Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΚΒ'. Εὐχαριστία σύν θεολογίᾳ· καί περί ὧν ἡ θεία χάρις τοῦ Πνεύματος διά τῶν ἐνεργειῶν ὠνόμασται.
Προηγούμενο: Κ'. Εὐχαριστία καί ἐξομολόγησις σύν θεολογίᾳ· καί περί δωρεᾶς καί μετουσίας Πνεύματος Ἁγίου.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

ΚΑ'. Ἐπιστολή πρός μοναχόν ἐρωτήσαντα· Πῶς χωρίζεις τόν Υἱόν ἀπό τοῦ Πατρός, ἐπινοίᾳ ἤ πράγματι; Ἐν ᾗ εὑρήσεις πλοῦτον θεολογίας ἀνατρεπούσης τήν αὐτοῦ βλασφημίαν.

 
Ἔλαμψας, ἐξέφανας φῶς τό τῆς δόξης,
φῶς ἀπρόσιτον τῆς σῆς οὐσίας, Σῶτερ, 
καί κατηύγασας ψυχήν ἐσκοτισμένην, 
μᾶλλον δέ σκότος οὖσαν ἐξ ἁμαρτίας
ὡς τό φυσικόν ἀπολέσασαν κάλλος,
ὡς ἐξ ᾅδου τε ἀνήγαγες κειμένην
καί φῶς ἰδεῖν δέδωκας θείας ἡμέρας
καί τοῦ ἡλίου ἀκτῖσιν ἐλλαμφθῆναι 
καί φῶς γενέσθαι ταύτην, ὦ μέγα θαῦμα! 
Οὐ πιστεύουσιν οἱ δόξης τῶν ἀνθρώπων 
μή καταφρονήσαντες, ὡς ἐνετείλω,
οὐδέ γάρ ἐγεύσαντο δόξης τῆς θείας,
ἥν δέδωκας σύ καί δίδως νῦν, Θεέ μου,
τοῖς ἀπό ψυχῆς ὅλῃ τῇ διαθέσει 
σέ ζητήσασι, τήν αἰώνιον δόξαν,
σέ, τόν ἀληθῶς Θεόν δεδοξασμένον,
ὅν τό κατιδεῖν ἀκρότης ἐστί δόξης.
Ὁ δέ ἀεί σε βλέπειν ἠξιωμένος
πάντως ἔλαχεν ἀγγελικῆς ἀξίας,
εἰ καί δέδεται τῇ σαρκί κατά φύσιν.
Εἰ δέ καί μεῖναι παρ’ αὐτῷ κατεδέξω 
καί καταμένειν ἐν σοί προσηβουλήθης, 
τήν σήν ἐξεπλήρωσας οἰκονομίαν
καί ὅμοιόν σου τόν φθαρτόν ἀπειργάσω 
θεόν, ὁ Θεός, ὁ συνυπάρχων φύσει, 
ὁ προάναρχος Θεῷ τῷ συνανάρχῳ
Υἱῷ καί Λόγῳ, τῷ ἐκ σοῦ γεννηθέντι,
οὐκ ἐπινοίᾳ ἐκ σοῦ χωριζομένῳ,
ἀλλά πράγματι ἀχωρίστῳ σου ὄντι.
Εἰ δέ καί χωρίζεται, ἀλλ’ οὐ τῇ φύσει,
τῇ ὑποστάσει δέ μᾶλλον, εἴτ’ οὖν προσώπῳ,
τό γάρ πράγματι ἀσεβῶν καί ἀθέων, 
τό δ’ἐπινοίᾳ ὅλως ἐσκοτισμένων.
Ἔχει γάρ ὁ νοῦς γεννώμενον τόν λόγον 
ἀπαύστως πάντως καί πως κεχωρισμένον· 
εἰ δέ γεννᾶται καί προέρχεται ὄντως
καί κεχώρισται ἐνυποστάτῳ λόγῳ, 
ἀλλά καί μένει τοῦ γεννήσαντος ἔνδον, 
ὅπερ καί κόλπον πατρικόν δεῖ νοῆσαι,
καί διέρχεται εἰς τόν σύμπαντα κόσμον
καί πάντα πληροῖ τοῦ Πατρός ὅλως δίχα 
καί σύν τῷ Πατρί ὅλος αὐτός ὑπάρχει,
μετέρχεται δέ πάντως ταῖς ἐνεργείαις 
καί τῇ ἐλλάμψει μεταβαίνειν νοεῖται.
Ἐμπεριπατεῖν ἤκουσας γάρ καί μένειν
καί ἀποστρέφειν τό πρόσωπον καί βλέπειν,
κατέρχεσθαί τε καί ἀνέρχεσθαι πάλιν,
παραγίνεσθαί τε καί ἀφίπτασθαι αὖθις
καί ἄλλα πολλά τῆς θείας ἐνεργείας
αἱ  θεῖαι γραφαί πᾶσαι δημηγοροῦσιν, 
ἅ ἐλάλησεν ἐκπορευθέν τό Πνεῦμα,
τό Πανάγιον, ἐκ τοῦ Πατρός ἀφράστως,
καί ἀπεστάλη δι’ Υἱοῦ τοῖς ἀνθρώποις· 
οὐ τοῖς ἀπίστοις οὐδέ τοῖς φιλοδόξοις,
οὐ τοῖς ῥήτορσιν οὐδέ τοῖς φιλοσόφοις,
οὐ τοῖς  μαθοῦσι συγγραφάς τῶν Ἑλλήνων,
οὐ τοῖς τά γραφάς ἀγνοοῦσι τάς ἔσω,
οὐ τοῖς ἐξασκήσασι σκηνικόν βίον,
οὐ τοῖς λαλοῦσι τορνευτῶς καί πλουσίως,
οὐ τοῖς λαχοῦσι μεγάλων ὀνομάτων,
οὐ τοῖς τυχοῦσι φιλεῖσθαι παρ’ ἐνδόξων,     
οὐ συμπράξασι τοῖς πράξασιν ἀνόμως, 
οὐ τοῖς καλοῦσιν οὐδέ τοῖς  καλουμένοις,
οὐδέ παίζουσιν οὐδέ τοῖς παιζομένοις,
ἀλλά τοῖς πτωχοῖς πνεύματι καί τῷ βίῳ,
τοῖς τήν καρδίαν καθαροῖς καί τό σῶμα,
τοῖς λόγον ἁπλοῦν καί ἁπλούστερον βίον
καί ἁπλουστέραν κεκτημένοις τήν γνώμην,
τοῖς τήν δόξαν φεύγουσιν ὡς πῦρ γεέννης
καί κολακευτάς ἀπό ψυχῆς μισοῦσιν
(οὐ γάρ δέχεται τό Πνεῦμα κολακείας,
οὐδ’ ἀνέχεται ἀκούειν, ὅ μή ἔστι),
τοῖς πρός μόνην βλέπουσι ψυχῆς τήν δόξαν
καί τῶν ἀδελφῶν τήν σωτηρίαν πάντων
καί μηδέ μικρᾷ καρδιακῇ κινήσει 
αἴσθησιν λαμβάνουσι πρός τι τοῦ κόσμου,
ἐπαίνων οἷον ἤ δόξης ἀνθρωπίνης
ἤ πάσης ἄλλης ἡδονῆς εἴτε πάθους.
Οὗτοι γάρ νεκροί καί ζῶντες ἀληθείᾳ, 
ὅτι πέλουσιν ἀληθεῖς καί ὡς πλάνοι.
Οὗτοι ταπεινοί πνεύματι καί καρδίᾳ,
πραεῖς τε εἰσί καί ζηλωταί Κυρίῳ.
Οὗτοι ἀσεβεῖς εἰσι τοῖς ἀσεβέσι
καί ὀσμή ζωῆς τοῖς ἐκλεκτοῖς Κυρίου.
Οὗτοι καί πόρνοι τοῖς πόρνοις τῇ καρδίᾳ
καί ἰσάγγελοι τοῖς τήν ψυχήν παρθένοις.
Οὗτοι καί δόξης ἐν μέσῳ ταπεινοῦνται
καί ἐν πενίᾳ εἰσί δεδοξασμένοι.
Οὗτοι καί εὐτέλειαν ὡς βασιλείαν 
καί βασιλείαν ὡς πτωχείαν ἡγοῦνται.
Οὗτοι τρώγοντες εἰσίν ἐν ἐγκρατείᾳ
καί νηστεύοντες πᾶν εἶδος ἐμπιπλῶνται.
Οὗτοι οὐ συνέρχονται τῇ ἀδικίᾳ
οὐδέ παριδεῖν δύνανται τεθλιμμένον
καί καταπονούμενον ὑπό πλουσίων.
Οὗτοι πρόσωπον οὐκ αἰδοῦνται ἀνθρώπων,
τό γάρ πρόσωπον ὁρῶσι τοῦ Κυρίου.
Οὗτοι οὐ κλῶνται τοῖς δώροις τήν καρδίαν
καί οὐ παρορῶσι νόμον δικαιοσύνης,
ἔχουσι καί γάρ τόν ἀσύλητον πλοῦτον
καί τά τοῦ κόσμου πάντα λογίζονται ὡς κόπρον.
Οὗτοι ἔχοντες διδάσκαλον τό Πνεῦμα
μήθησιν οὐ χρῄζουσιν ἐκ τῶν ἀνθρώπων,
ἀλλά τῷ φωτί λαμπόμενοι τῷ τούτου
βλέπουσι τόν Υἱόν, ὁρῶσι τόν Πατέρα
καί προσκυνοῦσι Τριάδα τοῖς  προσώποις,
τόν ἕνα Θεόν ἡνωμένον τῇ φύσει ἀφράστως.
Οὗτοι μυοῦνται ἐκ τοῦ Πατρός δέ πάλιν,
ὅτι γεννᾶται ὁ Υἱός ἀμερίστως,
ὡς οἶδε μόνον, εἰπεῖν γάρ οὐκ ἰσχύω· 
εἰ γάρ ἴσχυον, εἶχε πάντως ὁ λόγος
τά ὑπέρ λόγον καί διάνοιαν φράσαι
καί ἄνω κάτω τά σύμπαντα γενέσθαι.
Εἰ γάρ τό κτίσμα τόν κτίστην καταμάθῃ
καί, οἷός ἐστιν, ὅλον κατανοήσῃ
καί εἰπεῖν λόγῳ γράψαι ἐξισχύσῃ,
γέγονε τοῦ κτίσαντος τό ἔργον κρεῖσσον.
Παῦσον, ἄνθρωπε, φρίξον, βροτέ, τῇ φύσει
καί ἐννόησον, ὅτι μή ὤν παρήχθης
καί τῆς μητρῴας νηδύος παρακύψας
εἶδες τόν κόσμον τόν πρό σοῦ παραχθέντα.
Καί εἰ δυνηθῇς οὐρανοῦ ὕψος γνῶναι
ἤ τήν οὐσίαν ὑποδεῖξαι ὁποία,
τοῦ ἡλίου τε, σελήνης καί ἀστέρων,
ποῦ κεκόλληνται καί πῶς περιπατοῦσιν
ἄψυχα ὄντα καί ἀναισθήτως κινούμενα, 
ἤ τῆς γῆς αὐτῆς, ἐξ ἧς αὐτός ἐλήφθης,
ὅρους καί μέτρα, πλάτη τε καί μεγέθη,
καί ἐπί τίνος ἐποχεῖται, εἰ εἶδες,
πάλιν δ’ ἐκεῖνο τί ἐστιν ἤ ποῦ τήν βάσιν ἔχει,
ταῦτα εἰ ἔγνως καί καθ’ ἕν εὗρες τέλος,
καί τῆς θαλάσσης εἰ μετρήσῃς τήν ψάμμον,
εἴτε σοῦ αὐτοῦ διαγνῶναι τήν φύσιν
καί τῆς σοφίας τό ἔργον ἑρμηνεῦσαι,
τότε καί αὐτόν τόν ποιητήν νοήσεις,
πῶς ἐν Τριάδι ἡ Μονάς ἀσυγχύτως 
καί ἐν Μονάδι Τριάς ἀδιαιρέτως.
Ζήτησον Πνεῦμα, ἔξω γενοῦ τοῦ κόσμου!
Μή δῴης ὕπνον ὀφθαλμοῖς τό παράπαν,
μήτε φροντίσῃς τῆς ζωῆς τῆς παρούσης!
Κλαῦσον, πένθησον, ὅν ἀπώλεσας χρόνον!
Ἴσως ὁ Θεός παρακληθῇ καί δώσει,
ὥσπερ τό πρίν δέδωκεν ἰδεῖν τόν κόσμον
καί τόν ἥλιον καί τό φῶς τῆς ἡμέρας,
οὕτω καί τά νῦν λάμψαι καταξιώσει
καί ὑποδεῖξαι τόν νοερόν σοι κόσμον
καί φωτί ἐλλάμψαι σε τῷ τρισηλίῳ, 
ὅ εἰ θεάσῃ, τότε γνώσῃ ἅ λέγω·
τότε μαθήσῃ τοῦ Πνεύματος τήν χάριν,
ὅτι καί ἀπόν πάρεστι τῇ δυνάμει
καί παρόν οὐχ ὁρᾶται τῇ θείᾳ φύσει,
ἀλλά καί πάντῃ καί οὐδαμοῦ ὑπάρχει.
Εἰ ζητήσεις αἰσθητῶς ἰδεῖν τοῦτο,
ποῦ ἄν εὑρήσεις; Οὐδαμοῦ, πάντως εἴποις.
Εἰ νοερῶς ἀναβλέψαι ἰσχύσεις,
μᾶλλον δ’ ἐκεῖνο τόν νοῦν σου καταλάμψει
καί διανοίξει κόρας τῆς σῆς καρδίας· 
τότε πανταχοῦ εἶναι οὐκ ἀπαρνήσῃ,
ἀλλά δι’ αὐτοῦ ἅπαντα διδαχθήσῃ,
εἰ καί ἀμαθής καί ἄγροικος τυγχάνεις.
Εἰ δέ οὐκ ἔγνως ὀφθαλμόν ἀνοιγέντα
τῆς διανοίας τῆς σῆς καί φῶς ἰδόντα,
εἰ οὐκ ᾐσθήθης γλυκύτητος τῆς θείας,
εἰ οὐκ ἐλλάμφθης τῷ Πνεύματι τῷ Θείῳ,
εἰ οὐκ ἔκλαυσας δάκρυα ἀνωδύνως,
εἰ ἐκπληθέντα τόν νοῦν οὐκ ἐθεάσω,
εἰ καθαρθεῖσαν οὐκ ἔγνως σήν καρδίαν
καί ἐκλάμψασαν φαιδράς ἀντανακλάσεις
καί ἀνελπίστως εὗρες Χριστόν ἐντός σου
καί ἐξεπλάγης κάλλος ἰδών τό θεῖον
καί ἐπελάθου φύσεως ἀνθρωπίνης
ὅλον σεαυτόν βλέπων ἠλλοιωμένον,
πῶς περί Θεοῦ λαλεῖν, εἰπέ, οὐ φρίττεις;
Πῶς δέ καί τολμᾷς σάρξ αὐτός ὅλος πέλων 
καί μήπω πνεῦμα γεγονώς ὡς ὁ Παῦλος
περί Πνεύματος φιλοσοφεῖν ἤ λέγειν,
ὅ ἐν τοιούτοις μή κατοικεῖν ἀκούεις
διά τό εἶναι σάρκας αὐτούς, ὡς λόγος;
Ἀλλ’ ἔγραψα ταῦθ’ ἵνα γνῷς πῶς πιστεύω, 
καί εἰ θελήσεις, πεισθῇς μοι καί στυγνάσῃς.
Εἰ γάρ ἀληθῶς τόν θησαυρόν οὐκ ἔχεις, 
ὅνπερ ὁ κόσμος οὐ δύναται χωρῆσαι,
εἰ οὔπω ἔλαβες δόξαν τῶν ἁλιέων,
ἥν οἱ λαβόντες Θεόν ἔλαβον ὄντως,
καταλείψεις κόσμον καί τά ἐν κόσμῳ,
ὀξυποδήσεις, δράμεις πρό τοῦ κλεισθῆναι
πύλας βίου σοι καί τοῦ τῇδε θεάτρου, 
καί διαλυθῇ ἡ πανήγυρις, οἴμοι,
καί συσκοτάσει ἥλιος καί τά ἄστρα
καί γῆ παρέλθει καί ἀνοιχθῇ ὁ ᾅδης
καί τό πᾶν γενήσεται σκότος καί χάος· 
καί τότε γνώσῃ, φίλη ψυχή, καί μάθῃς,
ὅτι οἱ μή ἔχοντες Πνεῦμα τό Θεῖον 
ἐν διανοίᾳ λαμπάδος δίκην λάμπον
καί ἐν καρδίᾳ ἐνοικοῦν ἀνεκφράστως
τῷ αἰωνίῳ παραπέμπονται σκότει.
Καί γάρ τό Πνεῦμα ὁ Κύριος ὑπάρχει,
Πνεῦμα δ’ ὁ Θεός, ὁ Πατήρ τοῦ Κυρίου,
ἕν πάντως Πνεῦμα, οὐδέ γάρ διαιρεῖται.
Τοῦτο ὁ ἔχων ὄντως ἔχει τά τρία,
ἀλλ’ ἀσυγχύτως, εἰ καί ἀδιαιρέτως.
Ἔστι γάρ Πατήρ· καί πῶς Υἰος ὑπάρξει; 
Ἔστι γάρ ἀγέννητος τό κατ’ οὐσίαν,
ἔστι τε Υἱός· καί πῶς γένηται Πνεῦμα; 
Πνεῦμα τό Πνεῦμα· καί πῶς Πατήρ φανεῖται;
Πατήρ ὁ Πατήρ, ὅτι ἀεί γεννήτωρ· 
πῶς δέ γίνεται ἡ ἀεί γεννησία; 
Ὅτι τοῦ Πατρός οὐ χωρίζεται ὅλως
καί ὅλος προέρχεται ἀνερμηνεύτως,
πάντοτε μένει ἐν τῷ πατρικῷ κόλπῳ
καί προέρχεται πάντοτε ἀνεκφράστως.
Υἱός ἐν Πατρί ἀενάως ὁρᾶται
γεγεννημένος, ἀλλά συνηνωμένος· 
καί ἐν Υἱῷ γάρ ὁ Πατήρ καθορᾶται
ἀδιαστάτως, ἀτόμως, ἀχωρίστως.
Υἱός ὁ Υἱός, ὅτι ἀεί γεννᾶται
καί πρό αἰώνων ἐστί γεγεννημένος,
προερχόμενος οὐ τέμνεται τῆς ῥίζης,
ἀλλά καί χωρίς ἀχώριστος τυγχάνει
καί ἡνωμένος ὅλος Πατρί τῷ ζῶντι 
αὐτός τε ζωή πᾶσι τό ζῆν παρέχων.
Ὅσα ὁ Πατήρ, καί ὁ Υἱός τοσαῦτα·
ὅσα ὁ Υἱός, καί ὁ Πατήρ ὡσαύτως.
Βλέπεω τόν Υἱόν, καί βλέπω τόν Πατέρα,
ὁρᾶται Πατήρ Υἱῷ ἀπαραλλάκτως,
πλήν ὁ μέν γεννᾷ, ὁ δέ ἀεί γεννᾶται.
-Τί χωρίς Πατρός ἐστιν, ὅπερ καί ἔστι; 
Τί ἐστιν; εἰπέ, φράσον πᾶσιν ἀνθρώποις- 
Θεός ἄναρχος καί ποιητής τῶν πάντων, 
εἴ τι γέγονε καί γενήσεσθαι μέλλει.
Θεός τῷ Πατρί ἴσος καί κατ’ οὐσίαν
καί κατά φύσιν καί κατά ἐξουσίαν
καί κατά μορφήν ὄντως καί κατ’ ἰδέαν
καί κατά χρόνον Πατρός οὐδέπω δίχα.
Πῶς προέρχεται; Ὡς ἐκ νοός ὁ λόγος.
Πῶς χωρίζεται; Ὡς φωνή ἐκ τοῦ λόγου.
Πῶς σωματοῦται; Ὡς γραφόμενος λόγος.
Ἐκ τῶν ὑψηλῶν εἰς ταπεινά κατήχθην
καί πρός ἐμαυτόν λυπηθείς ἐγενόμην
καί τό γένος ἔκλαυσα τό τῶν ἀνθρώπων,
ὅτι ζητοῦσι παραδείγματα ξένα
ἐπινοίας τε καί πράγματα, καί λέξεις
παρεισάγουσιν ἀπό τῶν ἀνθρωπίνων
ἐξεικονίζειν δοκοῦντες τήν θείαν φύσιν·
φύσιν, ἥν οὐδείς ἀγγέλων ἤ ἀνθρώπων 
ἤ κατιδεῖν ἴσχυσεν ἤ ὀνομάσαι.
Τί γάρ καί καλέσειε τόν κτίστην πάντων; 
Ὀνόματα γάρ καί πράγματα καί λέξεις,
πάντα τοῦ Θεοῦ γεγόνασι προστάξει· 
ἔθηκε γάρ ὀνόματα τοῖς ἔργοις
ἑκάστῳ τε πράγματι κλῆσιν ἰδίαν,
οὐ πᾶσι δ’ αὐτός, ἀλλ’ ἔδωκε καί ἔργοις
τοῖς ἔργοις πάλιν ὀνόματα τιθέναι,
καί ἄλλος ἄλλο καί καλεῖ καί καλεῖται,
ὄνομα δ’ αὐτοῦ ἡμῖν οὔπω ἐγνώσθη,
εἰ μή ὁ ὤν ἄφραστος Θεός, ὡς εἶπεν.
Εἰ οὖν ἄφραστος, εἰ ὄνομα οὐκ ἔχει,
εἰ ἀόρατος, εἰ ἀποκεκρυμμένος,
εἰ ἀπρόσιτος, εἰ μόνος ὑπέρ λόγον,
ὑπέρ ἔννοιαν οὐ μόνον τήν βροτείαν,
ἀλλά καί αὐτήν τήν τῶν ἀΰλων νόων
-ἔθετο καί γάρ ἀποκρυβήν τό σκότος
καί πάντα τἆλλα ἔνθεν εἰσί τοῦ σκότους,
μόνος δ’ ἐκεῖνος ὡς φῶς ἔξω τοῦ σκότους -,
πῶς περί αὐτόν ἐπίνοιαν εἰσάγεις
εἴτε πράγματι χωρισθέντα κατεῖδες; 
Πόθεν δέ καί πῶς πεπέρακας τό σκότος
καί μόνος πάντων ἐχωρίσθης κτισμάτων; 
Εἰ δέ ταῦτα σά οὐκ εἰσίν, ἀλλ’ ἑτέρου, 
θαυμάζω τίνος καί μαθεῖν ἐρωτῶ σε· 
ἀγγέλου ἤ τινος τῶν ἀΰλων; 
Καί οὐκ ἄν ἔγνως, ὅτι καί τά πρόσωπα 
καί τούς πόδας ἔχουσι κεκαλυμμένους
πτέρυξι θείαις εὐλαβῶς καί κοσμίως
-εἴ τινας ταύτας πτέρυγας νοήσεις -
τό ἀπρόσιτον μή στέγοντες τῆς δόξης; 
Οὐ γάρ τήν φύσιν, ἀλά τῆς δόξης ὁρῶσι δόξαν.
Ἀνθρώπου δέ ποίου εἰπεῖν τολμήσεις;
Τοῦ Ἰωάννου ἤ Παύλου τοῦ μεγάλου;
Ἀλλ’ ὁ μέν βοᾷ καί τοῖς πᾶσι κηρύττει,
ὅτι ἱμάντα μόνον ἤ σφαιρωτῆρα
ὑποδημάτων οὐκ ἐξισχύει λῦσαι· 
ὁ δέ εἰς τρίτον οὐρανόν ὡς ἀνῆλθε
καί μετά ταῦτα εἰς παράδεισον ἤρθη,
μή τι σοί μόνῳ εἶπέ τι κατ’ ἰδίαν, 
ὅπερ ἔκρυβες καί νῦν βούλει κηρύξαι; 
Καί γάρ ἐκεῖνον ἡμεῖς περί τοιούτου 
οὐδέν εἰπόντα ἠκούσαμεν ἐγγράφως, 
ἀλλά κἀκεῖνος φωνῇ μεγάλῃ λέγει·
Λόγους ἤκουσα, οὕς εἰπεῖν οὐκ ἰσχύω,
φωτί δέ ὁ Θεός ἔνοικεῖ ἀπροσίτῳ.
Ἰωάννης οὖν οὐ λύει σφαιρωτῆρα, 
οὐδέ ἱκανός ἱμάντα λῦσαι μόνον, 
Παῦλος ῥήματα οὐκ ἴσχυσεν ἐκφράσαι, 
ἅπερ ἤκουσεν, ἄρρητα λέγων ταῦτα,
καί τίς, ὁ οὕτως τόν Θεόν ἐρευνήσας,
μείνας ἄφλεκτος φωτί τῷ ἀπροσίτῳ
καί γενόμενος τῆς οἰκίας ἐν μέσῳ
αὐτήν ἐθεάσατο τήν τοῦ Δεσπότου φύσιν,
ἵνα πλέον τι Ἰωάννου καί Παύλου
εἰπεῖν τολμήσει ὁ ἄθλιος ἐκεῖνος; 
Τίς γάρ οὐ φρίξει καί τίς οὐ μή πενθήσει
τύφλωσιν καί σκότωσιν τῶν νῦν λεγόντων
καί νεουργούντων αἵρεσιν ὄντως ξένην,
ἀμφικρημνοῦσαν εἰς ἕν βάραθρον πάντας
τούς ἐρωτῶντας καί τούς ἐρωτωμένους;
Εἴτε γάρ ἐπινοίᾳ χωρίσουσι τόν Λόγον, 
εἴτε πράγματι, σφάλλουσι κακοφρόνως
πίπτοντες εἰς αἵρεσιν ἀμφοτέρωθεν· 
τό γάρ πράγματι τομήν ποιεῖ τοῦ Λόγου,
τό δ’ ἐπινοίᾳ σύγχυσιν ὡς μή χωρίζεσθαι ὅλως.
Φρίξον, ἄνθρωπε, κατάμαθε σαυτόν γε,
εἰπέ περί σοῦ, εἰπέ, εἴ τι καί βούλει! 
Ἴσως ὡς Δαυίδ καί σύ ἀναβοήσεις·
Ἐθαυμαστώθη, λέγων, ἡ σή σοφία
καί ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ὦ Θεέ μου!
Ναί, κατάλιπε τήν φιλοπραγμοσύνην
καί τό βλάσφημον τῶν λέξεων ἀπόθου!
Καί πρῶτον εἰπέ τό, πῶς ἡμεῖς σωθῶμεν, 
ἔπειτα λέξον καί, πῶς αὐτός ἐσώθης,
ἵνα μή λόγῳ φανῇς ἡμᾶς διδάσκων,
ἀλλά καί ἔργῳ ποιῶν προθυμοτέρους.
Εἰ μή σεαυτόν μέλλεις καταδικάζειν
καί κατακρίνειν, ὡς μή πράξας ἅ λέγεις,
καί διά τοῦτο ὑπερβωαίνεις τούς λόγους,
ὡς ἀρχήν ποτε μή βαλών ἐν τοιούτοις, 
θές τήν πέτραν πρότερον τῶν θεμελίων,
εἰς ἀέρα γάρ οὐ συνίσταται κτίσις!
Τάς ἐντολάς ποίησον Χριστοῦ, τῆς πέτρας, 
τοῦ δομήτορος τῆς θείας ἐκκλησίας, 
τοῦ νέου λαοῦ τῶν λογικῶν προβάτων.
Πρᾶξον καί λέξον κτίζων ἐπί τῆς πέτρας,
μᾶλλον δέ καί αὐτός ὑπό τῆς πέτρας κτίζου.
Οὗτος καί ποιμήν, οὗτος καί ἀρχιτέκτων, 
οὗτος καί θεμέλιος ἔστω σοι βίου.
Τί τῆς ὀροφῆς χρεία πρό θεμελίων;
Οἰκοδομή πρῶτον καί τότε στέγος,
πρᾶξις ἐν γνώσει καί οὕτως θεωρία.
Τί πρό τοῦ τρύγους τόν οἶνον θέλεις πίνειν;
Οὗτος εἰς ἀσκόν παλαιόν οὐ χωρεῖται.
Τί πρό τοῦ σπόρου τά δράγματα συλλέγειν
καί ἄλλοις οἴει μεταδιδόναι μάτην;
Εἰ βούλει, δεῦρο, τῆς ὁδοῦ  μή ἐκπέσῃς,
ἀλλά δίδαξον περί βάθους κριμάτων,
τῶν περί ἡμᾶς, πῶς εὐδρομοῦσιν ἄλλοι
ἴσως πονηροί καί μή Θεόν εἰδότες
πῶς ἄλλοι δυστυχοῦσι Θεόν εἰδότες
καί ὑπό Θεοῦ γινωσκόμενι μόνου,
ἄλλοι πένονται ἴσως εὐχαριστοῦντες,
ἄλλοι δέ πτωχοί φέρουσιν εὐχαρίστως, 
πλουτοῦσι δ’ ἄλλοι κακῶς ἀγνωμονοῦντες,
ἁρπάζοντες δ’ ἕτεροι καί ἀδικοῦντες 
οἴονται Θεόν θεραπεύειν ἐκ τούτων,
καί ἄλλα πολλά, ἅ ὁρᾷς καθ’ ἑκάστην,
ὅτι βροτοί ποιοῦσι καί πανθάνουσι πάλιν,
καί Θεός ἀνέχεται, ὁ πάντων κτίστης.
Μή τις ἄδικος λογισθῇ τοῖς ἀνόμοις
ἤ τοῖς κατ’ ἐμέ οὖσιν ὀλιγοψύχοις;
Εἰπέ, δίδαξον περί κρίσεως θείας, 
περί τῆς ὥρας ἐκείνης καί ἡμέρας,
ἐν ᾗ γυμνοί ἅπαντες παρασταθῶμεν 
τῷ τοῦ Θεοῦ μου βήματι καί Σωτῆρος
καί τῶν ἐνταῦθα πράξεών τε καί λόγων,
διαλογισμῶν, ἐνθυμήσεων ἅμα,
τούς μισθούς ληψόμεθα τούς κατ’ ἀξίαν· 
λέγε, τίς ἐκεῖ πεπαρρησιασμένος
καί τίς ὑπάρξει πάλιν κατῃσχυμμένος;
Ἔχεις τό λέγειν ἄπειρα περί τούτων·
μετά δέ ταῦτα σκόπησον καί τήν κτίσιν, 
ἄβυσσον ἄλλην εὑρήσεις γάρ ἐν ταύτῃ! 
Ἴδε οὐρανόν, ἥλιον καί τά ἄστρα,
βλέψον εἰς τήν γῆν, τήν μητέρα καί τάφον
ἡμῶν ἁπάντων προστάξει γεγονυῖαν!
Ἐνταῦθα δ’ ἐλθών εἰπέ περί θανάτου,
φιλοσόφησον πολλά καί ἀναγκαῖα, 
χρήσιμα φίλοις ἅμα καί συγγενέσιν,
τοῖς πλουσίοις ὡσαύτως καί τοῖς ἐνδόξοις.
Καί μετά πάντων σοί τῷ ἐξηγουμένῳ 
μέχρι τελευτῆς ἀρκέσει σοι τοῦ λέγειν
περί τοιούτων πολλῶν καί ἀναγκαίων, 
καί ὠφελήσει σε μετά θάνατον ταῦτα.
Ἔπειτα ἴδε τόν περίγειον κόσμον,
τά μέσον τούτου παντοίων ζῴων γένη,
τῶν πτηνῶν τε τάς ποικίλας ὁράσεις,
ἅμα καί φωνάς τῶν εὐτελῶν στρουθίων,
θαλάσσης πλάτη καί μεγέθη καί ὅρους 
θαύμασον, ἐκπλάγηθι, φράσον συντόνως!
Ὤ βάθος πλούτου καί γνώσεως τῆς θείας, 
ὤ σοφίας σου, Θεέ μου πανοικτίρμον!
Δεῦρο καί συστάληθι ἀπό τῶν ἔξω,
σύναξον τόν νοῦν, σεαυτόν κατανόει,
μᾶλλον δέ τά σά καί σαυτόν φιλοσόφει,
καί ὅσα βλέπεις, εὕροις ἐν ὁρωμένοις
ἕκαστον διδάσκαλον τῆς ἀρετῆς σοι 
ἤ τῆς κακίας ἐξεικονίζον πάθος,
ἵν’ ἐκ μεγέθους καί καλλονῆς κτισμάτων
τήν ἀκατανόητον Θεοῦ σοφίαν 
καί τόν νοητόν πόλεμον καταμάθοις, 
ὅν προεξεικόνισεν ὁ πλάστης πάντων,
καί ὡς μέν ὄφις φρόνησιν πάντως κτήσῃ,
τόν δέ ἰόν ἐμέσῃς τόν τῆς κακίας!
Ὡς δ’ ἵππος δράμῃς ἐν ὁδῷ τῇ δικαίᾳ,
οὐ χρεμετίσῃς πάντως δέ πρός τό θῆλυ!
Κάττα γενήσῃ μῦν νοητόν τηροῦσα,
οὐχ ἁρπάζουσα ὅλως τά τοῦ πλησίον,
οὐδέ κλέπτουσα μοίρας τῶν ἀδελφῶν σου, 
ἀλλά καί μυΐ μύας διώξῃς πάντας 
τούς ἐναντίους ἀπό τῆς σῆς οἰκίας!
Λύκος οὐ γενήσῃ δέ, λύκους δέ φύγῃς,
μᾶλλον δέ  κύων γενήσῃ τοῦ Δεσπότου
καί πνεύσῃς ὅλον θυμόν σου κατ’ ἐκείνων 
καί ἀνιχνεύσῃς ὁδούς τοῦ σοῦ Δεσπότου· 
ἕως ἄν εὕροις, ἕως ἄν καταλάβοις 
θύραν τήν θείαν, μή στραφῇς εἰς τοὐπίσω,
καί γένῃ θήρα τῶν νοητῶν θηρίων! 
Μίμησαι πτῶκα, εἰ  μή δύνασαι κύνα,
καί πέτραν Χριστόν καταφυγήν σου κτῆσαι 
καί κρύβηθι, ἔνθα φόβος οὐκ ἔστιν,
ἤ ἔλαφος ἀνάβηθι εἰς τά ὄρη,
τῶν κυνηγετῶν ἀπόδραθι τάς χεῖρας
ἤ πετάσθητι, ὥσπερ καλόν στρουθίον,
καί ὑπέρβηθι τάς παγίδας ἁπάσας!
Πτέρυγας νόει τήν ἁγίαν ἀγάπην,
ἧς ἄνευ οὐδαμοῦ διαβήσῃ· 
μίμησαι πῶλον βαστάζοντα τόν κτίστην,
γενοῦ δέ καί βοῦς ἕλκων ἄροτρον θεῖον
καί γλυκεῖαν αὔλακα τέμνων τοῦ λόγου.
Πάντα μίμησαι δίχα τῶν ἐναντίων.
Κακόν ἀλώπηξ, ὑποκρίσει βιοῦσα,
ἕτερον οὖσα καί ἄλλο δεικνυμένη,
προσποιήσει γάρ θνῄσκει, ἵν’ ἁρπάσῃ τι· 
δεινόν ἡ ἄρκτος·εἴ που ξίφει γάρ λάβῃ,
οὐ παύεται ξέουσα τό τραῦμα ταύτης, 
ἕως ἄν αὕτη ἐκ τούτου ἀποθάνῃ· 
κακόν ὁ χοῖρος ἀκορέστως ἐσθίων· 
κακόν ἡ ἀσπίς· βύει καί γάρ τά ὦτα·
κακά τά κακά, ἅ εἰ ἐρευνᾶν θέλεις
καί εἰ ἐκφυγεῖν, φίλη ψυχή, σπουδάσεις, 
εὑρήσεις ὄντως τήν ἀληθῆ σοφίαν.
Ὁδῷ βαδίζων ἔλθεις γάρ πρός τά κρείττω
καί μετά πάντων σεαυτόν καταμάθεις
καί ἐρωτῶντι τότε μοι πάντως φράσεις· 
Λόγον, ὅν λαλεῖς, κἀγώ αὐτόν λαμβάνω! 
Ἔστι καί ἐν σοί, μεταβαίνει καί πρός με· 
ἤ καταλιμπάνει σε κενόν τοῦ λόγου; 
Ἐρεῖς· Οἶδα, ὅτι καί πρός με ἦλθε
καί ὅλος ἐστί μετά σοῦ, ὥσπερ πρῴην. 
Πῶς οὖν ἀπό σοῦ χωρισθείς πρός με ἦλθε
καί ὅλος μένει ἐν σοί μή χωρισθείς σου; 
Εἰπέ μοι τοῦτο καί τόν Θεόν νῦν ἔα,
μή σύμπασα τρομάσῃ κτίσις καί πέσῃ
καί συνθραύσῃ σου τήν σάρκα τήν παχεῖαν
καί συντρίψῃ σου τήν ψυχήν τήν σαρκώδη
καί τόν νοῦν πυρίκαυστον τόν σόν ποιήσῃ, 
τόν εἰς μηδέν χρήσιμον κενεμβατοῦντα.
Καί γάρ οὐδέ πράγματι οὐδ’ ἐπινοίᾳ
τό ἀμέριστον μερίζεται τοῦ λόγου· 
ὁ γάρ ἐν οἴκῳ ἔνδοθεν κεκλεισμένος,
ἔξω δέ τόν νοῦν περιπολοῦντα ἔχων
οὐ κατελείφθη ἄνους ἐν τῇ οἰκίᾳ,
ἀλλά μετ’ αὐτοῦ καί ἔξω πάντως ἔστι.
Τόν οὖν χωρισμόν τοῦτον τί ὀνομάσεις; 
Πρᾶγμα δή λέξεις ἤ ἐπίνοιαν εἴπῃς; 
Εἰ ἐπίνοιαν, πῶς ὅλος ἔστιν ἔξω,
εἰ δέ πρᾶγμα τι, πῶς ἔνδον τῆς οἰκίας;
Καίτοι τί ἐστί τό παράδειγμα τοῦτο
πρός τόν ὑπέρ νοῦν καί διάνοιαν Λόγον; 
Ἐκ γάρ τοῦ Πατρός ἀποσταλείς ὁ Λόγος κατῆλθε
καί ἐν γαστρί ἐνῴκησεν ὅλος τῇ τῆς Παρθένου
καί ὅλος ἦν ἐν τῷ Πατρί καί ὅλος ἐν κοιλίᾳ
καί ὅλος ἐν τῷ σύμπαντι ἀχώρητος ὑπάρχων,
μή συσταλείς, μή σμικρυνθείς πάντως εἰσῆλθεν ὅλως
καί μείνας ἀναλλοίωτος μορφήν ἔλαβε δούλου
καί γεννηθείς ἐγένετο ἄνθρωπος κατά πάντα,
ὅλος τήν μήτραν διελθών καί γεγονώς ἐν κόσμῳ,
ὅλος πάλιν ἀναληφθείς, ὅθεν οὐκ ἐχωρίσθη.
Ταῦτα οὖν κατ’ ἐπίνοιαν ἤ πρᾶγμα γεγονέναι
ὅλως εἰπεῖν τολμήσειας, τά ἀπόρρητα πᾶσιν
ἀγγέλοις, ἀρχαγγέλοις τε καί πάςῃ κτιστῇ φύσει; 
Νοεῖται καί γάρ ἀληθῶς, οὐ φράζεται δέ ὅλως,
οὐδέ καταλαμβάνεται νοΐ πάντως τελείως.
Πῶς οὖν Θεός καί ἄνθρωπος, ἄνθρωπος Θεός πάλιν
καί τοῦ Πατρός ἐστιν Υἱός, ὅλος αὐτοῦ ἀχωρίστως,
καί τῆς Παρθένου γέγονε καί προῆλθεν ἐν κόσμῳ
καί ἔμεινεν ἀχώρητος, ὡς εἴρηται, τοῖς πᾶσιν; 
Ἐπινοίᾳ ἤ πράγματι; εἰπέ. Πάντως ἄρτι σιγήσεις·
κἄν γάρ εἰπεῖν θελήσειας, ὁ νοῦς σου λόγον οὐ δώσει
καί μείνῃ ἡ πολύλαλος ἀργήσασά σου γλῶσσα.
Εἰ δέ θελήσειας εἰπεῖν πρᾶγμα τήν θείαν φύσιν,
πάντως εἴπῃς καί ποταπόν, ἐγώ γάρ οὐ γινώσκω.
Δόξα σοι, Πάτερ καί Υἱέ καί τό Ἅγιον Πνεῦμα,
θεότης ἀπερίγραπτε, ἀμέριστε τῇ φύσει,
σέ προσκυνοῦμεν ἅπαντες ἐν Πνεύματι Ἁγίῳ,
οἱ τό Πνεῦμά σου ἔχοντες ὡς παρά σοῦ λαβόντες
καί ὁρῶντες τήν δόξαν σου οὐ πολυπραγμονοῦμεν,
ἀλλ’ ἐν αὐτῷ σε βλέπομεν ἀγέννητον Πατέρα
καί γεννητόν τόν ἀπό σοῦ προερχόμενον Λόγον,
ἄτμητον οὖν, ἀσύγχυτον προσκυνοῦμεν Τριάδα,
ἐν μιᾷ τῇ θεότητι καί ἀρχῇ καί δυνάμει,
ἀμήν.



Ἑπόμενο: ΚΒ'. Εὐχαριστία σύν θεολογίᾳ· καί περί ὧν ἡ θεία χάρις τοῦ Πνεύματος διά τῶν ἐνεργειῶν ὠνόμασται.
Προηγούμενο: Κ'. Εὐχαριστία καί ἐξομολόγησις σύν θεολογίᾳ· καί περί δωρεᾶς καί μετουσίας Πνεύματος Ἁγίου.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος