Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΙΗ'. Διδασκαλία σύν θεολογίᾳ περί τῶν ἐνεργειῶν τῆς ἁγίας ἀγάπης, ἤγουν αὐτοῦ τοῦ φωτός τοῦ Ἁγίου Πνεύματος.
Προηγούμενο: ΙΣΤ'. Ὅτι ποθεινόν τε καί ἐπιθυμητόν κατά φύσιν μόνον τό Θεῖον, οὗ ὁ μετέχων πάντων ἐν μετοχῇ γέγονε τῶν καλῶν
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

ΙΖ'. Ὅτι ὁ φόβος γεννᾷ τήν ἀγάπην, ἡ δέ ἀγάπη ἐκριζοῖ τόν φόβον ἀπό τῆς ψυχῆς καί μένει μόνη ἐν αὐτῇ, Πνεῦμα Θεῖον οὖσα καί Ἅγιον.

 
Πῶς ὑμνήσω, πῶς δοξάσω, 
πῶς ἀξίως εὐφημήσω
τόν πολλά παραδραμόντα
ἁμαρτήματα Θεόν μου;
Πῶς εἰς ὕψος ὅλως βλέψω,
πῶς τούς ὀφθαλμούς διάρω,
πῶς ἀνοίξω στόμα, Σῶτερ,
πῶς τά χείλη μου κινήσω;
Πῶς ἐκτείνω μου τάς χεῖρας
πρός τοῦ οὐρανοῦ τό ὕψος,
ποίους λόγους δέ ἐφεύρω,
ποῖα ῥήματα προσάξω;
Πῶς λαλῆσαι δέ τολμήσω, 
πῶς τήν ἄφεσιν αἰτήσω 
τῶν ἀμέτρων μου πταισμάτων,
τῶν πολλῶν πλημμελημάτων;
Ὄντως ἔπραξα γάρ ἔργα
ὑπέρ ἅπασαν συγγνώμην! 
Οἶδας ἅπερ λέγω, Σῶτερ,
πᾶσαν φύσιν ὑπερέβην
παρά φύσιν ἔργα πράξας· 
τῶν ἀλόγων ὤφθην χείρων,
πάντων ζῴων ἐναλίων, 
πάντων τε κτηνῶν χερσαίων,
ἑρπετῶν τε καί θηρίων
ἐγενόμην ὄντως χείρων
παραβάς τάς ἐντολάς σου
ὑπέρ τήν ἀλόγων φύσιν.
Τό οὖν σῶμά μου μολύνας
καί ψυχήν καταρρυπώσας
πῶς ὀφθῶ σοι, πῶς σε βλέψω, 
ὅλως πῶς τολμήσω στῆναι
πρό προσώπου σου, ὁ τάλας; 
Πῶς μή φεύξομαι σήν δόξαν
καί τό φῶς τό ἀπαστράπτον
τοῦ Ἁγίου Πνεύματός σου;
Πῶς δέ μόνος οὐ χωρήσω
πρός τό σκότος, ὁ τοῦ σκότους 
ἔργα πραξας, καί Ἁγίων
χωρισθήσομαι πληθύος;
Πῶς ἀνέξομαι φωνῆς σου
ἐκπεμπούσης με εἰς σκότος,
ὁ ἐντεῦθεν ἐκ τῶν ἔργων
φέρων μου τήν καταδίκην;
Φρίττων ὅλος, τρέμων ὅλος,
ὅλος φόβῳ καί ἐκπλήξει
συνεχόμενος  βοῶ σοι· 
Οἶδα, Σῶτερ, ὅτι ἄλλος
ὡς ἐγώ οὐκ ἔπταισέ σοι, 
οὐδέ ἔπραξε τάς πράξεις, 
ἅσπερ ἔπραξα ἐγώ ὁ τάλας,
καί παραίτιος καί ἄλλοις
ἐγενόμην ἀπωλείας.
Ἀλλά τοῦτο πάλιν οἶδα, 
τοῦτο πέπεισμαι, Θεέ μου,
ὡς οὐ μέγεθος πταισμάτων, 
οὐχ ἁμαρτημάτων πλῆθος,
οὐδέ πράξεων αἰσχρότης 
ὑπερβήσεται ποτέ σου
τό φιλάνθρωπον καί μέγα,
μᾶλλον δέ ὑπέρ τό μέγα,
ὑπέρ λόγον, ὑπέρ νοῦν τε 
ἔλεος, ὅπερ πλουσίως 
πρός τούς πταίοντας ἐκχέεις
καί θερμῶς μετανοοῦντας,
καί καθαίρεις καί φωτίζεις
καί φωτός ποιεῖς μετόχους,
κοινωνούς θεότητός σου, 
ὁμιλεῖς καί συλλαλεῖς τε
ὥσπερ φίλοις σου γνησίοις·
ὤ χρηστότητος ἀπείρου,
ὤ ἀγάπης ἀνεκφράστου! 
Διά τοῦτο καί προσπίπτω
καί θερμῶς ἀναβοῶ σοι· 
ὡς τόν ἄσωτον ἐδέξω
καί τήν πόρνην προσελθόντας, 
οὕτως δέξαι με, οἰκτίρμον,
ἐκ ψυχῆς μετανοοῦντα,
καί δακρύων μου ῥανίδας
ὡς πηγάς ἀεί βλυζούσας
λογισάμενος, Χριστέ μου,
πλῦνον ἐν αὐταῖς ψυχῆς μου,
πλῦνον καί τοῦ σώματός μου
τάς ἐκ τῶν παθῶν κηλῖδας. 
Ἔκπλυνον καί τήν καρδίαν
ἀπό πάσης πονηρίας.
Αὕτη γάρ ἐστιν ἡ ῥίζα
καί πηγή τῆς ἁμαρτίας· 
πονηρίᾳ τοῦ σπορέως
πονηροῦ σπορά ὑπάρχει.
Ἔνθα δ’ ἔστι, καί βλαστάνει
καί εἰς ὕψος ἀναβαίνει
καί ἐκφύει πλείστους κλάδους
πονηρίας καί κακίας.
Τούτου ῥίζας ἐκ βαθέων
ἐξανάσπασον, Χριστέ μου,
καί καθάρισον ψυχῆς μου
καί καρδίας τάς ἀρούρας
καί ἐμφύτευσον τόν φόβον
ἐν αὐταῖς, τόν σόν, οἰκτίρμον, 
καί ἀξίωσον ῥιζῶσαι 
καί καλῶς ἀναβλαστῆσαι,
ὅπως αὐξηθῇ εἰς ὕψος
φυλακῇ τῶν ἐντολῶν σου
προστιθέμενος καθ’ ὥραν.
Τῇ προσθήκῃ δέ δακρύων
προστιθείς ῥοάς βλυζούσας, 
ποτιζομένος δ’ ἐκ τούτων 
ἐπί πλεῖον καί αὐξάνει
καί, καθ’ ὅσον στερεοῦται,
καί εἰς ὕψος ἀναβαίνει.
Ἀναλόγως συναυξάνει
ἡ ταπείνωσις τῷ φόβῳ,
ταπεινώσει δέ τά πάθη
ἅπαντα ὑποχωροῦσι· 
σύν αὐτοῖς δέ καί δαιμόνων
ἀπελήλαται ἡ φάλαγξ,
ἀρεταί δέ πᾶσαι ὥσπερ 
βασιλίδι κύκλῳ ταύτης
συνεπόμεναι ὁρῶνται,
οἷα φύλακες καί φίλαι
καί θεράπαιναι δεσποίνης.
Τούτων συναθροισθεισῶν δέ
καί ἑνωθεισῶν ἀλλήλαις,
μέσον τούτων ὥσπερ δένδρον
εἰς ὑδάτων διεξόδους
φόβος σός πεφυτευμένος
ἐξανθεῖ καί κατ’ ὀλίγον 
δείκνυσί μοι ξένον ἄνθος. 
Ὦ Χριστέ μου, ξένον ἄνθος!
Ξένον εἶπον, ὅτι πᾶσα 
φύσις κατά γένος τίκτει
καί τῶν δένδρων πάντων σπέρμα
κατά γένος ἐν ἑκάστῳ·
ὁ δέ φόβος σου καί ἄνθος
ξένης φύσεως δεικνύει
καί καρπόν ὁμοίως ξένον
καί ἀλλότριον ἐκείνου.
Ἔστι γάρ ὁ φόβος φύσει 
κατηφείας πεπλησμένος 
καί τούς τοῦτον κτησαμένους
ἀενάως σκυθρωπάζειν 
ἀπεργάζεται ὡς δούλους,
ὡς πολλῶν πληγῶν ἀξίους,
ὡς ἐλπίζοντας καθ’ ὥραν
ἐκτομήν τήν τοῦ θανάτου
καί τό δρέπανον ὁρῶντας
καί τήν ὥραν ἀγνοοῦντας
καί μή ἔχοντας ἐλπίδα, 
μήτε μήν πληροφορίαν
συγχωρήσεως τελείας,
ἀλλά τρέμοντας τό πέρας,
ἀλλά φρίττοντας τό τέλος
ὡς ἀμφίβολον τῆς δίκης
περιφέροντας ἐκείνης 
τήν ἀπόφασιν, Θεέ μου.
Τό γοῦν ἄνθος, ὅπερ φέρει,
ἄφραστον τῷ εἴδει πέλει, 
ἀφραστότερον τῷ τρόπῳ·
ἐξανθοῦν γάρ καθορᾶται, 
ἀποκρύπτεται δ’ εὐθέως, 
ὅπερ φύσεως οὐκ ἔστιν,
ἀλλ’ οὐδέ ἀκολουθίας,
ὑπέρ φύσεως δέ φύσιν,
πᾶσαν φύσιν ὑπεραῖρον.
Τέως δείκνυται ὡραῖον 
ἄνθος ὑπέρ πάντα λόγον
καί ἁρπάζει πρός τήν θέαν
τήν ἐκείνου ὅλον νοῦν μου,
μηδενός ἐῶν μεμνῆσθαι,
ἅ παρέχειν οἶδε φόβον,
ἀλλά λήθην  τούτων πάντων 
ἀπεργάζεταί μοι τότε
καί ἀφίπταται συντόμως.
Τό δέ δένδρον τό τοῦ φόβου
πάλιν ἄνθους ἔστι δίχα,
καί λυποῦμαι καί στενάζω
καί πρός σέ θερμῶς κραυγάζω
καί τό ἄνθος πάλιν βλέπω
ἐν τοῖς κλαδοις τοῖς τοῦ δένδρου
καί τό ὄμμα, ὦ Χριστέ μου, 
πρός τό ἄνθος μόνον ἔχων
οὐχ ὁρῶ τό δένδρον τότε.
Συχνοτέρως δέ τό ἄνθος
ἐπανθοῦν καί πρός ἐκεῖνο
ὅλον με τῷ πόθῳ ἕλκον
εἰς καρπόν ἀγάπης λήγει.
Ὁ καρπός δέ οὗτος πάλιν
οὐκ ἀνέχεται τῷ δένδρῳ
τῷ τοῦ φόβου βασταχθῆναι,
ἀλλά μᾶλλον ὅτε πλήρης 
ὡριμάσει, τότε μόνος 
δίχα δένδρου καθορᾶται.
Φόβος γάρ ἐν τῇ ἀγάπῃ
οὐχ εὑρίσκεται οὐδ’ ὅλως,
οὐδέ πάλιν δίχα φόβου
ἐν ψυχῇ καρποφορεῖται.
Ὄντως θαῦμα ὑπέρ λόγον,
ὑπέρ ἔννοιαν δέ πᾶσαν,
ὅτι δένδρον μετά κόπου
ἐξανθεῖ καί καρπόν φέρει·
ὁ καρπός αὐτοῦ δέ πάλιν
ὅλον ἐκριζοῖ τό δένδρον,
μένει δ’ ὁ καρπός καί μόνος.
Πῶς καρπός τοῦ δένδρου δίχα, 
ὅλως ἐξειπεῖν οὐκ ἔχω· 
τέως μένει, τέως ἔστιν
ἡ ἀγάπη δίχα φόβου
τοῦ αὐτήν ἀποτεκόντος.
Ἡ ἀγάπη οὖν ὑπάρχει 
ὄντως πᾶσα εὐφροσύνη,
καί χαρᾶς καί θυμηδίας
ἐμπιπλᾷ τόν κεκτημένον
καί τοῦ κόσμου ἐν αἰσθήσει
τοῦτον ἔξωθεν ἐκβάλλει,
ὅπερ φόβος οὐκ ἰσχύει
ἀπεργάσασθαι οὐδ’ ὅλως.
Ἔνδον γάρ τῶν ὁρωμένων
καί τῶν αἰσθητῶν ὤν ἔνδον,
πῶς τόν ἔχοντα ἰσχύει
τούτων πόρρω βάλλειν ἆρα, 
ἐν αἰσθήσει τε συνάψαι
ὅλον ἄν τοῖς ἀοράτοις; 
Ὄντως οὐδαμῶς ἰσχύσει! 
Τό δέ ἄνθος, ὁ καρπός τε,
ὅν ὁ φόβος ἀποτίκτει,
ἔξωθεν τοῦ κόσμου ἔστιν,
ἅ καί νοῦν ἁρπάζειν οἶδε
καί ψυχήν σύν τούτῳ αἴρειν
καί τοῦ κόσμου ἔξω βάλλειν.
Πῶς, εἰπέ μοι, ἔξω κόσμου
ἡ ἀγάπη ταῦτα βάλλει,
ἤθελον σαφῶς εἰδέναι.
Ἄφραστα, ὡς εἶπον, ταῦτα, 
ὅμως πρόσεχε καί λέξω·
Πνεῦμα Θεῖον ἡ ἀγάπη,
παντουργόν φῶς καί φωτίζον,
πλήν οὐκ ἔστιν ἐκ τοῦ κόσμου,
οὐδέ ὅλως τι τοῦ κόσμου, 
οὐδέ κτίσμα· ἄκτιστον γάρ 
καί κτισμάτων πάντων ἔξω,
ἄκτιστον κτιστῶν ἐν μέσῳ.
Νόει ἅ σοι, τέκνον, λέγω!
Ἔστι γάρ κεχωρισμένον,
τό δέ ἄκτιστον οὐδέπω
κτίσμα δέχεται γενέσθαι·
πλήν εἰ βούλοιτο, καί τοῦτο
δυνατόν αὐτῷ ποιῆσαι.
Γέγονε καί γάρ ὁ Λόγος
Πνεύματος τῇ συνεργίᾳ
καί Πατρός τῇ εὐδοκίᾳ
ἄνθρωπος ἀτρέπτως ὅλος,
ἄκτιστος Θεός ὤν φύσει
γέγονε κτιστός ἀρρήτως
καί τό πρόσλημμα θεώσας
ἔδειξε διπλοῦν μοι θαῦμα
ἀμφοτέραις ἐνεργείαις
καί θελήσεσιν ὡσαύτως·
ὁρατόν ἀόρατόν τε,
κρατητόν ἀκράτητον δέ,
καί δεικνύμενος ὡς κτίσμα
τῶν κτισμάτων μέσον πάντων·
ὡς οὐ κτίσμα δέ τυγχάνων,
ὡς ἐδόκουν, ἠφαντοῦτο· 
πλήν οὐδ’ ὅλως ἠφαντοῦτο,
ἀλλ’ ἐν μέσῳ ὤν τῶν πάντων
αἰσθητῶν κτιστῶν ὁ Λόγος
ἑωρᾶτο συνημμένος
τῷ προσλήμματι ὡς κτίσμα.
Προσλαμβάνων δέ τό κτίσμα
καί ἐγκρύπτων ἤ ἀνάγων
εἰς τό ὕψος, εἰς τήν δόξαν 
τήν οἰκείαν ὑπέρ λόγον
ἀπεκρύπτετο εὐθέως.
Υοῦτο ἔλεγον ἐκεῖνοι
ἀφαντοῦσθαι τόν Δεσπότην, 
τό καθ’ ἑαυτούς δέ πάντως·
ὁ γάρ κτίστης τῶν ἁπάντων
ὤν ἀχώρητος τοῖς πᾶσιν,
ὡς Θεός πάντα πληρῶν δέ,
πῶς ἄν ἄλλως γε κρυβείη; 
Μεταστήσεις ἀπό τόπου
τόν Δεσπότην καί πρός ἄλλον
τόπον δώσεις γεγονέναι
ἐξ ὀφθαλμῶν κρυβῆναι
τῶν ἁγίων Ἀποστόλων;
Ἄπαγε, μή ἐξ ἀγνοίας
περιπέσῃς βλασφημίᾳ! 
Ἄκουε δέ τῆς ἀγάπης,
εἰ βούλει, τάς ἐνεργείας,
καί μαθήσῃ, πῶς ὑπάρχει
μείζων πάντων ἡ ἀγάπη! 
Ποίων πάντων; Οὐκ ἀκούεις
βοῶντος τοῦ Ἀποστόλου; 
Τοῦ λαλεῖν ἀγγέλων γλώσσαις
καί ἁπάντων τῶν ἀνθρώπων, 
τοῦ τήν πίστιν πᾶσαν ἔχειν,
ὥστε ὄρη μεθιστάνειν,
τοῦ εἰδέναι πᾶσαν γνῶσιν,
βάθος τε τῶν μυστηρίων,
τοῦ σκορπίσαι πάντα πλοῦτον
καί πτωχόν αὐτόν γενέσθαι,
τοῦ καί τό σῶμα εἰς καῦσιν
ὑπέρ τοῦ Χριστοῦ ἐκδοῦναι
μείζων ἔστιν ἡ ἀγάπη.
Καί τοσούτῳ μείζων πέλει,
ὅτι δίχα ταύτης ταῦτα
-εἴτε ἕν εἴτε καί πάντα - 
εἰς οὐδέν τῷ κεκτημένῳ
ὄφελος ὅλως ὑπάρχει.
Ὅστις οὖν καί τῆς ἀγάπης
καί τῶν εἰρημένων πάντων 
ἀποστέρηται, εἰπέ μοι, 
ποῦ φανεῖται, τί ποιήσει,
πῶς πιστόν τοῖς ἐρωτῶσιν
εἰπεῖν ἑαυτόν τολμήσει; 
Διά τοῦτο προσεκτέον
λέγοντι περί ἀγάπης.
Κάθημαι ἐν τῷ κελλίῳ
ἐν νυκτί ἤ ἐν ἡμέρᾳ,
συνυπάρχει ἀφανῶς μοι
καί ἀγνώστως ἡ ἀγάπη.
Ἔξω δέ κτισμάτων πάντων οὖσα
ἔστιν αὖ καί  μετά πάντων, 
ἔστι πῦρ, ἔστι καί αἴγλη,
γίνεται φωτός νεφέλη,
ἥλιος ἀποτελεῖται.
·Ως οὖν  πῦρ ψυχήν θερμαίνει 
καί καρδίαν μου ἐκκαίει
καί διανιστᾷ πρός πόθον
καί ἀγάπην, τήν τοῦ κτίστου.
Ἱκανῶς δέ πυρωθέντα
ὥσπερ αἴγλη φωτοφόρος
περιΐπταταί με πᾶσα,
φεγγοβόλους ἀφιεῖσα
τῇ ψυχῇ μου τάς ἀκτῖνας
καί τόν νοῦν λαμπρύνουσά μοι
καί πρός θεωρίας ὕψος
ἐπιτήδειον δεικνύει
ὀπτικόν ἐργασαμένη.
Τοῦτο ἦν, ὅπερ προεῖπον 
ἄνθος εἶναι τό τοῦ φόβου.
Κατιδών δ’ ἐγώ τήν αἴγλην
καί πλησθείς χαρᾶς ἀφάτου
οὐκ ἐχάρην ὅτι εἶδον,
ἀλλ’ αὐτή χαρᾶς με θείας
ἐμφορήσασα ἀπέστη
καί συνήρπασε τόν νοῦν μου
καί τήν αἴσθησιν καί πᾶσαν 
κοσμικήν ἐπιθυμίαν·
καί κατέτρεχεν ὁ νοῦς μου
καί καταλαβεῖν ἐζήτει
τήν φανεῖσαν αἴγλην πόθῳ.
Ἀλλ’ οὐχ εὕρισκε τό κτίσμα,
οὐδ’ ἠδύνατο γενέσθαι
τῶν κτισμάτων ὅλως ἔξω,
ἵνα δράξηται τῆς αἴγλης
τῆς ἀκτίστου καί ἀλήπτου.
Ὅμως περιῄει πάντα 
καί ἰδεῖν ἐμηχανᾶτο,
ἐξηρεύνα τόν ἀέρα,
οὐρανούς περιεπόλει,
περιήρχετο ἀβύσσους
καί τά ἔσχατα τοῦ κόσμου,
ὡς ἐδόκει, ἐξεζήτει.
Ἀλλ’ οὐδέν ἐν τούτοις πᾶσιν
εὕρισκε, κτιστά γάρ πάντα· 
καί ἐθρήνουν καί ἐπένθουν
καί τά σπλάγχνα ἐφλεγόμην
καί ὡς ἔκφρων ἐν ἐκστάσει
γεγονώς οὕτως διῆγον. 
Ἦλθεν οὖν, ὡς ἠβουλήθη,
καί νεφέλης ὥσπερ εἶδος
φωτεινῆς ἐπιπεσοῦσα
καί ὅλη πρός τῇ κεφαλῇ μου
ἑωρᾶτο καθημένη
καί κραυγάζειν ἐνεποίει
ἐν ἐκπλήξει γενομένῳ.
Ὅμως πάλιν ἀποσπᾶσα 
ἐγκατέλιπέ με μόνον
καί ζητοῦντί μοι ἐμπόνως
ταύτην, αἴφνης ὅλη πάλιν
ἐν ἐμοί γνωστῶς εὑρέθη,
ἐν καρδίᾳ μοῦ τε μέσον
ὡς φωστήρ, ὡς δίσκος ὄντως
τοῦ ἡλίου καθωράθη.
Οὕτω δέ ἀναφανεῖσα 
καί γνωστῶς ἀποδειχθεῖσα
ἔτρεψε δαιμόνων στῖφος,
ἀπεδίωξε δειλίαν, 
ἐνεποίησεν ἀνδρείαν, 
τῆς αἰσθήσεως τοῦ κόσμου
ἀπεγύμνωσε τόν νοῦν μου
καί αἰσθήσεως χιτῶνα
νοερᾶς ἐνέδυσέ με,
ὁρατῶν δ’ ἐχώρισέ με
καί συνῆψεν ἀοράτοις
καί τόν ἄκτιστον ὁρᾶν με
ἐχαρίσατο καί χαίρειν,
ὅτι πάντων ἐχωρίσθην
τῶν κτιστῶν καί ὁρωμένων
καί συντόμως φθειρομένων,
καί ἡνώθην τῷ ἀκτίστῳ, 
τῷ ἀφθάρτῳ, τῷ ἀνάρχῳ, 
τῷ τοῖς πᾶσιν ἀοράτῳ· 
τοῦτο γάρ ἀγάπη πέλει.
Δράμωμεν πιστοί εὐτόνως,
σπεύσωμεν νωθροί ἐμπόνως! 
Ὀκνηροί διεγερθῶμεν,
ὅπως ἐγκρατεῖς ἀγάπης,
μέτοχοι δέ ταύτης μᾶλλον
γενησόμεθα καί οὕτως 
μεταβῶμεν τῶν ἐνθένδε,
ἵνα σύν αὐτῇ τῷ Κτίστῃ 
καί Δεσπότῃ παραστῶμεν,
ἔξωθεν τῶν ὁρωμένων
γεγονότες σύν ἐκείνῃ! 
Εἰ δέ μή, τοῖς ὁρωμένοις 
καί τοῖς κτίσμασιν ὡς κτίσμα
ὄντες ἐναπολειφθῶμεν
ἐν πυρί τε καί ταρτάρῳ
καί φρικτοῖς κολαστηρίοις,
δίχα ταύτης εὑρεθέντες,
δίχα τῆς ἀγάπης λέγω. 
Εἰ δέ καί σωθῆναι ἔνι 
δίχα ταύτης, ὦ Χριστέ  μου, 
πῶς ὑπάρξει τοῦτο ὅλως; 
Οὐδαμῶς γάρ ἔσται τοῦτο! 
Τοῦ φωτός εἰ χωρισθῶμεν,
πῶς φευξόμεθα τό σκότος; 
Τῆς χαρᾶς εἰ στερηθῶμεν, 
πῶς ἀπαλλαγῶμεν λύπης; 
Τοῦ νυμφῶνος ὄντες ἔξω
πῶς ἄν ὅλως εὐφρανθῶμεν; 
Βασιλείας ἐκπεσόντες,
τῆς σῆς θέας λέγω, Σῶτερ,
ποίαν ἄλλην σωτηρίαν, 
ποίαν δέ παραμυθίαν
ἤ ἐν ποίῳ ἄλλῳ τόπῳ
δυνηθῶμεν ἐφευρέσθαι; 
Ὄντως οὐδαμοῦ οὐδ’ ὅλως
κἄν δοκῇ τισιν ἀφρόνως,
ἄφρων γάρ ὁ τοῦτο λέγων.
Ἀλλ’ ἀποκριθείς τις ἴσως ἐρεῖ ταῦτα· 
Πῶς ἐκτός τῆς βασιλείας,
πῶς ἐκτός δέ τοῦ νυμφῶνος
καί χοροῦ τοῦ τῶν δικαίων
ἄλλος τόπος σωτηρίας
ἤ ἀνέσεως οὐκ ἔσται; -
Ἄφρων, εἶπεν ἡ ἀγάπη,
οὐκ ἀκούεις, ὅτι μίαν 
ὁ Ἀδάμ ἐν παραδείσῳ
ἐντολήν, ὁ σός προπάτωρ, 
παραβάς ἀπεγυμνώθη
δόξης θείας, καί ἡ Εὔα
σύν αὐτῷ τοῦ παραδείσου 
ἐξωρίσθησαν εὐθέως,
ἡδονῆς ἀντιλαβόντες 
-ὤ - τόν θάνατον ἀθλίως
καί τόν ἱδρώτων γέμοντα καί πόνων, οἴμοι, βίον,
καί ζῆν καί θνῄσκειν παρ’ αὐτῷ δικαίως ὁρισθέντες; 
Οὕτως νόει μοι καί τότε,
ὅτε γένηται ἡ κρίσις,
ὅτι ὅς ἄν εὑρεθείη
δόξης θείας ὡς ἐκεῖνος
ἀληθῶς γεγυμνωμένος,
ἔξω τε τοῦ παραδείσου,
ναί δή, καί τῆς βασιλείας
καί τοῦ νυμφῶνος οὐρανίου
ἐλαθήσεται εὐθέως. 
Κἄν ἁμάρτημα μή ἔχῃ,
ἀρετῶν δ’ ὑπάρχῃ δίχα,
ἵσταται γεγυμνωμένος.
Ἀρετῶν πασῶν δέ πρώτη,
βασιλίς τε καί κυρία
ἔστιν ὄντως ἡ ἀγάπη.
Κεφαλή τῶν πάντων ἔστι
καί ἱμάτιον καί δόξα.
Κεφαλῆς χωρίς δέ σῶμα
καί νεκρόν καί ἄπνουν ἔστι.
Σῶμα δέ χωρίς χιτῶνος 
πῶς οὐχί γυμνόν ὑπάρξει; 
Ἀρεταί χωρίς ἀγάπης
ἕωλοι, ἀνωφελεῖς τε·
καί γυμνός τῆς θείας δόξης,
ὁ μή ἔχων τήν ἀγάπην,
ἀρετάς κἄν πάσας ἔχῃ,
ἵσταται γεγυμνωμένος,
καί τήν γύμνωσιν μή φέρων
κρύπτεσθαι μᾶλλον ἐθέλει.
Τήν αἰσχύνην γάρ ὡς ἔχων
ἔχει καί τήν καταδίκην
καί «οὐκ οἶδά σε» ἀκούει
παρά τοῦ κριτοῦ τῶν ὅλων.
Ἦλθεν ἐπί γῆς ὁ κτίστης,
ἔλαβε ψυχήν καί σάρκα,
ἔδωκε δέ Πνεῦμα Θεῖον,
ὅπερ ἔστιν ἡ ἀγάπη.
Εἰ οὖν βούλει καί εἰ θέλεις
τοῦ λαβεῖν τό Θεῖον Πνεῦμα, 
πίστευσον Θεῷ τελείως, 
ἄρνησαι σαυτόν ὡσαύτως,
ἐπί ὤμων ἀδιστάκτως 
ἆρον τόν σταυρόν καί λήψῃ· 
θάνον τῇ προθέσει, τέκνον,
ἵνα μέτοχος γενήσῃ
τῆς ζωῆς τῆς ἀθανάτου!
Μή πλανήσωσί σε πλάνοι
ταῖς αὐτῶν ψευδολογίαις,
μετά θάνατον λαμβάνειν
τήν ζωήν τούς τελευτῶντας·
μή πεισθείς καταμελήσῃς
καί ζωῆς οὐ μεταλήψῃ! 
Ἄκουσον Θεοῦ τούς λόγους,
ἄκουσον τῶν Ἀποστόλων,
ἄκουσον τῶν διδασκάλων,
τῶν ἐπί τῆς ἐκκλησίας,
τί Χριστός βοᾷ καθ’ ὥραν.
«Ποταμοί ἐκ τῆς κοιλίας
εἰς ἐμέ τῶν πιστευόντων
ῥεύσουσι πηγῆς τῆς θείας,
ὕδατος τοῦ ἀειζώου.»
Τί τό ὕδωρ τοῦτο λέγων,
εἰ μή Πνεύματος τήν χάριν;
Καθαρούς δέ τῇ καρδίᾳ
μακαρίζει, λέγων τούτους
ὄψεσθαι Θεόν ἐνταῦθα.
Οἱ Ἀπόστολοι δέ πάντες 
καί διδάσκαλοι βοῶσιν
ἀπεντεῦθεν καί τό Πνεῦμα
καί Χριστόν αὐτόν λαμβάνειν,
εἴπερ μέλλοιμεν σωθῆναι.
Ἄκουσον φωνάς Δεσπότου,
ἄκουσον τοῦ Λόγου λόγους,
πῶς δηλοῖ τήν βασιλείαν
τήν τῶν οὐρανῶν λαμβάνειν
ἀπεντεῦθεν τούς ἀνθρώπους.
«Ὡμοιώθη, λέγων, αὕτη 
μαργαρίτῃ πολυτίμῳ·»
μαργαρίτην δέ ἀκούσας
ἆρα τί ὑπολαμβάνεις; 
Λίθον εἶναι λέγεις τοῦτον
ἤ κρατούμενον κἄν ὅλως
ἤ ὁρώμενον ποσῶς δέ; 
Ἄπαγε τῆς βλασφημίας! 
Νοητός καί γάρ ὑπάρχει, 
Ἔμπορος εὑρών δέ τοῦτον,
πῶς ἐφεῦρεν, ἄρτι λέξον,
εἰ ἀκράτητος ὑπάρχει, 
εἰ ἀόρατος τυγχάνει; 
Ποῦ οὖν τοῦτον ὅλως εὗρε, 
πῶς κατεῖδε, δίδαξόν με.
Πῶς δέ ἅπαντα πωλήσας
ἐξωνήσατο ἐκεῖνον,
ὅν οὐχ εὗρεν, ὅν οὐκ εἶδεν,
ὅν οὐκ ἔσχεν ἐπί χεῖρας,
ἀλλ’ οὐδ’ ἔλαβεν ἐν κόλπῳ; 
Πίστει δέ με μόνῃ πάντως
καί ἐλπίδι ὥσπερ ἔχων
διακείσεται, διδάξεις; 
Ἀλλ’ οὐκ εἶπεν ὁ Δεσπότης,
ὥσπερ σύ ὑπολαμβάνεις,
οὐδ’ ἐλπίσι τοῦ εὑρέσθαι 
οὐδ’ ἐλπίσι τοῦ λαβέσθαι
τά ὑπάρχοντα πωλῆσαι.
Τί πλανᾶσθε, τί ματαίαις 
ἐπερείδεσθε ἐλπίσι;
Τί καί ἄλλοις ἀπωλείας,
ἑαυτοῖς τε τιμωρίας
αἴτιοι σφοδρᾶς γενέσθαι 
μάτην βούλεσθε πεισθεῖσιν; 
Ἀλλά πρότερον εὑρεῖν σοι
παραινεῖ τόν μαργαρίτην,
καί ἀτίμητον ὡς ὄντα
θεασάμενόν σε τοῦτον
καί αὐτόν τότε πωλήσας
ἅπαντα ἐξαγοράσαι·
σύ δέ λέγεις ἐν ἐλπίσι
καί σαυτόν ἀποδεικνύεις
ὡς οὐ θέλοντα πωλῆσαι
τά ὑπάρχοντα καί ἆραι
οὐρανῶν τήν βασιλείαν,
ἥν ἐντός σου, ἐάν θέλῃς,
ὁ Δεσπότης εἶπεν εἶναι.
Ἴσως δέ πτωχός ὑπάρχεις 
καί οὐ κέκτησαι χρυσίον,
οὐδέ κτήματα, οὐ πλοῦτον,
καί ἀκούων, ὅτι πάντων 
ὑπαρχόντων διαπράσει
ὁ ἀτίμητος ὠνεῖται
μαργαρίτης, ἵνα λέγῃς
ὄτι· Ἆρα πῶς  μή ἔχων
ὕπαρξιν ἐγώ ἰσχύσω
κτήσασθαι τόν θεῖον τοῦτον
καί ὡραῖον μαργαρίτην; 
Περί τούτου οὖν ἀκοῦσαι
συνετῶς παρακαλῶς σε.
Ἐάν ἅπαντα τόν κόσμον
καί τά ἐν τῷ κόσμῳ ἔχῃς 
καί σκορπίσας διανείμῃς
ὀρφανοῖς καί χήραις ταῦτα
καί πτωχοῖς ἠπορημένοις, 
καί πτωχός αὐτός γενήσῃ,
ὡς ἀντάξιον δέ ὅλως
τίμημα εἰ ἐννοήσῃς
ὅ,τι κατεβάλου, λέγων· 
Δότε μοι τόν μαργαρίτην,
δέδωκα γάρ ἅπαντά μου!
παρ’ εὐθύς τοῦτο ἀκούσῃ
λέγοντός σου τοῦ Δεσπότου·
Ποῖα ἅπαντά σου λέγεις;
Σύ γυμνός ἀπό κοιλίας
ἐξελήλυθας μητρός σου
καί γυμνός ἐν τῷ μνημείῳ
πάλιν πάντως εἰσελεύσῃ.
Σά δέ ποῖα λέγεις εἶναι; 
Ἄφρων, ὅλως οὐκ αἰσθάνῃ;
Καί οὐ λήψῃ μαργαρίτην,
οὐδέ λάβῃς βασιλείαν.
Ἄν δέ ἅπαντα σκορπίσῃς
τά ὑπάρχοντά σου ὅλως
ἤ πτωχός ὑπάρχῃς λίαν
καί προσέλθῃς λέγων οὕτως·
Ἴδε, Σῶτερ, νῦν καρδίαν
καί ψυχήν συντετριμμένην
καί δεινῶς κολαζομένην
καί σφοδρῶς ἐκκαιομένην! 
Ἴδε, Δέσποτα, γυμνόν με,
ἴδε με ἠπορημένον
ἀρετῆς ἁπάσης ξένον
καί πτωχόν ἐν τούτοις λίαν
καί μή ἔχοντά τι δοῦναι
εἰς ἐξώνησίν σου, Λόγε,
καί ἐλέησόν με, μόνε
ἀνεξίκακε Θεέ μου. 
Τί γάρ ἄξιον εὑρήσω
ἐν τῷ κόσμῳ, ὦ Θεέ μου,
ὅπερ δώσω εἰς τιμήν σου,
τοῦ ποιήσαντος τά πάντα; 
Τί γάρ ἔδωκεν ἡ πόρνη, 
τί δέ ὁ λῃστής παρέσχεν,
ὁ δέ ἄσωτος, Χριστέ μου, 
ποῖον πλοῦτόν σοι προσῆξε;
Ταῦτα λέξον, καί ἀκούσῃ·
Ναί, προσέφερόν μοι δῶρα, 
ναί, προσέφερόν μοι πλοῦτον· 
δεδωκότες ἅπερ εἶχον,
ἔλαβον τόν μαργαρίτην
τοῦ παντός κρείττω τοῦ κόσμου.
Ταῦτά μοι καί σύ, εἰ βούλει,
κόμισον καί λήψῃ πάντως.
Μετά τούτων πρόσελθέ μοι
καί εὐθύς σοι ὑποδείξω,
ὅνπερ ἔλαβον ἐκεῖνοι
μαργαρίτην, καί χαρήσῃ·
καί ψυχήν αὐτήν εἰ δώσεις,
ἄξιον οὐδέν νομίσεις,
ἄξιον οὐδέν λογίσῃ, 
ὅ,τι ὅλως κατεβάλου.
Ἐγώ γάρ, ἐάν προσέλθῃς,
ὡς ἡ πόρνη μοι προσῆλθε,
πάντως ἔχω ἐξουσίαν, 
πάντως ἔχω μαργαρίτας, 
οὕς ὁ κόσμος, ἐάν λάβῃ,
καί σύν κόσμῳ τούτῳ ἄλλαι
μυριάδες ἄλλων κόσμων,
οὐκ ἐκλείψει μαργαρίτης
μόνος εἷς ἐκ θησαυρῶν μου,
καί παρέξω σοι καί δῶρον,
ὡς ἐκείνῃ παρεσχόμην.
Ταῦτά σοι Θεός προσείπῃ
καί διδάξει, πῶς προσῆλθεν
ὁ λῃστής καί πῶς ἡ πόρνη,
οἱ ᾀδόμενοι ἐν κόσμῳ,
πῶς δέ ἄσωτος εὐθέως
ὑποστρέψας προσεδέχθη.
Πίστει δέ λῃστής ἐσώθη,
ὁ πολλά κακά ποιήσας, 
καί δικαίως, ὅτι μόνος 
πάντων με ἀρνησαμένων,
πάντων δέ σκανδαλισθέντων
κρεμαμένου μου τῷ ξύλῳ
ὡμολόγησεν ἐκεῖνος 
καί Θεόν καί βασιλέα
καί ἀθάνατόν με εἶναι
ἐκ καρδίας ἀνεβόα.
Διά τοῦτο καί πρό πάντων
ἔλαβε τήν βασιλείαν.
Πόρνης δέ τόν πόθον ἆρα
ποῖος λόγος παραστήσει,
ὅν ἐβάσταζεν ἐκείνη
ἐν καρδίᾳ προσελθοῦσα
ὡς Θεῷ μοι καί Δεσπότῃ
ὁρατῶν καί ἀοράτων 
καί προσέφερε πλουσίως
ὡς οὐδείς τῶν μέχρι τότε,
ὅν ἰδών ἀπεδεξάμην; 
Καί οὐκ ἔλαβον τόν πόθον,
ἀλλ’ αὐτῇ τόν μαργαρίτην 
δούς ἀφῆκα καί τόν πόθον,
μᾶλλον δέ καί προσανῆψα
καί πυρσόνν εἰς μέγαν ἦρα
καί ἀπέλυσα παρθένων
σεμνοτέραν οὖσαν ταύτην.
Ἄφνω γάρ τόν νόμον πάντα
ὥσπερ τεῖχος διαβᾶσα,
ἤ ὡς κλίμακα τάς πάσας
ἀρετάς ὑπεραρθεῖσα
ἔφθασεν εἰς τέλος νόμου,
ὅπερ ἔστιν ἡ ἀγάπη,
καί ἀπῆλθε μέχρι τέλους
ἄτρωτον τηροῦσα ταύτην.
Ὁ δέ ἄσωτος ὁμοίως
ἐκ καρδίας ἐπιστρέψας
μετενόησε γνωσίως,
καί υἱός μου ὤν τό πρόσθεν
οὐ προσῆλθεν ὡς υἱός μου,
ἀλλ’ ὡς εἷς με ἐξῃτεῖτο
τῶν μισθίων μου γενέσθαι.
Οὐ τῷ στόματι δέ μόνον,
ἀλλά καί ψυχῇ ἐλάλει,
καί τοῖς ἔργοις ἐπεδείκνυ
ἅπερ ἔλεγε τοῖς λόγοις.
Ἡ ταπείνωσίς με τούτου
εἵλκυσε πρός εὐσπαγχνίαν
καί ἐπλούτισα εὐθέως
καί ἐδόξασα συντόμως, 
ὅτι ἔβλεπον ἐξ ὅλης
προσερχόμενον ψυχῆς μοι, 
ὅτι ὄπισθεν οὐδ’ ὅλως
- ὡς πολλοί τοῦτο ποιοῦσιν -
ἀπεστρέφετο τάς φρένας.
Οὕτως οὖν, εἰ πᾶς προσέλθοι
καί προσπέσοι μοι γνησίως,
- ἀκουσάτω πᾶσα κτίσις! - 
δέξομαι αὐτόν εὐθέως.
Ὅστις δέ μου μετά δόλου
βούλεται λαβεῖν τήν χάριν,
ὑποκρίσει δέ προσέλθοι,
ἤ κακίαν ἔνδον ἔχων
ἤ θαρρῶν αὐτοῦ τοῖς ἔργοις,
κατεχόμενος ἐπάρσει
ἤ φθόνῳ, οὐκ ἔχει ὅλως
μετ’ ἐμοῦ, Χριστοῦ, μερίδα.
Ταῦτά σοι Θεός καί πᾶσι
δι’ ἡμῶν βοᾷ καθ’ ὥραν.
Εἰ δέ βούλει, καί ἐξ ἄλλων 
δείξω σοι τρανῶς ἐνταῦθα,
ὅτι δεῖ τήν βασιλείαν
οὐρανῶν λαβεῖν σε ὅλην, 
εἰ ἐν ταύτῃ εἰσελθεῖν σε
βούλει καί μετά τό τέλος.
Ἄκουσον Θεοῦ σοι πάλιν
ἐν παραβολαῖς λαλοῦντος·
«Τίνι ἄρα ὁμοιώσω
οὐρανῶν τήν βασιλείαν; 
Ὁμοία ἐστίν, πρόσεχε,
τοῦ σινάπεως τῷ κόκκῳ,
ὅν λαβών τις τῶν ἀνθρώπων
ἔβαλεν αὐτοῦ εἰς κῆπον,
καί ἐβλάστησε καί δένδρον 
ὄντως γέγονεν εἰς μέγα.»
Λέγε τοίνυν, ὁ ἀκούων,
τίς ἐστιν ὁ κόκκος οὗτος; 
Τί νομίζεις εἶναι τοῦτον;
Λέγε μετά παρρησίας!
Εἰ δέ μή, ἐγώ σοι λέξω
καί τό ἀληθές ἐξείπω·
Πάντως βασιλείαν εἶπε
τήν τῶν οὐρανῶν σοι κόκκον.
Ὁ δέ κόκκος οὗτος  ἔστι
Θείου Πνεύματος ἡ χάρις,
ὁ δέ κῆπος ἡ καρδία
ἡ ἑκάστου τῶν ἀνθρώπων,
ἔνθα ὁ λαβών τό Πνεῦμα
βάλλει ἔνδον τε καί κρύπτει
ταῖς λαγόσι ταῖς τῶν σπλάγχνων,
ὡς μηδένα τοῦτο βλέπειν, 
καί φυλάττει μετά πάσης
ἀκριβείας, ὅπως φύῃ,
ὅπως γένηται εἰς δένδρον
καί εἰς οὐρανόν ἀνέλθῃ. 
Εἰ οὖν λέγεις· Οὐχί ὧδε,
ἀλλά μετά τέλος πάντες
λήψονται τήν βασιλείαν, 
οἱ θερμῶς ταύτης ἐρῶντες, 
ἀνατρέπεις τοῦ Σωτῆρος
καί Θεοῦ ἡμῶν τούς λόγους.
Τόν γάρ κόκκον εἰ μή λάβῃς,
τόν σινάπεως, ὅν εἶπεν,
εἰ μή βάλῃς σου εἰς κῆπον,
μένεις ὅλως δίχα σπόρου.
Εἰ δέ καί τόν σπόρον λάβοις 
καί συμπνίξεις ταῖς ἀκάνθαις
ἤ προδώσεις τοῖς ὀρνέοις
καί ἁρπάσουσι τόν κόκκον
ἤ ἀπότιστον ἐάσεις
κῆπόν σου τῇ ἀμελείᾳ 
καί οὐ φύει σου ὁ σπόρος,
οὐ βλαστήσει, οὐ καρπεύσει,
τίς σοι ἐκ τοῦ σπόρου ἔσται
ἡ ὠφέλεια, εἰπέ μοι;
Πότε δέ, εἰ μή ἐνταῦθα, 
ἄλλοτε τόν σπόρον λάβοις;
Μετά θάνατον, μοί εἴπῃς,
ἀλλά σφάλλῃ τοῦ εἰκότος·
ποίῳ κήπῳ τότε τοῦτον
κατακρύψεις, ἐρωτῶ σε,
ποίαις δέ ταῖς ἐργασίαις
θεραπεύσεις, ἵνα φύῃ;
Ὄντως ὅλος γέμεις πλάνῃς,
ἀδελφέ, ἠπατημένης! 
Ὁ γάρ χρόνος οὗτος ἔργων,
ὁ δέ μέλλων τῶν στεφάνων·
ὧδε σύ τούς ἀρραβῶνας 
λαβε, εἶπεν ὁ Δεσπότης, 
ὧδε δέξαι τήν σφραγίδα.
Ἀπ’ ἐντεῦθεν τήν λαμπάδα
ἄναψον τήν τῆς ψυχῆς σου,
πρίν σκοτάσῃ, πρίν κλεισθῶσιν
αἱ τῆς ἐργασίας πύλαι.
Εἴπερ φρόνιμος ὑπάρχεις,
ὧδέ σοι καί μαργαρίτης
γίνομαι καί ἐξωνοῦμαι, 
ὧδέ σοι καί σῖτος πέλω
καί σινάπεως ὡς κόκκος,
ὧδε γίνομαί σοι ζύμη
καί ζυμῶ τό φύραμά σου,
ὧδε σοι ὡς ὕδωρ πέλω,
γίνομαι καί πῦρ γλυκάζον· 
ὧδε καί ἱμάτιόν σοι 
καί τροφή καί πόσις πᾶσα,
ἐάν βούλει, γίνομαί σοι.
Ὁ Δεσπότης ταῦτα λέγει.
Εἰ οὖν οὕτως ἐκ τῶν ὧδε
καί τοιοῦτόν με γνωρίσεις, 
ἕξεις με κἀκεῖ ἀρρήτως
ἅπαντα γινόμενόν σοι·
εἰ δ’ ἀπέλθῃς ἀγνοῶν μου
χάριτος τάς ἐνεργείας, 
μόνον με κριτήν ἐκεῖσε
ἀσυμπάθητον εὑρήσεις.
Ὦ Χριστέ μου καί Θεέ μου,
μή με κατακρίνῃς τότε, 
μηδέ δίκῃ ὑποβάλῃς
τόν πολλά σοι ἐπταικότα,
ἀλλά δέξαι με ὡς ἕνα
τῶν ἐσχάτων σου μισθίων
καί ἀξίωσον ἐντεῦθεν
θεραπεῦσαί σε, Σωτῆρ μου,
καί λαβεῖν σου Πνεῦμα Θεῖον,
ἀραββώνα βασιλείας
καί ἐκεῖθεν ἀπολαῦσαι
τοῦ νυμφῶνος σου τῆς δόξης, 
καθορῶντά σε, Θεέ μου, 
εἰς αἰῶνας αἰωνίους,
ἀμήν.



Ἑπόμενο: ΙΗ'. Διδασκαλία σύν θεολογίᾳ περί τῶν ἐνεργειῶν τῆς ἁγίας ἀγάπης, ἤγουν αὐτοῦ τοῦ φωτός τοῦ Ἁγίου Πνεύματος.
Προηγούμενο: ΙΣΤ'. Ὅτι ποθεινόν τε καί ἐπιθυμητόν κατά φύσιν μόνον τό Θεῖον, οὗ ὁ μετέχων πάντων ἐν μετοχῇ γέγονε τῶν καλῶν
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος