Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΚΓ'. Περί τῆς ἀκαταλήπτου καί ἀπεριγράπτου Θεόητος ἀκριβής θεολογία· καί ὅτι ἀπερίγραπτος οὖσα ἡ θεία φύσις οὔτε ἐντός οὔτε ἐκτός ἐστι τοῦ παντός, ἀλλά καί ἐντός καί ἐκτός ὡς τῶν ὅλων αἰτία· καί ὅτι μόνον κατά νοῦν τῷ ἀνθρώπῳ ληπτόν ἀλήπτως τό Θεῖον ὡς τοῖς ὀφθαλμοῖς αἱ τοῦ ἡλίου ἀκτῖνες.
Προηγούμενο: ΚΑ'. Ἐπιστολή πρός μοναχόν ἐρωτήσαντα· Πῶς χωρίζεις τόν Υἱόν ἀπό τοῦ Πατρός, ἐπινοίᾳ ἤ πράγματι; Ἐν ᾗ εὑρήσεις πλοῦτον θεολογίας ἀνατρεπούσης τήν αὐτοῦ βλασφημίαν.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

ΚΒ'. Εὐχαριστία σύν θεολογίᾳ· καί περί ὧν ἡ θεία χάρις τοῦ Πνεύματος διά τῶν ἐνεργειῶν ὠνόμασται.

 
Τί τό καινόν μυστήριον, Δέσποτα τῶν ἁπάντων,
ὅ εἰς ἐμέ, τόν ἄσωτον ἐπεδείξω καί πόρνον;
Τί τό κατανοούμενον μέγα θαῦμα ἐντός μου
καί μή περινοούμενον, ἀλλά κεκαλυμμένον;
Ὡς ἄστρον γάρ ὁρᾶταί μοι ἀνατέλλον μακρόθεν
καί πάλιν ὥσπερ ἥλιος μέγας ἀποτελεῖται, 
μή ἔχων μέτρον ἤ σταθμόν ἤ ὅρον τῷ μεγέθει,
καί αἴγλη γίνεται μικρά καί φλόξ πάλιν ὁρᾶται 
μέσον ἐν τῇ καρδίᾳ μου καί τοῖς ἐμοῖς ἐγκάτοις, 
περιστρεφόμενον συχνῶς καί περιφλέγον πάντα
τά ἔνδοθεν τῶν σπλάγχνων μου καί φῶς ταῦτα ποιοῦντα
καί οὑτωσί φθεγγόμενον καί φιλικῶς διδάσκον
ἀπορουμένῳ παντελῶς καί μαθεῖν ἐκζητοῦντι.
Ἐγώ τό ἄστρον τό γλυκύ, ὅπερ ποτέ ἀκούεις
ἀνατελεῖν ἐξ Ἰακώβ, ὑπάρχω μή διστάσῃς,
καί ἥλιός σοι δείκνυμαι μακρόθεν ἀνατέλλων,
ὁ τοῖς δικαίοις ἅπασι φῶς ἀπρόσιτον εἶναι
ἐν τῇ μελλούσῃ βιοτῇ καί ζωῇ αἰωνίᾳ.
Ἐγώ καί αἴγλη δείκνυμαι καί φῶς σοι καθορῶμαι,
ἀκαταφλέκτως φλέγων σου τά πάθη τῆς καρδίας
καί δροσισμῷ γλυκύτητος καί χάριτός μου θείας
ἀποπλύνων τόν ῥύπον σου καί εἰς ἅπαν σβεννύων 
ἄνθρακας τούς τοῦ σώματος, ἡδονῶν ἁμαρτίας,
καί πάντα ἐργαζόμενος ἐμῇ φιλανθρωπίᾳ,
ἅ καί πάλαι πεποίηκα ἐν πᾶσι τοῖς ἁγίοις.
Ἐλέησον λυπούμενον, οἴκτειρον τεθλιμμένον,
μή ὀργισθῇς, λαλῆσαί μοι καί πάλιν βουλομένῳ.
Πῶς ἄστρον ἐκ τοῦ Ἰακώβ, ὁ ἀχώρητος πάντῃ,
ὑπάρχεις τε καί γίνῃ σύ μέχρι τοῦ νῦν τοῖς πᾶσι; 
Πῶς δέ καί ὥσπερ ἥλιος δείκνυσαι ἀνατέλλων,
ὁ μηδαμοῦ καί πανταχοῦ καί ὑπέρ πᾶσαν κτίσιν
ὧν τε καί κηρυττόμενος ἀόρατος τοῖς πᾶσι;
Πῶς δέ καί αἴγλη γίνῃ σύ καί φλόξ μοι καθορᾶσαι
καί φλέγεις ὕλην, ἄϋλος ὑπάρχων κατ’ οὐσίαν; 
Πῶς δροσίζεις καί πλύνεις μου τοῦ σώματος τόν ῥύπον,
ὅλος πῦρ ὤν ἀπρόσιτον καί ἄστεκτον ἀγγέλοις;
Πῶς περιπλέκεσαι φθαρτῇ οὐσίᾳ σώματός μου
καί ἀναμίγνυσαι ψυχῇ ἀμίκτως ἀνθρωπίνῃ; 
Πῶς δι’ αὐτῆς ἐν τῷ παντί σώματι ἀσυγχύτως
γινόμενος, ὁ ἀναφής, ὅλον θεοποιεῖς με; 
Εἶπον καί· μή ἐκπέμψῃς με στυγνόν καί τεθλιμμένον,
Ὤ τόλμη, ὤ παράνοια, ὤ ἀφροσύνης λόγοι!
Πῶς οὕτως ταῦτα ἐρωτᾶν οὐ φρίττεις ἀποτόμως; 
Πῶς δέ καί οὐκ αἰσθάνῃ, ἐρωτῶν ἅ γινώσκεις,
ἀλλά τολμᾷς μετά Θεοῦ λαλεῖν ὡς ἐκπειράζων,
καί ἅ οἶδας, ὡς μή εἰδώς προσποιῇ ἐρωτᾶν με
καί γράφειν θέλεις ἅπασιν ἐνδεικτικῶς σήν γνῶσιν; 
Ἀλλ’ ὅμως σοῦ ἀνέχομαι φιλανθρώπως ὑπάρχων 
καί πάλιν ἐκδιδάσκω σε, λέγων σοι ταῦτα οὕτως· 
ἐγώ τῇ φύσει ἄφραστος, ἀχώρητος ὑπάρχω,
ἀνενδεής, ἀπρόσιτος, ἀόρατος τοῖς πᾶσιν,
ἀναφής, ἀψηλάφητος, ἄτρεπτος τήν οὐσίαν,
μόνος ἐν μόνῳ τῷ παντί καί μόνος μετά πάντων
τῶν ἐπιγινωσκόντων με ἐν τῷ τοῦ βίου σκότει· 
ἔξω δέ κόσμου τοῦ παντός, ἔξω τῶν ὁρωμένων,
ἔξω τοῦ φωτός τοῦ αἰσθητοῦ, ἡλίου τε καί σκότους,
τόπου τε τῶν κολάσεων καί φρικτῆς καταδίκης,
ἐν ᾧ περιπεπτώκασιν ὑπερήφανοι δοῦλοι
κακῶς τραχηλιάσαντες κατ’ ἐμοῦ, τοῦ Δεσπότου.
Ἐγώ ἀμετακίνητος - ποῦ γάρ καί οὐχ ὑπάρχω,
ἵνα τῇ μεταστάσει μου τόν τόπον καταλάβω;- 
Ἐγώ καί ἀεικίνητος εἰμί ἀπεριγράτως - 
ποῦ γάρ ἐλθών ζητήσεις με, ἵνα ἐκεῖ με εὕρῃς; - 
Ὁ οὐρανός τῷ λόγῳ μου ὡς οὐδέν παρεισήχθη,
ἥλιος, ἄστρα καί ἡ γῆ ὡς πάρεργον μικρόν μοι
γεγένηνται καί τά λοιπά, ὅσα ὁρᾷς, ὡσαύτως.
Οἱ ἄγγελοι μακρόθεν μοι πρό τούτων παραχθέντες
δόξης τήν δόξαν βλέπουσιν, οὐχί δ’ αὐτήν τήν φύσιν· 
μόνον γάρ ἐνενόησα παραγαγεῖν δυνάμεις
καί εὐθύς παρείστησαν ὑμνοῦσαί μου τό κράτος,
Σύ κάτω δέ καθήμενος αὐτοῦ, ἐν ἐξορίᾳ,
ὅπου πάντες πεπτώκασιν οἱ πρῶτοι παραβάται,
ὅ τε Ἀδάμ καί σύν αὐτῷ Εὔα, ἡ σή προμήτωρ,
καί ὁ κακός διάβολος, ὁ τούτους ἀπατήσας,
ὅπου τό σκότος τό βαθύ, ὅπου λάκκος ὁ μέγας,
ὅπου ὄφεις οἱ δάκνοντες ὑμῶν ἀεί τάς πτέρνας,
ὅπου τό θρῆνος, τό οὐαί, τό ἄπαυστόν τε πένθος,
ὅπου στένωσις ἅπασα, μέριμνά τε καί λύπη, 
θάνατος ἅμα καί φθορά πάντας ὑμᾶς κατέχει,
πῶς ἀμεριμνεῖς, πῶς ἀμελεῖς, εἰπέ μοι; 
Πῶς οὐ φροντίζεις τῶν κακῶν, ὧν ἔπραξας ἐν κόσμῳ,
καί μόνην τήν μετάνοιαν περί πολλοῦ ποιεῖσαι
καί σπουδάζεις ἀληθινήν ἐπιδείξασθαι ταύτην
καί ἐρωτᾷς περί αὐτῆς ἐν πολλῇ παρακλήσει
καί ἀκριβῶς ἀνερευνᾷς, πῶς αὐτήν κατορθώσῃς,
ὅπως ἰσχύσῃς δι’ αὐτῆς ἐμῇ φιλανθρωπίᾳ
λαβεῖν μεγάλην ἄφησιν τῶν σῶν ἀνομημάτων;
Ἀλλά ταύτην καταλιπών ζητεῖς τά ὑπέρ φύσιν,
ἐρευνᾷς τά ἐν οὐρανοῖς, μᾶλλον δέ οὐδέ ταῦτα,
ἀλλά ἐμοῦ τοῦ οὐρανόν, ὡς εἴρηται, καί πάντα
παραγαγόντος ὡς οὐδέν, ἐξερευνᾷς τήν φύσιν
καί βούλει τά περί ἐμοῦ, ὡς οὐδείς οἶδεν ἄλλος,
μανθάνειν· ὤ τοῦ θαύματος, ὤ πρόθεσις ἀνθρώπου!
Εἰ γάρ καί ἐμεμψάμην σε, ἀλλ’ ἐπαινέσω πάλιν,
ὅτι καί σύ ἔργον ἐμόν καί ποίημα ὑπάρχεις.
Πῶς ἀπό γῆς, ἀπό πηλοῦ, ἀπό χοός ἐπλάσθης
καί ἐν αὐτῇ κρατούμενος καί μετ’ αὐτῆς διάγων
πάντα οὐδέν λογίζῃ, ἀλλ’ ὡς σκιάν ἡγεῖσαι,
καί παρατρέχεις ἅπαντα καί ἐμέ ζητεῖς μόνον;
Περί ἐμοῦ θέλεις λαλεῖν, δι’ ἐμέ διηγεῖσθαι
καί βλέπειν με, εἰ δυνατόν, διά παντός τοῦ βίου
καί μήτε ὕπνου γεύεσθαι, βρώσεως, πόσεώς τε
ἤ ἐνδύματος σώματος τό καθόλου φροντίζειν.
Ἀλλ’ ὥσπερ δένδρα καθ’ ὁδόν ἱστάμενα καί ξύλα
οὕτως λογίζῃ ἅπαντα τά ἔνδοξα τοῦ κόσμου,
καί παρατρέχεις ὡς οὐδέν ἐν τῇ ὁδῷ τοῦ βίου,
μηδέ περιστρεφόμενος ὄμματι διανοίας
μηδέ ψυχῆς τούς ὀφθαλμούς ἐῶν πρός ταῦτα βλέψαι,
ἀλλ’ ἐμέ φαντάζεσαι καί μέμνησαί μου μόνου
καί ἀγαπᾷς με ὡς οὐδείς τῶν μετά σοῦ συνόντων.
Τίς γάρ μου τῷ ὀνόματι γάννυται τήν καρδίαν
καί διεγείρεται εὐθύς πρός ἀγάπην ἤ πόθον;
Τίς ἀκούσας τήν μνείαν μου πολλάκις λαλουμένην
ἐδάκρυσεν ἀπό ψυχῆς ἐνθυμηθείς με μόνον;
Τίς δέ τούς θείους λόγους μου ἤ τίς τάς ἐντολάς μου
μετά σπουδῆς ἐζήτησε μαθεῖν τε καί φυλάξαι; 
Τίς ἐλογίσθη με ὡς σύ Θεόν ἐπάνω πάντων
καί ἐπεθύμησεν εὐθύς ἐμοί μόνῳ δουλεύειν
καί διά τοῦτο καί γονεῖς καί ἀδελφούς καί οἶκον,
γῆν τε ὁμοῦ καί συγγενεῖς καί γείτονας καί φίλους
οὕτως παρελογίσαντο καί οὕτως μοι προσῆλθεν,
ὡς μηδέ θεασάμενος ποτέ τινα ἐκ τούτων,
μηδέ γνωρίσας ἐπί γῆς ἄνθρωπον ἐν τῷ κόσμῳ,
ἀλλ’ ὥσπερ ξένην ἐπιβάς χώραν τινά καί πόλιν
ἑτερογλώσσους ἔχουσαν πάντας τε καί βαρβάρους,
οὕτως ἐν τοῖς συνήθεσι γνωρίμοις τε καί φίλοις,
ἰδίοις τε καί ἄρχουσι καί πλουσίοις τοῦ κόσμου
διάγειν καί διακεῖσθαι μέσον τούτων τυγχάνων; 
Ἀλλά ψιλά ταῦτα λεγόμενα καί μικρά ἀναισθήτοις,
μεγάλα δέ καί ὑψηλά ἐμοί ἐπόπτῃ τούτων.
Τίς τῶν μεγάλων ἐπί γῆς ἐξουσιῶν καί θρόνων
ἤ τῶν λεγόντων δι’ ἐμοῦ ἄρχειν καί  βασιλεύειν
ἤ τῶν ἐκπροσωπούντων μου τούς θείους ἀποστόλους
τοῦτο ἤ ἐνενόησεν ἤ ἴσχυσε φυλάξαι,
ἵν’ ἐν καιρῷ τηρήσεως ἐντολῆς μου καί νόμου
ὡς ἕνα βλέπει ἅπαντας, συγγενεῖς τε καί ξένους,
πλουσίους, πένητας ὁμοῦ, ἐνδόξους καί ἀδόξους,
τούς δέ γε δυνατούς ἄρα μετά εὐτελεστέρων; 
Τίς ὁ δικάσας ἀπαθῶς, λεῖα βλέπων ἐν τούτοις; 
Ταῦτα ψυχήν εἰ εὕροιμι φυλάξασαν ἐν κόσμῳ,
ἐν τῇ παρούσῃ μάλιστα γενεᾷ καί ἡμέρᾳ,
ἴσα τῶν ἀποστόλων μου καί προφητῶν δοξάσω,
καί συγκαθήσει μετ’ ἐμοῦ ἐν τῇ ἐμῇ ἐλεύσει,
κρινεῖ γάρ ὡς ἐπί τῆς γῆς δικαίως ἄν καί τότε
καί δόξαν ἀπενέγκηται κριτοῦ νεκρῶν καί ζώντων.
Ταῦτα καλόν τό ἐκζητεῖν καί τά λοιπά σύν τούτοις
καί τηρεῖν, ὅση δύναμις, καί ἀκριβῶς φυλάττειν· 
καί τήν ἐμήν μή ἐκζητεῖν φύσιν, υἱέ ἀνθρώπου,
μηδέ τάς ἐνεργείας μου, Πνεύματος τοῦ Ἁγίου,
ὅπως δείκνυται ἥλιος, ὅπως ὁρᾶται ἄστρον
καί μακρόθεν που φαινόμενον καί ὑπερβαῖνον ὄρη,
ἐκ δέ τῷ ἀποκρύπτεσθαι ἀπό τῶν ὀφθαλμῶν σου,
θλῖψιν ἀπαραμύθητον προξενοῦν σοι καί λύπην,
καί ἐν τῷ σέ λογίζεσθαι μηκέτι σοί ὀφθῆναι
ἔνδοθεν εὑρισκόμενον ἐν τῇ σῇ καρδίᾳ
καί ἔκπληξίν σοι καί χαράν νέμον ἀπροσδοκήτως· 
μηδ’ ὅτι φλόξ σοι δείκνυται, αἴγλη καί πῦρ ὁρᾶται,
θαυμάζῃς ἤ ἐξερευνᾷς, οὐ γάρ καλόν σοι τοῦτο!
Φῶς οὖν με εἶναι πίστευε ἀσχημάτιστον πάντῃ,
ἁπλοῦν ὅλον, ἀσύνθετον, ἀμέριστον τῇ φύσει,
ἀνεξερεύνητον ὁμοῦ, προσιτόν ἀπροσίτως· 
βλέπομαι γάρφ ὡς ἀληθῶς, δείκνυμαι φιλανθρώπως
κατά τό ἐνεχόμενον ἑκάστου τῶν ἀνθρώπων
μετασχηματιζόμενος· οὐκ ἐγώ τοῦτο πάσχω,
ἀλλ’ οἱ ὁρῶντες οὕτως με βλέπειν καταξιοῦνται.
Ἄλλως γάρ οὐκ ἰσχύουσιν οὐδέ πλέον χωροῦσιν
καί διά τοῦτο οἱ αὐτοί ποτέ μέν καθορῶσιν
ἥλιον, ὅταν ἔχωσι τόν νοῦν κεκαθαρμένον,
ποτέ δέ ἄστρον, ὅταν ὑπό τόν γνόφον ἄρα
καί τήν νύκτα τοῦ σώματος εὑρεθήσονται τούτου.
Πῦρ δέ καί αἴγλην ποιεῖ με τό ζέον τῆς ἀγάπης.
Ὅταν γάρ ἀναφθῇ ἐν σοί ἄνθραξ ὁ τῆς φιλίας,
τότε κἀγώ τό πρόθυμον ὁρῶν σου τῆς καρδίας
εὑρίσκομαι ἑνούμενος αὐτῷ καί φῶς παρέχων
καί ὥσπερ δεικνύμενος, ὁ τό πῦρ λόγῳ κτίσας.
Αἱ ψυχικαί γάρ ἀρεταί ὑπόκεινται ὡς ὕλη,
ἐν αἷς περιδρασσόμενον φῶς τοῦ Πνεύματος θεῖον
κατά τό ὑποκείμενον τῆς ὕλης καί καλεῖται· 
ἴδιον γάρ οὐ κέκτηται ὄνομα ἐν ἀνθρώποις.
Ὅταν οὖν κατανύσσηται ἄνθρωπος καί δακρύῃ,
τότε καί τοῦτο λέγεται ὕδωρ, καί γάρ καθαίρει,
τοῖς δάκρυσιν ἑνούμενον πάντα ῥύπον ἐκπλύνει.
Ὅτε δέ σβέσῃ τόν θυμόν τῆς καρδίας τό πένθος
τῇ συνεργείᾳ τῇ αὐτοῦ, ὠνόμασται πρᾳότης· 
πάλιν δέ ἀναπτόμενος κατά τῆς ἀσεβείας
τοῦτο γίνεται δι’ αὐτοῦ, ὅπερ ζῆλος καλεῖται,
εἰρήνη δ’ αὖθις καί χαρά λέγεται καί χρηστότης,
ὅτι καί τά ἀμφότερα δωρεῖται τῷ πενθοῦντι
καί ὡς πηγήν βλύζειν ποιεῖ τήν χαράν ἐν καρδίᾳ.
Ἐξ ἧς πᾶσα συμπάθεια καί ἐλεημοσύνη
ἐκχεῖται ἔξω ῥέουσα ἀπό ψυχῆς τοῖς πᾶσι,
μάλιστα τοῖς μετανοεῖν θέλουσι καί σωθῆναι·
καί γάρ τούς πάντας ἐλεεῖ, τούτοις δέ καί συντρέχει
καί συνεργεῖ καί συγκροτεῖ καί συμπάσχει ἐν πᾶσιν,
ἑνούμενος κατά ψυχήν αὐτῶν τῇ προαιρέσει
καί τεκμαιρόμενος νοΐ κάλλος τῆς μετανοίας
γνησιεστέραν κέκτηται πρός αὐτούς τήν ἀγάπην.
Ταπείνωσις δέ λέγεται, ὡς τά τοῦ κόσμου πάντα,
ἀλλά καί τήν ψυχήν αὐτήν καί τό ἴδιον σῶμα
καί πρᾶξιν πᾶσαν ὡς οὐδέν ἡγεῖσθαι γινομένην
ἄνθρωπον τόν γευσάμενον τῆς γλυκύτητος τούτου 
καί κατιδόντα τοῦ φωτός τό ἀμήχανον κάλλος.
Ταῦτα εἰδώς μηκέτι μου περί τοιούτων λέγειν
ἤ ἑρμηνεύειν σοι λεπτομερῶς δεηθῇς ὅλως! 
Φύσει γάρ ἄφθεγκτά εἰσιν, ἀνεκλάλητα πάντῃ,
ἀνθρώποις τε ἀπόρρητα, ἄγνωστα καί ἀγγέλοις
καί κτιστῇ πάσῃ ἄλλῃ τινί οὐσίᾳ ὅλως ἀκατανόητα.
Γνῶθι δέ μόνον τά σαυτοῦ ἤ σαυτόν μᾶλλον πλέον
καί τότε γνώσεις, ὡς ἐγώ ἀκατάληπτος πάντῃ
μόνοις συνών, μόνους φιλῶν τούς ἐμέ ἀγαπῶντας
καί τῶν ἐμῶν ἀεί θερμῶς ἐντολῶν μεμνημένους
καί μηδαμῶς προσκρίνοντας αὐτῶν τι τῶν ῥεόντων· 
οἷς ὁμιλῶν συνέσομαι νῦν καί εἰς τούς αἰῶνας,
ἀμήν.



Ἑπόμενο: ΚΓ'. Περί τῆς ἀκαταλήπτου καί ἀπεριγράπτου Θεόητος ἀκριβής θεολογία· καί ὅτι ἀπερίγραπτος οὖσα ἡ θεία φύσις οὔτε ἐντός οὔτε ἐκτός ἐστι τοῦ παντός, ἀλλά καί ἐντός καί ἐκτός ὡς τῶν ὅλων αἰτία· καί ὅτι μόνον κατά νοῦν τῷ ἀνθρώπῳ ληπτόν ἀλήπτως τό Θεῖον ὡς τοῖς ὀφθαλμοῖς αἱ τοῦ ἡλίου ἀκτῖνες.
Προηγούμενο: ΚΑ'. Ἐπιστολή πρός μοναχόν ἐρωτήσαντα· Πῶς χωρίζεις τόν Υἱόν ἀπό τοῦ Πατρός, ἐπινοίᾳ ἤ πράγματι; Ἐν ᾗ εὑρήσεις πλοῦτον θεολογίας ἀνατρεπούσης τήν αὐτοῦ βλασφημίαν.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος