Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΚΔ'. Δι’ ὧν ἐξομολογούμενος ἐν τῷ παρόντι γράφει λόγῳ, δείκνυσι τό βάθος τῆς ἑαυτοῦ ταπεινώσεως, καί προϊών διδάσκει αὐτήν τόν εἰς μέτρον ἐλάσαντα τελειότητος καί ἀξιωθέντα τοιούτων ἐν θεωρίᾳ ἀποκαλύψεων, Παῦλον τόν θεῖον κἀν τούτῳ μιμούμενος, ἁμαρτωλόν ἑαυτόν ἀποκαλοῦντα καί ἀνάξιον τοῦ καλεῖσθαι ἀπόστολον.
Προηγούμενο: ΚΒ'. Εὐχαριστία σύν θεολογίᾳ· καί περί ὧν ἡ θεία χάρις τοῦ Πνεύματος διά τῶν ἐνεργειῶν ὠνόμασται.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

ΚΓ'. Περί τῆς ἀκαταλήπτου καί ἀπεριγράπτου Θεόητος ἀκριβής θεολογία· καί ὅτι ἀπερίγραπτος οὖσα ἡ θεία φύσις οὔτε ἐντός οὔτε ἐκτός ἐστι τοῦ παντός, ἀλλά καί ἐντός καί ἐκτός ὡς τῶν ὅλων αἰτία· καί ὅτι μόνον κατά νοῦν τῷ ἀνθρώπῳ ληπτόν ἀλήπτως τό Θεῖον ὡς τοῖς ὀφθαλμοῖς αἱ τοῦ ἡλίου ἀκτῖνες.

 
Ὦ Τριάς, ἡ κτίστις πάντων,
ὦ Θεέ μου μόνῳ,
ἀπερίγραπτε τῇ φύσει,
ἀκατάληπτε τῇ δόξῃ,
ἀνερμήνευτε τοῖς ἔργοις,
ἀναλλοίωτε οὐσίᾳ.
Ὦ ζωή, Θεέ, τῶν πάντων,
ὦ καλῶν ἁπάντων ἄνω,
ὦ ἀρχή ἀνάρχου λόγου,
ὑπεράναρχε Θεέ μου,
ὅς οὐ γέγονας οὐδέπω,
ἀλλά ἦς ἀρχήν μή ἔχων.
Πῶς εὑρήσω τόν ἐντός με
περιφέροντά σε ὅλον; 
Τίς μοι δώσει κατασχεῖν σε,
ὅν ἐντός μου περιφέρω; 
Πῶς καί ἔξω τῶν κτισμάτων,
πῶς καί ἔσω τούτων πάλιν
καί οὐδ’ ἔσω ἦς οὐδ’ ἔξω;
Ὡς μέν ἄληπτος οὐκ ἔσω, 
ὡς ληπτός δ’ ἔξω πέλω
ἀπερίγραπτος δ’ ὑπάρχων
οὔτε ἔσω οὔτε ἔξω.
Τίνος γάρ ὁ κτίστης ἔσω,
ποίου δέ, εἰπέ μοι, ἔξω; 
Πάντα ἔνδον περιφέρω
ὡς συνέχων πᾶσαν κτίσιν· 
πάντων ἔξω δέ τυγχάνω, 
πάντων ὤν κεχωρισμένος.
Ὁ γάρ κτίστης τῶν κτισμάτων
πῶς οὐκ ἔσται πάντων ἔξω; 
Ὁ πρό πάντων δέ ὑπάρχων 
καί πληρῶν τό πᾶν ὡς πλήρης, 
πῶς οὐκ ἔσομαι καί κτίσας
ἐν τοῖς κτίσμασί μου πᾶσι; 
Πανταχοῦ καί γάρ ὑπῆρχον
ἐν τῷ πᾶν ὡς ὑπερπλήρης
καί πληρῶ τά πάντα κτίσας.
Νόει ἅπερ φθέγγομαί σοι!
Οὐ μετέστην τόπου κτίσας,
οὐδ’ ἡνώθην τοῖς κτισθεῖσιν· 
ἀπερίγραπτον δέ ὄντα
ποῦ ποτέ με φήσεις εἶναι; 
Οὐ σωματικῶς σοι λέγω,
ἀλλά νοητῶς μοι νόει.
Ζητῶν δέ πνευματικῶς με
ἀπερίγραπτον εὑρήσεις,
οὐδαμοῦ δ’ αὖ κατά τοῦτο,
οὐδέ ἔσω οὐδέ ἔξω,
εῖ καί πανταχοῦ καί ἐν πᾶσιν
ἀπαθῶς καί ἀσυγχύτως· 
κατά τοῦτο δ’ἔξω πάντων,
ὅτι καί πρό πάντων ἤμην.
Ἀλλ’ ἀφήσωμεν τήν κτίσιν
ὅλην ταύτην ἥνπερ βλέπεις,
ὅτι λόγου οὐ μετέχει
καί δικαίως πρός τόν λόγον
οἰκειότητα οὐκ ἔχει,
νοῦ παντός ἐστερημένη.
Δῶμεν οὖν οἰκεῖον ζῷον
πρός τόν λόγον τῆς σοφίας,
ἵν’ ὡς νοῦς πρός τήν σοφίαν
καί ὡς λόγος πρός τόν λόγον
συγγενῶς τε καί οἰκείως ἔχον μᾶλλον
σχῇ καλῶς καί κοινωνίαν
τό κτισθέν μετά τοῦ κτίστου,
ὡς τοῦ κτίστου κατ’ εἰκόνα
καί ὁμοίωσιν ὑπάρχον.
Ποῖον τοῦτο λέγω ζῷον; 
Ἄνθρωπόν σοι πάντως εἶπον
λογικόν ἐν τοῖς ἀλόγοις
ὡς διπλοῦν ἐξ ἑκατέρων
αἰσθητῶν καί νοουμένων.
Οὗτος μέσον τῶν κτισμάτων
τόν Θεόν γινώσκει μόνος,
τούτῳ μόνῳ ὁ Θεός δέ
κατά νοῦν ληπτός ἀλήπτως,
καθορᾶται ἀοράτως
καί κρατεῖται ἀκρατήτως.
Πῶς ληπτῶς καί πῶς ἀλήπτως,
πῶς δέ καί μικτῶς ἀμίκτως; 
Πῶς; εἰπέ μοι, φράσον ταῦτα. 
Πῶς τά ἄφραστά σοι φράσω, 
πῶς τά ἄρρητά σοι εἴπω; 
Ὅμως πρόσεχε καί λέξω· 
λάμπει ἥλιος ἀκτῖνας· 
αἰσθητόν τοῦτον σοί λέγω,
τόν γάρ ἄλλον οὔπω εἶδες· 
τάς γοῦν τούτου βλέπεις ἀκτῖνας
καί ληπταί εἰσι τοῖς ὀφθαλμοῖς σου.
Τό δέ φῶς τῶν ὀφθαλμῶν σου
συνημμένον ἦν τοῖς ὀφθαλμοῖς σου· 
ἄρτι λέξον ἐρωτῶντι·
Τό οὖν φῶς σου ταῖς ἀκτῖσι 
πῶς ὑπάρχει συνημμένον,
ἐν ἀμίκτῳ μίξει ἔστιν
ἤ συγκέχυνται ἀλλήλοις; 
Οἶδα· ἄμικτα καί λέξεις
καί μικτά ὁμολογήσεις
καί ληπτόν τό φῶς μοι εἴπῃς,
ὀφθαλμῶν ἀνεῳγμένων
καί καλῶς κεκαθαρμένων.
Τό δ’ αὐτό, εἰ σύ καμμύσῃς,
ἄληπτον εὐθύς ὑπάρχει,
τοῖς τυφλοῖς οὐ παραμένει,
σύνεστι δέ τοῖς ὁρῶσιν.
Ὅτε δέ δύνει, καί τούτους 
ὡς τυφλούς καταλιμπάνει - 
ἐν νυκτί καί γάρ ἀνθρώπων
ὀφθαλμοί οὐ καθορῶσιν - , 
ἡ ψυχή οὖν διά τούτων 
παρακύπτουσα φῶς βλέπει,
τοῦ φωτός δέ μή παρόντος
ὡς ἐν σκότει πάντως ἔστιν,
ἀνατέλλοντος δέ τούτου
τότε βλέπεις φῶς ἐν πρώτοις,
ἐν φωτί δέ καί τά πάντα,
τό δέ φῶς ἔχων οὐκ ἔχεις· 
ἔχεις γάρ, ὅτι καί βλέπεις,
κατασχεῖν δέ μή ἰσχύων
ἤ λαβεῖν αὐτό χερσί σου.
Ἔχεις ὅλως οὐ δοκεῖς τι, 
ἐφαπλοῖς τάς σάς παλάμας,
λάμπει ἥλιος ἐν ταύταις
καί κρατεῖν αὐτόν νομίζεις· 
τοῦτο λέγω, ὅτι ἔχεις.
Σφίγγεις αἴφνης πάλιν ταύτας
καί ἀκράτητος ὑπάρχει· 
οὕτως πάλιν οὐδέν ἔχεις.
Τά ἁπλᾶ ἁπλῶς κρατοῦνται,
κρατητῶς οὐ σφίγγονται δέ,
εἰ καί σῶμα γάρ τῇ φύσει
τοῦτο δή τό φῶς νοεῖται
ὁρωμένου τοῦ ἡλίου,
πλήν καί ἄτμητον ὑπάρχει.
Πῶς οὖν τοῦτον εἰς οἰκίαν 
εἰσαγάγεις σήν, εἰπέ μοι; 
Πῶς δέ κατασχεῖν ἰσχύσεις,
πῶς τόν ἄληπτον κρατήσεις,
πῶς δέ τοῦτον ὅλον κτήσῃ,
μερικῶς ἤ καί καθόλου; 
Πῶς δέ λάβεις τούτου τμῆμα
καί ἐν κόλπῳ κατακρύψεις; 
Πάντως οὐδαμῶς, μοί εἴπῃς,
δυνατόν ποτε γενέσθαι! 
Εἰ οὖν τούτου, ὅνπερ λόγῳ
καί προστάγματι ὁ κτίστης
ὡς λαμπάδα παρεισῆξε
φαίνειν πᾶσι τοῖς ἐν κόσμῳ,
ἐξειπεῖν ἤ ἐρευνῆσαι
ὅλως φύσιν οὐκ ἰσχύεις,
πῶς καί σῶμα οὗτος ἔστιν, 
οὐκ ἀσώματος γάρ πάντως; 
Πῶς ληπτός ἐστιν ἀλήπτως,
πῶς καί μίγνηται ἀμίκτως,
πῶς ἀκτῖσι καθορᾶται
καί φωτίζει σε ἐν τούτοις,
ὅν εἰ καί τρανῶς προσβλέψεις,
ὅλον μᾶλλον ἐκτυφλοῖ σε; 
Ἀλλά καί τῶν ὀφθαλμῶν σου 
ἀπορεῖς τό φῶς εἰπεῖν μοι,
πῶς φωτός ἑτέρου δίχα
ὅλως βλέπειν οὐκ ἰσχύει
καί παντί φωτί ἐνοῦται
καί ὡς φῶς τά πάντα βλέπει.
Ἀπαθές δέ μένει πάντως,
διαιρούμενον τῶν φώτων
καί ἑνούμενον ὡσαύτως
φῶς φωτί ὅλον τυγχάνει·  
καί ἡ ἕνωσις ἀφράστως,
ἀσυγχύτως τούτων πέλει,
ἡ διαίρεσις δ’ ὁμοίως
μή καταλαμβανομένη.
Πῶς τοῦ κτίστου τῶν ἁπάντων
ὅλως φύσιν ἐρευνῆσαι,
ἐνεργείας τούτου πάλιν
πῶς μοι λέγεις ἑρμηνεῦσαι,
πῶς εἰπεῖν μοι, πῶς ἐκφράσαι,
πῶς δέ λόγῳ παραστῆσαι; 
Πίστει πάντα παραδέχου! 
Πίστις γάρ οὐκ ἀμφιβάλλει,
πίστις ὅλως οὐ διστάζει,
πλήν, ὡς λέγω, πάντα ἔστιν.
Ἐναργῶς σοι πάντα λέγω· 
οὐδαμῶς τι τῶν ἁπάντων
ἡ δημιουργός τῶν ὅλων ἔστιν
φύσις θεία καί σοφία,
οὐδ’ ἐν πᾶσι· πῶς γάρ ἔσται
τό οὐδέν ὑπάρχον πάντων,
αἴτιον δέ ὄν τῶν πάντων; 
πανταχοῦ ἐστι καί ἐν πᾶσι
καί πληροῖ τά πάντα ὅλως
κατ’ οὐσίαν, κατά φύσιν, 
καθ’ ὑπόστασιν ὡσαύτως.
Πανταχοῦ Θεός ὑπάρχει
ὡς ζωή ζωήν παρέχων· 
τί γάρ ὅλως καί παρήχθη,
ὅ αὐτός οὐ παρεισῆξε; 
Μέχρι κώνωπός μοι νόει
καί ἱστοῦ τοῦ τῆς ἀράχνης! 
Πόθεν γάρ τοσοῦτον ταύτῃ
χορηγεῖται νῆμα, λέγε; 
Ἤ οὐ νήθει, ἀλλ’ ἀκόπως 
καθ’ ἑκάστην ἐξυφαίνει,
ἁλιέων σοφωτέρα,
ἰξευτῶν τε πάντων πέλει,
ἐξαπλοῦσα τούς ἱμάντας
καί συνδοῦσα ἐκ μακρόθεν
καί ἐσχάτως μέσον τούτων
ὥσπερ δίκτυον ὑφαίνει
εἰς ἀέρα τήν παγίδα· 
καί αὐτή καθεζομένη 
ἀπεκδέχεται τήν θήραν,
εἴ που ποθέν παρεμπέσαν
ἁλισθήσεται πτηνόν τι.
Ὁ οὖν μέχρι τούτων πάντων 
τῇ προνοίᾳ συνδιήκων
πῶς οὐκ ἔστιν ἐν τοῖς πᾶσι,
πῶς οὐκ ἔστι μετά πάντων;
Ναί, τῶν πάντων μέσον ἔστι,
ναί, καί ἔξω πάντων ἔστιν,
ναί, καί φῶς αὐτός ὑπάρχει
νοητόν, ψυχάς φωτίζον, 
ναί, καί ἄδυτος ὑπάρχει· 
ποῦ κρυβῇ πληρῶν τά πάντα;
Εἰ δέ σύ τοῦτον οὐ βλέπεις,
γνῶθι σέ τυφλόν ὑπάρχειν
καί φωτός ἐν μέσῳ σκότους
ὅλον σε πεπληρωμένον.
Καθορᾶται γάρ ἀξίοις· 
οὐχ ὁρᾶται δέ ὁ πλήρης,
ἀλλ’ ὁρᾶται ἀοράτως,
ὡς ἀκτίς ἡλίου μόνη,
καί ληπτός αὐτοῖς τυγχάνει,
ἄληπτος ὤν κατ’ οὐσίαν.
Ἡ ἀκτίς μέν καθορᾶται, 
ἥλιος τυφλοῖ δέ μᾶλλον,
καί ἀκτίς αὐτοῦ ληπτή σοι 
ὥσπερ εἴπομεν, ἀλήπτως.
Κατά τοῦτο τοίνυν λέγω·
ὅπερ ἔχων, τίς μοι δώσει;
Ὅλον τοῦτο δηλονότι
τίς, ὅ βλέπω, ὑποδείξει; 
Τήν ἀκτῖνα καί γάρ βλέπω,
τόν δέ ἥλιον οὐ βλέπω. 
Ἡ δ’ ἀκτίς οὐχ ἥλιός σοι
καί δοκεῖ καί καθορᾶται; 
Ταύτην βλέπων ὅλον βλέψαι
τόν γεννήτορα ποθῶ γε·  
Οὕτως βλέπων λέγω πάλιν· 
τίς μοι δείξει, ὅνπερ βλέπω; 
Τάς ἀκτῖνας ἔχων αὖθις
ὅλας ἔνδον τῆς οἰκίας,
λέγω πάλιν· ποῦ εὑρήσω
τήν πηγήν τήν τῶν ἀκτίνων; 
Ἡ δ’ ἀκτίς πηγή δ’ αὖ ἄλλη
ἐν ἐμοί σαφῶς ὑπάρχει· 
ὤ θαῦμα θαυμάτων ξένον!
Ἄνω ἥλιος ἐκλάμπει , 
ἡ δ’ ἀκτίς ἡλίου αὖθις
ἄλλος ἥλιος ἐν γῆς μοι
φαίνεται καί καταυγάζει· 
ὅμοιος ὄντως τοῦ πρώτου 
καί ὁ δεύτερος ὑπάρχει.
Τοῦτον ἔχων λέγω ἔχειν,
τόν δέ ἄλλον μου μακρόθεν
καθορῶν ὡσαύτως κράζω· 
Τίς μοι δώσει, ὅνπερ ἔχω; 
Οὐ γάρ τέτμηνται ἀλλήλων,
οὐ χωρίζονται δέ ὅλως,
καί διΐστανται ἀφράστως.
Πρός τόν ὅλον πόσον ἔχω; 
Κόκκον ἕνα ἤ σπινθῆρα! 
Καί ζητῶ λαβεῖν τό ὅλον,
εἰ καί ὅλον πάντως ἔχω.
Πῶς τό ὄλον, τί μοι λέγεις; 
Ὡς πρός ἄφρονας προσπαίζεις· 
παῦσαι παίζειν με, μή λέγε· 
οὔ, ἀλλά τό ὅλον ἔχω, 
εἰ μηδέν μηδόλως ἔχω!
Πῶς ἤ τί λαλεῖς, θαυμάζω.
Ἄκουσον καί πάλιν λέξω· 
πέλαγός μοι νόει μέγα
καί θαλάσσας θαλασσῶν τε,
ἄβυσσον ἀβύσσων πάλιν
κατά νοῦν ὑποζωγράφει.
Εἰ οὖν ἵστασαι πρός τούτοις,
τῇ ἀκτῇ τῶν θαλασσίων,
πάντως ἄν καλῶς μοι εἴποις
καθορᾶν τό ὕδωρ ἄρα,
καί μή  βλέπων ὅλον ὅλως.
Τό γάρ ὅλον, πῶς θεάσῃ, 
ἄπειρον τοῖς ὀφθαλμοῖς σου
ἄσχετιν καί ταῖς χερσί σου; 
Πάντως, ὅσον βλέπεις, βλέπεις· 
εἰ δέ ἔροιτό σε τις δή·
Βλέπεις ὅλας τάς θαλάσσας; 
Οὐδαμῶς, ἀποκριθήσῃ.
Πάσας δέ κρατεῖς παλάμῃ; 
Οὔ, λέξεις, πῶς γάρ ἰσχύω; 
Εἰ δέ ἔροιτό σε πάλιν· 
Οὐδέ ὅλως ταύτας βλέπεις; 
Λέγεις· Ναί, μικρόν τι βλέπω
καί κρατῶ θαλάσσης ὕδωρ.
Ὅσα οὖν τήν χεῖρα ἔχεις
ἐν τοῖς ὕδασι κρατοῦσαν,
ὅλας ἔχεις τάς ἀβύσσους
συνημμένας τῇ χειρί σου,
οὐ γάρ τέτμηνται ἀλλήλων
καί οὐ πάσας, ἀλλ’ ὀλίγον.
Πρός οὖν πάσας, πόσον ἔχεις; 
Ὡς ῥανίδα μίαν εἴπῃς.
Τάς δέ πάσας σύ οὐκ ἔχεις,
καίτοι συνημμένας ἔχεις.
Οὔτω γοῦν κἀγώ σοι λέγω,
ὅτι ἔχων οὐδέν ἔχω
καί πτωχός εἰμι καί πλοῦτον
ἀποκείμενον ὁρῶ μοι.
Ὅτε χορτασθῶ, λιμάσσω,
ὅτε δέ πένομαι, πλουτῶ,
ὅτε πίνω, καί διψῶ, 
καί γλυκύ τό πόμα λίαν· 
μία γεῦσις πᾶσαν δίψαν
μυριάδων καταπαύει,
καί διψῶ ἀεί τοῦ πίνειν
ὑπέρ κόρον πάντως πίνων. 
Σχεῖν ἐπιθυμῶ τό ὅλον
καί πιεῖν, εἰ οἷόν τε,
πάσας τάς ἀβύσσους ἅμα· 
ἀδυνάτου τούτου ὄντος
πάντοτε διψεῖν σοι λέγω,
καίπερ ἐν τῷ στόματί μου
πάντοτε τό ὕδωρ ἔστι
ῥέον, βλύζον, περικλύζον.
Ἀλλά βλέπων τάς ἀβύσσους
οὐ δοκῶ τι πίνειν ὅλως·
σχεῖν ἐπιθυμῶν τό ὅλον,
πλουσίως τε πάλιν ἔχων
ὅλον ὅλως ἐν χειρί μου,
πάντοτε πτωχός ὑπάρχω,
μετά τοῦ μικροῦ τό ὅλον
συνημμένον πάντως ἔχων.
Θάλασσα οὖν τῇ σταγόνι,
ἄβυσσοι δέ πάλιν ταύτῃ
τῶν ἀβύσσων συνημμέναι·
μίαν οὖν σταγόνα ἔχων
συνημμένας πάσας ἔχω.
Ἡ σταγών δέ πάλιν αὕτη,
ἥνπερ λέγω σοι κεκτῆσθαι,
ἄτμητος ὑπάρχει ὅλη,
ἀναφής, ἄληπτος πάντῃ,
ἀπερίγραπτος ὡσαύτως, 
δυσθεώρητος εἰς ἅπαν,
ἤ Θεός ὅλος ὑπάρχει.
Εἰ οὖν οὕτω καί τοιαύτη
ἔστι μοι ῥανίς ἡ θεία,
ὅλως ἔχειν τί δοκήσω; 
Ὄντως ἔχων οὐδέν ἔχω.
Ἄλλως πάλιν σοι ταῦτα λέξω· 
Ἥλιος ἀφ’ ὕψους λάμπει
ἐπιβαίνων ταῖς ἀκτῖσι· 
μᾶλλον δέ κρατῶ ἀκτῖνα,
ἀναβαίνω τρέχων ἄνω
πλησιάσαι τῷ ἡλίῳ.
Ὅτε δέ καλῶς ἐγγίσω
καί δοκήσω τοῦ προσψαῦσαι,
διαφεύγει μου τάς χεῖρας
ἡ ἀκτίς καί εὐθύς τυφλοῦμια
καί ἐκπίπτω ἀμφοτέρων,
τοῦ ἡλίου καί ἀκτίνων.
Ἀπό ὕψους οὖν ἐκπίπτω,
κάθημαι καί πάλιν κλαίω
καί ζητῶ τήν πρίν ἀκτῖνα.
Οὕτως τοίνυν ἔχοντός μου,
τῆς νυκτός ὅλον τόν ζόφον
αὕτη διασχίσασά μοι
ὡς σχοινίον ἀπό ὕψους
οὐρανίου καταβαίνει.
Δράσσομαι συντόμως ταύτης,
ὡς ληπτήν σφίγγω κρατῆσαι,
καί ἀκράτητος ὑπάρχει· 
ὅμως δέ ἀλήπτως ταύτην
καί κρατῶ καί ἀναβαίνω.
Οὕτως οὖν ἀνερχομένῳ
συνανέρχονται ἀκτῖνες,
οὐρανούς δέ ὑπερβαίνω,
οὐρανῶν τούς οὐρανούς τε,
βλέπω ἥλιον δέ πάλιν
ὑπέρ τούτων ἀνωτέρω.
Εἴτε φεύγει, οὐ γινώσκω,
εἴτε ἵσταται, οὐκ οἶδα· 
τέως βαίνω, τέως τρέχω,
τέως φθάσαι οὐκ ἰσχύω.
Ὕψους ὑπερβαίνων δ’ ὕψη,
ὑπέρ ὕψωμά τε ἅπαν
γενομένῳ μοι, ὡς δοκῶ, 
ἐκ χειρῶν μου αἱ ἀκτῖνες
σύν ἡλίῳ ἀφαντοῦνται
καί εὐθύς εἰς ᾅδου πτῶμα
καταφέρομαι, ὁ τάλας. 
Τοῦτο ἔργον, τοῦτο πρᾶξις
τοῖς πνευματικοῖς ὑπάρχει· 
ἄνω κάτω, κάτω ἄνω
ἄπαυστος αὐτοῖς ὁ δρόμος.
Ὅταν πέσῃ, τότε τρέχει,
ὅταν τρέχῃ, ἵσταται δέ.
Ὅλος κάτω κεκλιμένος,
ὅλος ὤν ἄνω τυγχάνει·
περιπολῶν οὐρανούς δέ
ἐμπεδοῦται πάλιν κάτω
καί ἀρχή τοῦ δρόμου τέλος,
τό δέ τέλος ἀρχή πέλει.
Ἀτελής ἡ τελειότης,
ἡ δ’ ἀρχή γε πάλιν τέλος· 
τέλος πῶς; Ὡς Γρηγόριος
θεολογικῶς εἰρήκει· 
Ἔλλαμψις ὑπάρχει 
τέλος τῶν ποθούντων πάντων,
καί ἀνάπαυσις ἁπάσης
θεωρίας φῶς τό θεῖον.
Τοῦτο οὖν ἰδεῖν ὁ φθάσας
ἀπό πάντων καταπαύει
καί χωρίζεται κτισμάτων· 
τόν γάρ κτίστην τούτων βλέπει.
Ὅν ὁ βλέπων ἔξω πάντων
μετά μόνου μόνος ἔστι
καί οὐδέν τῶν πάντων βλέπει
ὁρατῶν ἤ νοουμένων· 
μόνην τήν Τριάδα βλέπει.
Τά δ’ ἐν ταύτῃ σιωπάσθω,
ἀμυδρῶς καί γάρ ὁρῶνται,
καί ποσῶς κατανοοῦνται.
Κατεπλάγης οὖν ἀκούσας
τά ἐντός τῶν ὁρωμένων; 
Εἰ δέ καταπλάγης ταῦτα,
πῶς οὐ μυθολόγος δόξω
τά ἐκτός διατρανῶν σοι; 
Ἀνεκλάλητα γάρ πάντῃ 
καί ἀνέκφραστα τά θεῖα
καί τά ἐν αὐτοῖς εἰς ἅπαν,
κἄν ὁ λόγος πως ἐκ πόθου
ἐκβιάζεται τοῦ λέγειν
περί πραγμάτων θείων καί ἀνθρωπίνων.
Ἀλλ’ ἐάσας οὖν τά θεῖα
καί εἰπών τι τῶν ἰδίων
ὑποδείξω σοι τῷ λόγῳ
τήν ὁδόν καί καταπαύσω.
Γνῶθί σε διττόν ὑπάρχειν
καί διττούς ἔχεις τούς ὦπας,
αἰσθητούς καί νεορούς τε,
ὡς διττῶν ἡλίων ὄντων
καί διττοῦ φωτός ὡσαύτως,
αἰσθητοῦ καί νοητοῦ τε,
οὕς εἰ βλέπεις, ὡς ἐκτίσθης
κατ’ ἀρχάς ἄνθρωπος ἔσῃ.
Εἰ δέ αἰσθητόν μέν βλέπεις,
νοητόν δέ οὐδαμῶς ἥλιον,
ἠμιθνής τυγχάνεις πάντως,
ὁ ἠμιθνής δέ καί νεκρός,
ἀνενέργητος εἰς πάντα.
Εἰ γάρ ὁ αἰθητῶς μή βλέπων
ἀνενέργητός τις ἔστι,
πόσῳ μᾶλλον ὁ μή βλέπων
τό νοητόν φῶς τοῦ κόσμου
νεκρός ἐστι καί νεκροῦ πλέον; 
Ὁ νεκρός ἀναισθητεῖ γε,
ὁ δέ θνήξας ἐν αἰσθήσει,
ὅσην ἕξει τήν ὀδύνην,
μᾶλλον δ’ ἔσεται ὡς θνῄσκων
ἐνωδύνως εἰς αἰῶνας.
Οἱ δέ βλέποντες τόν κτίστην
πῶς οὐ ζῶσιν ἔξω πάντων; 
Ναί, τῶν πάντων ἔξω ζῶσι
καί εἰσί τῶν πάντων μέσον
καί ὁρῶνται ὑπό πάντων,
οὐχ ὁρῶνται δέ τοῖς πᾶσιν
ἐν αἰσθήσει τῶν παρόντων· 
μέσον μέν εἰσι τῶν πάντων,
ὑπέρ αἴσθησιν δέ τούτων 
ἔξω γίνονται τῶν πάντων, 
τοῖς ἀΰλοις συναφθέντες
αἰσθητῶν ἀναισθητοῦσιν.
Ὀφθαλμοί καί γάρ ὁρῶσιν
ἐν αἰσθήσει δ’ ἀναισθήτῳ.
Πῶς; εἰπέ μοι. - Λέξω τάχος· 
ὡς ὁρῶν τό πῦρ οὐ καίῃ,
οὕτως βλέπω ἀναισθήτως.
Σύ τό πῦρ ὁρᾷς, ὁποῖον,
καί τήν φλόγα πάντως βλέπεις,
οὐκ αἰσθάνῃ δέ ὀδύνης,
ἀλλ’ ὑπάρχεις ἔξω τούτου 
καί ὁρῶν οὐ κατακαίῃ
ἀναισθήτως ἐν αἰσθήσει,
ἤ πῶς ἄλλως τοῦτο εἴπῃς; 
Οὐ γάρ καίῃ ἀναισθήτως,
ἐν αἰσθήσει δ’ ὅμως βλέπεις.
Τό αὐτό μοι νόει πάσχειν
τόν πνευματικῶς ὁρῶντα· 
νοῦς γάρ καθορῶν τά πάντα
ἀπαθῶς καί διακρίνει,
οἷον βλέπει κάλλος ὡραῖον,
ἀλλ’ ἐκτός ἐπιθυμίας. 
Τό οὖν πῦρ ἐστι τό κάλλος,
ἡ ἁφή ἐπιθυμία· 
εἰ μή σύ τοῦ πυρός ἅψῃ,
πῶς ὀδύνης αἰσθανθήσῃ; 
Οὐδαμῶς!  Ὁ νοῦς δέ πάλιν,
πρίν κακῶς ἐπιθυμήσει,
τόν χρυσόν ὁρῶν ὡσαύτως
ὡς  πηλόν προσβλέψει πάντως,
τήν δέ δόξαν οὐχ ὡς δόξαν,
ἀλλ’ ὡς εἶδος φαντασμάτων
εἰς ἀέρα φαινομένων,
καί τόν πλοῦτον ὥσπερ ξύλα
λογιεῖται ἐν ἐρήμῳ
κατακείμενα στιβάδα.
Τί τά πάντα ἐξηγεῖσθαι,
ἑρμηνεύειν τε πειρῶμαι; 
Εἰ μή πείρᾳ καταλάβοις,
γνῶναι ταῦτα οὐκ ἰσχύεις.
Ἀπορῶν δέ γνῶναι φύσεις· 
Οἴμοι, πῶς οὐκ οἶδα ταῦτα,
οἴμοι, πόσον ἀπολείπω
τῶν καλῶν ἐν ἀγνωσίᾳ!  
καί σπουδάσεις ταῦτα γνῶναι,
ἵνα γνωστικός καλῇ γε.
Εἰ γάρ σεαυτόν οὐκ οἶδας,
ποταπός εἶ, ποῖος πέλεις,
πῶς τόν κτίστην ἐπιγνώσῃ,
πῶς πιστός ὀνομασθήσῃ,
πῶς δέ ἄνθρωπος κληθήσῃ
βοῦς ὑπάρχων ἤ θηρίον; 
Ἤ ὡς ἄλογόν τι ζῷον
ἤ καί χείρων τούτων ἔσῃ 
ἀγνοῶν τόν κτίσαντά σε.
Τίς ἐκεῖνον μή γινώσκων
λογικός εἰπεῖν τολμήσει,
ὅτι ἔστιν; Οὐ γάρ ἔστι! 
Πῶς γάρ, ὅς ἐστέρηται τοῦ λόγου; 
Ὁ δ’ ἐστερημένος λόγου
εἰς ἀλόγου ἔστι τάξιν,
ποιμανθείς δέ ὑπ’ ἀνθρώπων
πάντως ἔσται σεσωσμένος· 
εἰ δ’ οὐ βούλεται, ἀλλ’ ὄρει
καί φαράγγοις προσπελάζει,
βρῶμα ἔσεται θηρίων
ὡς ἀπολωλός ἀρνίον.
Ταῦτα πρᾶττε καί μελέτα,
μή παραρρυῇ, τεκνίον!



Ἑπόμενο: ΚΔ'. Δι’ ὧν ἐξομολογούμενος ἐν τῷ παρόντι γράφει λόγῳ, δείκνυσι τό βάθος τῆς ἑαυτοῦ ταπεινώσεως, καί προϊών διδάσκει αὐτήν τόν εἰς μέτρον ἐλάσαντα τελειότητος καί ἀξιωθέντα τοιούτων ἐν θεωρίᾳ ἀποκαλύψεων, Παῦλον τόν θεῖον κἀν τούτῳ μιμούμενος, ἁμαρτωλόν ἑαυτόν ἀποκαλοῦντα καί ἀνάξιον τοῦ καλεῖσθαι ἀπόστολον.
Προηγούμενο: ΚΒ'. Εὐχαριστία σύν θεολογίᾳ· καί περί ὧν ἡ θεία χάρις τοῦ Πνεύματος διά τῶν ἐνεργειῶν ὠνόμασται.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος