Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΚΑ'. Ἐπιστολή πρός μοναχόν ἐρωτήσαντα· Πῶς χωρίζεις τόν Υἱόν ἀπό τοῦ Πατρός, ἐπινοίᾳ ἤ πράγματι; Ἐν ᾗ εὑρήσεις πλοῦτον θεολογίας ἀνατρεπούσης τήν αὐτοῦ βλασφημίαν.
Προηγούμενο: ΙΘ'. Διδασκαλία σύν θεολογίᾳ, ἐν ᾗ καί περί ἱερωσύνης ἅμα καί ἀπαθοῦς θεωρίας.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

Κ'. Εὐχαριστία καί ἐξομολόγησις σύν θεολογίᾳ· καί περί δωρεᾶς καί μετουσίας Πνεύματος Ἁγίου.

  
Ὤφθης δι’ ἐμέ ἐπί γῆς ἐκ Παρθένου,
ὁ πρό αἰώνων ἀόρατος ὑπάρχων, 
καί σάρξ ἐγένου καί ἄνθρωπος ἐδείχθης,
ὁ ἀπροσίτῳ φωτί ἐνειλημμένος, 
καί περιγραπτός τοῖς πᾶσιν ἐνομίσθης, 
ὁ παντάπασιν ἀχώρητος ὑπάρχων, 
ὅν οὐκ ἰσχύει λόγος ἅπας ἐκφράσαι,
νοῦς δέ βιαζόμενος δράσσεται πόθῳ
καί κρατεῖν οὐ δύναται συστελλόμενος φόβῳ
καί πάλιν ζητεῖ καιόμενος τά ἔνδον, 
φαντασθείς δέ σου βραχύ τῇ λαμπηδόνι
τρόμῳ ἀποπέμπεται καί χαρᾷ χαίρει.
Στέγειν γάρ οὐ δύναται φύσις ἀνθρώπων 
ὅλον σε τρανῶς καθορᾶν, τόν Χριστόν μου,
εἰ καί ὅλον σε πιστεύομεν λαμβάνειν
ἐκ τοῦ Πνεύματος, οὗ διδώς, ὁ Θεός μου,
καί τῶν ἀχράντων αἵματος καί σαρκός σου,
ὧν κοινωνοῦντες σε κρατεῖν καί ἐσθίειν
ἀδιαιρέτως, Θεέ, ὁμολογοῦμεν
καί ἀσυγχύτως· οὐ γάρ μεταλαμβάνεις
φθορᾶς ἤ ῥύπου, ἀλλ’ ἐμοί μεταδίδως
τῆς σῆς ἀφθάρτου καθαρότητος, Λόγε,
καί ἀποπλύνεις τόν ῥύπον τῶν κακῶν μου
καί ἐκδιώκεις ζόφον ἁμαρτιῶν μου
καί τῆς καρδίας καθαίρεις μου τό αἶσχος
καί τῆς κακίας ἐκλεπτύνεις τό πάχος
καί φῶς ποιεῖς με, τόν πρίν ἐσκοτισμένον,
καί ὡραῖόν με κατ’ ἄμφω ἀπεργάζῃ·
αἴγλῃ περιλάμπεις με ἀθανασίας
καί ἐκπλήττομαι καί καίομαι τά ἔνδον 
ἐπιθυμῶν σε αὐτόν προσκυνῆσαι.
Ὅτε δέ τοῦτο ἐνθυμηθῶ ὁ τάλας,
ὤ τοῦ θαύματος, ἐν ἐμοί σε εὑρίσκω
καταμένοντα, κινούμενον, λαλοῦντα
καί ἄφωνόν με τότε ἀποτελοῦντα
τῇ καταπλήξει δόξης τῆς ἀπροσίτου.
Θάμβος οὖν συνέχει με καί ἀπορία,
ὅτι τόν πάντα συνέχοντα παλάμῃ
συνεχόμενον ἐν καρδίᾳ μου βλέπω.
Ἀλλά τί σου, Χριστέ μου, τό ξένον τοῦ ἐλέους,
τίς ἡ ἄπειρος συγκατάβασις, Λόγε;
Τί πρός τήν ἐμήν ἐλήθυθας πτωχείαν, 
πῶς καί εἰσῆλθες εἰς ῥυπῶσαν οἰκίαν,
ὁ ἀπροσίτῳ οἰκῶν φωτί, Θεέ μου;
Πῶς δέ καί τηρεῖς ἀκατάφλεκτον ταύτην,
πῦρ ὑπάρχων ἄστεκτον φύσει βροτείᾳ;
Τί δέ ποιήσω ἄξιόν σου τῆς δόξης
καί τί εὑρήσω πρός τοσαύτην ἀγάπην;
Τί σοι προσάξω, τῷ τοιαύτῃ με δόξῃ 
καί τιμῇ δοξάσαντι, τόν ἀνάξιον;
Ὅν γάρ ἄνθρωποι βλέπειν ἀπαξιοῦσιν,
ἀλλ’ οὐδέ λαλεῖν οὐδέ συνεστιᾶσθαι
ὅλως ἐμοί βούλονται τῷ παναθλίῳ,
σύ ὁ πνοήν ἅπασαν τρέφων καί φύσιν, 
ὁ τοῖς Σεραφείμ ἀπρόσιτος ὑπάρχων,
ὁ πάντων κτίστης, ποιητής καί δεσπότης
οὐ μόνον ὁρᾷς καί λαλεῖς   μοι καί τρέφεις,
ἀλλά καί τήν σήν οὐσιωδῶς μοι σάρκα 
κατηξίωσας καί κρατεῖν καί ἐσθίειν
καί τό αἷμά σου τό πανάγιον πίνειν,
ὅ ἐξεχύθη δι’ ἐμέ σοῦ σφαγέντος.
Διάκονόν τε καί λειτουργόν καί μύστην
τούτων με κατέστησας, ὅνπερ γινώσκεις,
ὁ πάντα εἰδώς, πρίν ποιήσεις αἰῶνας
καί πρίν παράξεις τι τῶν μή βλεπομένων
- τά γάρ ὁρατά ὕστερον συνεστήσω -,
τόν ἁμαρτωλόν, ἄσωτον, τόν τελώνην,
λῃστήν, φονέα ἐμαυτοῦ γεγονότα,
ψεύστην τῶν καλῶν, ἐργάτην ἀνομίας
καί πασῶν τῶν σῶν ἐντολῶν παραβάτην.
Σύ οὖν ἀληθῆ ταῦτα εἶναι γινώσκεις·
πῶς ἐνώπιον ὀφθῶ σου, ὦ Χριστέ μου,
πῶς δέ τῇ σῇ πλησιάσω τραπέζῃ;
Πῶς τοῦ ἀχράντου σώματός σου κρατήσω,
ὁ χεῖρας ἔχων πάντῃ ἐσπιλωμένας;
Πῶς ὑμνήσω σε, πῶς ἄλλοις μεσιτεύσω
μή ἔχων ἐκ πίστεως καί καλῶν ἔργων
τήν πρός σέ ἀγάπησιν καί παρρησίαν,
ἀλλ’ ὑπόχρεως αὐτός ὤν, ὥσπερ οἶδας,
πολλῶν ταλάντων, πολλῶν ἀνομημάτων;
Ὁ νοῦς ἀπορεῖ, ἠσθένησεν ἡ γλῶσσα
καί λόγος οὐδείς εὑρίσκεταί μοι, Σῶτερ,
τά σά ἐξειπεῖν ἀγαθότητος ἔργα,
ἅ ἐποίησας εἰς ἐμέ τόν σόν δοῦλον.
Φλέγονται δέ μου ὡς ἐκ πυρός τά ἔνδον
καί οὐ δύναμαι σιωπῶν ὑποφέρειν
τό μέγα βάρος τῶν πολλῶν δωρεῶν σου.
Ὁ τά στρουθία φωναῖς λαλεῖν ποιήσας
δώρησαι κἀμοί λόγον, τῷ παναθλίῳ,
ἵνα τοῖς πᾶσιν ἐγγράφως καί ἀγράφως
διηγήσωμαι, ἅ εἰς ἐμέ εἰργάσω
διά ἔλεος ἄπειρον, ὁ Θεός μου,
καί διά μόνην τήν σήν φιλανθρωπίαν.
Καί γάρ ὑπέρ νοῦν φρικτά τε καί  μεγάλα
πέλουσιν, ἅπερ παρέσχες μοι τῷ ξένῳ,
τῷ ἀμαθεῖ, τῷ πτωχῷ, τῷ ἀπαρρησιάστῳ,
τῷ ἀπό παντός ἀπερριμένῳ ἀνθρώπου.
Γονεῖς οὐ προσεῖχόν μοι φυσικῇ τῇ ἀγάπῃ,
οἱ ἀδελφοί καί φίλοι μου πάντες ἐνέπαιζόν μοι,
ἀγαπᾶν γάρ με λέγοντες ἐψεύδοντο εἰς ἅπαν.
Οἱ συγγενεῖς, οἱ ἔξωθεν, οἱ ἄρχοντες τοῦ κόσμου
τοσοῦτόν με ἀπεστρέφοντο καί ἠνείχοντο βλέπειν,
ὅσον συναπολέσαι με ταῖς αὐτῶν ἀσεβείαις.
Πολλάκις ἐπεθύμησα δόξης ἀναμαρτήτως
καί οὔπω ταύτην εὕρηκα ἐν τῷ παρόντι βίῳ· 
ἡ δόξα γάρ ἡ κοσμική, καθώς ἐβεβαιώθην,
καί δίχα ἄλλης πράξεως ἁμαρτία τυγχάνει.
Ποσάκις ἐπεθύμησα ἀνθρώπους ἀγαπᾶν με
καί ἔχειν οἰκειότητος πρός αὐτούς παρρησίαν,
καί οὐδείς μου ἠνέσχετο τῶν ἀγαθά φρονούντων· 
ἄλλοι δέ μᾶλλον ἤθελον βλέπειν με καί γνωρίζειν,
ἐγώ δέ τούτους ἔφευγον ὡς τῶν κακῶν ἐργάτας. 
Ταῦτα οὖν  πάντα, Δέσποτα, καί ἄλλα τούτων πλείω,
ἅ οὐδέ λέγειν εὐπορῶ, οὐδ’ ἀπομνημονεύειν,
σύ εἰς ἐμέ, τόν ἄσωτον, προνοῶν ἀπειργάσω,
ἵνα ἑλκύσῃς ἐκ βυθοῦ καί κοσμικοῦ  με σκότους
καί τῆς ἀπάτης, τῆς δεινῆς, τῶν τοῦ βίου ἡδέων.
Οἰ ἀγαθοί με ἔφευγον διά τό ἔξω σχῆμα,
τούς δέ φαύλους ἐξέφευγον οἰκείᾳ προαιρέσει· 
ἠγάπων γάρ, ὡς εἴρηται, δόξαν καί πλοῦτον κόσμου
καί φαντασμόν ἐνδύματος καί βλακευμάτων ἤθη.
Οὐκ οἶδα δέ τί φθέγξομαι, οὐκ οἶδα τί σοι εἴπω· 
φοβοῦμαι γάρ καί τό λαλεῖν καί γράφειν τά τοιαῦτα,
μή περιπέσω τοῖς ἐμοῖς λόγοις καί ἁμαρτήσω,
καί ἔσται ἀνεξάλειπτον τό ψευδῶς γεγραμμένον.
Ὅταν προσεκαλεῖτό με εἰς ἔργα τις μανίας
καί ἁμαρτίας, ἀληθῶς, τοῦ πλάνου κόσμου τούτου,
ἔσωθεν ἡ καρδία μου συνελέγετο ὅλη
καί ὥσπερ κατεκρύπτετο ἑαυτήν αἰδουμένη,
συνεχομένη ἀφανῶς πάντως χειρί σου θείᾳ.
Καί τά μέν ἄλλα ἅπαντα ἠγάπων τά τοῦ βίου,
ὅσα τε ὄψιν τέρπουσι καί λεαίνουσι λάρυγγα
καί σῶμα καλλωπίζουσι, τό φθειρόμενον τοῦτο.
Τάς πράξεις δέ τάς μυσαράς καί ἀσελγεῖς ὀρέξεις
σύ δή ἐκ τῆς καρδίας μου ἀπήλειψας, Θεέ μου,
καί μῖσος ἐνεποίησας πρός ταῦτα τῇ ψυχῇ μου·
εἰ καί τῇ προαιρέσει μου προσεκείμην ἐν τούτοις,
καί ὄρεξίν τε ἄπρακτον καί πράξεις ἀνορέκτους
ἐποίεις μᾶλλον ἔχειν με - θαῦμα μέγιστον πάντῃ - 
καί πάντων ἀπεχώρισας οἰκονομίᾳ θείᾳ 
βασιλέων, ἀρχόντων τε καί πλουσίων τοῦ κόσμου.
Πολλῶν πολλάκις καί ἐμοῦ θελήσαντος εἰς ταῦτα 
αὐτός βουλήν οὐκ εἴασας τινός ἐν τούτοις στῆναι,
ἄλλους δοξάζειν λέγοντας καί πλουτεῖν με ἐν βίῳ
μῖσος ἐμίσουν, Δέσποτα, μῖσος ἀπό καρδίας, 
ὡς μήτε συντυχίαν με κινεῖν ποτε πρός τούτοις,
οἵ καί μανέντες βάκλοις με σφοδρῶς ἔτυψαν μᾶλλον· 
ἄλλοι δέ λοιδορίαις με  πρός πάντας ἐλοιδόρουν 
ἐργάτην εἶναι λέγοντες πάσης παρανομίας, 
θέλοντες διαστρέψαι με ἀπό ὁδοῦ εὐθείας·
τάς πράξεις γάρ ἐξέφευγον, ἵνα μή λοιδορῶμαι,
αὐτοί δέ ἐλοιδόρουν με, ὅπως εἰς πράξεις ἔλθω,
εἰ ἄρα καί τόν ἔπαινον τόν τῶν ἀνθρώπων χρῄζω,
οἵ προσετίθουν λέγοντες πάντοτε λοιδορεῖν με,
ἕως ἄν εἰς τό φρόνημα τό ἐκείνων συνέλθω.
Τοῖς δέ τήν δόξαν λέγουσι διδόναι τήν τοῦ κόσμου
οὕτως ἀνταποκρίνεσθαι δέδωκάς με, Σωτήρ μου·
Εἰ πᾶσαν δόξαν, ἔλεγον, τήν τοῦ κόσμου ἐκράτεις
καί στέφος σου τῇ κορυφῇ βασιλείας ὑπῆρχε,
τοῖς δέ  ποσί σου κόκκινον ἦν ὑποδεδεμένον
καί τούτων πάντων αἴφνης με κύριον ἀπειργάσω,
αὐτός δέ ἔστης παγανός, δοῦλός μου θέλων εἶναι, 
οὐκ ἄν ταῖς πονηρίαις σου καί τοῖς φρονήμασί σου
ὅλως συνεκοινώνησα ἤ συνῆλθον ἐν βίῳ. 
Ποῖος χάρτης χωρήσειε τάς σάς εὐεργεσίας
καί τά καλά σου τά πολλά, ἅ εἰς ἐμέ εἰργάσω;
Εἰ γάρ μυρίαι γλῶσσαί μοι δοθήσονται καί χεῖρες,
οὐκ ἄν ἰσχύσω ἐξειπεῖν ἤ περί πάντων γράψαι· 
εἰσί γάρ πάντως ἄβυσσος ἐν ἀπείρῳ τῷ  πλήθει,
εἰσίν ἀκατανόητα τῷ τῆς δόξης μεγέθει, 
καί ἀσθενῶ τόν λογισμόν, πονῶ μου τήν καρδίαν,
ὅτι λαλεῖν οὐ δύναμαι περί σοῦ, ὁ Θεός μου.
Ὅταν γάρ, ἅπερ ἔπραξα, ἐνυμηθῶ, ὁ τάλας,
ὅσα μοι ἐβοήθησας, ἐξ οἵων με ἐξείλου
καί πόσων, Σῶτερ, μέ κακῶν ἅπερ διεπραξάμην,
ἀλλ’ ὡς πολλά ποιήσαντα ἀγαθά καί μεγάλα
καί καθαρόν ἀπό μητρός ἁγίας κολυμβήθρας
οὕτως καί προσελάβου με, οὕτως ἐτίμησάς με,
οὕτως με κατεκόσμησας στολῇ τῇ βασιλείῳ,
ὅλος τρόμῳ συνέχομαι καί ἐξίσταμαι χαίρων
καί ἄφωνος καθίσταμαι καί ἐκλύομαι σφόδρα,
ὅτι θεός ἐδόθης μοι, ὁ ποιητής τοῦ κόσμου,
ἀνθρώπῳ λίαν μυσαρῷ καί βδελυκτῷ τοῖς πᾶσιν
ἀνθρώποις τε καί δαίμοσιν ὡς ἤδη γεγονότι
καί ὑπερβάντι πράξεσιν ἔργων ἀτοπωτάτων
κἀκείνους. Οἴμοι τῷ αἰσχρῷ καί ῥυπαρῷ - πῶς εἴπω;- 
ἡνώθης μοι, φιλάνθρωπε, ἀμέτρῳ εὐσπλαγχνίᾳ,
ὁ καθαρότητι πολύς, ἁγιωσύνῃ μείζων,
δυνάμεις τε ἀσύγκριτος καί ἀνείκαστος δόξῃ,
καί συγκατῆλθεν ἄνωθεν ἀφ’ ὕψους ἀμετρήτου 
ἕως ἐσχάτου τῶν πυλῶν ᾅδου ἁμαρτιῶν μου
καί σκότους τῆς πτωχείας μου καί οἴκου συμπτωθέντος
ἀπό πολλῶν ἀνομιῶν, μεγίστης ἀμελείας
ἠμελημένου παντελῶς καί γε ῥερυπωμένου,
ὅς πρότερον ἀνέστησας ἐμέ κείμενον κάτω
καί ἐπί πέτραν ἔστησας τῶν θείων ἐντολῶν σου
καί λούσας ἐκαθάρισας βορβόρου τῶν κακῶν μου
καί χιτῶνα ἐνέδυσας λευκόν ὑπέρ χιόνα, 
τόν οἶκόν τε ἐσάρωσας τόν κατεσπιλωμένον 
καί εἰσελθών ἐνῴκισας, ὦ Τριάς, ὁ Θεός μου, 
εἶτα θρόνον με ἀπετέλεσας θεότητός σου θείας
καί οἶκόν ἀπροσίτου σου δόξης καί βασιλείας
καί στάμνον μάννα φέρουσαν τό τῆς ἀθανασίας,
καί λύχνον ἔνδον ἔχοντα φῶς ἄσβεστον καί θεῖον,
πυξίον τε ὡς ἀληθῶς τοῦ καλοῦ μαργαρίτου
καί γάρ ἀγρόν, ἐν ᾧ κέκρυπται ὁ θησαυρός τοῦ κόσμου,
πηγήν, ἐξ ἧς οἱ πίνοντες οὐδέποτε διψῶσιν,
ἥτις καί βλύζει μάλιστα ὕδωρ δεκαπλασίως
καί τούς ἐν πίστει πίνοντας ἐκτελεῖ ἀθανάτους, 
παράδεισον ξύλον ζωῆς μέσον ἔχοντα πάλιν
καί γῆν περικαλύπτουσαν τόν ἀχώρητον πᾶσι,
σέ, ὅν ἐζήτησά ποτε ἐξ ὅλης μου καρδίας,
καί ἐπεθύμουν περί σοῦ λόγον ἀεί ἀκούειν
καί ἤθελον τήν μνείαν σου ἔχειν ἐν τῇ ψυχῇ μου
καί συχνοτέρως περί σοῦ καί λαλεῖν καί ἀκούειν.
Εἰ γάρ καί πρῴην μου ὁ νοῦς περί σοῦ φαντασθῆναι
καθαρῶς οὐκ ἠδύνατο, πάντῃ ῥερυπωμένος, 
οὐδ’ ὀφθαλμοί θεάσασθαι ἤ ἀκοή ἀκοῦσαι,
οὐδ’ ἀναβάσεις δέξασθαι ἡ καρδία μου θείας,
ἀλλά μόνῃ τῇ ἀκοῇ κατεπλήττετο ὅλη
καί φόβῳ συνεστέλλετο ἡ ψυχή μου καί τρόμῳ,
ἀλλ’ ἔνδοθεν ὁρῶσά σε νῦν ἑαυτῆς ἐκπλήττεται 
καί ἐνοπτριζομένη σε, ὅσον αὐτῇ γε δίδως, 
ὅλον ἐν ὅλῳ τῷ παντί, ὅλον ἐκτός δέ τούτου, 
ἐντός τε πάλιν ἑαυτῆς, ὅλον κατανοοῦσα 
ὅλον ἀκατανόητον θεότητι τῇ θείᾳ,
τόν τοῖς πᾶσιν ἀόρατον καί ἀποκεκρυμμένον, 
σέ τόν ἀπρόσιτον καί προσιτόν μόνοις οἷς ἠβουλήθης,
καθώς αὐτός ἠθέλησας φιλανθρώπως φανῆναι,
τόν Σεραφείμ καί Χερουβίμ καί πᾶσι τοῖς ἀγγέλοις
ἀπρόσιτον καί φοβερόν αὐγῇ φύσεως θείας,
μετά ἀνθρώπων προσιτόν τόν φύσει ἄληπτόν τε,
ὅλη ὅλως ἐξίσταται, ἐκπλήττεται δέ πλέον
τήν ἀγαθότητα τήν σήν καί τήν φιλανθρωπίαν, 
ὅτι καθαίρεις ῥυπαράς ψυχάς καί νοῦν φωτίζεις
καί περιδράσσῃ γεώδους καί ὑλικῆς οὐσίας,
ἀνάπτεις τε φλόγα πολλήν ἀγαπήσεως θείας
καί πόθου θείου ἔρωτα οἷα πῦρ μοι ἐμβάλλεις
καί μέχρι τρίτου οὐρανοῦ φθάνειν παρασκευάζεις
καί εἰς παράδεισον ποιεῖς, Σῶτερ, ἁρπάζεσθαί με, 
ἐν ᾧ ἀκούω ῥήματα ἄρρητά τε καί ξένα,
ἅ οὐκ ἐξόν βροτοῖς λαλεῖν ἤ λόγῳ ἐξηγεῖσθαι.
Σοί δέ τιμή πρέπει, δόξα καί μεγαλωσύνη,
κράτος αἰώνιον, Χριστέ, τῷ τοῦ παντός Δεσπότῃ
σύν τῷ Πατρί καί Πνεύματι τῷ φύσει Παναγίῳ
νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων· 
ἀμήν.



Ἑπόμενο: ΚΑ'. Ἐπιστολή πρός μοναχόν ἐρωτήσαντα· Πῶς χωρίζεις τόν Υἱόν ἀπό τοῦ Πατρός, ἐπινοίᾳ ἤ πράγματι; Ἐν ᾗ εὑρήσεις πλοῦτον θεολογίας ἀνατρεπούσης τήν αὐτοῦ βλασφημίαν.
Προηγούμενο: ΙΘ'. Διδασκαλία σύν θεολογίᾳ, ἐν ᾗ καί περί ἱερωσύνης ἅμα καί ἀπαθοῦς θεωρίας.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος