Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΙΖ'. Ὅτι ὁ φόβος γεννᾷ τήν ἀγάπην, ἡ δέ ἀγάπη ἐκριζοῖ τόν φόβον ἀπό τῆς ψυχῆς καί μένει μόνη ἐν αὐτῇ, Πνεῦμα Θεῖον οὖσα καί Ἅγιον.
Προηγούμενο: ΙΕ'. Ὅπως βλέπων τήν δόξαν τοῦ Θεοῦ ἐνηργεῖτο ὑπό τοῦ Παναγίου Πνεύματος, καί ὅτι τό Θεῖον ἐντός καί ἐκτός ἐστι τοῦ παντός, ἀλλά καί ληπτόν τε καί ἄληπτον τοῖς ἀξίοις, καί ὅτι οἶκος Δαυίδ ἡμεῖς ἐσμεν, καί ὅτι εἰς πολλά γινόμενος ὁ Χριστός καί Θεός ἡμῶν μέλη εἷς ἐστι καί ὁ αὐτός καί μένων ἀμέριστος.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

ΙΣΤ'. Ὅτι ποθεινόν τε καί ἐπιθυμητόν κατά φύσιν μόνον τό Θεῖον, οὗ ὁ μετέχων πάντων ἐν μετοχῇ γέγονε τῶν καλῶν

Ὤ τί τό πρᾶγμα τό κρυπτόν πάσῃ κτιστῇ οὐσίᾳ, 
καί τί τό φῶς τό νοητόν, ὅ τινι οὐχ ὁρᾶται, 
καί τίς ὁ πλοῦτος ὁ πολύς, ὅν οὐδείς ἐν τῷ κόσμῳ
εὑρεῖν ὅλως ἐξίσχυσεν ἤ κατασχεῖν εἰς ἅπαν; 
Ἔστι γάρ πᾶσιν ἄληπτος, ἀχώρητος τῷ κόσμῳ,
ἔστι καί ἐπιθυμητός, καθ’ ὅσον ὑπερέχει 
τῶν ὁρωμένων ὁ αὐτά Θεός κατασκευάσας.
Κατά τοῦτο τιτρώσκομαι τῇ ἀγάπῃ ἐκείνου·
καθ’ ὅσον δ’ οὐχ ὁρᾶταί μοι ἐκτήκομαι τάς φρένας,
τόν νοῦν καί τήν καρδίαν μου φλεγόμενος καί στένων.
Περιπατῶ καί καίομαι ζητῶν ὧδε κἀκεῖσε
καί οὐδαμοῦ τόν ἐραστήν εὑρίσκω τῆς ψυχῆς μου· 
καί περιβλέπομαι συχνῶς, ἰδεῖν τόν ποθητόν μου, 
κἀκεῖνος, ὡς ἀόρατος, οὐχ ὁρᾶται ὅλως.
Ὅτε δέ ἄρξομαι θρηνεῖν ὡς ἀπελπίσας, τότε
ὁρᾶταί μοι καί βλέπει με, ὁ καθορῶν τά πάντα· 
θαυμάζων καταπλήττομαι κάλλους τήν εὐμορφίαν,
καί πῶς ἀνοίξας οὐρανούς διέκυψεν ὁ κτίστης
καί δόξαν μοι παρέδειξε τήν ἄφραστον καί ξένην· 
καί τίς ἄρα ἐγγύτερον γενήσεται ἐκείνου
ἤ πῶς ἀνενεχθήσεται εἰς ἀμέτρητον ὕψος; 
Λογιζομένου μου, αὐτός εὑρίσκεται ἐντός μου,
ἔνδον ἐν τῇ ταλαίνῃ μου καρδίᾳ ἀπαστράπτων,
πάντοθεν περιλάμπων με τῇ ἀθανάτῳ αἴγλῃ,
ἅπαντα δέ τά μέλη μου ἀκτῖσι καταυγάζων, 
ὅλος περιπλεκόμενος, ὅλον καταφιλεῖ με,
ὅλον τε δίδωσιν αὑτόν ἐμοί τῷ ἀναξίῳ,
καί ἐμφοροῦμαι τῆς αὐτοῦ ἀγάπης καί τοῦ κάλλους,
καί ἡδονῆς καί γλυκασμοῦ ἐμπίπλαμαι τοῦ θείου.
Μεταλαμβάνω τοῦ φωτός, μετέχω καί τῆς δόξης, 
καί λάμπει μου τό πρόσωπον ὡς καί τοῦ ποθητοῦ μου
καί ἅπαντα τά μέλη μου γίνονται φωτοφόρα.
Ὡραίων ὡραιότερος τότε ἀποτελοῦμαι, 
πλουσίων πλουσιώτερος καί δυνατῶν ἁπάντων 
ὑπάρχω δυνατώτερος καί βασιλέων μείζων
καί τιμιώτερος πολύ τῶν ὁρωμένων πάντων,
οὐχί τῆς γῆς καί τῶν τῆς γῆς, ἀλλά καί οὐρανοῦ δέ 
καί πάντων τῶν ἐν οὐρανῷ, τόν πάντων ἔχων κτίστην,
ᾧ πρέπει δόξα καί τιμή νῦν καί εἰς τούς αἰῶνας·
ἀμήν. 