Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΚΕ'. Περί τῆς γενομένης θεωρίας αὐτῷ τοῦ θείου φωτρός, καί ὅπως τό θεῖον φῶς οὐ καταλαμβάνεται ὑπό σκότους· ἐν οἷς καί διά τήν ὑπερβολήν τῶν ἀποκαλύψεων ἐκπληττόμενος μέμνηται τῆς ἀνθρωπίνης ἀσθενείας καί ἑαυτόν κατακρίνει.
Προηγούμενο: ΚΓ'. Περί τῆς ἀκαταλήπτου καί ἀπεριγράπτου Θεόητος ἀκριβής θεολογία· καί ὅτι ἀπερίγραπτος οὖσα ἡ θεία φύσις οὔτε ἐντός οὔτε ἐκτός ἐστι τοῦ παντός, ἀλλά καί ἐντός καί ἐκτός ὡς τῶν ὅλων αἰτία· καί ὅτι μόνον κατά νοῦν τῷ ἀνθρώπῳ ληπτόν ἀλήπτως τό Θεῖον ὡς τοῖς ὀφθαλμοῖς αἱ τοῦ ἡλίου ἀκτῖνες.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

ΚΔ'. Δι’ ὧν ἐξομολογούμενος ἐν τῷ παρόντι γράφει λόγῳ, δείκνυσι τό βάθος τῆς ἑαυτοῦ ταπεινώσεως, καί προϊών διδάσκει αὐτήν τόν εἰς μέτρον ἐλάσαντα τελειότητος καί ἀξιωθέντα τοιούτων ἐν θεωρίᾳ ἀποκαλύψεων, Παῦλον τόν θεῖον κἀν τούτῳ μιμούμενος, ἁμαρτωλόν ἑαυτόν ἀποκαλοῦντα καί ἀνάξιον τοῦ καλεῖσθαι ἀπόστολον.

   
Δίδου μοι, Χριστέ, καταφιλεῖν σούς πόδας.
Δίδου μοι τάς σάς κατασπάζεσθαι χεῖρας,
χεῖρας τάς ἐμέ λόγῳ παραγαγούσας, 
χεῖρας τάς πάντα κτισάσας ἀκαμάτως.
Δίδου μοι  βλέπειν τό πρόσωπόν σου, Λόγε,
καί ἀπολαύειν τοῦ ἀπορρήτου κάλλους
καί κατανοεῖν καί τρυφᾶν σου τῆς θέας,
θέας ἀρρήτου, θέας τῆς ἀθεάτου,
θέας τῆς φρικτῆς, ὅμως δίδου μοοι λέγειν 
τάς ἐνεργείας αὐτῆς, οὐ τήν οὐσίαν.
Ὑπέρ φύσιν γάρ, ὑπέρ ουσίαν πᾶσαν
ἧς ὅλος αὐτός, ὁ Θεός μου καί κτίστης.
Ἡ δέ ἀπαυγή τῆς δόξης σου τῆς θείας
φῶς ἁπλοῦν ἡμῖν, φῶς γλυκύ καθορᾶται,
φῶς ἀποκαλύπτεται, φῶς συνενοῦται
ὅλον, ὡς οἶμαι, ὅλοις ἡμῖν σοῖς δούλοις,
φῶς πνευματικῶς βλεπόμενον μακρόθεν,
φῶς ἐντός ἡμῶν εὑρισκόμενον αἴφνης,
φῶς ὡσεί ὕδωρ βρύον, ὡς πῦρ τε φλέγον
τῆς, ἧσπερ πάντως καθάψεται, καρδίας·
ἐξ οὗπερ ἔγνων προληφθεῖσαν, Σωτήρ μου,
τήν ταλαίπωρον καί ταπεινήν ψυχήν μου 
καί φλεγομένην καί κατακαιομένην.
Πῦρ προσλαβόν γάρ φρυγανώδους οὐσίας
πῶς οὐ φλέξειε, πῶς ἄν οὐ καταναλώσῃ,
πῶς οὐκ ἐμποιήσειεν ἀφύκτους πόνους; 
Ὅμως ἀνάψαν, δός μοι τοῦ λέγειν, Σῶτερ,
ἄφραστον εἶδος κάλλους ὡραιοτάτου
δείκνυσι καί τέρπει με καί πόθου φλόγα
ἄστεκτον ἐργάζεται· καί πῶς ὑποίσω,
πῶς ὑπενέγκω, πῶς ὅλως δέ βαστάσω,
ἤ πῶς ἐξείπω τό μέγα θαῦμα τοῦτο, 
τό γινόμενον ἐν ἐμοί τῷ ἀσώτῳ; 
Οὐ γάρ σιωπᾶν ὑποφέρω, Θεέ μου,
καί λήθης βυθοῖς συγκαλύπτειν τά ἔργα
ἅ ἐποίησας καί ποιεῖς καθ’ ἑκάστην 
μετά τῶν θερμῶς ἀεί σε ἐκζητούντων
καί μετανοίᾳ πρός σέ καταφευγόντων,
ἵνα μή κἀγώ, ὡς τό τάλαντον κρύψας
δοῦλος πονηρός, κατακριθῶ δικαίως,
ἀλλ’ ἐκκαλύπτων ταῦτα τοῖς πᾶσι λέγω
καί τά περί σοῦ καί τῆς σῆς εὐσπλαγχνίας
γραφῇ παραδίδωμι καί διηγοῦμαι
ταῖς μετέπειτα γενεαῖς, ὦ Θεέ μου,
ὅπως μαθόντες τό πολύ ἔλεός σου,
ὅ ἐνεδείξω εἰς ἐμέ καί δεικνύεις,
τόν πρίν ἄσωτον, τόν ἀκάθαρτον μόνον,
τόν ὑπέρ πάντας πλέον ἐξαμαρτάνοντα,
μηδείς διστάσῃ, ἀλλά μᾶλλον ποθήσῃ,
μή δειλιάσῃ, ἀλλά χαίρων προσέλθῃ, 
μηδέ φοβηθῇ, ἀλλά μᾶλλον θαρρήσῃ 
πέλαγος ὁρῶν τῆς σῆς φιλανθρωπίας 
καί προσδράμῃ τε καί προσπέσῃ καί κλαύσῃ,
καί τῶν πταισμάτων ἀπολήψεται λύσιν 
λέγων ἐν αὐτῷ ὡς ἀληθῶς, Θεέ μου· 
Εἰ τόν πάγκακον καί παμπόνηρον τοῦτον
καί πανάσωτον ἠλέησεν ὁ κτίστης,
ὑπέρ ἅπαντας ἀνθρώπους ἁμαρτόντα,
πῶς οὐκ ἄν ἐμέ μειζόνως ἐλεήσῃ, 
τόν φειδομένως ποςῶς ἐξαμαρτόντα 
καί τάς ἐντολάς οὐ πάσας παραβάντα; 
Ἵν’ οὖν εἰδῶσι καί πλῆθος τῶν κακῶν μου,
ὧδε λέξοιμι, οὐ πάντα πάντως, Λόγε,
ἀναρίθμητα καί γάρ ὑπέρ ἀστέρας,
ὑπέρ σταγόνας ὑετοῦ καί θαλάσσης
ψάμμον, κυμάτων πλῆθος κυμαινομένων,
ἀλλ’ ἅπερ βίβλος φέρει τοῦ συνειδότος
καί ἀποθῆκαι περιέχουσι μνήμης
τά δ’ ἄλλα μόνος ἀριθμεῖν αὐτός οἶδας.
Γέγονα φονεύς, ἀκούσατε οἱ πάντες, 
ἵνα κλαύσητε συμπαθῶς, τόν δέ τρόπον 
εἴασα, λόγου παραιτούμενος μῆκος.
Γέγονα, οἴμοι, καί μοιχός τῇ καρδίᾳ
καί σοδομίτης ἔργῳ καί προαιρέσει.
Γέγονα πόρνος, μάγος καί παιδοφθόρος,
ἐπίορκος ὀμότης καί πλεονέκτης, 
κλέπτης, ψεύστης τε καί ἀναιδής, ἅρπαξ - φεῦ μοι -
φιλάργυρός τε, ἰταμός τε καί πάσης 
ἄλλης κακίας εἶδος διεπραξάμην.
Ναί, πιστεύσατε, ἀληθῶς λέγω ταῦτα
καί οὐ πλάσματι, οὐδέ σεσοφισμένως!
Τίς οὖν ἀκούσας ταῦτα οὐκ ἐκπλαγείη,
οὐ θαυμάσειε τήν σήν μακροθυμίαν,
ὦ φιλάνθρωπε, οὐ θαμβηθῇ καί λέξει· 
Πῶς οὐ διέστη γῆ φυγοῦσα τοῦ φέρειν,
ἐπί τοῦ νώτου μή στέγουσα τόν τάλαν,
καί ζῶντα τοῦτον κατήγαγεν εἰς ᾅδην; 
Σκηπτός ἄνωθεν πως δέ οὐ κατενέχθη
καί ἀνάλωσε τόν παραβάτην τοῦτον; 
Πῶς δέ οὐρανός οὐ συνέπεσεν ἅμα
καί συνεσβέσθη ἥλιος καί τά ἄστρα
ἐπί τῷ οὕτως καταπεφρονηκότι; 
Ὤ τῆς σῆς αὖθις ἀνοχῆς, εἴπῃ, Σῶτερ,
καί τῆς ἀγαθότητος καί τοῦ ἐλέους! 
Ὄντως γάρ εἰσιν ὑπέρ συγγνώμην πᾶσαν
αἱ πράξεις αὗται τοῦ   παναθλίου τούτου,
ἅς ὁ ἀκούων πᾶς τις ἀναβοήσει· 
τοῦτον ἡ δίκη ἄρα εἴασε ζῶντα;
Καί πῶς δικαία οὖσα κἄν ὅλως τοῦτον
εἶναι κατεδέξατο ἐν γῇ τῶν ζώντων; 
Εἰ δ’ ὑπολάβοι ψευδῆ με ἴσως γράψαι,
τούτῳ τήν συγχώρησιν δός ὡς οἰκτίρμων· 
ἀγνοῶν γάρ σου τό μακρόθυμον, Σῶτερ,
καί τήν ἄβυσσον τῆς σῆς φιλανθρωπίας,
καί τῶν ἔργων μου τά ἄτοπα ἀκούσας
τήν ψῆφον ἐξήνεγκε δικαίως ταύτην. 
Εἰ τοῦτον, λέγων, ἀνεύθυνον ἡ δίκη
καταλέλοιπε, λοιπόν κρίσις οὐκ ἔστι.
Σύ δέ μάλιστα, ὅτι μέλλεις τοῦ κρῖναι,
νῦν μακροθυμεῖς διά τοῦτο, Θεέ μου· 
θέλεις γάρ πάντως τήν πάντων σωτηρίαν,
τήν μετάνοιαν ἐκδεχόμενος τούτων 
τήν ἐκ τῶν ἔργων, ἀνοχῇ σου δικαίᾳ. 
Δικαίου καί γάρ οὐ τούς πίπτοντας παίειν,
χεῖρα δέ μᾶλλον πάντως ὀρέγειν τούτοις,
ὅπερ ποιῶν σύ, ὁ καλός μου Δεσπότης,
οὐκ ἐνέλιπες οὐδέ ποτε ἐλλείψεις.
Ὁ βίος πάλη πάντων ἀνθρώπων πέλει,
δοῦλοι δέ πάντες ἄνθρωποι σοῦ, τοῦ κτίστου· 
ἔχομεν δ’ ὅμως μικροί τε καί  μεγάλοι
ἔχθρούς ἀσπόνδους, ἄρχοντας τούς τοῦ σκότους.
Εἰ μή οὖν αὐτός ὀρέξεις μᾶλλον χεῖρα,
ἀλλ’ αὐτούς ἡμῶν κατισχύσει ἀφήσεις,
ποῦ τό δίκαιον, ποῦ τό φιλάνθρωπόν σου;
Δοῦλοι γάρ ἡμεῖς γεγόναμεν ἐκείνου
ἰδίᾳ γνώμῃ, ἰδίᾳ προαιρέσει,
αὐτός δέ ἡμᾶς ἐλθών ἐξηγοράσω
τῷ ἀχράντῳ σου αἵματι καί τιμίῳ
καί τῷ σῷ Πατρί  προσήγαγες, Θεέ μου,
δῶρον, οὕς ὁρῶν ἐχθρός ὅλως οὐ στέγει,
οὐχ ὑποφέρει τόν φθόνον, ὅνπερ ἔχει,
ἀλλ’ ὠρύεται καθ’ ἡμῶν ὥσπερ λέων
καί περιπατῶν καί βρύχων τούς ὀδόντας
ἀπηνῶς ζητεῖ, ὅντινα καταπίῃ.
Τούς οὖν ὑπ’αὐτοῦ θηρός τοῦ ἀνημέρου 
τιτρωσκομένους καί πληγάς δεχομένους
καί τραυματίας, ὦ Χριστέ μου, κειμένους
οὐκ ἐλεήσεις, οὐ συμπαθήσεις μᾶλλον
καί τήν ὑγείαν τήν τούτων ἀναμείνεις, 
ἀλλ’ ἐπιπλήξεις, ἀλλά συντρίψεις ὅλως
καί θανατώσεις τούς τοιούτους τελείως; 
Δίκαιον καί γάρ, ναί, κἀγώ τοῦτο λέγω,
ὅτι ἄκοντες οὐ κατέχονται οὗτοι,
ἀλλά ἑκόντες ἑαυτούς προδίδουσιν.
Ὅμως πανοῦργος, σοφιστής τε καί κακίας,
ὁ ἀνήμερος καί ποικίλος θήρ οὗτος
προσποιεῖται οὖν τά τῶν φίλων, ὡς φίλος
ὅλον με ζητῶν συλλαβεῖν καί θηρεῦσαι,
τήν ὁρωμένην ζωήν ὑποδεικνύς μοι
τῆς νοουμένης ζωῆς ἀποστερεῖ με.
Τῇ αἰσθήσει κλέπτει με τῶν νῦν παρόντων
καί τῶν μελλόντων ὑποσυλᾷ τόν πλοῦτον.
Ἄλλο τῇ ἔξω φαίνεται θεωρίᾳ,
ἄλλο δέ ἐστι τό κρυπτόμενον, Σῶτερ.
Εἰ δέ ἄνθρωποι τοῦτο μεμαθηκότες 
δόλους σχηματίζονται τῇ ὑποκρίσει,
τί ὁ κακίας εὑρετής οὐ ποιήσει,
πῶς οὐ πλανήσει, καί μάλιστα τούς νέους,
πῶς οὐκ ἀπατήσει δέ ἀκάκους ὄντας,
ὅλως ἀπείρους, ὅλως ἀπανουργεύτους,
ὁ προαιρέσει καί Σατᾶν καί πανοῦργος
καί πάντα δόλον εὐμηχάνως εὑρίσκων; 
Ὅμως ἅπαντας ἀπατᾷ καί τιτρώσκει,
οὐδείς τάς τούτου ὑπεξέφυγε χεῖρας,
οὐδέ τῶν αὐτοῦ βελῶν καί τοῦ ἐν τούτοις
ἰοῦ ἄγευστος καί ἄτρωτος διῆλθε.
Πάντες ἐξημάρτομεν καί ὑστεροῦμεν
δόξης σου, Χριστέ, τῆς ἀρρήτου καί θείας,
καί δωρεάν σε δυσωποῦμεν τοῦ σῶσαι
καί δικαιῶσαι χάριτι καί ἐλέει,
ὅ ἐξέχεας ἐπ’ ἐμέ νῦν πλουσίως,
περί οὗ λέγειν καί γράφειν οὐκ ὀκνήσω.
Πῶς γάρ δυναίμην σιωπῇ ὑποφέρειν
τά γινόμενα καθ’ ὥραν, ὦ Θεέ μου,
καί πραττόμενα ἐν ἐμοί τῷ ἀθλίῳ; 
Ἄφραστα καί γάρ εἰσιν ἐν ἀληθείᾳ,
ἀκατάληπτα ὑπέρ νοῦν, ὑπέρ λόγον· 
καί πῶς ἐξείπω ταῦτα ἤ πῶς ἐκφράσω; 
Ἀλλ’ οὖν, μή φέρων σιωπᾶν, ἄρτι λέξω· 
Θεός ἄναρχος, ἄκτιστος, μόνος πέλεις,
ἐν Υἱῷ καί Πνεύματι Τριάς Ἁγία,
ἀκτάληπτος, ἀπρόσιτος ὑπάρχεις,
κτίστης ὁρωμένης τε καί νοουμένης
κτίσεως καί Κύριος σύ καί Δεσπότης,
ὑπεράνω τε τῶν οὐρανῶν καί πάντων
τῶν ἐν οὐρανῷ, τοῦ οὐρανοῦ τυγχάνεις
μόνος ποιητής, μόνος ἐξουσιάζων, 
μόνος τά πάντα φέρων προστάγματί σου
καί θελήματι συνέχων πάντα μόνῳ.
Ἔχεις περί σέ μυριάδας ἀγγέλων,
ἀρχαγγέλων τε χιλίας χιλιάδας,
θρόνους, κυριότητας ἀναριθμήτους,
ἔχεις δυνάμεις, Χερουβίμ Σεραφίμ τε
πολυόμματα, ἀρχάς καί ἐξουσίας 
καί πλείους ἄλλους λειτουργούς τε καί φίλους,
Ἔχεις τήν δόξαν ὑπερδεδοξασμένην, 
ὥστε μή τολμᾶς ἀδεῶς ἀτενίσαι
τινάς ἐκ τούτων πρός αὐτήν, ὦ Θεέ μου,
μηδέ δύνασθαι φαινομένην ἐνέγκαι
τοῦ προσώπου σου τήν ἀστράπτουσαν αἴγλην.
Πῶς γάρ ἰσχύσει τό ποίημα τήν κτίστην
ὅλον κατιδεῖν, ὅλον κατανοῆσαι; 
Οὐδαμῶς οἶμαι δυνατόν εἶναι τοῦτο, 
ἀλλ’ ὁ ποιητής, καθ’ ὅσον ἄν ἐθέλῃ, 
φαίνεται καί βλέπεται, παρ’ ὧν ἐθέλει,
καί γινώσκεται καί γινώσκει τό κτίσμα,
καί καθορᾶται καί καθορᾷ τοσοῦτον
ὅσον δώσειεν ὁ ποιητής τοῦ βλέπειν.
Εἰ γάρ παρά σοῦ παρήχθησαν, Θεέ μου,
ἔχουσιν ἐκ σοῦ τό εἶναι καί τό βλέπειν
καί τό δύνασθαι λειτουργεῖν σοι ἀμέμπτως.
Ἀλλ’ οὖν ἄνω σύ ὑπέρ ἀρχάς ἁπάσας,
αὗται δέ πάλιν περί σέ, τόν Θεόν μου,
ἡμεῖς δέ κάτω ἐν κατωτάτῳ λάκκῳ
- λάκκον οὐ λέγω τόν ὁρώμενον κόσμον,
ἀλλά τό σκότος τῆς ἁμαρτίας ὄντως -,
λάκκῳ πονηρῷ, λάκκῳ ζεζοφωμένῳ,
λάκκῳ καί τάφῳ δεινῶς ἐν κατωτάτῳ,
ὅνπερ  ἥλιος οὐ πέφυκε φωτίζειν.
Ἔξω γάρ ἐστι τοῦ ὁρωμένου κόσμου
καί τοῦ μέλλοντος ἡ νύξ τῆς ἁμαρτίας
καί τούς ἐν αὐτῇ ἐμπίμποντας ἀφρόνως
νῦν τε κατέχει καί θανόντας ὡσαύτως
ἕξει δεσμίους εἰς αἰῶνας αἰώνων· 
ὧν ἐγώ πρῶτος, ὦ Χριστέ μου, ὑπάρχω,
ὁ συσχεθείς καί καταχθείς ἐν ταύτῃ
καί ἐν πυθμένι αὐτῆς τῷ κατωτάτῳ
εὑρεθείς ἐβόησα· Ἐλέησόν με! 
Ἐν ἐπιγνώσει γεγονώς τῶν κακῶν μου - 
ἔγνων γάρ τό ποῦ δι’ αὐτῶν κατηνέχθην,
οὗ χάριν καί ἔκλαυσα, δακρύων ὄμβρους
ἐξ ὀφθαλμῶν μου κατήγαγον ἐμπόνως - ,
μετενόησα ἐξ ὅλης μου καρδίας
καί ἐκέκραξα φωναῖς ταῖς ἀλαλήτοις.
Καί ἐπήκουσας ἐκ τοῦ ἀφάτου ὕψους
τοῦ ἐν πυθμένι κειμένου κατωτάτῳ,
σκότους ἀπείρου, ἀτελοῦς ἐν τῷ τέλει,
καί τάς  περί σέ καταλιπών δυνάμεις
ἀντιπαρελθών τά ὁρώμενα πάντα
κατῆλθες ἐκεῖ, ἐν ᾧ κείμενος ἤμην.
Ἔλαμψας εὐθύς, ἐδίωξας τό σκότος,
ἤγειράς με σύ ἐμπνεύσει σου τῇ θείᾳ,
ἔστησας εἰς πόδας με τῶν ἐντολῶν σου,
ἔθελξας τῷ κάλλει σου, καί τῇ ἀγάπῃ
ἔτρωσας, ἠλλοίωσας ὅλον με ὅλον.
Εἶδόν σου τό πρόσωπον καί ἐφοβήθην, 
καίτοι εὐμενές, εὐπρόσιτόν μοι ὤφθη,
ἡ δέ ὡραιότης σου ἐξέστησέ με
καί ἐξέπληξεν, ὦ Τριάς, ὁ Θεός μου! 
Εἷς γάρ χαρακτήρ τῶν τριῶν ἐν ἑκάστῳ,
καί τά τρία ἕν πρόσωπον, ὁ Θεός μου,
ὅς καλεῖται Πνεῦμα, Θεός τῶν πάντων.
Σύ οὖν ἐμφανίσθης ἐμοί, τῷ παναθλίῳ· 
πῶς οὐκ ἔμελλον ἐγώ φρίξαι καί δῦναι
καί κατώτερον, οὗ ἤμην, γεγονέναι
καί σκεπασθῆναι πάλιν ὑπό τοῦ σκότους,
ἵν’ ἀποκρυβῶ σε, τόν ἄστεκτον πᾶσιν; 
Ἀλλά τοῦτο μέν ἔπραττον ἐκ δειλίας ἐγώ,
σύ δέ, Θεέ μου, μᾶλλον περιεπλέκου,
μᾶλλον κατησπάζου με, μᾶλλον ἐνηγκαλίζου
ἔνδον τοῦ κρασπέδου σου τῶν ἱματίων
εἰσάγων ὅλον καί σκέπων με φωτί σου,
καί ἀμνημονεῖν ποιῶν τῶν ὁρωμένων
καί τῶν κατεχόντων με δεινῶν τό πρῴην.
Ὤ μυστηρίων βάθος, ὤ ὕψος δόξης,
ὤ ἀναβασις, ὤ θέωσις, ὤ πλοῦτος,
ὤ λαμπρότης ἄφραστος τῶν λεγομένων! 
Τίς καταλαβεῖν ἐκ τῶν λόγων ἰσχύσει
ἤ τό μέγεθος κατανοῆσαι τῆς δόξης; 
Ὅς γάρ οὐκ εἶδεν, ἅ ὀφθαλμός οὐκ οἶδε,
καί οὐκ ἤκουσεν, ἅ οὖς οὐκ ἠκηκόει
καί εἰς καρδίαν ἀνθρώπου οὐκ ἀνέβη,
πῶς τῷ γράφοντι περί αὐτῶν πιστεύσει; 
Εἰ δέ καί πιστεύσειε, πῶς διά λόγου
ἰδεῖν ἰσχύσει, ἅ ὀφθαλμός οὐκ εἶδε; 
Πῶς δέ ἀξίως δι’ ἀκοῆς χωρήσει,
ἅ οὐκ ἤκουσεν οὖς ποτε τῶν ἀνθρώπων,
ἵνα καί καλῶς περί αὐτῶν νοήσῃ,
ἐν περινοίᾳ δυνηθῇ τε γενέσθαι,
ὧν ἀμήχανον τοῖς ὁρῶσι τό κάλλος
καί τό εἶδος, τό ἀνείδεον ὑπάρχει
καί ἀκατανόητόν ἐστι τοῖς πᾶσιν,
οἷσπερ ὁρᾶται, ἵνα σοι πάλιν εἴπω; 
Τῷ λογισμῷ ταῦτα τίς ἀναπλάττων
οὐκ ἄν ἐκπέσῃ τῆς ἀληθείας πόρρω
καί πλανηθῇ πλάσματι καί φαντασίαις,
εἰκόνας ψευδεῖς συλλογισμῶν οἰκείων,
οἰκείου νοός ἀνιστορῶν καί βλέπων; 
Ὥσπερ γάρ ᾅδην καί τάς ἐκεῖ κολάσεις
ἕκαστος φαντάζεται, ὡς ἄν ἐθέλοι,
πλήν οὖν, ὡς εἰσίν, οὐδείς τῶν πάντων οἶδεν,
οὕτως μοι νόει τά ἀγαθά ἐκεῖνα
τά ἐν οὐρανοῖς ἀκατάληπτα πᾶσι
καί ἀθέατα· μόνοις γνωστά δέ ταῦτα
καί θεωρητά, οἷς Θεός ἐκκαλύψει
κατά τό μέτρον τῆς ἀξίας ἑκάστου,
μέτρον πίστεως, ἐλπίδος καί ἀγάπης,
μέτρον φυλακῆς τῶν ἐντολῶν Κυρίου.
Μέτρον ἄλλο δέ πνευματικῆς πτωχείας,
μέτρον τέλειον οὐ μικρόν οὐδέ μέγα.
Ταῦτα γάρ μισεῖ ὁ Θεός οὐκ ἀδίκως,
ἀλλά δικαίως, ὡς οὐ δίκαια πάντως· 
τό μέν γάρ μικρόν λείπεται τοῦ δικαίου
ἐν ἀμελείᾳ ἤ καί καταφρονήσει,
μένον ἄχρηστον εὐλόγως καί δικαίως·
τό δέ οὐ  μικρόν, ἀλλά μέγα τυγχάνον
εἰς ἀπόνοιαν φέρει τόν κεκτημένον 
καί πάντας ἄλλους βλάπτει τούτῳ χρωμένους.
Δίκαιον μέτρον ταπεινώσεως ἔστι
τό μήτε πάντῃ αὐτοῦ ἀπογινώσκειν,
μήτε οἴεσθαι εἶναί τινα ἐν κόσμῳ
χείρονα ἑαυτόῦ ἐν πράξεσιν ἀτόποις,
κλαίειν τε ἀεί καί θρηνεῖν διά τοῦτο
καί καταφρονεῖν πάντων τῶν ὁρωμένων.
Τοῦτο γάρ ἐστι τεκμήριον τοῦ πένθους,
τοῦ κατά Θεόν ἐκ ψυχῆς γινομένου.
Εἰ δ’ ἀντέχεταί τινος τῶν ὁρωμένων, 
οὔπω ἑαυτόν ἔγνωκεν ἐν αἰσθήσει,
οὐδέ φόβον ἔλαβεν ἐν τῇ καρδίᾳ
κρίσεως θείας καί πυρός αἰωνίου,
οὐδ’ ἐκτήσατο ταπείνωσιν τελεία,
καί διά τοῦτο ἐκπίπτει καί τῆς θέας
καί τῆς δωρεᾶς τῶν ἀγαθῶν ἐκείνων,
ὧνπερ ὀφθαλμός οὐδείς ἀνθρώπων εἶδεν.
Σπεύσωμεν πάντες ταπείνωσιν εὑρέσθαι,
τήν ἀνώνυμον τῶν ψυχῶν ἡμῶν χάριν,
ἥτις οὐκ ἔχει ὄνομα, τῇ δέ πείρᾳ
ἐνωνύμως γίνεται τοῖς κεκτημένοις.
Πρᾷος ὁ Χριστός, ταπεινός τῇ καρδίᾳ· 
ἔνοικον τοῦτον ὁ κτησάμενος ἔγνω
ὅτι δι’ αὐτοῦ τήν ταπείνωσιν ἔχει,
μᾶλλον δέ αὐτός ἡ ταπείνωσις ἔστι.
Ψυχή ζητοῦσα δόξαν ἐκ τῶν ἀνθρώπων
ταύτην τήν ταπείνωσιν ὅλως οὐκ ἔγνω· 
ὁ δέ οἴησιν κἄν ποσῶς κεκτημένος,
πῶς ἐντός αὐτοῦ τήν ταπείνωσιν ἕξει; 
Οὐδαμῶς ὄντως! Οἴμοι τῷ παναθλίῳ,
τῷ κενοδόξῳ καί κατεπαιρομένῳ
καί μηδέ μίαν ἀρετήν κεκτημένῳ
καί ἀναισθήτως πάσας παρερχομένῳ
τάς ἡμέρας μου ἐν τῷ παρόντι βίῳ! 
Τίς μή κλαύσῃ με, τίς μή σφοδρῶς πενθήσῃ,
ὅτι ἔφυγον κόσμον καί τά ἐν κόσμῳ,
καί τῇ αἰσθήσει κόσμου οὐκ ἐχωρίσθην; 
Τό τῶν μοναχῶν περιβέβλημαι σχῆμα
καί ὡς κοσμικός ἀγαπῶ τά ἐν κόσμῳ,
δόξαν, πλοῦτόν τε καί ἡδονάς καί τέρψεις.
Ἐπί τῶν ὤμων τόν σταυρόν Χριστοῦ φέρω
καί ὑποφέρειν τά τοῦ σταυροῦ ὀνείδη
ὅλως ἀπαναίνομαι, ὅλως οὐ θέλω,
ἀλλά ἐνδόξοις ἐμαυτόν παρενείρω
καί σύν ἐκείνοις τό δοξάζεσθαι θέλω.
Ὤ τῆς συμφορᾶς, ὤ τῆς ἀναισθησίας! 
Διπλῆς ὑπάρχω ἄξιος κατάδίκης· 
πταίσας γάρ πολλά πρότερον ἐν τῷ βίῳ
ἐπηγγειλάμην καλῶς μετανοῆσαι· 
νῦν ἐφάνην δέ παραβάτης ἀγνώμων
πάντων τῶν καλῶν, ὧν μοι Θεός παρέσχε,
καί τῶν συνθηκῶν ἀρνητής ἀπεδείχθην
καί ἀνάξιος πάσης φιλανθρωπίας.
Ἀλλ’ ὦ Θεέ μου, ὦ πανοικτίρμον μόνε,
σπεῦσον, πρόφθασον, ἐπίστρεψόν με πάλιν
πρός μετάνοιαν, πρός δάκρυα, πρός πένθος,
ἵνα λούσωμαι καί καθαρθῶ καί ἴδω
λάμψασαν τρανῶς ἐν ἐμοί τήν σήν δόξαν,
ἥν μοι χάρισαι νῦν καί εἰς τούς αἰῶνας
δοξάζοντί σε φωναῖς ἀκαταπαύστοις,
τόν τῶν εἰώνων Ποιητήν καί Δεσπότην. 



Ἑπόμενο: ΚΕ'. Περί τῆς γενομένης θεωρίας αὐτῷ τοῦ θείου φωτρός, καί ὅπως τό θεῖον φῶς οὐ καταλαμβάνεται ὑπό σκότους· ἐν οἷς καί διά τήν ὑπερβολήν τῶν ἀποκαλύψεων ἐκπληττόμενος μέμνηται τῆς ἀνθρωπίνης ἀσθενείας καί ἑαυτόν κατακρίνει.
Προηγούμενο: ΚΓ'. Περί τῆς ἀκαταλήπτου καί ἀπεριγράπτου Θεόητος ἀκριβής θεολογία· καί ὅτι ἀπερίγραπτος οὖσα ἡ θεία φύσις οὔτε ἐντός οὔτε ἐκτός ἐστι τοῦ παντός, ἀλλά καί ἐντός καί ἐκτός ὡς τῶν ὅλων αἰτία· καί ὅτι μόνον κατά νοῦν τῷ ἀνθρώπῳ ληπτόν ἀλήπτως τό Θεῖον ὡς τοῖς ὀφθαλμοῖς αἱ τοῦ ἡλίου ἀκτῖνες.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος