
ἐμίανα ἐκ γενετῆς, ὅλος ὤν ἁμαρτία.
Τεκμαίρομαι τό ἔλεος καί τήν φιλανθρωπίαν
καί τά καλά σου τά πολλά, ἅ εἰς ἐμέ εἰργάσω,
καί ἄφωνος καθίσταμαι μικροῦ ἀπογινώσκων 
καί θλίβομαι διηνεκῶς λυπούμενος, ὁ τάλας,
ὅτι ἀνάξιός εἰμι τῶν ἀγαθῶν σου πάντων. 
Ὁπόταν ἔλθω εἰς ἐμαυτόν καί κατά νοῦν θελήσω
ἀναλογίσθαι, Χριστέ, τά πλήθη τῶν κακῶν μου,
καί ὅτι ἕν ἀγαθόν οὐκ ἔπραξα ἐν βίῳ,
ἀντί δέ τῶν κολάσεων, ὀργῆς σου τῆς δικαίας,
ὧν ὑπομεῖναι ἔμελλον ὡς πολλά σε λυπήσας,
τοσούτων μᾶλλον ἀγαθῶν νῦν κατηξίωσάς με,
ἔρχομαι εἰς ἀπόγνωσιν, φοβοῦμαί σου τό κρῖμα,
ὅτι καί μᾶλλον προστιθῶ πταίσματα καθ’ ἑκάστην, 
καί τό πολύ σου ἔλεος καί τήν φιλανθρωπίαν
τρέμω μή τρέψῃς εἰς θυμόν μείζονος τιμωρίας, 
ὅτι εὐεργετούμενος ἀχαριστῶ σοι πλέον, 
δοῦλος ὑπάρχων πονηρός σου, τοῦ καλοῦ Δεσπότου.
Πάντα οὖν τἆλλα, Κύριε, ὑπομονήν παρεῖχον,
ἐλπίδα προξενοῦντά μοι ζωῆς τῆς αἰωνίου·
οὗ ἕνεκεν καί ἔχαιρον πολλά, ὡς οἶδας μόνος,
θαρρῶν εἰς τήν χρηστότητα καί εἰς τό ἔλεός σου.
Διά γάρ τοῦτο ἐκ παντός ἦρές με ἐκ τοῦ κόσμου
καί πάντων ἀπεχώρισας συγγενῶν τε καί φίλων,
ὅπως καί ἐλεήσῃς με καί σώσῃς με, Χριστέ μου· 
τοῦτο πληροφορούμενος παρά τῆς χάριτός σου
εἶχον χαράν ἀπλήρωτον και βεβαίαν ἐλπίδα.
Τά δύο δέ τά ἔσχατα ὅπως εἴπω, οὐκ οἶδα,
ἅ εἰς ἐμέ εὐδόκησας γενέσθαι, Βασιλεῦ μου,
καί τήν ψυχήν μου καί τόν νοῦν λόγου ἀποστεροῦσι
καί ἐνεργείας παύσουσι καί φρονήσεις ἁπάσας,
ἀλλά καί τῷ μεγέθει σου βαρύνουσι τῆς δόξης
καί παύσασθαι παρά μικρόν πείθουσί με, Σωτήρ μου, 
μηδέν λαλεῖν,μηδέν ποιεῖν, μηδέ ἅπτεσθαι τούτων,
καί ἀπορῶ ἐν ἐμαυτῷ καί θαυμάζων λυποῦμια.
Πῶς τοῖς τοιούτοις ἐμαυτόν πράγμασιν ἀπορρήτοις
ἐξέδωκα διακονεῖν καί λειτουργεῖν, ὁ τάλας; 
Ἐν οἷς ἄγγελοι φρίττουσιν ἀδεῶς ἀτενίσαι,
προφῆται ἐδειλίασαν ἐνωτισθέντες ἅμα
δόξης τό ἀκατάληπτον καί τῆς οἰκονομίας· 
ἀπόστολοι καί μάρτυρες καί διδασκάλων πλῆθος
βοῶσι καί κραυγάζουσιν ἑαυτούς ἀναξίους
διαρρήδην κηρύττοντες ἅπασι τοῖς ἐν κόσμῳ.
Ἐγώ δέ πῶς, ὁ ἄσωτος, καί πῶς ἐγώ, ὁ πόρνος,
καί πῶς ἐγώ, ὁ ταπεινός, γενέσθαι ἠξιώθην
καί ἀδελφῶν ἡγούμενος, τῶν θείων μυστηρίων
ἱερουργός καί λειτουργός τῆς ἀχράντου Τριάδος; 
Ὅπου γάρ ἄρτος σαρκός καί τοῦ αἵματος, Λόγε,
ἐκεῖ ὑπάρχεις σύ αὐτός, ὁ Θεός μου καί Λόγος,
καί ταῦτα σῶμα γίνεται σόν ἀληθῶς καί αἷμα
ἐπελεύσει τοῦ Πνεύματος καί δυνάμει Ὑψίστου· 
καί τολμῶντες ἁπτόμεθα θεοῦ τοῦ ἀπροσίτου,
μᾶλλον δέ τοῦ οἰκοῦντος ἐν φωτί ἀπροσίτῳ,
οὐ μόνον φύσει τῇ φθαρτῇ ταύτῃ καί ἀνθρωπίνῃ,
ἀλλά καί πάσαις νεοραῖς στρατιαῖς τῶν ἀγγέλων.
Τοῦτο οὖν τό ἀπόρρητον, τοῦτο τό ὑπέρ φύσιν
ἔργον τε καί ἐγχείρημα, ὅπερ ποιεῖν ἐτάχθην,
πείθει με καί τόν θάνατον πρό ὀφθαλμῶν μου βλέπειν·
ὅθεν ἀφείς τό ἥδεσθαι τῷ τρόμῳ συνεσχέθην 
εἰδώς, ὅτι ἀδύνατον ἐμοί καί πᾶσιν, οἶμαι, 
τό κατ’ ἀξίαν λειτουργεῖν καί βίον οὕτως ἔχειν
ἀγγελικόν ἐν σώματι, μᾶλλον δ’ ὑπέρ ἀγγέλους, 
ἵν’ ὁ λόγος ἔδειξε καί ἡ ἀλήθεια ἔχει, 
καί οἰκειότερος αὐτῶν γένηται κατ’ ἀξίαν
ὡς καί χερσίν ἁπτόμενος καί στόματι ἐσθίων,
ὅνπερ ἐκεῖνοι φρίττοντες παρίστανται σύν τρόμῳ.
Τό δέ κρῖμα τῶν ἀδελφῶν, οὕς τέταγμαι ποιμαίνειν, 
ποία ψυχή βαστάσειε, ποῖος νοῦς εὐπορήσῃ
ἀκατακρίτως μετελθεῖν ἑνός ἑκάστου γνώμην
καί πάντα τά παρ’ ἑαυτοῦ ἀνελλιπῶς εἰσφέρειν
καί ἐξελέσθαι κρίματος ἑαυτόν τοῦ ἐκείνων; 
Οὔ μοί δοκεῖ πως δυνατόν ἀνθρώποις εἶναι τοῦτο· 
πείθομαι οὖν βούλομαι μαθητής εἶναι μᾶλλον
ἑνός δουλεύων θέλημα, ἑνός ἀκούων λόγους,
καί ὑπέρ τούτου τοῦ ἑνός μόνον ὑφέξειν λόγους, 
ἤ τρόποις καί θελήμασι δουλεύειν τῶν πλειόνων
καί τούτων γνώμας ἐρευνᾶς καί βουλάς ἐξευρίσκειν
καί πράξεις τε καί λογισμούς ἐξιχνιάζειν πλέον, 
ἐπεί καί κρίσις μένει με καί δοῦναι μέλλω λόγους,
ἀνθ’ ὧνπερ ἡμαρτήκασιν, οὕς ἔγωγε ποιμαίνειν 
λόγοις ἀρρήτοις τοῦ Θεοῦ πάντως ᾑρέθην μόνος.
Ἕκαστος γάρ κριθήσεται καί λόγους πάντως δώσει,
ὧν ἔπραξεν αὐτός, εἴ τι χρηστόν ἤ φαῦλον,
ὑπέρ ἑκάστου λόγον δέ μόνος ἐγώ παρέξω· 
καί πῶς σωθῆναι βούλομαι ἤ πῶς ἐλεηθῆναι,
ὁ μηδέ κἄν ὑπέρ ἐμῆς μιᾶς ψυχῆς ἀθλίας
ἔχων ὅλως ἐνδείξασθαι ἔργον πρός σωτηρίαν; 
Καί γάρ, πληροφορήθητι, οὐκ ἔχων, ὅ,τι φράσσω,
οὐδέ γάρ ἔπραξά ποτε ἔργον μικρόν ἤ μέγα,
δι’ οὗ καί μέλλω σῴζεσθαι πυρός τοῦ αἰωνίου.
Ἀλλ’ ὦ φιλάνθρωπε Σωτήρ, εὔσπλαγχνε, ἐλεήμων,
θείαν μοι δός τῷ ταπεινῷ δύναμιν, ὥστε λόγῳ,
οὕς δέδωκάς μοι ἀδελφούς, ποιμαίνειν ἐν συνέσει,
καθοδηγεῖν ἐπί νομάς τῶν  νόμων σου τῶν θείων
καί ἀνασῴζειν εἰς μονάς τῆς ἄνω βασιλείας
σώους, ἀπήμονας, φαιδρούς τῶν ἀρετῶν τῷ κάλλει,
ἀξίους τε προσκυνητάς τοῦ φοβεροῦ σου θρόνου·
κἀμέ δέ τόν ἀνάξιον προσλαβοῦ ἐκ τοῦ κόσμου,
εἰ καί κατάστικτον πολλαῖς ἁμαρτιῶν αἰκίαις,
ἀλλ’ ὅμως λάτριν ἅμα σόν καί ἀχρεῖον οἰκέτην,
καί τοῖς χοροῖς τῶν ἐκλεκτῶν, οἷς κρίμασι γινώσκεις,
συγκαταρίθμησον ὁμοῦ μετά τῶν μαθητῶν μου,
ἵν’ ἅμα πάντες βλέπωμεν τήν δόξαν σου τήν θείαν
καί τῶν ἀφράστων σου, Χριστέ, ἀγαθῶν ἐντρυφῶμεν.
Σύ γάρ εἶ ἡ ἀπόλαυσις, ἡ τρυφή καί τό κλέος
τῶν ἀγαπώντων σε θερμῶς εἰς αἰῶνας αἰώνων·
ἀμήν. 



Ἑπόμενο: ΙΕ'. Ὅπως βλέπων τήν δόξαν τοῦ Θεοῦ ἐνηργεῖτο ὑπό τοῦ Παναγίου Πνεύματος, καί ὅτι τό Θεῖον ἐντός καί ἐκτός ἐστι τοῦ παντός, ἀλλά καί ληπτόν τε καί ἄληπτον τοῖς ἀξίοις, καί ὅτι οἶκος Δαυίδ ἡμεῖς ἐσμεν, καί ὅτι εἰς πολλά γινόμενος ὁ Χριστός καί Θεός ἡμῶν μέλη εἷς ἐστι καί ὁ αὐτός καί μένων ἀμέριστος.
Προηγούμενο: ΙΒ' Περί τοῦ ἑνός κατά πάντα τῆς τρισυποστάτου θεότητος θεολογία· καί δι’ ὧν τῇ ταπεινώσει χρώμενος λέγει περί ἑαυτοῦ, τῶν δοκούντων εἶναί τι ἐντρέπων τήν οἴησιν.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος