Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΚΗ'. Περί νοητῆς ἀποκαλύψεως τῶν ἐνεργειῶν τοῦ θείου φωτός καί ἐργασίας νοερᾶς τε καί θείας τῆς ἐναρέτου ζωῆς.
Προηγούμενο: ΚΣΤ'. Ὅτι ὁ ἐν ἀγνωσίᾳ Θεοῦ ἔτι ζῶν νεκρός ἐστι μέσον τῶν ζώντων ἐν γνώσει Θεοῦ καί ὅτι τοῖς ἀναξίως τῶν μυστηρίων μεταλαμβάνουσιν ἄληπτον τό θεῖον σῶμα καί αἷμα τοῦ Χριστοῦ γίνεται.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

ΚΖ'. Ὁποῖον δεῖ εἶναι τόν μοναχόν καί τίς ἡ ἐργασία καί τίς ἡ τούτου προκοπή καί ἀνάβασις.

 
Ἀπέργασαι παλάτιον τόν τῆς ψυχῆς σου οἶκον, 
εἰς κατοικίαν τῷ Χριστῷ καί βασιλεῖ τῶν ὅλων
δακρύων ταῖς ῥανίσι σου, ὀλολυγμοῖς καί θρήνοις
καί τῶν γονάτων κάμψεσι καί στεναγμῶν τῷ πλήθει,
εἰ ἀληθῶς, ὦ μοναχέ, μονάζων εἶναι θέλεις.
Καί τότε οὐ μονάζων ἦς, τῷ βασιλεῖ συνῆς γάρ
καί ἦς μονάζων καθ’ ἡμᾶς, ὡς ἐξ ἡμῶν ὑπάρχων
καί χωρισθείς κόσμου παντός· τοῦτο μονάζων πάντως.
Τῷ δέ Θεῷ καί βασιλεῖ ἑνωθείς οὐ μονάζων,
ἀλλά ἁγίων γέγονας συναρίθμιος πάντων,
ἀγγέλων ὁμοδίαιτος καί σύνοικος δικαίων
καί πάντων τῶν ἐν οὐρανῷ συγκληρονόμος ὄντως.
Πῶς οὖν μονάζων ὁ ἐκεῖ τό πολίτευμα ἔχων,
ἔνθα ἐστίν ὁμήγυρις μαρτύρων καί ὁσίων,
ἔνθα χορός τῶν προφητῶν καί θείων ἀποστόλων,
ἔνθα ἡ ἀναρίθμητος πληθύς, ἡ τῶν δικαίων,
ἱεραρχῶν, πατριαρχῶν καί τῶν λοιπῶν ἁγίων; 
Ὁ δέ καί ἔχων τόν Χριστόν ἐν ἑαυτῷ οἰκοῦντα, 
πῶς μόνος εἶναι λέγεσθαι δύναται, εἴπατέ μοι; 
Τῷ γάρ Χριστῷ μου σύνεστιν ὁ Πατήρ καί τό Πνεῦμα,
καί πῶς μονάζων, ὁ τρισί ὡς ἑνί συνημμένος; 
Οὐκ ἔστι μόνος ὁ Θεῷ ἑνωθείς, κἄν μονάζῃ,
κἄν ἐν ἐρήμῳ κάθηται, κἄν ἐν σπηλαίῳ ἔστιν· 
εἰ δέ μή τοῦτον εὕρηκεν, εἰ δέ μή τοῦτον ἔγνω,
εἰ δέ μή τοῦτον ἔλαβεν ὅλον τόν σαρκωθέντα
Θεόν Λόγον, οὐ γέγονε μοναχός, οἴμοι, ὅλως.
Ὅθεν καί μόνος ἐστί τοῦ Θεοῦ κεχωρισμένος οὗτος,
ἀλλά καί ὁ καθείς ἡμῶν ἐσμέν κεχωρισμένοι
ἀνθρώπων ἄλλων πάντως γε
καί ὀρφανοί δέ ἅπαντες μεμονωμένοι ὦμεν,
εἰ καί δοκοῦμεν ἕνωσιν τῇ συνοικήσει ἔχειν
καί μετ’ ἀλλήλων μίγνυσθαι τῇ τῶν πολλῶν συνάξει.
Ψυχῇ γάρ καί τῷ σώματι ἐσμέν κεχωρισμένοι, 
ὅπερ καί εἶναι ἀληθές ὁ θάνατος δεικνύει,
ἀποχωρίζων ἕκαστον συγγενῶν τε καί φίλων
καί λήθην πάντων ἐμποιῶν τῶν  νῦν ἀγαπωμένων.
Οὕτω κάι νύξ καί ὕπνος τε καί πράξεις αἱ ἐν βίῳ
τήν ἕνωσιν τήν τῶν πολλῶν ὡς εἰκός διαλύει.
Ὁ δέ ποιήσας οὐρανόν δι’ ἀρετῆς τήν κέλλαν
τήν ἑαυτοῦ, καί ἐν αὐτῇ καθήμενον τόν κτίστην
τοῦ οὐρανοῦ τε καί τῆς γῆς κατανοεῖ καί βλέπει
καί προσκυνεῖ καί σύνεστιν ἀεί φωτί ἀδύτῳ,
φωτί τῷ ἀνεσπέρῳ τε, φωτί τῷ ἀπροσίτῳ,
οὗ οὐδαμῶς χωρίζεται, οὐ μακρύνεται ὅλως,
οὐκ ἐν ἡμέρᾳ ἤ νυκτί, οὐκ ἐν τροφῇ ἤ πόσει,
ἀλλ’ οὐδ’ ἐν ὕπνῳ ἤ ὁδῷ ἤ μεταβάσει τόπου, 
ἀλλ’ ὥσπερ ζῶν οὕτω θανών, μᾶλλον δέ τρανοτέρως
ὅλως ἐκείνῳ σύνεστι τῇ ψυχῇ αἰωνίως.
Πῶς γάρ καί χωρισθήσεται ἡ νύμφη τοῦ νυμφίου,
ἤ ὁ ἀνήρ τῆς γυναικός, ᾗ συνηρμόσθη ἅπαξ; 
Ὁ νομοθέντης, λέγε μοι, τόν νόμον οὐ φυλάξει;
Ὁ εἰρηκώς· Καί ἔσονται οἱ δύο εἰς μίαν σάρκα, 
πῶς οὐ γενήσεται αὐτός σύν αὐτῇ πνεῦμα ὅλως; 
Ἐν τῷ ἀνδρί γάρ ἡ γυνή, ἐν γυναικί ἀνήρ δέ, 
καί ἡ ψυχή ἐν τῷ Θεῷ καί Θεός ἐν ψυχῇ δέ
ἑνοῦται καί γνωρίζεται ἐν τοῖς ἁγίοις πᾶσιν.
Οὕτως ἑνοῦνται τῷ Θεῷ οἱ διά μετανοίας
τάς ἑαυτῶν καθαίροντες ψυχάς ἐν κόσμῳ τῷδε,
καί μοναχοί καθίστανται τῶν ἄλλων ὄντες δίχα,
οἵ νοῦν Χριστοῦ λαμβάνουσιν, ὅπερ καί στόμα ἔστι 
καί γλῶσσα ὄντως ἀψευδής, μεθ’ ἧς προσομιλοῦσι 
Πατρί τῷ παντοκράτορι, μεθ’ ἧς ἀεί βοῶσιν· 
Ὦ πάτερ, ὦ παμβασιλεῦ, ὦ κτίστα τῶν ἁπάντων! 
Τούτων ἡ κέλλα οὐρανός, ἥλιος δέ ἐκεῖνοι,
καί τό φῶς ἐστιν ἐν αὐτοῖς, τό ἄδυτον καί θεῖον,
ὅ καί φωτίζει ἅπαντα ἐρχόμενον ἐν κόσμῳ
ἄνθρωπον καί γενόμενον ἐκ Πνεύματος Ἁγίου.
Νύξ οὖν οὐκ ἔστιν ἐν αὐτοῖς· πῶς εἰπεῖν σοι οὐκ ἔχω,
φρίττω γάρ ταῦτα γράφων σοι καί ἐννοῶν δέ τρέμω,
ἀλλά διδάσκω σε τό πῶς ζῶσι καί ποίῳ τρόπῳ
οἱ τῷ Θεῷ δουλεύοντες κἀκεῖνον ἀντί πάντων
μόνον καί ἀγαπήσαντες, μόνῳ καί ἑνωθέντες
καί γεγονότες μοναχοί ὡς μετά μόνου μόνοι,
εἰ καί ἐν δήμῳ παμπληθεῖ εἰσίν ἀπειλημένοι.
Οὗτοι γάρ ὄντως μοναχοί καί μονάζοντες μόνοι,
γυμνοί καί ἐνθυμήσεων καί λογισμῶν παντοίων,
μόνον ὁρῶντες τόν Θεόν ἐν νοΐ ἀνεννοίῳ,
ἐμπεπηγμένῳ ἐν φωτί, ὥσπερ ἐν τοίχῳ βέλος,
ἤ ὡς ἀστήρ ἐν οὐρανῷ, ἤ πῶς εἰπεῖν οὐκ ἔχω.
Ὅμως ὡς ἄλλον φωτεινόν νυμφῶνα κατοικοῦσι
τάς κέλλας καί ἐν οὐρανῷ νομίζουσι διάγειν
ἤ ἀληθῶς διάγουσι, βλέπε, μή ἀπιστήσῃς!
Οὐ γάρ εἰσίν ἐπί τῆς γῆς, εἰ καί τῇ γῇ  κρατοῦνται,
ἀλλ’ ἐν φωτί διάγουσι τοῦ μέλλοντος αἰῶνος,
ᾧ κατοικοῦσιν ἄγγελοι, ἐφ’ ᾧ περιπατοῦσιν,
ὑφ’ οὗπερ διαρπάζονται ἀρχαί καί ἐξουσίαι,
θρόνοι καί κυριότητες πᾶσαι ἐνδυναμοῦνται.
Εἰ γάρ καί ἐπαναπαύεται Θεός ἐν τοῖς ἁγίοις,
ἀλλ’ ἐν Θεῷ οἱ ἅγιοι ζῶσί τε καί κινοῦνται,
βαδίζοντες ἐν τῷ φωτί ὥσπερ ἐπί ἐδάφους.
Ὤ θαύματος, ὡς ἄγγελοι καί ὡς υἱοί ὑψίστου
ἔσονται μετά θάνατον, θεοί Θεῷ συνόντες,
τῷ φύσει ὄντι οἱ αὐτῷ θέσει ὁμοιωθέντες.
Τούτων νυνί δέ λείπονται μόνῳ, ὅτι κρατοῦνται
τῷ σώματι καί σκέπονται καί καλύπτονται, οἴμοι,
ὡς δέσμιοι ἐν φυλακῇ τόν ἥλιον ὁρῶντες
καί τάς ἀκτῖνας τάς αὐτοῦ δι’ ὀπῆς εἰσιούσας
καί μή δυνάμενοι αὐτόν ὅλον κατανοῆσαι
ἤ κατιδεῖν τῆς φυλακῆς ἔξωθεν γεγονότες,
ἤ παρακύψαντες τρανῶς ἀπιδεῖν εἰς ἀέρα.
Καί τοῦτο ἔστιν, ὅ αὐτούς ἀνιᾷ, ὅτι ὅλον
οὐ καθορῶσι τόν Χριστόν, εἰ καί ὅλον ὁρῶσιν,
οὐδέ δεσμῶν ἰσχύουσι τοῦ σώματος ἐκδῦναι,
εἰ καί παθῶν ἀνείθησαν καί πάσης προσπαθείας,
ἀλλά κρατοῦνται ὑφ’ ἑνός τῶν πολλῶν ἀνεθέντες· 
ὁ γάρ ὑπάρχων ἐν δεσμοῖς πολλοῖς συνδεδεμένος
οὐδέ ἐλπίζει τῶν πολλῶν τήν λύσιν εὑρηκέναι,
ὁ δέ τά πλεῖστα τῶν δεσμῶν δυνηθείς διακόψαι,
κρατούμενος δέ ὑφ’ ἑνός πλέον ἀλγεῖ τῶν ἄλλων,
καί ἐπισπεύδει καί αὐτοῦ ἀεί ζητεῖ τήν λύσιν,
ὅπως ἐλεύθερος φανῇ, ὅπως βαδίζῃ χαίρων,
ὅπως ἀπέλθῃ ἐν σπουδῇ, πρός ὅν τόν πόθον εἶχε,
δι’ ὅν καί τήν ἀπόλυσιν τοῦ δεσμοῦ ἐπεζήτει.
Ἐκεῖνον τοίνυν ἅπαντες ζητήσωμεν, τόν μόνον 
δυνάμενον ἐκ τῶν δεσμῶν ἡμᾶς ἐλευθερῶσαι.
Ἐκεῖνον καί ποθήσωμεν, ἐκεῖνον οὗ τό κάλλος
πᾶσαν ἐκπλήττει ἔννοιαν, πᾶσαν ἐκπλήττει φρένα,
πᾶσαν τιτρώσκει τε ψυχήν καί πτεροῖ πρός ἀγάπην
καί συγκολλᾷ καί συνενοῖ τῷ Θεῷ ἀενάως.
Ναί, ἀδελφοί μου, δράμετε ταῖς πράξεσι πρός τοῦτον,
ναί, φίλοι, διανάστητε, ναί, μή ἀπολειφθῆτε,
ναί, μή λαλεῖτε καθ’ ἡμῶν ἑαυτούς ἀπατῶντες.
Μή λέγετε, ἀδύνατον λαβεῖν τό Θεῖον Πνεῦμα,
μή λέγετε, χωρίς αὐτοῦ δυνατόν τό σωθῆναι,
μή οὖν ἀγνώστως τούτου λέγετέ τινα μετέχειν.
Μή λέγετε, ὅτι Θεός οὐχ ὁρᾶται ἀνθρώποις,
μή λέγετε, οἱ ἄνθρωποι φῶς θεῖον οὐχ ὁρῶσιν,
ἤ ὅτι καί ἀδύνατον ἐν τοῖς παροῦσι χρόνοις.
Οὐδέποτε ἀδύνατον τοῦτο τυγχάνει, φίλοι,
ἀλλά καί λίαν δυνατόν τοῖς θέλουσιν ὑπάρχει,
πλήν ὅσοις βίος κάθαρσιν τήν τῶν παθῶν παρέσχε
καί καθαρόν εἰργάσατο τῆς διανοίας ὄμμα· 
τοῖς δ’ ἄλλοις ὄντως τύφλωσις, ἁμαρτημάτων ῥύπος,
ὅ καί ἐνταῦθα καί ἐκεῖ θείου φωτός στερήσει
καί, μή πλανᾶσθε, τῷ πυρί καί σκότει παραπέμψει.
Ἴδετε, φίλοι, ποταπός ὡραῖος ὁ Δεσπότης!
Ναί, μή καμμύσητε τόν νοῦν πρός τήν γῆν ἀφορῶντες,
ναί, μή φροντίσι τῶν ἐν γῇ πραγμάτων καί χρημάτων,
ἐπιθυμίᾳ δόξης τε κρατηθῆτε καί τοῦτον
ἐγκαταλείψετε, τό φῶς ζωῆς τῆς αἰωνίου!
Ναί, φίλοι, δεῦτε μετ’ ἐμοῦ, συνεπάρθητε δή μοι,
οὐ σώματι, ἀλλά νοΐ καί ψυχῇ καί καρδίᾳ, 
ἐν ταπεινώσει κράζοντες πρός τόν καλόν Δεσπότην, 
τόν φιλοικτίρμονα Θεόν, τόν φιλάνθρωπον μόνον. 
Καί πάντως εἰσακούσεται καί πάντως ἐλεήσει
καί πάντως ἀποκαλυφθῇ καί πάντως ἐμφανίσει
καί φῶς ἡμῖν τό ἑαυτόῦ φαιδρόν καθυποδείξει.
Τί κατοκνεῖτε ταπεινοί, τί καταρρᾳθυμεῖτε,
τί προτιμᾶσθε ἄνεσιν τοῦ σώματος καί δόξαν,
τίν ἄτιμον καί ἄδοξον, τήν κενήν καί ματαίαν; 
Τί λέγετε ἀμέριμνον τόν ἐνάρετον βίον;  
Οὐκ ἔστιν οὕτως, ἀδελφοί, οὐκ ἔστι, μή πλανᾶσθε,
ἀλλ’ ὡς οἱ βίον ἔχοντες καί γυναῖκα καί τέκνα
καί πλούτου ἐφιέμενοι καί δόξης τῆς προσκαίρου
σπουδάζουσι καί τρέχουσι τό δοκοῦν ἐκπληρῶσαι, 
οὕτω καί πᾶς μετανοῶν καί πᾶς Θεῷ δουλεύων
ὀφείλει σπεύδειν καί ἀεί ἐμμέριμνος ὑπάρχειν,
ὅπως εὐπρόσδεκτος αὐτοῦ ἡ μετάνοια ἔσται
καί ἡ δουλεία γένηται εὐάρεστος τελεία,
καί τότε ὅλως τῷ Θεῷ οἰκειωθείς ἐκ τούτων
ὅλος ἑνοῦται καί αὐτόν κατά πρόσωπον βλέπει
καί παρρησίαν πρός αὐτόν ἀναλόγως λαμβάνει,
καθ’ ὅσον σπεύδει τό αὐτοῦ θέλημα ἐκπληρῶσαι,
ὅπερ ἀξιωθείημεν καί ἡμεῖς τοῦ ποιῆσαι
καί τοῦ ἐλέους μετασχεῖν μετά πάντων ἁγίων,
νῦν μέν καθ’ ὅσον ἐφικτόν ἐν τῷ αἰῶνι τούτῳ,
ἐκεῖ δέ ὅλον τόν Χριστόν, ὅλον τό Θεῖον Πνεῦμα,
ἐν τῷ Πατρί ληψόμεθα εἰς αἰῶνας αἰώνων·
ἀμήν.



Ἑπόμενο: ΚΗ'. Περί νοητῆς ἀποκαλύψεως τῶν ἐνεργειῶν τοῦ θείου φωτός καί ἐργασίας νοερᾶς τε καί θείας τῆς ἐναρέτου ζωῆς.
Προηγούμενο: ΚΣΤ'. Ὅτι ὁ ἐν ἀγνωσίᾳ Θεοῦ ἔτι ζῶν νεκρός ἐστι μέσον τῶν ζώντων ἐν γνώσει Θεοῦ καί ὅτι τοῖς ἀναξίως τῶν μυστηρίων μεταλαμβάνουσιν ἄληπτον τό θεῖον σῶμα καί αἷμα τοῦ Χριστοῦ γίνεται.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος