Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΚΘ'. Ὅτι μόνοις ἐκείνοις καταφανῆ τά τῶν θείων πραγμάτων, οἷς διά τῆς μετουσίας τοῦ Ἁγίου Πνεύματος ὅλοις ὅλος ἡνώθη Θεός.
Προηγούμενο: ΚΖ'. Ὁποῖον δεῖ εἶναι τόν μοναχόν καί τίς ἡ ἐργασία καί τίς ἡ τούτου προκοπή καί ἀνάβασις.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

ΚΗ'. Περί νοητῆς ἀποκαλύψεως τῶν ἐνεργειῶν τοῦ θείου φωτός καί ἐργασίας νοερᾶς τε καί θείας τῆς ἐναρέτου ζωῆς.

 
Ἐάσατε τῇ κέλλῃ με μόνον ἐγκεκλεισμένον,
ἄφετέ με μετά Θεοῦ τοῦ μόνου φιλανθρώπου,
ἀπόστητε, μακρύνατε, ἐάσατέ με μόνον
ἀποθανεῖν ἐνώπιον Θεοῦ τοῦ πλάσαντός με.
Μηδείς τῇ θύρᾳ κρούσειε, μηδείς φωνήν ἀφήσῃ,
μηδείς ἐπισκέψατω με τῶν συγγενῶν ἤ φίλων,
μηδείς μου τήν διάνοιαν ἑλκύσας ἀποσπάσῃ 
τῆς θεωρίας τοῦ καλοῦ καί ὡραίου Δεσπότου,
μηδείς μοι βρῶμα δώσειε, μή πόμα μοι κομίσῃ.
Ἀρκέσει γάρ μοι τό θανεῖν ἔμπροσθεν τοῦ Θεοῦ  μου,
Θεοῦ τοῦ ἐλεήμονος, Θεοῦ τοῦ φιλανθρώπου,
τοῦ κατελθόντος ἐπί γῆς ἁμαρτωλούς καλέσαι
καί σύν αὐτῷ εἰς τήν ζωήν εἰσαγαγεῖν τήν θείαν.
Οὐ θέλω ἔτι κατιδεῖν τό φῶς τοῦ κόσμου τούτου,
οὐδέ αὐτόν τόν ἥλιον, οὐδέ τά ἐν τῷ κόσμῳ· 
βλέπω γάρ τόν Δεσπότην μου, βλέπω τόν Βασιλέα,
βλέπω τόν ὄντως ὄντα φῶς καί παντός φωτός κτίστην,
βλέπω πηγήν παντός καλοῦ, βλέπω αἰτίαν πάντων,
βλέπω ἀρχήν τήν ἄναρχον, ἐξ ἧς παρήχθη πάντα,
δι’ ἧς ζωοῦνται καί τροφῆς ἅπαντα ἐμπιπλῶνται.
Τούτου γάρ τῷ βουλήματι γίνονται καί ὁρῶνται
καί τούτου τῷ θελήματι ἐκλείπουσι τά πάντα.
Πῶς οὖν αὐτόν καταλιπών ἐξέλθω μου τῆς κέλλης;
Ἄφετέ με, θρηνήσομαι καί κλαύσομαι ἡμέρας
καί νύκτας, ἅς ἀπώλεσα ὁρῶν τό φῶς τοῦ κόσμου,
τό αἰσθητόν καί σκοτεινόν, ὅ ψυχήν οὐ φωτίζει,
οὗ καί τυφλοί τούς ὀφθαλμούς δίχα ἐν κόσμῳ ζῶσι
καί μεταστάντες ἔσονται τῶν νῦν βλεπόντων ἴσοι·
ἐν ᾧ κἀγώ πλανώμενος ὅλος ἐνευφραινόμην,
ὅλως δέ εἶναι ἕτερον φῶς οὐκ ἐλογιζόμην,
ὅ καί ζωή, ὡς εἴρηται, ὑπάρχει καί αἰτία
τοῦ εἶναι, ὅ τι καί ἐστίν ἤ γνήσεται ὅλως,
καί ἤμην ὥσπερ ἄθεος ἀγνοῶν τόν Θεόν μου.
Νυνί δέ, ὡς ηὐδόκησεν ἄρρήτῳ εὐσπλαγχνίᾳ 
ὀφθῆναι τῷ ἀθλίῳ μοι καί ἀποκαλυφθῆναι,
εἶδον καί ἔγνων ἀληθῶς Θεόν τῶν πάντων εἶναι,
Θεόν, ὅν οὐδείς τῶν ἐν τῷ κόσμῳ εἶδεν ἀνθρώπων.
Ἔξω τοῦ κόσμου γάρ ἐστιν, ἔξω φωτός καί σκότους,
ἔξω ἀέρος καί νοός καί αἰσθήσεως πάσης· 
διό οὖν ὑπό τήν αἴσθησιν κατιδών ἐγενόμην.
Οἱ οὖν ὑπό τήν αἴσθησιν ὄντες ἐάσατέ με
μή κέλλαν μόνον κλεῖσαί τε καί ἔνδοθεν καθίσαι,
ἀλλά καί λάκκον ὑπό γῆν ὀρύξαντα κρυβῆναι·
κἀκεί διάγων ἔσομαι ἔξω παντός τοῦ κόσμου,
καί βλέπων τόν ἀθάνατον Δεσπότην μου καί Κτίστην
πόθῳ θανεῖν αἱρήσομαι, εἰδώς ὡς οὐ θανοῦμαι.
Τί οὖν μοι προσεγένετο ὄφελος ἐκ τοῦ κόσμου,
τί δέ καί νῦν κερδαίνουσιν οἱ ὄντες ἐν τῷ κόσμῳ; 
Ὄντως οὐδέν, ἀλλά γυμνοί ἐνοικήσουσι τάφοις
καί ἀναστήσονται γυμνοί καί κριθήσονται πάντες,
ὅτι ζωήν τήν ἀληθῆ, ὅτι τό φῶς τοῦ κόσμου,
Χριστόν λέγω, ἐάσαντες ἠγάπησαν τό σκότος
καί ἐν αὐτῷ περιπατεῖν ᾑρετίσαντο πάντες, 
οἱ μή τό φῶς δεξάμενοι τό λάμψαν ἐν τῷ κόσμῳ,
ὅπερ ὁ κόσμος οὐ χωρεῖ οὐδέ ἰδεῖν ἰσχύει.
Διό ἐγκαταλείψατε καί ἄφετέ με μόνον,
παρακαλῶ, τοῦ κλαύσασθαι καί ἐκζητῆσαι τοῦτον,
πλουσίως τοῦ δοθῆναί μοι καί ἀφθόνως ὀφθῆναι.
Οὐ μόνον καθορᾶται γάρ, οὐ μόνον θεωρεῖται,
ἀλλά καί μεταδίδοται καί κατοικεῖ καί μένει
καί ἔστιν, ὥσπερ θησαυρός ἐν κόλπῳ κεκρυμμένος,
ὅν ὁ βαστάζων ἥδεται καί βλέπων τοῦτον χαίρει,
δοκεῖ καί πάντας καθορᾶν αὐτόν ἐγκεκρυμμένον.
Ἀλλ’ οὐχ ὁρᾶται ἅπασιν, οὐ ψηλαφᾶται ὅλως,
οὐ κλέπτης τοῦτον δύνασαι συλῆσαι, οὐ λῃστής τε
ἁρπάσαι, εἰ καί κτείνειε τόν βαστάζοντα τοῦτον· 
ἄν ἀφελέσθαι βουληθῇ, εἰς μάτην κοπιάσει
ἀνερευνῶν μαρσίππιον, ἀνερευνῶν χιτῶνας,
τήν ζώνην λύων ἀσφαλῶς ἀναζητῶν ἐκεῖνον,
κἄν τήν κοιλίαν τέμνειε, κἄν σπλάγχνα ψηλαφήσῃ,
εὑρεῖν ἐκεῖνον ἤ λαβεῖν ὅλως οὐκ ἐξισχύσει.
Ἔστι καί γάρ ἀόρατος, ἀκράτητος χερσί γε
καί ἀψηλάφητος ὁμοῦ, ψηλαφώμενος ὅλως· 
κρατεῖται δ’ ὅμως ἐν χερσί καί τότε τῶν ἀξίων,
τῶν δ’ ἀναξίων ἄπαγε, κεῖται καί ἐν παλάμῃ,
τό τί, ὤ θαῦμα, τό οὐ τί, ὄνομα γάρ οὐκ ἔχει.
Ἐκπλαγείς οὖν καί κατασχεῖν αὐτό ἐπιθυμήσας,
σφίγξας τήν χεῖρα ἔδοξα κρατῆσαί τε καί ἔχειν,
ἀλλά διέδρα μηδαμῶς κατασχεθέν χειρί μου, 
καί λυπηθείς ἀνέῳξα τήν πυγμήν τῆς χειρός μου
καί εἶδον πάλιν ἐν αὐτῇ, ὅπερ πρῴην ἑώρων· 
ὤ θαῦμα ἀνεκλάλητον, ὤ μυστηρίου ξένου!
Τί μάτην ταραττόμεθα, τί πλανώμεθα πάντες,
τί πρός τό φῶς κεχήναμεν, τό ἀναίσθητον τοῦτο,
οἱ ἐν αἰσθήσει νοερῷ τετιμημένοι λόγῳ; 
Τί πρός τάς ὕλας βλέπομεν, τάς φθειρομένας ταύτας,
ἄϋλον ἔχοντες ψυχήν καί ἀθάνατον ὅλην; 
Τί δέ ταῦτα θαυμάζομεν ὅλως ἀναισθητοῦντες
καί προτιμῶμεν ὡς τυφλοί τό βαρύ τοῦ σιδήρου 
καί μάζης τούτου μέγεθος ὑπέρ μικρόν χρυσίον,
ἤ μαργαρίτην τίμιον ὡς ἀτίμητον χρῆμα,
καί οὐ ζητοῦμεν τόν μικρόν τοῦ σινάπεως κόκκον,
ὅ τιμιώτερόν ἐστι πάντων τῶν ὁρωμένων, 
μεῖζον τῶν ἀοράτων τε πραγμάτων καί κτισμάτων; 
Τί οὐ διδοῦμεν ἅπαντα καί λαμβάνομεν τοῦτον,
τί δέ καί ζῆν βουλόμεθα μή κεκτημένοι τοῦτον; 
Κρεῖσσον θανεῖν, πιστεύσατε, πολλάκις, εἰς οἷόν τε, 
καί μόνον τοῦτον κτήσασθαι, τόν μικρόν λέγω κόκκον.
Οὐαί γάρ τοῖς μή ἔχουσιν αὐτόν πεφυτευμένον
ἐν κόλπῳ τῆς ψυχῆς αὐτῶν, λιμώξουσι σφοδρῶς γάρ.
Οὐαί τοῖς μή βλαστήσαντα αὐτόν θεασαμένοις,
ὅτι γυμνοί τε στήσονται ὡς δένδρα φύλλων δίχα.
Οὐαί τοῖς μή πιστεύουσι τῷ λόγῳ τοῦ Κυρίου,
ὡς τοῦτον δένδρον γίνεσθαι καί κλάδους ἀποπέμπειν,
καί ἐκζητοῦσιν ἐν σπουδῇ καί νοός τῇ τηρήσει
τήν καθ’ ἡμέραν αὔξησιν τοῦ μικροῦ τούτου κόκκου,
ὅτι ζημιωθήσονται τούτου τήν ἐργασίαν,
ὡς δοῦλος ὁ τό τάλαντον κατορύξας ἀφρόνως· 
ὧν εἷς ὑπάρχω δή κἀγώ, ἀμελῶν ἀσυγχύτως· 
ὦ φῶς τό τρισυπόστατον, Πάτερ, Υἱέ καί Πνεῦμα,
ὦ τῆς ἀρχῆς ἡ ἄναρχος ἀρχή καί ἐξουσία,
ὦ φῶς  ἀκατονόμαστον ὡς ἀνώνυμον πάντῃ,
ὦ αὖθις πολυώνυμον ὡς ἐνεργοῦν τά πάντα,
ὦ δόξα μία καί ἀρχή, κράτος καί βασιλεία,
ὦ φῶς ὡς ἕν καί θέλημα, γνώμη, βουλή, ἰσχύς τε,
ἐλέησον, οἰκτείρησον ἐμέ τόν τεθλιμμένον!
Πῶς γάρ ἵνα μή θλίβωμαι, πῶς ἵνα μή λυπῶμαι, 
τοσαύτης σου χρηστότητος, ἐλέους σου τοσούτου
καταφρονῶν καί ῥᾳθυμῶν, ὁ ἀγνώμων καί τάλας
καί χαύνως πορευόμενος ὁδῷ τῶν ἐντολῶν σου; 
Ἀλλά καί νῦν σπλαγχνίσθητι καί νῦν ἐλέησόν με
καί θέρμην τῆς καρδίας μου ἐξάναψον, Χριστέ μου,
ἥν ἔσβεσεν ἡ ἄνεσις σαρκός μου τῆς ἀθλίας,
ὕπνος καί κόρος τῆς γαστρός καί οἴνου πολλοῦ πόσις.
Ταῦτα καί φλόγα ἔσβεσαν εἰς ἅπαν τῆς ψυχῆς μου
καί τήν πηγήν ἐξήραναν, τήν βρύσιν τῶν δακρύων· 
καί γάρ ἡ θέρμη πῦρ γεννᾷ, τό δέ πῦρ αὖθις θέρμην,
καί ἐξ ἀμφοῖν ἀνάπτεται φλόξ, πηγή τῶν δακρύων.
Ἡ φλόξ βλαστάνει νάματα, τά νάματα δέ φλόγα· 
ἐν οἷς ἀδολεσχία με ἀνήγαγε τῶν θείων,
μελέτη σου τῶν ἐντολῶν αὖθις καί προσταγμάτων,
ἡ τήρησις μετάνοιαν ὡς συνεργόν λαβοῦσα,
καί ἔστησαν ἐν μέσῳ με τῶν ὄντων καί μελλόντων,
ὅθεν ἐκ τῶν ὁρωμένων τε γεγονώς αἴφνης ἔξω
εἰς φόβον περιέπεσον βλέπων, ὅθεν ἐρρύσθην.
Τά μέλλοντα μακρόθεν δέ ὄντα πάντως ἑώρων,
κἀκεινά μοι καταλαβεῖν ποθοῦντι πῦρ ἀνήφθη
τοῦ πόθου, καί κατά μικρόν φλόξ ἀρρήτως ὡράθη
- ἐν τῷ νοΐ μου πρότερον, ὕστερα δ’ ἐν καρδίᾳ - 
καί ἔβλυζε τά δάκρυα ἡ φλόξ τοῦ θείου πόθου
καί ἄφθεγκτον τόν γλυκασμόν σύν αὐτοῖς μοι παρεῖχεν. 
Θαρρήσας οὖν ἐν ἐμαυτῷ, ὡς οὐ σβέννυται ὅλως,
καλῶς καί γάρ ἐκκαίεται, εἶπον, καί ῥᾳθυμήσας 
ὕπνῳ καί κόρῳ τῆς γαστρός ἐδουλώθην ἀφρόνως, 
ὑποχαλάσας οἴνῳ τε πλειόνως ἐχρησάμην· 
οὐ μεθυσθείς, πλήν κορεσθείς, καί εὐθύς ἀπεσβέσθη
τό θαῦμα τοῦτο τό φρικτόν, ὁ ἐγκάρδιος πόθος,
ἡ φλόξ ἡ μέχρις οὐρανοῦ φθάνουσα καί ἐντός μου
ἐκκαιομένη μέν σφοδρῶς, οὐ κατακαίουσα δέ
τήν ἐν τοῖς σπλάγχνοις οὖσάν μου οὐσίαν τήν χορτώδη, 
ἀλλ’ ὅλην, ὤ τοῦ θαύματος, εἰς φλόγα μετεποίει,
καί χόρτος ψαύων τοῦ πυρός οὐκ ἐκαίετο ὅλως,
μᾶλλον δέ πῦρ ἐν ἑαυτῷ περιλαμβάνον χόρτον
ἡνοῦτο καί ἀνάλωτον αὐτόν ὅλον ἐτήρει.
Ὤ θείου δύναμις πυρός, ὤ ἐνεργείας ξένης! 
Ὁ λύων πέτρας καί βουνούς ἀπό μόνου τοῦ φόβου
καί ἀπό τοῦ προσώπου σου, ὤ Χριστέ, ὁ Θεός μου,
πῶς χόρτῳ ἀναμίγνυσαι θείᾳ ὅλως οὐσίᾳ
φωτί ὅλως ἀστέκτῳ τε ὁ ἐνοικῶν Θεός μου; 
Πῶς μένων ἀναλλοίωτος, ἀπρόσιτος εἰς ἅπαν
φυλάττεις ἀκατάφλεκτον τοῦ χόρτου τήν οὐσίαν,
καί ἀναλλοίωτον τηρῶν ἀλλοιοῖς ὅλον τοῦτον,
καί μένων χόρτος ἔστι φῶς, οὐχί τό φῶς δέ χόρτος,
ἀλλά τῷ χόρτῳ σύ τό φῶς ἀσυγχύτως ἑνοῦσαι,
καί χόρτος γίνεται ὡς φῶς μεταβληθείς ἀτρέπτως; 
Οὐ φέρω σου τά θαύματα τῇ σιωπῇ καλύπτειν, 
οὐ δύναμαι τοῦ μή λαλεῖν τήν σήν οἰκονομίαν,
ἥν μετ’ ἐμοῦ ἐποίησας, τοῦ ἀσώτου καί πόρνου· 
καί τῆς φιλανθρωπίας σου τόν ἀκένωτον πλοῦτον
μή διηγεῖσθαι ἅπασιν οὐ στέγω, λυτρωτά μου! 
Βούλομαι γάρ τόν σύμπαντα κόσμον λαβεῖν ἐκ τούτου
καί μή κενόν τούτου τινά ὅλως καταλειφθῆναι, 
πλήν πρῶτον, ὦ παμβασιλεῦ, ἐν ἐμοί πάλιν λάμψον,
ἐνοίκησον καί φώτισον τήν ταπεινήν ψυχήν μου,
δεῖξον θεότητος τῆς σῆς τρανῶς τό πρόσωπόν μοι
καί ἀοράτως ὅλος μοι φάνηθι, ὤ Θεέ μου!
Οὐδ’ ὅλως γάρ ὁρᾶσαί μοι, ὅλος δέ φαίνεσαί μοι·
ἄληπτος ὤν ὅλος ληπτός θέλεις καί γίνεσαί μοι,
ἀχώρητος ὤν τῷ παντί μικρόν οὖν ὄντως γίνῃ,
καί ἐν χερσί μου οἱονεί καί ἐν τοῖς χείλεσί μου
ὥσπερ μαζός φωτοειδής καί γλυκασμός ὁρᾶσαι, 
ἀστράπτων καί στρεφόμενος, ὤ μυστηρίου ξένου!
Δός μοι σαυτόν οὕτω καί νῦν, ὅπως ἐμφορηθῶ σου,
ὅπως καταφιλήσω σου καί κατασπάσομαί σου
τήν δόξαν τήν ἀπόρρητον, τό φῶς τοῦ σοῦ προσώπου,
καί ἐμπλησθῶ καί μεταδῶ τότε τοῖς ἄλλοις πᾶσι
καί μεταστάς ἔλθω πρός σέ, ὅλος δεδοξασμένος,
ἐκ τοῦ φωτός σου φῶς κἀγώ γεγονώς παραστῶ σοι
καί τότε τούτων τῶν πολλῶν κακῶν ἀμεριμνήσω,
φόβου ἀπαλλαγήσομαι τοῦ μή πάλιν τραπῆναι.
Ναί, τοῦτο δός μοι, Δέσποτα, ναί, τοῦτο χάρισαί μοι,
ὁ τἆλλα πάντα δωρεάν δούς μοι τῷ ἀναξίῳ.
Τούτου γάρ χρεία μάλιστα, τοῦτο τό πᾶν καί ἔστιν· 
εἰ γάρ καί νῦν ὁρᾶσαί μοι, εἰ γάρ καί νῦν σπλαγχνίζῃ,
εἰ γάρ καί νῦν φωτίζεις με καί μυστικῶς διδάσκεις
καί σκέπεις καί φυλάττεις με τῇ κραταιᾷ χειρί σου
καί συμπαρῇς καί δαίμονας τρέπεις καί ἀφανίζεις
καί πάντα ὑποτάσσεις μοι καί πάντα μοι παρέχεις
καί ἐμπιπλᾷς τῶν ἀγαθῶν ἁπάντων, ὦ Θεέ μου,
ἀλλά οὐδέν μοι ὄφελος τούτων, εἰ μή μοι δώσεις
ἀνεπαισχύντως παρελθεῖν τοῦ θανάτου τάς πύλας.
Εἰ μή ὁ ἄρχων ἔλθοιε τοῦ σκότους καί τήν δόξαν 
ἴδοι συνοῦσάν μοι τήν σήν καί αἰσχυνθῇ εἰς ἅπαν,
ὁ σκοτεινός καταφλεχθείς ἀπροσίτῳ φωτί σου, 
καί αἱ δυνάμεις ἅπασαι σύν αὐτῷ ἐναντίαι
τραπήσονται σημείωσιν σφραγῖδος σῆς ἰδοῦσαι,
κἀγώ δέ διελεύσομαι θαρρῶν τῇ χάριτί σου,
ἀτρέμας ὅλος, καί πρός σέ ἐγγίσω καί προσπέσω,
τί μοι τῶν νῦν τό ὄφελος ἐν ἐμοί γινομένων; 
Ὄντως οὐδέν, ἀλλά τό πῦρ ἀναψουσί μοι πλέον.
Ὁ γάρ ἐλπίζων ἀγαθῶν καί αἰωνίου δόξης
ἐν μετοχῇ ὑπάρχειν με καί δοῦλόν σου καί φίλον,
εἰ στερηθῶ πάντων ὁμοῦ καί σοῦ αὐτοῦ, Χριστέ μου,
πῶς οὐχί χείρων ἔσται μοι τῶνἀπίστων ἡ θλῖψις,
τῶν μή ἐπεγνωκότων σε, τῶν μή τό φῶς σου λάμψαν
ἰδόντων καί γλυκύτητος τῆς σῆς ἐμφορηθέντων;
Εἰ δέ τυχεῖν μοι γένηται τῶν ἀρραβώνων τούτων 
τά τέλη καί τά ἔπαθλα ἀπολήψεσθαι, Σῶτερ,
ἅ ἐπηγγείλω τοῖς εἰς σέ, Χριστέ, πεπιστευκόσι,
τότε κἀγώ μακάριος ἔσομαι καί αἰνέσω
σέ, τόν Πατέρα καί Υἱόν καί τό Ἅγιον Πνεῦμα,
Θεόν τόν ἕνα ἀληθῶς εἰς αἰῶνας αἰώνων,
ἀμήν.



Ἑπόμενο: ΚΘ'. Ὅτι μόνοις ἐκείνοις καταφανῆ τά τῶν θείων πραγμάτων, οἷς διά τῆς μετουσίας τοῦ Ἁγίου Πνεύματος ὅλοις ὅλος ἡνώθη Θεός.
Προηγούμενο: ΚΖ'. Ὁποῖον δεῖ εἶναι τόν μοναχόν καί τίς ἡ ἐργασία καί τίς ἡ τούτου προκοπή καί ἀνάβασις.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος