Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΚΖ'. Ὁποῖον δεῖ εἶναι τόν μοναχόν καί τίς ἡ ἐργασία καί τίς ἡ τούτου προκοπή καί ἀνάβασις.
Προηγούμενο: ΚΕ'. Περί τῆς γενομένης θεωρίας αὐτῷ τοῦ θείου φωτρός, καί ὅπως τό θεῖον φῶς οὐ καταλαμβάνεται ὑπό σκότους· ἐν οἷς καί διά τήν ὑπερβολήν τῶν ἀποκαλύψεων ἐκπληττόμενος μέμνηται τῆς ἀνθρωπίνης ἀσθενείας καί ἑαυτόν κατακρίνει.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

ΚΣΤ'. Ὅτι ὁ ἐν ἀγνωσίᾳ Θεοῦ ἔτι ζῶν νεκρός ἐστι μέσον τῶν ζώντων ἐν γνώσει Θεοῦ καί ὅτι τοῖς ἀναξίως τῶν μυστηρίων μεταλαμβάνουσιν ἄληπτον τό θεῖον σῶμα καί αἷμα τοῦ Χριστοῦ γίνεται.

  
Νῦν ἐν τοῖς ζῶσιν ὡς νεκρός, ὦ Δέσποτα, ὑπάρχω 
καί ἐν νεκροῖς ὡς ζῶν εἰμι,  ἄθλιος ὑπέρ πάντας
ἀνθρώπους τούς ἐπί τῆς γῆς, οὕς ἔκτισας, Θεέ μου.
Τό γάρ νεκρόν ὑπάρχειν με ἐν τοῖς κατά σε ζῶσι
τῶν μή κτισθέντων χείρω με ἀποδείκνυσι πάντως,
τό δ’ ἐν νεκροῖς τήν ἄλογον ζωήν ζῆν ὡς τά κτήνη
τῶν μή εἰδότων σε Θεόν ὅμοιον ὄντως πέλει.
Πῶς γάρ οὐκ ἔστιν ὅμοιον, πῶς δέ οὐκ ἔστιν ἶσον; 
Εἰ καί δοκῶ εἰδέναι σε, εἰ καί δοκῶ πιστεύειν,
εἰ καί δοκῶ σε ἀνυμνεῖν καί σέ ἐπικαλεῖσθαι- 
καί γάρ λαλεῖ τό στόμα μου λόγους, οὕς ἐδιδάχθην,
καί ὕμνους ᾄδω καί εὐχάς, ἅς ἐγγράφως οἱ πάλαι
τό Πνεῦμά σου τό Ἅγιον ἐξέθεντο λαβόντες,-
καί λέγων ταῦτα καί δοκῶν μέγα τι πεπραχέναι
ἀναισθητῶ καί ἀγνοῶ, ὅτι ὥσπερ οἱ παῖδες
μανθάνοντες οὐκ ἴσασι τήν δύναμιν τῶν λόγων,
οὕτως κἀγώ ταῖς προσευχαῖς καί ψαλμοῖς τε καί ὕμνοις
ἐγκαρτερῶν καί ἀνυμνῶν σέ τόν εὔσπλαγχνον μόνον,
τῆς σῆς δόξης καί τοῦ φωτός αἴσθησιν οὐ λαμβάνω,
καί ὥσπερ οἱ αἱρετικοί, οἱ πολλά ἐκμαθόντες, 
ἐδόκουν τοῦ εἰδέναι σε, ἐδόκουν σέ γινώσκειν,
ἐδόκουν οἱ πανάθλιοι καί βλέπειν σε, Θεέ μου,
οὕτω κἀγώ πολλάς εὐχάς καί πολλάς ψαλμῳδίας
λαλῶν ἐν μόνῃ γλώσσῃ μου, ἴσως δέ καί καρδίᾳ,
ἐκ τούτων τό τῆς πίστεως ἄκρον ἔχειν νομίζω,
ἐκ τούτων τήν ἐπίγνωσιν πᾶσαν τῆς ἀληθείας
οἴομαι τό καταλαβεῖν καί μηδέν πλέον χρῄζειν· 
ἐκ τούτων κάί τό βλέπειν σε, τό φῶς τοῦ κόσμου, Σῶτερ,
ἐκ τούτων καί κατέχειν σε καί συνεῖναί μοι λέγω
καί συμμετέχειν φύσεως τῆς θείας σου νομίζω,
καί κατ’ ἐμοῦ παραβολάς ἐφευρίσκω καί λόγους
ἀνερευνῶν ἐκ τῆς γραφῆς προβάλλομαι καί λέγω· 
Ὁ Κύριος τούς τρώγοντας εἶπεν αὐτοῦ τήν σάρκα
καί τούς τό αἷμα πίνοντας ἐν αὐτῷ καταμένειν,
ἀλλά καί κατοικεῖν αὐτός ἐν αὐτοῖς ὁ Δεσπότης.
Τοῦτο οὖν λέγων ὡς ληπτόν τόν ἄληπτον κηρύττω,
ἐν τῷ ληπτῷ τοῦ σώματος τόν ἄληπτον ὑπάρχειν,
καί κρατητόν καί ὁρατόν τόν ἀκράτητον πάντῃ.
Καί ἀγνοῶ, ὁ δυστυχής, ὅτι ἐν οἷς ἄν θέλῃς,
τῷ αἰσθητῷ καί κρατητῷ καί ὁρατῷ ὑπάρχεις,
αἰσθητός τε καί κρατητός καί ὁρατός, ὁ κτίστης. 
Ἐν ἀκαθάρτοις δ’ ὡς ἐγώ καί ἀναξίοις μᾶλλον
θεοποιεῖς τό αἰσθητόν σῶμα σοῦ τε καί αἷμα
καί παντελῶς ἀκράτητον, ἄληπτόν τε εἰς ἅπαν
ἀναλλοιώτως ἀλοιοῖς, μᾶλλον δ’ ἐν ἀληθείᾳ
πνευματικόν μεταποιεῖς, ἀόρατον, ὡς πάλαι 
συγκεκλεισμένων τῶν θυρῶν εἰσῆλθες καί ἐξῆλθες
καί ἄφαντος ἐξ ὀφθαλμῶν ἐν τῇ κλάσει τοῦ ἄρτου
ἐγένου σύ τῶν μαθητῶν, οὕτω καί νῦν τόν ἄρτον
ἀποτελεῖς καί σῶμα σου πνευματικόν ἐργάζῃ.
Κἀγώ δοκῶ κατέχειν σε, κἄν θέλῃς, κἄν μή θέλῃς,
καί κοινωνῶν τῆς σῆς σαρκός καί σοῦ μεταλαμβάνειν
νομίζω καί διάκειμαι ὡς ἅγιος, Χριστέ μου,
καί κληρονόμος τοῦ Θεοῦ καί σός συγκληρονόμος
καί ἀδελφός καί μέτοχος δόξης τῆς αἰωνίου.
Ἐκ τούτου τοίνυν δείκνυμαι ἀναισθητῶν εἰς ἅπαν,
ἐκ τούτου πάντως φαίνεται ἀγνοεῖν με, ἅ ψάλλω,
καί ἅ λαλῶ καί ἅ ἀεί μελετῶ τε καί ᾅδω.
Εἰ γάρ ὅλως ἐγίνωσκον, εἶχον πάντως εἰδέναι,
ὅτι ἀτρέπτως ἄνθρωπος ἐγένου, ὁ Θεός μου,
ἵνα τόν προσληφθέντα με ὅλον θεοποιήσῃς,
οὐχί δέ ἵνα ἄνθρωπος σύ παχύτητι μείνῃς
καί κρατηθῇς ἐν τῇ φθορᾷ, ὁ ἀκράτητος πάντῃ,
ὁ ἄφθαρτος καί ἄληπτος φύσει Θεός ὑπάρχων.
Τοῦτο εἰδώς ὡς ἄληπτον τό σῶμά σου τό θεῖον
καί αἷμά σου τό ἅγιον πιστεύων γεγενῆσθαι
καί πῦρ ὄντως ἀπρόσιτον ἐμοί τῷ ἀναξίῳ,
φρίκῃ καί φόβῳ, τρόμῳ τε τούτων ἄν ἐκοινώνουν,
ἐν δάκρυσι καί στεναγμοῖς ἐμαυτόν προκαθαίρων. 
Νῦν δέ ἐν σκότει κάθημαι καί ἀγνοίᾳ, πλανῶμαι,
ἀναισθησίᾳ παντελεῖ κρατούμενος ὁ τάλας.
Ἀλλ’ ὅμως ἱκευτεύω σε, ὅμως ἐκδυσωπῶ σε,
προσπίπτων καί παρακαλῶν καί ζητῶν σου τό ἔλεος· 
Ἐπίβλεψον ὡς πάντοτε καί νῦν, παμβασιλεῦ μου,
δεῖξον τήν εὐσπλαγχνίαν σου, δεῖξον τό συμπαθές σου,
δεῖξον τό ἀμνησίκακον εἰς ἐμέ τόν τελώνην,
μᾶλλον δέ τόν πανάσωτον, τόν ὑπέρ πᾶσαν φύσιν
ἀλόγων τε καί λογικῶν εἰς σέ ἐξαμαρτόντα.
Εἰ γάρ καί πάντα πέπραχα ἄνομα ἐν τῷ βίῳ,
ἀλλά Θεόν σε, ποιητήν ὁμολογῶ τῶν πάντων,
Θεοῦ Υἱόν σε, τοῦ Θεοῦ ὁμοούσιον σέβω,
τόν γεννηθέντα ἐξ αὐτοῦ πρό πάντων τῶν αἰώνων
καί ἐπ’ ἐσχάτων τῶν καιρῶν ἐξ ἁγίας Παρθένου,
τῆς Θεοτόκου Μαριάμ γεννηθέντα ὡς βρέφος
καί γεγονότα ἄνθρωπον, δι’ ἐμέ τε παθόντα
καί σταυρωθέντα καί ταφῇ, Σῶτερ, παραδοθέντα
καί ἀναστάντα ἐκ νεκρῶν μετά τρίτην ἡμέραν
καί ἀνελθόντα ἐν σαρκί, ὅθεν οὐκ ἐχωρίσθης.
Οὕτως οὖν με πιστεύοντα, οὕτως σε προσκυνοῦντα
καί πάλιν σε ἐλπίζοντα ἐλθεῖν καί κρῖναι πάντας
καί ἀποδοῦναι ἑκάστῳ, Χριστέ, τά κατ’ ἀξίαν,
ἡ πίστις ἀντί ἔργων μοι λογισθήτω, Θεέ μου,
καί μή ζητήσῃς ἔργα με ὅλως τά δικαιοῦντα, 
ἀλλά ἡ πίστις μοι αὕτη ἀντί πάντων ἀρκέσει.
Αὕτη ἀπολογήσεται, αὕτη με δικαιώσει,
αὕτη με δείξει κοινωνόν δόξης σου αἰωνίου.
Ὁ γάρ πιστεύων, εἴρηκας, εἰς ἐμέ, ὦ Χριστέ μου,
ζήσεται καί οὐκ ὄψεται θάνατον εἰς αἰῶνας.
Εἰ οὖν ἡ πίστις ἡ εἰς σέ ἀπεγνωσμένους σῴζει,
ἰδού, πιστεύω, σῶσόν με λάμψας φῶς σου τό θεῖον,
καί τήν ἐν σκότει μου ψυχήν καί σκιᾷ τοῦ θανάτου
κατεχομένην, Δέσποτα, ἐπιφανείς φωτίσῃς.
Δός δέ μοι καί κατάνυξιν, πόμα τό ζωηρόν σου,
πόμα πιαῖνόν μου σαρκός καί ψυχῆς τάς αἰσθήσεις,
πόμα εὐφραῖνόν με ἀεί καί ζωήν μοι παρέχον,
οὗ μή στερήσῃς με, Χριστέ, τόν ταπεινόν καί ξένον,
τόν τάς ἐλπίδας ἐπί σέ ἀναθέμενον πάσας. 



Ἑπόμενο: ΚΖ'. Ὁποῖον δεῖ εἶναι τόν μοναχόν καί τίς ἡ ἐργασία καί τίς ἡ τούτου προκοπή καί ἀνάβασις.
Προηγούμενο: ΚΕ'. Περί τῆς γενομένης θεωρίας αὐτῷ τοῦ θείου φωτρός, καί ὅπως τό θεῖον φῶς οὐ καταλαμβάνεται ὑπό σκότους· ἐν οἷς καί διά τήν ὑπερβολήν τῶν ἀποκαλύψεων ἐκπληττόμενος μέμνηται τῆς ἀνθρωπίνης ἀσθενείας καί ἑαυτόν κατακρίνει.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος