Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΙΣΤ'. Ὅτι ποθεινόν τε καί ἐπιθυμητόν κατά φύσιν μόνον τό Θεῖον, οὗ ὁ μετέχων πάντων ἐν μετοχῇ γέγονε τῶν καλῶν
Προηγούμενο: ΙΔ'. Εὐχαριστία πρός Θεόν τῶν δωρεῶν ἕνεκα, ὧν παρ’ αὐτοῦ ἠξιώθη· καί ὅτι φρικτόν καί ἀγγέλοις τό τῆς ἱερωσύνης καί ἡγουμενείας ἀξίωμα.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

ΙΕ'. Ὅπως βλέπων τήν δόξαν τοῦ Θεοῦ ἐνηργεῖτο ὑπό τοῦ Παναγίου Πνεύματος, καί ὅτι τό Θεῖον ἐντός καί ἐκτός ἐστι τοῦ παντός, ἀλλά καί ληπτόν τε καί ἄληπτον τοῖς ἀξίοις, καί ὅτι οἶκος Δαυίδ ἡμεῖς ἐσμεν, καί ὅτι εἰς πολλά γινόμενος ὁ Χριστός καί Θεός ἡμῶν μέλη εἷς ἐστι καί ὁ αὐτός καί μένων ἀμέριστος.

 
Ἀποκαλυπτομένου σου, Δέσποτα τῶν ἁπάντων, 
καί δόξαν τοῦ προσώπου σου τρανότερον δεικνύντος 
ὅλος τρόμῳ συνέχομαι ἄνωθεν καθορῶν σε, 
ὡς ἐφικτόν ἐστιν ἐμοί, τῷ ταπεινῷ τήν φύσιν,
καί φόβῳ συνεχόμενος ἐκπλήττομαι καί λέγω· 
Ὑπέρ κατάληψιν ἐμήν πάντα τά σά, Θεέ μου,
καί γάρ εἰμι ἀκάθαρτος, ἀνάξιος εἰς ἅπαν
τοῦ βλέπειν σε, τόν καθαρόν καί ἅγιον Δεσπότην,
ὅν εὐλαβοῦνται ἄγγελοι καί λειτουργοῦσι τρόμῳ, 
καί ἀπό τοῦ προσώπου σου κλονεῖται πᾶσα κτίσις.
Ὅταν δέ ταῦτα εἴποιμι καί ὀφθαλμούς καμμύσω,
τουτέστι κάτω μου τόν νοῦν ἀποστρέψω, μή βλέπειν
ἤ καθορᾶν δυνάμενος τήν ἄστεκτόν σου θέαν,
τότε θρηνῶ στερούμενος τοῦ κάλλους σου, Θεέ μου,
μή φέρων σοῦ τόν χωρισμόν, τοῦ φιλανθρώπου μόνου.
Θρηνοῦντα δέ καί κλαίοντα ὅλον με περιλάμπεις,
βαβαί, καί καταπλήττομαι καί ἐπί πλεῖον κλαίω,
τό πρός ἐμέ σου εὔσπλαγχονον τόν ἄσωτον θαυμάζων.
Τότε βλέπω τοῦ σώματος πολλήν ἀσχημοσύνην 
καί τήν ἀναξιότητα ψυχῆς μου τῆς ἀθλίας,
καί ταῦτα τεκμαιρόμενος ἐξίσταμαι κραυγάζων· 
Τίς οὖν ἐγώ εἰμι, Θεέ καί ποιητά τῶν ὅλων,
καί τίς ὅλως πεποίηκα ἀγαθόν ἐν τῷ βίῳ, 
ἤ ποίαν ὅλως σοῦ ποτε ἐντολήν εἰργασάμην,
ὅτι τοιαύτῃ δόξῃ με τόν ταπεινόν δοξάζεις; 
Καί πόθεν ἤ καί διά τί οὕτως με περιλάμπειν, 
τόν ἄθλιον, ἠξίωσας ἐν νυκτί καί ἡμέρᾳ; 
Μή γάρ ποτε ἐδίψησα σέ ζητῶν, Βασιλεῦ μου,
μή γάρ ἐκακοπάθησα σῶν ἐντολῶν τοῖς πόνοις,
μή πειρασμούς ὑπέμεινα καί μάστιγας, ὡς πάντες
οἱ ταῦτα καρτερήσαντες ἅγιοι ἀπ’ αἰῶνος,
ὅπως ἐκείνοις με, Χριστέ, συναριθμήσας σώσῃς; 
Οὐ γάρ τῶν ἔργων με χωρίς σύ ῥᾳθυμοῦντα σώσεις·
κἄν σφόδρα σύ φιλάνθρωπος ὡς πλάστης τῶν ἀνθρώπων,.
Ἀκούω Παύλου λέγοντος νεκράν εἶναι τήν πίστιν 
ἔργων χωρίς τυγχάνουσαν καί φρίττω τιμωρίας
πάντως ἐκεῖ μενούσας με, τόν κατημελημένον.
Πῶς οὖν ἐγώ θαρρήσαιμι ὡς πιστός σύν ἐκείνοις
ἀριμνηθῆναι, Δέσποτα, τοῖς  προεργασαμένοις, 
ὁ μηδέν μίαν ἐντολήν ποτε τετηρηκώς σου;
Ἀλλ’ οἶδα, πάντα δύνασαι, πάντα ποιεῖς, ὡς θέλεις,
καί τοῖς ἐσχάτοις, Δέσποτα, δίδως ὡς καί τοῖς πρώτοις,
καί πρῶτον, ὤ τοῦ θαύματος, τῶν πρώτων τοῖς ἐσχάτοις.
Ταῦτα πρός σέ λέγοντος, τόν ποιητήν τοῦ κόσμου,
τόν ἄνω πρίν φαινόμενον καί πάλαι με κρυβέντα
καί ὕστερον ἀκτῖσί με ὅλον περικυκλοῦντα, 
αἴφνης σε ὅλον ἐν ἐμοί καθορῶ γεγονότα,
τόν ἄνω πρίν φαινόμενον, ἀλλά κρυβέντα πάλιν
νέφει, καθάπερ ἥλιος ἀκτίνων ὅλως δίχα.
Ὡς οὖν ἐκεῖνος προσιτός ἐστι τοῖς καθορῶσι
καί τότε μᾶλλον οἱονεί ὅλος πᾶσιν ὁρᾶται, 
οὕτω καί σύ μοι προσιτός κεκρυμμένος ἐντός μου
τυγχάνεις, ὁ ἀπρόσιτος, ὄμμασι νοεροῖς μου, 
ὡς οἶδας, ὀπτανόμενος, κατά μικρόν αὐξάνων,
φαιδρότερον δεικνύμενος, φαιδρότερον ἀστράπτων· 
ἄλλοτε πάλιν φαίνῃ μοι ἀπρόσιτος εἰς ἅπαν.
Διό καί μεγαλύνω σου τήν ἀκαταληψίαν,
τήν ἀγαθότητα τήν σήν κηρύττων ἐκβοῶ σοι·
Δόξα τῷ οὕτως τήν ἡμῶν δοξάσαντι οὐσίαν, 
δόξα τῇ ἀμετρήτῳ σου, Σωτήρ, συγκαταβάσει,
δόξα τῇ εὐσπλαγχνίᾳ σου, δόξα τῇ δυναστείᾳ,
δόξα σοι, ὅτι ἄτρεπτος, ἀναλλοίωτος μένων
ὅλος τε εἶ ἀκίνητος, ἀεικίνητος πέλων, 
ὅλος ἐκτός τῆς κτίσεως, ὅλος δ’ ἐν πάσῃ κτίσει,
ὅλος τά σύμπαντα πληροῖς, ὅλος ὤν ἔξω πάντων,
ὑπέρ τά πάντα, Δέσποτα, ὑπέρ ἀρχήν δέ πᾶσαν,
ὑπέρ οὐσίαν ἅπασαν, ὑπέρ φύσεως φύσιν,
ὑπέρ αἰῶνας ἅπαντας, ὑπέρ φῶς ἅπαν, Σῶτερ,
ὑπέρ οὐσίας νοεράς, ἔργον σόν γάρ κἀκεῖναι,
μᾶλλον δέ ἐννοήματός σου τυγχάνουσιν ἔργον.
Σύ γάρ τῶν πάντων εἶ οὐδέν, ἀνώτερος δέ πάντων· 
τῶν ὄντων γάρ εἶ αἴτιος ὡς τῶν πάντων κτίστης
καί διά τοῦτο πάντων εἶ ἀποκεχωρισμένος,
ἄνωθέν που νοούμενος ὑπέρ τά ὄντα πάντα,
ἀόρατος, ἀπρόσιτος, ἄληπτος ἀναφής τε,
ἀκατανόητός τε ὤν ἀναλλοίωτος μένεις,
ἁπλοῦς τυγχάνων ὅλος δέ σύ εἶ πεποικιλμένος,
καί ὅλως νοῦς ἀδυνατεῖ δόξης τήν ποικιλίαν 
καί ὡραιότητα τοῦ σοῦ κάλλους κατανοῆσαι.
Ὁ οὖν τῶν πάντων ὤν οὐδέν ὡς ὑπεράνω πάντων,
ὁ ἔξω πάντων ὠς Θεός τῶν πάντων σύ ὑπάρχων
ἀόρατος, ἀπρόσιτος, ἄληπτος ἀναφής τε, 
αὐτός ἐγένου καί  βροτός, εἰσῆλθες ἐν τῷ κόσμῳ 
καί πᾶσιν ὤφθης προσιτός τῇ τῆς σαρκός προσλήψει.
Ἐγνώσθης δέ καί τοῖς πιστοῖς θεότητος τῇ δόξῃ
καί γέγονας αὐτοῖς ληπτός, ὁ ἄληπτος εἰς ἅπαν,
καί ὁρατός ὅλος αὐτός, ὁ ἀόρατος πᾶσιν·
καί εἴδοσαν τήν δόξαν σου, θεότητος τῆς θείας, 
μόνοι πιστοί καί βλέπουσιν, οἱ ἄπιστοι δέ πάντες
ἰδόντες σε διέμειναν τυφλοί, τό φῶς τοῦ κόσμου.
Οἱ οὖν πιστοί καί τότε σέ καί νῦν ἀεί ὁρῶσι
καί ἔχουσι μεθ’ ἑαυτῶν τόν κτίστην σε τῶν ὅλων
συνόντα συνοικοῦντά τε ἐν σκότει τῷ τοῦ βίου,
ὡς ἥλιόν σε ἄδυτον, ὡς ἄσβεστον λαμπάδα,
μή καταλαμβανόμενος ὅλως ὑπό τοῦ σκότους,
ἀλλά καταφωτίζοντα ἀεί τούς σέ ὁρῶντας.
Ἐπεί δέ σύ, ὡς εἴρηται, ἔξω πάντων ὑπάρχεις
καί, οὕς φωτίζεις, ἔξωθεν ποιεῖς τῶν ὁρωμένων
καί ὥσπερ σύ αὐτόθι ὤν ἄνω σύν τῷ Πατρί σου
ἀδιαστάτως μεθ’ ἡμῶν ὅλος αὐτός τυγχάνεις 
καί ἐν τῷ κόσμῳ πάλιν ὤν ἀχώρητος εἶ κόσμῳ
- ἐν τῷ παντί γάρ ὤν αὐτός ὑπέρ τό πᾶν τυγχάνεις-, 
οὕτως ἡμᾶς τούς δούλους σου τῶν αἰσθητῶν ἐν μέσῳ, 
τῶν ὁρωμένων τε ἐντός ὑπάρχοντας ἐξάγεις
καί ἄνω ὅλως μετά σοῦ λαμπομένους φωτί σου
συναναφέρεις καί ποιεῖς ἐκ θνητῶν ἀθανάτους· 
καί μένοντες, ὅπερ ἐσμέν, υἱοί τῇ χάριτί σου
ὅμοιοί σοι γινόμεθα, θεοί Θεόν ὁρῶντες.
Τίς οὖν οὐ προσδραμεῖταί σοι, τῷ μόνῳ φιλανθρώπῳ, 
τίς οὐκ ἀκολουθήσει σοι, τίς οὐκ ἐκ πόθου φράσει·
Ἰδού, τά πάντα ῥίψαντες ἀκολουθήσομέν σοι, 
τῷ συμπαθεῖ, τῷ προσινεῖ, τῷ εὐσπλάγχνῳ Δεσπότη, 
τῷ τήν ἡμῶν ἐπιστροφήν ἀεί ἐκδεχομένῳ, 
τῷ θανάτῳ μή θέλοντι τῶν σοί προσκεκρουκότων,
τῷ ἐν ἡμῖν τά φοβερά νῦν τελεσιουργοῦντι,
ἅπερ ποτέ ἀκούοντες ἐν οἴκῳ Δαυίδ πάλαι
γενόμενα θαυμάζομεν. Τά δ’ ἄν καί εἴεν ταῦτα·
οἶκος Δαυίδ ἡμεῖς ἐσμέν ὡς συγγενεῖς ἐκείνου,
καί γάρ αὐτός σύ γέγονας, ὁ τῶν ἁπάντων κτίστης,
υἱός ἐκείνου, καί ἡμεῖς υἱοί σου κατά χάριν·
σύ συγγενής ἡμῶν σαρκί, ἡμεῖς θεότητί σου.
Λαβών γάρ σάρκα δέδωκας ἡμῖν Πνεῦμα σου Θεῖον,
καί οἶκος εἷς γεγόναμεν Δαυίδ, οἱ πάντες ἅμα,
τῇ ἰδιότητι τῇ σῇ, τῇ πρός σε συγγενείᾳ.
Κύριος οὖν σύ τοῦ Δαυίδ, ἐν πνεύματι τυγχάνεις,
ἡμεῖς δέ τέκνα τοῦ Δαυίδ, σπέρμα θεῖόν σου πάντες·
συναγομένων τε ἡμῶν εἷς γινόμεθα οἶκος, 
τουτέστι πάντες συγγενεῖς, ἀδελφοί σου οἱ πάντες.
Καί πῶς οὐ θαῦμα φοβερόν, ἤ πῶς οὐ φρίξει πᾶς τις,
ὁ τοῦτο ὅλως ἐννοῶν, τοῦτο καταμανθάνων,
ὅτι ὑπάρχεις μεθ’ ἡμῶν νῦν καί εἰς τούς αἰῶνας
καί οἶκον ἕκαστον ποιεῖς καί ἐνοικεῖς εἰς πάντας
καί οἶκος πᾶσι γίνῃ σύ, καί ἐν σοί ἐνοικοῦμεν, 
εἷς, Σῶτερ, ἕκαστος ἡμῶν μετά σοῦ ὅλος ὅλου,
καί μεθ’ ἑνός ἑκάστου σύ μόνου μόνος τυγχάνων
καί ὑπεράνωθεν ἡμῶν μόνος ὅλος ὑπάρχεις; 
Νῦν οὖν ὑπάρχεις τά φρικτά ἐν ἡμῖν πάντα πράσσων.
Ποῖα φρικτά; Ἀκούσατε ἐκ τῶν πολλῶν ὀλίγα·
εἰ γάρ καί, ἅ εἰρήκαμεν, ὑπέρ ἔκπληξιν πάντα,
ἀλλ’ ὅμως ἄρτι ἄκουε φρικτότερα ἐκείνων!
Μέλη Χριστοῦ γινόμεθα, μέλη Χριστός  ἡμῶν δέ, 
καί χείρ Χριστός καί ποῦς Χτιστός ἐμοῦ τοῦ παναθλίου,
καί χείρ Χριστοῦ καί ποῦς Χριστοῦ ὁ ἄθλιος ἐγώ δέ.
Κινῶ τήν χεῖρα, καί Χριστός ἡ χείρ μου ἔστιν.
- Ἀμέριστον γάρ νόει μ οι θεότητα τήν θείαν! -
Κινῶ τόν πόδα καί, ἰδού, ἀστράπτει ὡς ἐκεῖνος·
μή εἴπῃς, ὅτι βλασφημῶ, ἀλλ’ ἀπόδεξαι ταῦτα 
καί τῷ Χριστῷ προσκύνησον τοιοῦτόν σε  ποιοῦντι!  
Εἰ γάρ καί σύ θελήσειας, μέλος αὐτοῦ γενήσῃ,
καί οὕτω μέλη ἅπαντα ἑνός ἡμῶν ἑκάστου
μέλη Χριστοῦ γενήσονται, καί Χριστός ἡμῶν μέλη,
καί πάντα τά ἀσχήμονα εὐσχήμονα ποιήσει
κάλλει θεότητος αὐτά κατακοσμῶν καί δόξῃ,
καί γενησόμεθα ὁμοῦ θεοί Θεῷ συνόντες,
ἀσχημοσύνην σώματος ὅλως μή καθορῶντες,
ἀλλ’ ὅλοι ὅλῳ σώματι Χριστῷ ὁμοιωθέντες,
καί μέλος ἕκαστον ἡμῶν ὅλος Χριστός ὑπάρξει.
Εἰς γάρ πολλά γινόμενος εἷς ἀμέριστος μένει,
μερίς ἑκάστῃ δέ αὐτός ὅλος Χριστός ὑπάρχει·
πάντως οὖν οὕτως ἔγνωκας Χριστόν καί δάκτυλόν μου
καί βάλανον - οὐκ ἔφριξας, ἤ σύ καί ἐπῃσχύνθης; 
Ἀλλά Θεός σοί ὅμοιος οὐκ ᾐσχύνθη γενέσθαι,
σύ δέ ἐκείνῳ ὅμοιος αἰσχύνῃ γεγονέναι;- 
Οὐχί ἐκείνῳ ὅμοιος αἰσχύνομαι γενέσθαι,
ἀλλά ἐκεῖνον ὅμοιον τοῦ ἀσχήμονος μέλους
ῥηθέντα βλασφημίαν σε εἰπεῖν ὑπενοήθην.- 
Κακῶς ἄρα ὑπέλαβες, οὐ γάρ ἄσχημα ταῦτα!
Μέλη δέ Χριστοῦ εἰσι κρυπτά, καλύπτονται γάρ,
καί κατά τοῦτο τῶν λοιπῶν σεμνότερα ὑπάρχει
ὡς πᾶσιν ἀθεώρητα τοῦ κρυπτοῦ κρυπτά μέλη,
ἐξ οὗ τό σπέρμα δίδοται ἐν συνουσίᾳ θείᾳ,
θεῖον ἐν θείᾳ τῇ μορφῇ φρικτῶς μεμορφωμένον
ἀπό θεότητος αὐτῆς ὅλης, ὅλος Θεός γάρ,
ὅς συνενοῦται μεθ’ ἡμῶν, ὤ φρικτοῦ μυστηρίου! 
Καί γάμος ὄντως γίνεται, ὁ ἄρρητος καί θεῖος·
ἑνί ἑκάστῳ μίγνυται, καί πάλιν ταῦτα λέξω
ὑφ’ ἡδονῆς, καί ἕκαστος ἑνοῦται τῷ Δεσπότῃ.
Εἰ οὖν ὅλῃ ὅλον Χριστόν σαρκί σου ἐνεδύσω, 
ἀνεπαισχύντως ἅπαντα νοήσεις, ἅπερ λέγω.
Εἰ δέ οὐδ’ ὅλως ἤ ἐπίβλημα μικρόν, ἀχράντου
χιτῶνος λέγω τοῦ Χριστοῦ, ἐπέβαλες ψυχῇ σου, 
ἐν ἱματίῳ παλαιῷ, ἐν ἑνί πάντως τόπῳ
ὑπάρχεις καί αἰσχύνεσαι τά λοιπά πάντα μέλη,
τό σῶμα κεκτημένος δέ ῥυπαρόν ὅλον μᾶλλον,
ἐνδεδυμένος ῥυπαρά, πῶς οὐκ ἐρυθριάσεις; 
Ἐμοῦ λαλοῦντος τά φρικτά περί μελῶν ἁγίων
καί δόξαν βλέποντος πολλήν καί τόν νοῦν λαμπομένου 
καί χαίροντος καί σαρκικόν μηδέν ἐνθυμουμένου,
σύ μέν τάς σάρκας βλέπει σου τάς κατερρυπωμένας
καί τῷ νοΐ τάς πράξεις σου διέρχῃ τάς ἀτόπους,
καί ὁ νοῦς σου τούτοις ἀεί ὡς σκώληξ ἰλυσπᾶται.
Διό προσάπτεις τῷ Χριστῷ κἀμοί τήν σήν αἰσχύνην
καί λέγεις· Οὐκ αἰσχύνῃ σύ περί τῶν ἀσχημόνων,
μᾶλλον δέ εἰς ἀσχήμονα μέλη Χριστόν κατάγειν; 
Ἐγώ δέ πάλιν λέγω σοι· Βλέπε Χριστόν ἐν μήτρᾳ, 
καί τά ἐν μήτρᾳ νόησον καί μήτραν ὑπεκδύντα, 
καί πόθεν ἐξερχόμενος ὁ Θεός μου διῆλθε! 
Καί πλεῖόν τι εὑρήσειας, ὑπέρ ἅ ἐγώ εἶπον,
ἅπερ καί κατεδέξατο εἰς ἡμετέραν δόξαν,
ἵνα μηδείς αἰσχύνηται μιμούμενος ἐκεῖνον
μηδέ, ἅ πέπονθε, λαλῶν ἤ καί αὐτός πανθάνων. 
Ἄνθρωπος ὅλος γέγονε καί Θεός ὅλος ὄντως, 
εἷς οὗτος, οὐ μεμέρισται, ἀνήρ τέλειος πάντως· 
ὁ δέ αὐτός Θεός ἐστιν, ὅλος μέλεσιν ὅλοις.
Οὕτως ἐγένετο καί νῦν ἐν τοῖς ἐσχάτοις χρόνοις
ὁ Συμεών ὁ ἅγιος, Εὐλαβής ὁ Στουδίτης, 
οὗτος οὐκ ἐπῃσχύνετο μέλη παντός ἀνθρώπου
οὐδέ γυμνούς τινας ὁρᾶν, οὐδέ γυμνός ὁρᾶσθαι·
εἶχε γάρ ὅλον τόν Χριστόν, ὅλος αὐτός Χριστός ἦν,
καί μέλη ἅπαντα αὐτοῦ καί παντός ἄλλου μέλη
καθ’ ἕν καί πάντα ὡς Χριστόν οὗτος ἀεί ἑώρα
καί ἔμενεν ἀκίνητος, ἀβλαβής, ἀπαθής τε,
ὡς ὅλος ὤν Χριστός αὐτός καί Χριστόν πάντας βλέπων
τούς βαπτισθέντας καί Χριστόν ὅλον ἐνδυσαμένους.
Εἰ δέ γυμνός ὑπάρχεις σύ καί σάρξ σαρκός προσψαύσει,
θηλυμανής γεγένησαι ὡς ὄνος ἤ ὡς ἵππος,
ἵνα τί καί τόν ἅγιον τολμᾷς ἐνδιαβάλλειν
καί βλασφημεῖς εἰς τόν Χριστόν, τόν ἡμῖν ἑνωθέντα
καί δόντα τήν ἀπάθειαν δούλοις αὐτοῦ ἁγίοις;
Καί γάρ νυμφίος γίνεται - ἀκούεις; - καθ’ ἑκάστην,
καί νύμφαι πάντων αἱ ψυχαί, αἷς ὁ κτίστης ἑνοῦται,
κἀκείνῳ πάλιν αὗται δέ, καί γίνεται ὁ γάμος
πνευματικῶς, θεοπρεπῶς συμμιγνύμενος ταύταις.
Οὐ φθείρει ὅλως, ἄπαγε, ἀλλ’ εἰ καί ἐφθαρμένας 
λάβοι καί ταύταις ἑνωθῇ, εὐθύς ποιεῖ ἀφθάρτους,
καί βλέπουσι τά πρότερον φθορᾷ μεμολυσμένα 
ἅγια πάντα, ἄφθορα, ὅλως συνουλωμένα.
Τόν εὔσπαγχνον δοξάζουσι, ποθοῦσι τόν ὡραῖον
καί τῇ ἀγάπῃ τῇ αὐτοῦ ὅλῃ ὅλαι κολλῶνται,
μᾶλλον δέ σπέρμα ἅγιον, ὡς εἴπομεν, λαβοῦσαι
Θεόν ὅλον ἐντός αὐτῶν μεμορφωμένον κτῶνται.
Τί οὖν οὐχί ἀλήθεια ταῦτά εἰσι, πατέρες;
Οὐχί ὀρθῶς ἐξείπομεν περί πραγμάτων θείων,
οὐχί ἀπαραποίητα ταῖς γραφαῖς ἴσως εἶπον; 
Εἰ τοίνυν σύ ἐνδέδυσαι σαρκός σου τήν αἰσχύνην
καί νοῦν οὐκ ἀπεγύμνωσας, ψυχήν οὐκ ἀπεδύσω,
τό φῶς ἰδεῖν οὐκ ἴσχυσας σκότει κεκαλυμμένος,
ἐγώ σοι τί ποιήσαιμι, τά φρικτά πῶς σοι δείξω, 
πῶς εἰς τόν οἶκον δέ, οἴμοι, τοῦ Δαυίδ εἰσενέγκω;
Ἔστι καί γάρ ἀπρόσιτος τοῖς κατ’ ἐμέ ῥᾳθύμοις,
ἔστιν ὅλος ἀόρατος τυφλοῖς ἐμοί ὁμοίοις,
ἔστι μακράν ἀπίστων τε καί ὀκνηρῶν εἰς ἅπαν,
πονηρῶν πάντων πόρρωθεν, πάντων τῶν φιλοκόσμων·
τῶν κενοδόξων δέ οὕτως ἀσυγκρίτως ἀπέχει
ὡς ὑπέρ ὕψος οὐρανοῦ, ὑπέρ ἀβύσσου βάθος. 
Καί τίς ἤ πῶς εἰς οὐρανόν ἀναβήσεται ὅλως,
ἤ ὑπό γῆν κατέλθοι δέ ἀνερευνῶν ἀβύσσους;
Καί μαργαρίτην ἐκζητῶν, ὡς σινάπεως κόκκον
σμικρότατον ὑπάρχοντα, πῶς εὑρεῖν ἐξισχύσει;
Ἀλλ’, ὦ παῖδες συνάχθητε, ἀλλ’, ὦ γυναῖκες, δεῦτε! 
Ἀλλ’, ὦ πατέρες, φθάσατε, πρίν ἤ τό τέλος φθάσει,
καί σύν ἐμοί θρηνήσατε καί κλαύσατε οἱ πάντες,
ὅτι ἐν τῷ βαπτίσματι μικροί Θεόν λαβόντες, 
μᾶλλον δέ υἱοί Θεοῦ νήπιοι γεγονότες, 
ἔξω οἱ ἁμαρτήσαντες ἐβλήθημεν εὐθέως
ἀπό τοῦ οἴκου τοῦ Δαυίδ καί τοῦτο ἀναισθήτως
πεπόνθαμεν, καί δράμωμεν διά τῆς μετανοίας! 
Ἐκεῖθεν γάρ εἰσέρχονται οἱ ἐκβληθέντες πάντες, 
ἄλλως δ’ οὐκ ἔνι ἔνδοθεν εἰσελθεῖν, μή πλανᾶσθε, 
οὐδέ ἰδεῖν τά ἐν αὐτῷ τελεσιουργηθέντα,
καί νῦν τελεσιουργούμενα καί εἰς ἀπείρους αἰῶνας
ἐν τῷ Χριστῷ μου καί Θεῷ, ᾧ πρέπει πᾶσα δόξα, 
τιμή τε καί προσκύνησις νῦν καί εἰς τούς αἰῶνας.
Ἀμήν. 



Ἑπόμενο: ΙΣΤ'. Ὅτι ποθεινόν τε καί ἐπιθυμητόν κατά φύσιν μόνον τό Θεῖον, οὗ ὁ μετέχων πάντων ἐν μετοχῇ γέγονε τῶν καλῶν
Προηγούμενο: ΙΔ'. Εὐχαριστία πρός Θεόν τῶν δωρεῶν ἕνεκα, ὧν παρ’ αὐτοῦ ἠξιώθη· καί ὅτι φρικτόν καί ἀγγέλοις τό τῆς ἱερωσύνης καί ἡγουμενείας ἀξίωμα.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος