Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΚΣΤ'. Ὅτι ὁ ἐν ἀγνωσίᾳ Θεοῦ ἔτι ζῶν νεκρός ἐστι μέσον τῶν ζώντων ἐν γνώσει Θεοῦ καί ὅτι τοῖς ἀναξίως τῶν μυστηρίων μεταλαμβάνουσιν ἄληπτον τό θεῖον σῶμα καί αἷμα τοῦ Χριστοῦ γίνεται.
Προηγούμενο: ΚΔ'. Δι’ ὧν ἐξομολογούμενος ἐν τῷ παρόντι γράφει λόγῳ, δείκνυσι τό βάθος τῆς ἑαυτοῦ ταπεινώσεως, καί προϊών διδάσκει αὐτήν τόν εἰς μέτρον ἐλάσαντα τελειότητος καί ἀξιωθέντα τοιούτων ἐν θεωρίᾳ ἀποκαλύψεων, Παῦλον τόν θεῖον κἀν τούτῳ μιμούμενος, ἁμαρτωλόν ἑαυτόν ἀποκαλοῦντα καί ἀνάξιον τοῦ καλεῖσθαι ἀπόστολον.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

ΚΕ'. Περί τῆς γενομένης θεωρίας αὐτῷ τοῦ θείου φωτρός, καί ὅπως τό θεῖον φῶς οὐ καταλαμβάνεται ὑπό σκότους· ἐν οἷς καί διά τήν ὑπερβολήν τῶν ἀποκαλύψεων ἐκπληττόμενος μέμνηται τῆς ἀνθρωπίνης ἀσθενείας καί ἑαυτόν κατακρίνει.

 
Πῶς διαγράψω, Δέσποτα, προσώπου σου τήν θέαν,
πῶς εἴπω τήν ἀνέκφραστον θεωρίαν τοῦ κάλλους; 
Πῶς ὅν ὁ κόσμος οὐ χωρεῖ, γλώσσης φθογγή χωρήσει,
πῶς τις ἐκφράσαι δυνηθῇ τήν σήν φιαλνθρωπίαν; 
Καθήμενος γάρ ἐν φωτί λαμπάδος μοι φαινούσης
καί φωτιζούσης τῆς νυκτός τόν ζόφον καί τό σκότος
ἐδόκουν εἶναι ἐν φωτί προσέχων ἀναγνώσει,
λέξεις τε οἷα ἐρευνῶν καί σκοπῶν τάς συντάξεις.
Ὠς οὖν ὑπῆρχον, Δέσποτα, ἀδολεσχῶν ἐν τούτοις,
αἴφνης ἐφάνης ἄνωθεν πολύ μείζων ἡλίου
καί ἔλαμψας ἐξ οὐρανῶν μέχρις ἐμῆς καρδίας.
Τά δ’ ἄλλα πάντα ὡς βαθύ σκότος εἶναι ἐώρων,
στῦλος δέ μέσον φωτεινός, ὅλον τεμών ἀέρα
διῆκεν ἐκ τῶν οὐρανῶν ἕως ἐμοῦ τοῦ τάλα.
Εὐθύς ἐπελαθόμην δέ φωτός τοῦ λυχνιαίου,
οἰκίας ἠμνημόνησα ὅτι ἐντός ὐπάρχω,
ἐν τῷ δοκεῖν ἀέρι δέ τοῦ σκότους ἐκαθήμην,
πλήν καί τοῦ σώματος αὐτοῦ λήθην ἔσχον εἰς ἅπαν.
Ἐλάλουν σοι καί νῦν λαλῶ ἐκ βάθους μου καρδίας·
Ἐλέησόν με, Δέσποτα, ἐλέησόν με, μόνε,
τόν μηδαμῶς μηδέποτε δουλεύσαντά σοι, Σῶτερ,
ἀλλά σε παροργίζοντα ἐκ νέας ἡλικίας.
Πᾶσαν μετῆλθον σαρκικήν καί ψυχικήν κακίαν
καί ἁμαρτίας ἔπραξα ἀμετρήτους, ἀτόπους,
ὑπέρ ἀνθρώπους ἅπαντας, ὑπέρ ἄλογα πάντα,
ἑρπετά καί θηρία τε πάντα ὑπερνίκησας.
Εἰς ἐμέ οὖν τό ἔλεος χρεία ἐνδείξασθαί σε,
τόν καί ἐξαμαρτήσαντα ὑπέρ πάντας ἀφρόνως.
Μή χρῄζειν γάρ ἐλάλησας σύ αὐτός ἰατρείας
τούς ὑγιαίνοντας, Χριστέ, ἀλλά τούς ἀσθενοῦντας· 
διό ὡς ἀσθενοῦντά με πολλά καί ἀμελοῦντα
οὕτως πολύ τό ἔλεος ἐπίχεέ μοι, Λόγε!
Ἀλλ’ ὤ φωτός γαυρίαμα, ἀλλ’ ὤ πυρός κινήσεις
ἀλλ’ ὤ φλογός περιδρομαί ἐν ἐμοί τῷ ἀθλίῳ
παρά σῆς σῆς καί παρά σοῦ ἐνεργούμεναι δόξης!
Δόξαν δ’ ἐγώ τό Πνεῦμά σου ἐπίσταμαι καί λέγω,
τό Ἅγιον, τό συμφυές καί ὁμότιμον, Λόγε,
ὁμογενές, ὁμόδοξον, ὁμοούσιον, μόνον
τῷ σῷ Πατρί καί σοί, Χριστέ, ὦ Θεέ τῶν ἁπάντων.
Σοί προσκυνῶν εὐχαριστῶ, ὅτι ἠξίωσάς με,
κἄν ποσῶς ἐπιγνῶναί σου θεότητος τό κράτος.
Εὐχαριστῶ, ὅτι αὐτός καθημένῳ ἐν σκότει
ἀπεκαλύφθης μοι, ἔλαμψας, ἰδεῖν ἠξίωσάς με
τό φῶς τό τοῦ προσώπου σου, τό ἄστεκτον τοῖς πᾶσιν.
Ἔμεινα καθεζόμενος ἐν σκότει μέσον, οἶδα,
μέσον δέ τούτου ὄντι μοι κεκαλυμμένῳ σκότει
ἐφάνης φῶς, ἐφώτισας ὅλον ὅλῳ φωτί με
καί γέγονα φῶς ἐν νυκτί, μέσον σκότους τυγχάνων.
Οὔτε τό σκότος τό σόν φῶς κατέλαβεν εἰς ἅπαν, 
οὔτε τό φῶς ἐδίωξε τό ὁρώμενον σκότος,
ἀλλ’ ἀναμίξ, ἀσύγχυτα πάντῃ μεμερισμένα
μακράν ἀλλήλων, ὡς εἰκός, οὐ κεκραμένα ὅλως,
πλήν ἐν ταὐτῷ τά σύμπαντα πληροῦσιν, ὡς νομίζω.
Οὕτως εἰμί ἐν τῷ φωτί, μέσον τυγχάνων σκότους,
οὕτως ἐν σκότει πάλιν δέ μέσον φωτός διάγων,
ἰδού καί μέσον ἐν φωτί, ἰδού καί μέσον σκότους· 
καί λέγω· τίς ἐν σκότει μοι φῶς εὑρεῖν μέσον δώσει,
ὅ οὐ χωρεῖ εἰσδέξασθαι; Πῶς γάρ χωρήσει σκότος
φῶς ἐντός καί μή φεύξεται, ἀλλά μενεῖ ἐν μέσῳ
φωτός τό σκότος; Ὤ φρικτοῦ θαύματος,ὁρωμένου 
διττῶς διττοῖς τοῖς ὀφθαλμοῖς, σώματος καί ψυχῆς τε! 
Ἄκουε ἄρτι· τά φρικτά διττοῦ Θεοῦ σοι λέγω
καί ὡς πρός ἄνθρωπον διττόν ἐμέ γεγενημένα!
Ἀνέλαβε τήν σάρκα μου καί δέδωκέ μοι πνεῦμα,
καί γέγονα κἀγώ Θεός τῇ χάριτι τῇ θείᾳ,
θέσει υἱός πλήν τοῦ Θεοῦ, ὤ ἀξίας, ὤ δόξης!
Ὡς ἄνθρωπος λυπούμενος ἐμαυτόν ταλανίζω
καί τήν ἐμήν ἀσθένειαν κατανοῶ καί στένω,
καί ζῆν ὅλως ἀνάξιος ὑπάρχω, ὡς εὖ οἶδα,
ἐκείνου δέ τῇ χάριτι θαρρῶν, κατανοῶν τε
τό κάλλος, ὅ μοι δέδωκεν, ἐπιτέρπομαι βλέπων.
Ὡς μέν οὖν ἄνθρωπος οἶδα μηδέν ὁρᾶν τῶν θείων,
καί ἀοράτων παντελῶς εἰμί κεχωρισμένος,
τῇ δέ υἱοθεσίᾳ με Θεόν γεγενημένον
καί καθορῶ καί κοινωνός γίνομαι τῶν ἀψαύστων.
Ὡς ἄνθρωπος οὐδέν ἔχων τῶν ὑψηλῶν καί θείων,
ὡς δέ Θεοῦ χρηστότητι νυνί ἐλεημένος
ἔχω Χριστόν, τόν Κύριον, τῶν πάντων εὐεργέτην.
Διό καί πάλιν, Δέσποτα, δεόμενος προσπίπτω· 
μή ἀποτύχω τῶν ἐν σοί ἐλπίδων μου μηδόλως,
διαγωγῆς τε καί τιμῆς, δόξης καί βασιλείας,
ἀλλ’ ὥσπερ νῦν ὁρᾶσθαί μοι κατηξίωσας, Σῶτερ,
οὕτω καί μετά θάνατον παράσχου μοι σε βλέπειν.
Οὐ λέγω πόσον, εὔσπλαγχνε, ἀλλ’ εὐμενῶς, εὐσπλάγχνως
ἱλέῳ σου τῷ ὄμματι, ὡς καί νῦν καθορᾷς με
καί τῆς χαρᾶς σου ἐμπιπλᾷς καί γλυκύτητος θείας.
Ναί, ποιητά καί πλάστα μου, σκέπασόν με χειρί σου,
καί μή ἐγκαταλίπῃς με, ναί, μή μνησικακήσῃς!
Ἀγνωμοσύνην μου πολλήν, Δέσποτα, μή σταθμίσῃς,
ἀλλά ἀξίωσον κἀμέ φωτί σου μέχρι τέλους
καί τῇ ὁδῷ τῶν ἐντολῶν ἀόκνως πορευθῆναι
καί ἐν αὐτῷ σου τῷ φωτί τῶν χειρῶν, πανοικτίρμον,
παραθεῖναι τό πνεῦμά μου, λυτρούμενος ἐχθρῶν με,
σκότους, πυρός, κολάσεων τῶν αἰωνίων, Λόγε!
Ναί, ὁ πολύς ἐν οἰκτιρμοῖς, ἄφατος ἐν ἐλέει,
ἀξίωσον εἰς χεῖράς σου παραδοῦναι ψυχήν μου,
καθώς καί νῦν ἐν τῇ χειρί τῇ σῇ, Σῶτερ, τυγχάνω.
Μή οὖν παρεμποδίσῃ μου τήν ὁδόν ἁμαρτία,
μή περικόψῃ, μή τῆς σῆς ἀποσπάσῃ χειρός με,
ἀλλ’ αἰσχυνθήτω ὁ δεινός ἄρχων καί ψυχοφθόρος
ἐντός παλάμης, Δέσποτα, τῆς σῆς ὄντα με βλέπων,
καθά καί νῦν οὐδέ τολμᾷ πλησίον μου γενέσθαι
ὁρῶν ὑπό τῆς χάριτος τῆς σῆς σκεπόμενόν με!
Μή κατακρίνῃς με, Χριστέ, μή εἰς ᾅδην ἀπώσῃ, 
μή καταγάγῃς εἰς βυθόν θανάτου τήν ψυχήν μου,
ὅτι τολμῶν τό ὄνομα τό σόν κατονομάζειν,
ὁ ῥυπαρός, ὁ μιαρός καί βέβηλος εἰς ἅπαν·  
μή χάνῃ γῆ καί καταπίῃ με, Λόγε, τόν παραβάτην,
τόν μηδέ ζῆν, μηδέ λαλεῖν ὅλως ἄξιον ὄντα.
Μή πῦρ κατέλθῃ ἐπ’ ἐμέ καί ἐκλείξῃ με ἄφνω,
ὡς μή Κύριε ἐλέησον! εἰπεῖν συγχωρηθέντα, 
μή ὁ πολύς ἐν οἰκτιρμοῖς, ὁ φιλάνθρωπος φύσει,
μή εἰσελθεῖν θελήσειας μετ’ ἐμοῦ τοῦ κριθῆναι.
Τί γάρ καί ὅλως φθέγξομαι, ὑπάρχων ἁμαρτία,
τί οὖν καί εἴποιμι ποσῶς, ὁ κατακεκριμένος,
ὁ ἐκ κοιλίας μου μητρός ἀμέτρητά σοι πταίσας
καί μέχρι νῦν ἀναισθητῶν πρός σήν μακροθυμίαν,
ὁ μυριάκις εἰς βυθόν κατενεχθείς τοῦ ᾅδου
κἀκεῖθεν ἀγαθότητι ἀνελκυσθείς σου θείᾳ,
ὁ μέλη καί τάς σάρκας μου ψυχῆς καί σώματός τε
καταρρυπώσας, ὡς οὐδείς ἄλλος τῶν ἐν τῷ βίῳ,
ὁ μανικός τῶν ἡδονῶν ἐραστής ἀναίσχυντος
καί πονηρός καί δόλιος τῇ ψυχικῇ κακίᾳ,
ὁ μίαν σου ὅλως, Χριστέ, ἐντολήν μή φυλάξας; 
Τί σοι ἀπολογήσομαι, τί δέ σε καί προσείπω,
ποίᾳ ψυχῇ βαστάσω σου ἐλέγχους, ὦ Θεέ μου; 
Εἰ ἀνομίας τάς ἐμάς καί τάς πράξεις γυμνώσεις,
ὦ βασιλεῦ ἀθάνατε, μή δείξῃς πᾶσι ταύτας, 
ὅτι φρίττω ἐννοῶν ἔργα νεότητός μου,
τό δέ εἰπεῖν φρίκης μεστόν, ἀνάπλεων αἰσχύνης.
Εἰ γάρ ταῦτα θελήσειας ἐκκαλύψαι τοῖς πᾶσι,
χεῖρον πάσης κολάσεως ἡ ἐντροπή μου ἔσται.
Τίς γάρ τάς ἀσελγείας μου, τίς δέ τάς ἀσωτίας,
τίς τούς βέβηλους ἀσπασμούς, τίς τάς αἰσχράς μου πράξεις,
ἐν αἷς καί νῦν μολύνομαι, ταύτας ἐν νῷ λαμβάνων,
ἰδών οὐκ ἐκπλαγήσεται, ἰδών ὅλως οὐ φρίξει,
ἰδών οὐ κράξει, καί εὐθύς ἀποστραφῇ τάς ὄψεις
καί· Ἆρον, εἴπῃ, Δέσποτα, τόν παμβέβηλον τοῦτον;
Χεῖρας δεθῆναι πρόσταξον καί πόδας τοῦ ἀθλίου
καί ἐμβληθῆναι εἰς τό πῦρ τό ζοφῶδες ἐν τάχει,
μή καθορᾶται παρ’ ἡμῶν τῶν σῶν γνησίων δούλων.
Ὄντως ἀξίως, Δέσποτα, ὄντως δικαίως τοῦτο
κἀκεῖνοι πάντες φθέγξονται καί σύ αὐτός ποιήσεις, 
καί εἰς τό πῦρ βληθήσομαι, ὁ ἄσωτος καί πόρνος.
Ἀλλ’, ὁ ἀσώτους κατελθών καί πόρνους σύ τοῦ σῶσαι,
μή καταισχύνῃς με, Χριστέ, ἐν ἡμέρᾳ τῆς δίκης,
ὅτε τά πρόβατα τά σά ἐκ δεξιῶν σου στήσεις
κἀμέ καί τά ἐρίφια ἐκ τῶν ἀριστερῶν σου,
ἀλλά τό φῶς τό ἄχραντον, τό φῶς τοῦ σοῦ προσώπου
τά ἔργα καλυψάτω μου καί γύμνωσιν ψυχῆς μου
καί στολισάτω με φαιδρῶς, ἵνα ἐν παρρησίᾳ
ἀνεπαισχύντως δεξιοῖς καταλεγῶ προβάτοις
καί σύν αὐτοῖς δοξάσω σε εἰς αἰῶνας αἰώνων.
Ἀμήν.



Ἑπόμενο: ΚΣΤ'. Ὅτι ὁ ἐν ἀγνωσίᾳ Θεοῦ ἔτι ζῶν νεκρός ἐστι μέσον τῶν ζώντων ἐν γνώσει Θεοῦ καί ὅτι τοῖς ἀναξίως τῶν μυστηρίων μεταλαμβάνουσιν ἄληπτον τό θεῖον σῶμα καί αἷμα τοῦ Χριστοῦ γίνεται.
Προηγούμενο: ΚΔ'. Δι’ ὧν ἐξομολογούμενος ἐν τῷ παρόντι γράφει λόγῳ, δείκνυσι τό βάθος τῆς ἑαυτοῦ ταπεινώσεως, καί προϊών διδάσκει αὐτήν τόν εἰς μέτρον ἐλάσαντα τελειότητος καί ἀξιωθέντα τοιούτων ἐν θεωρίᾳ ἀποκαλύψεων, Παῦλον τόν θεῖον κἀν τούτῳ μιμούμενος, ἁμαρτωλόν ἑαυτόν ἀποκαλοῦντα καί ἀνάξιον τοῦ καλεῖσθαι ἀπόστολον.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος