Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΑ'. Περί θεολογίας καί ὅτι ἀνεξερεύνητος ἡ θεία φύσις καί πάντῃ τοῖς ἀνθρώποις ἀκατανόητος.
Προηγούμενο: ΚΘ'. Ὅτι μόνοις ἐκείνοις καταφανῆ τά τῶν θείων πραγμάτων, οἷς διά τῆς μετουσίας τοῦ Ἁγίου Πνεύματος ὅλοις ὅλος ἡνώθη Θεός.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

Λ'. Πρός ἕνα τῶν μαθητῶν, ὅτι ταῖς καθαρθείσαις ψυχαῖς διά δακρύων καί μετανοίας προσψαῦσαν τό θεῖον τοῦ Πνεύματος πῦρ δράσσεται αὐτῶν καί πλεον καθαίρει, φωτίζον τά ὑπό τῆς ἁμαρτίας ἐσκοτισμένα μέρη αὐτῶν καί τά τραύματα ἐξιώμενον εἰς τελεῖαν φέρει συνούλωσιν, ὡς τῷ θείῳ κάλλει ὑπεραστράπτειν αὐτάς.

  
Ἔστι πῦρ τό θεῖον ὄντως,
ὅπερ εἶπεν ὁ Δεσπότης,
ὅτι ἦλθεν ἵνα βάλῃ
ἐπί ποίαν γῆν, εἰπέ μοι· 
ἐπί τούς ἀνθρώπους πάντως, 
τούς τά γήϊνα φρονοῦντας,
ὅπερ ἤθελε καί θέλει
τοῦ ἀνάπτεσθαι ἐν πᾶσιν.
Ἄκουσον καί γνῶθι, τέκνον,
θείων μυστηρίων θάθος!  
Τό οὖν πῦρ τοῦτο τό θεῖον
ποταπόν εἶναι λογίζῃ; 
Ἆρα ὁρατόν ἤ κτιστόν 
ἤ ληπτόν ὑπολαμβάνεις; 
Οὐμενοῦν καί γάρ ὑπάρχεις
ἐν μυήσει τοῦ τοιούτου 
καί ἐπίστασαι βεβαίως
ἄληπτον αὐτό ὑπάρχειν, 
ἄκτιστον, ἀόρατόν γε,
ἄναρχόν τε καί ἄϋλον,
ἀναλλοίωτον εἰς ἅπαν,
ἀπερίγραπτον ὡσαύτως,
ἄσβεστον, ἀθάνατον, 
ἀπερίληπτον πάντῃ,
ἔξω πάντων τῶν κτισμάτων, 
τῶν ἐνύλων καί ἀΰλων,
ὁρατῶν καί ἀοράτων,
ἀσωμάτων καί ἐνσάρκων,
ἐπιγείων, οὐρανίων· 
τούτων πάντων ἔστιν ἔξω 
κατά φύσιν, κατ’ οὐσίαν,
ναί δή, καί κατ’ ἐξουσίαν.
Τοῦτο οὖν ἐν ποίᾳ ὕλῃ
ἐμβληθήσεται, εἰπέ μοι; 
Ἐν ψυχαῖς ἐχούσαις ἄρα
ἔλεον δαψιλεστάτως
καί πρό τούτου καί σύν τούτῳ
πίστιν, ἔργα τε τήν πίστιν 
βεβαιοῦντα κεκτημέναις
ταύταις, ὡσεί λύχνῳ πλήρει
καί ἐλαίου καί στυπείου
πῦρ ἐμβάλλει ὁ Δεσπότης,
ὅ ὁ κόσμος οὐ κατεῖδεν
οὐδέ κατιδεῖν ἰσχύει
(Κόσμον λέγω τούς ἐν κόσμῳ
καί τά κοσμικά φρονοῦντας). 
Ὥσπερ ἅπτει δέ ὁ λύχνος,
ἐν τοῖς αἰσθητοῖς σοι λέγω,
ὅταν τῷ πυρί προσψαύσῃ,
οὕτω καί πνευματικῶς μοι νόει
λέγειν ταῖς ψυχαῖς προσψαύειν
καί ἀνάπτειν πῦρ τό θεῖον.
Πρίν προσψαύσῃ, πῶς ἀνάψει; 
Πρίν  βληθῇ δέ, πῶς  προσψαύσει; 
Ὄντως οὐδαμῶς, οὐδ’ ὅλως! 
Ὅταν δέ ὁ λύχνος ἅπτῃ
καί τρανῶς φωτίζῃ πάντας,
καί τό ἔλαιον ἐκλείψῃ, 
οὐ σβεσθήσεται ὁ λύχνος; 
Θέα μοι καί ἄλλο μεῖζον,
ὅ φοβεῖ με  πλέον πάντων!
Φαίνοντά μου λύχνον μέγα
ἐν ἐλαίου δαψιλείᾳ,
ἀφθονίᾳ τε στυπείου,
μῦς ἐλθών ἤ ἕτερόν τι
ἤ κατέστρεψε τόν λύχνον
ἤ κατά μικρόν ἐκλεῖξαν
ἔπιε τό ἔλαιόν τε
ἔφαγέ τε τό στυπεῖον
καί τήν λαμπάδα ἔσβεσε.
Τό δ’ ἔτι θαυμαστότερον, 
ὅτι τό στυπεῖον ὅλον,
ὅπερ θρυαλλίς καλεῖται,
ἐμπεσόν ἐν τῷ ἐλαίῳ
σβέννυται τό πῦρ εὐθέως,
καί ὑπάρχει μοι ὁ λύχνος
σκοτεινός, ὅλως μή φαίνων· 
λύχνον νόει τήν ψυχήν μου,
ἔλαιον τάς ἀρετάς δέ,
τόν δέ νοῦν μου θρυαλλίδα,
ἐν αὐτῷ δέ πῦρ τό θεῖον
φαῖνον καί καταφωτίζον
τήν ψυχήν ὁμοῦ καί οἶκον
ὅλον ὅλου σώματός μου
καί τούς ἐν τῷ οἴκῳ πάντας
λογισμούς καί ἐνθυμήσεις.
Οὕτω φαίνοντος δέ τούτου
ἐάν φθόνος παρεμπέσῃ 
ἤ μνησικακίας πάθος
ἤ φιλοδοξίας ἔρως
ἤ ἄλλη τις ἐπιθυμία
ἡδονῆς τινος ἤ πάθους
καί τόν λύχνον καταστρέψῃ
ἤγουν πρόθεσιν ψυχῆς μου,
ἤ τό ἔλαιον ἐκλείξῃ,
τό τῶν ἀρετῶν σοι λέγω,
ἤ ἄλλως θρυαλλίδα
ὄντα μου τόν νοῦν, ὡς εἶπον,
καί ἐν ἑαυτῷ τό θεῖον
ἔχοντα φῶς λάμπον μέγα,
καταφάγῃ πονηραῖς ἐννοίαις τοῦτο
ἤ καί ὅλον ἀπορρίψῃ
ἔνδοθεν ἐν τῷ ἐλαίῳ
ἤγουν ἐν τῷ ἐνθυμεῖσθαι
ἀρετῶν αὐτοῦ τάς πράξεις
καί εἰς οἴησιν ἐντεῦθεν
ἐμπεσών ἐκτυφλωθείη,
καί τόν λύχνον μου ἐκ τούτων
ἤ τυχόν τινος ἐξ ἄλλου,
εἰ συμβῇ ἀποσβεσθῆναι,
ποῦ τό πῦρ ὑπάρχειν τότε
ἤ τί γίνεσθαι εἴπῃς μοι, 
παραμένειν ἐν τῷ λύχνῳ
ἤ χωρίζεσθαι τοῦ λύχνου;
Ὤ ἀγνοίας, ὤ μανίας! 
Πῶς ἐνδέχεται τόν λύχνον
δίχα τοῦ πυρός ἐξάπτειν,
ἤ τό πῦρ τῆς ὕλης ἄνευ
παραμένειν ἐν τῷ λύχνῳ; 
Πάντοτε τό πῦρ τῆς ὕλης
δράσσεσθαι ποθεῖ καί θέλει,
ἀλλ’ ἡμῶν ὑπάρχει πάντως
τό προευτρεπίσαι ταύτην
καί παρέξαι εὐπροθύμως
ἑαυτούς ἡμᾶς ὡς λύχνους
ἐν ἐλαίῳ καί παντοίαις
ἀρεταῖς κεκοσμημένους,
τοῦ νοός δέ θρυαλλίδα
εὐθυβόλως προβαλέσθαι,
ἵνα τῷ πυρί προσψαύσῃ 
καί κατά μικρόν ἀνάψῃ,
οὕτω τε συμπαραμένῃ
τοῖς αὐτό προσκτησαμένοις.
Ἄλλως γάρ - μηδείς πλανάσθω -
οὐχ ὁρᾶται, οὐ κρατεῖται,
οὐ συνέχεται κἄν ὅλως.
Ἔστι γάρ, καθάπερ εἶπον,
ἔξω τῶν κτισμάτων πάντων,
γίνεται ληπτόν δ’ ἀλήπτως
τῇ ἑνώσει τῇ ἀρρήτῳ
καί περιγραπτόν ὡσαύτως
ἐν ἀπεριγράπτῳ τρόπῳ.
Ταῦτα δέ μή λόγοις ὅλως
μηδέ ἐπινοίας ζήτει,
ἀλλά πῦρ λαβεῖν ἐξαίτει,
ὅ διδάσκει καί δεικνύει
ἐναργῶς τοῖς κεκτημένοις
ταῦτα πάντα καί τά τούτων
μυστικώτερα ἀφράστως.
Μυστικώτερα δέ τούτων
ἄκουσον, εἰ βούλει, τέκνον! 
Ὅταν λάμψῃ καθώς εἶπον,
καί τό σμῆνος ἐκδιώξῃ
τῶν παθῶν καί ἐκκαθάρῃ
σοῦ τόν οἶκον τῆς ψυχῆς σου,
τότε μίγνυται αὐτῇ ἀμίκτως
καί ἑνοῦται ἀπορρήτως,
ἐνουσίως τῇ οὐσίᾳ
ταύτης ὅλον ὅλῃ πάντως 
καί κατά μικρόν λαμπρύνει,
ἐκπυροῖ τε καί φωτίζει
καί, τό πῶς εἰπεῖν οὐκ ἔχω,
γίνονται εἰς ἕν τά δύο,
ἡ ψυχή μετά τοῦ κτίστου
καί ἐν τῇ ψυχῇ ὁ κτίστης 
μόνος μετά μόνης ὅλος,
ὁ συνέχων πᾶσαν κτίσιν
ἐν τῇ ἑαυτοῦ παλάμῃ.
Μή διστάσῃς, οὗτος ὅλος
σύν Πατρί καί τῷ Πνεύματι
ἐν μιᾷ ψυχῇ χωρεῖται
καί ψυχήν ἐντός ἐκείνου
ὅλην συμπεριλαμβάνει.
Νόει, βλέπε, σκόπει ταῦτα!
Τό γάρ ἄστεκτόν σοι εἶπον
καί ἀπρόσιτον ἀγγέλοις
φῶς ἐντός ψυχήν κατέχειν,
ἐν ψυχῇ οἰκεῖν δέ αὖθις
καί μή φλέγειν ταύτην ὅλως.
Ἔγνω βάθος μυστηρίου; 
Ὁ μικρός ἐν ὁρωμένοις
ἄνθρωπος, σκιά καί κόνις,
ἔχει τόν Θεόν  ἐν μέσῳ
ὅλον, οὗ ἐν τῷ δακτύλῳ
ἀποκρέμαται ἡ κτίσις,
καί τό εἶναι πᾶς τις ἔχει
καί τό ζῆν καί τό κινεῖσθαι,
νοῦς ἅπας, ψυχή καί λόγος
λογικῶν ἔχει ἐκ τούτου,
ἀλλά καί ἀλόγων πνεῦμα
καί πάντων ὡσαύτως ζῴων,
νοερῶν καί αἰσθητῶν τε,
τό εἶναι ἐντεῦθεν ἔχει
Τοῦτον ἔχων, ὅστις ἕξει,
καί ἐντός αὐτοῦ βαστάζων
καί ὁρῶν αὐτοῦ τό κάλλος,
πῶς ὑποίσει πόθου φλόγα,
πῶς ἐνέγκῃ πῦρ ἀγάπης,
πῶς θερμόν οὐκ ἀποστάξει
δάκρυον ἐκ τῆς καρδίας,
πῶς τά θαύματα ἐξείπει,
πῶς δέ ταῦτα ἀριθμήσει,
ἅπερ ἐν αὐτῷ τελοῦνται; 
Πῶς καί σιωπήσει ὅλως
βιαζόμενος τοῦ λέγειν; 
Βλέπει γάρ αὑτόν ἐν ᾅδη,
τοῦ φωτός τῇ λάμψει λέγω· 
οὐδείς γάρ ἄλλως ἑαυτόν 
τῶν ἐκεῖ καθεζομένων
πρό τοῦ λαμψαι φῶς τό θεῖον
ἑαυτόν ἐπιγινώσκει,
ἀλλ’ εἰσίν ἐν ἀγνωσίᾳ
τοῦ ἐν ᾧ κρατοῦνται ζόφου
καί φθορᾶς καί τοῦ θανάτου.
Ὅμως βλέπει, ἔνθα λάμπει,
ἡ ψυχή ἐκείνη λέγω,
καί νοεῖ, ὅτι ἐν σκότει
ὅλη ἦν τῷ δεινοτάτῳ
καί φρουρᾷ ἀσφαλεστάτῃ
βαθυτάτης ἀγνωσίας.
Τότε βλέπει, ἔνθα κεῖται,
ἔνθα ἔστι καθειργμένη,
ὅλον βόρβορον τόν τόπον,
ἀκαθάρτων ἰοβόλων
ἑρπετῶν μεμεστωμένον,
ἑαυτήν δέ δεδεμένην
καί δεσμοῖς κατεσφιγμένην
χεῖρας ἅμα τε καί πόδας
καί αὐχμῶσαν καί ῥυπῶσαν,
τετραυματισμένην ἅμα
δήγμασι τῶν ἑρπετῶν
καί τάς σάρκας οἰδαινούσας
ἑαυτῆς φέρουσαν ἅμα
μετά πλήθους γε σκωλήκων.
Ταῦτα βλέπων πῶς οὐ φρίξει,
πῶς οὐ κλαύσει, πῶς οὐ κράξει
καί θερμῶς μετανοήσει
καί αἰτήσεται ῥυσθῆναι
τῶν δεσμῶν τῶν δεινοτάτων;
Ὄντως πᾶς ὁ ταῦτα βλέπων
καί στενάξει καί θρηνήσει
καί συνέπεσθαι θελήσει
τῷ τό φῶς ἐκλάμψαντι Χριστῷ.
Ταῦτα οὖν ποιῶν, ὡς εἶπον,
καί τῷ λάμψαντι προσπίπτων
- Θέα μοι καλῶς ἅ λέξω! - 
ἅπτεται χερσίν ὁ λάμψας
τῶν δεσμῶν μου καί τραυμάτων· 
ἔνθα δέ ἡ χείρ προσψαύσει
ἤ δακτύλῳ προσεγγίσει,
λύονται δεσμά εὐθέως,
σκώληκες ἀπονεκροῦνται,
πίπτουσι τά τραύματα δέ,
συνεκπίπτει τούτοις ῥύπος
καί κηλίς μικρά σαρκός  μου,
γίνεται συνούλωσίς τε
ἀθρόως ἐπί τοσοῦτον,
ὡς οὐλήν μή καθορᾶσθαι
ὅλως ἐν ἐκείνῳ τόπῳ,
ἀπαστράπτοντα δέ μᾶλλον
ὅμοιον χειρός τῆς θείας
ἀπεργάζεται τόν τόπον.
Θαῦμα ξένον γε, ἡ σάρξ μου,
τῆς ψυχῆς λέγω οὐσίαν, 
ναί δή, καί τοῦ σώματός μου,
δόξης θείας μετασχόντα
αἴγλην ἀπαστράπτει θείαν.
Καθορῶν τοῦτο ἐν μέρει
τελεσθέν τοῦ σώματός μου,
πῶς τό ὅλον οὐ ποθήσω
σῶμά μου καί ἱκετεύσω
τῶν κακῶν ἀπαλλαγῆναι
καί ὑγείας, οἵας εἶπον,
δόξης τε τυχεῖν ὡσαύτως; 
Ὅμως οὕτως μου ποιοῦντος,
μᾶλλον δέ καί θερμοτέρως,
καί μου καταπληττομένου
ἀναλόγως τῶν θαυμάτων,
χεῖρα τήν αὑτοῦ Δεσπότης,
ὁ καλός, μετακινήσας
τά λοιπά τοῦ σώματός μου
περιέρχεται, καί βλέπω
ταῦτα, ᾧ προέφην τρόπῳ,
καθαιρόμενα καί δόξαν
ἐνδυόμενα τήν θείαν.
Καθαρθέντος οὖν αὐτίκα
καί δεσμῶν ἀπαλλαγέντος,
δίδωσί μοι χεῖρα θείαν,
ἀνιστᾷ με τοῦ βορβόρου,
ὅλος περιπλέκεταί με,
ἐπιπίπτει τῷ τραχήλῳ
- Οἴμοι, πῶς ὑποίσω ταῦτα; - 
καί καταφιλεῖ συχνῶς με.
Ἐκλυθέντα δέ με ὅλον
καί ἰσχύν ἀποβαλόντα
- Φεῦ μοι, πῶς χαράξω ταῦτα; - 
αἴρει με ἐπί τῶν ὤμων
- ὤ ἀγάπη, ὤ χρηστότης! -
καί ἐξάγει με τοῦ ᾅδου,
τοῦ τε χώρου καί τοῦ ζόφου
καί εἰσάγει με εἰς ἄλλον
εἴτε κόσμον ἤ ἀέρα,
ὅλως ἐξειπεῖν οὐκ ἔχω.
Τοῦτο οἶδα, ὅτι φῶς με
καί βαστάζει καί συνέχει
καί πρός φῶς εἰσάγει μέγα,
οὗ τό μέγα θεῖον θαῦμα
οὐδέ ἄγγελοι ἐκφράσαι
ἤ εἰπεῖν ἐξισχύσουσιν ἀλλήλοις
κἄν ὅλως, ὥς γε δοκῶ.
Γενομένῳ μοι δ’ ἐκεῖσε
ἄλλα μοι δεικνύει πάλιν,
τά ἐν τῷ φωτί, σοί λέγω,
μᾶλλον τά ἐκ τοῦ φωτός δέ,
τήν ἀνάπλασιν τήν ξένην
δίδωσι κατανοεῖν μοι,
ἥν αὐτός ἀνέπλασέ με
καί φθορᾶς ἀπήλλαξέ με
καί θανάτου ἐν αἰσθήσει
ὅλον ἠλευθέρωσέ με
καί ζωήν ἀθάνατόν μοι
ἐδωρήσατο καί κόσμου
τοῦ φθαρτοῦ καί τῶν τοῦ κόσμου
πάντων ἀπεχώρισέ με
καί στολήν ἐνέδυσέ με
ἄϋλον φωτοειδῆ τε, 
ὑποδήματα ὡσαύτως 
καί δακτύλιον καί στέφος
ἄφθαρτα ἀΐδιά τε,
ἅπαντα ξένα τῶν ὧδε.
Ἐποίησέ με ἀναφῆ, 
ἀψηλάφητον, ὤ θαῦμα,
καί ἀόρατον ὁμοίως,
συνημμένον ἀοράτοις.
Οὕτως οὖν με καί τοιοῦτον
ἐργασάμενος ὁ κτίστης
ἐν σκηνῇ εἰσήγαγέ με
αἰσθητῇ, σωματικῇ γε
καί ἐνέκλεισεν ἐν ταύτῃ
καί κατησφαλίσατό με,
καί καταγαγών δ’ ἐν κόσμῳ
αἰσθητῷ καί ὁρατῷ τε
πάλιν ἔθετο βιοῦν με
καί συνεῖναι τοῖς ἐν σκότει
τόν ἀπαλλαγέντα σκότους,
καί καθεῖρχθαι μετ’ ἐκείνων,
τῶν ἐν τῷ βορβόρῳ λέγω· 
μᾶλλον δέ διδάσκειν τούτοις,
εἰς ἐπίγνωσίν τε ἄγειν,
ὧν περίκεινται τραυμάτων
καί ὧν δεσμῶν κατέχονται.
Ἐντειλάμενος ἀπῆλθεν.
Ἐγκαταλειφθείς οὖν μόνος,
ἐν τῷ πρῴην σκότει λέγω,
οὐκ ἠρκέσθην, οἷσπερ εἶπον
ὅτι ἐσωρήσατό μοι,
ἀγαθοῖς ἀνεκλαλήτοις
ὅλον με ἀνακαινίσας,
ὅλον με ἀθανατίσας
ὅλον με θεοποιήσας
καί Χριστόν ἀποτελέσας.
Ἀλλ’ ἡ στέρησις ἐκείνου
λήθν πάντων ἐνεποίει
τῶν καλῶν, ὧν εἶπον, τούτων,
καί ἐδόκουν ἐστερῆσθαι.
Διά τοῦτο ὡς τοῖς πρῴην 
ἐμπαγείς κακοῖς ἠχθόμην 
καί καθήμενος ἐν μέσῳ
τῆς σκηνῆς, ὥσπερ ἐν θήβῃ
ἤ ἐν πίθῳ κεκλεισμένος,
ἔκλαιον, ἐθρήνουν σφόδρα
ἔξωθεν ὅλως μή βλέπων.
Ἐξεζήτουν γάρ ἐκεῖνον,
ἐκεῖνον ὅνπερ ἐπόθουν,
οὗ ἠράσθην, οὗ τῷ κάλλει
ὡραιότητος ἐτρώθην,
ἐφλεγόμην, ἐκαιόμην,
ὅλος ἐνεπυριζόμην.
Οὕτως οὖν διάγοντά με,
οὕτω καί δακρύοντά με,
ἐκτηκόμενόν τε ἅμα
καί δεινῶς με μαστιζόμενον 
καί βοῶντα κατωδύνως,
τῆς κραυγῆς μου ἐπακούσας,
ἀπό ἀνεικάστου ὕψους
διακύψας καί ἰδών με
κατηλέησε καί αὖθις
κατιδεῖν ἠξίωσέ με
τόν ἀόρατον τοῖς πᾶσιν,
ὅσον ἐφικτόν ἀνθρώπῳ.
Ὅν ἰδών ἐξεθαμβήθην
ἐν οἰκίᾳ καθειργμένος
καί ἐν πίθῳ κεκλεισμένος
καί τοῦ σκότους ὤν ἐν μέσῳ,
οὐρανοῦ καί γῆς σοι λέγω.
Αἰσθητῶς καλῶ γάρ σκότος,
ἐπεί ἅπαντας ἀνθρώπους
καί τάς τούτων διανοίας
αἰσθητοῖς συγκεκραμένας
ἐν τούτοις ὄντας ταῦτα
συγκαλύπτουσι βαρέως.
Ὅμως ὤν ἐν τούτοις εἶδον
τόν προόντα, καθώς εἶπον
καί νῦν ὄντα πάντων ἔξω νοερῶς,
καί ἐθαύμασα, ἐξέστην,
ἐφοβήθην καί ἐχάρην.
Καί κατανοῶν τό θαῦμα,
πῶς τόν ἔξω πάντων ὄντα
ἔνδον ὤν ἐγώ τῶν πάντων
βλέπω μόνος βλέποντά με,
μή γινώσκων, ποῦ ὑπάρχει,
πόσος ἔστι, ποταπός δέ 
ἤ ὁποῖος, ὅν καί βλέπω,
ἤ πῶς βλέπω ἤ τί βλέπω· 
ὅμως βλέπων ἅπερ εἶδον,
καί θρηνῶν, ὅτι μή γνῶναι
δύναμαι τόν τρόπον τοῦτον
μηδέ ὅλως ἐννοῆσαι
ἤ ποςῶς κατανοῆσαι,
πῶς, ὅν βλέπω, πῶς με βλέπει,
εἶδον πάλιν τοῦτον ἔνδον
τῆς οἰκίας καί τοῦ πίθου
ὅλον αἴφνης γεγονότα,
ἑνωθέντα τε ἀφράστως,
ἀπορρήτως συναφθέντα
καί μιγέντα μοι ἀμίκτως
ὡς τό πῦρ αὐτῷ σιδήρῳ
καί τό φῶς γε τῷ ὑέλῳ,
καί ἐποίησεν ὡς πῦρ με
καί ὡς φῶς ἀπέδειξέ με,
καί ἐκεῖνο ἐγενόμην, 
ὅπερ ἔβλεπον πρό τούτου
καί μακρόθεν ἐθεώρουν,
καί οὐκ οἶδα, πῶς σοι φράσω
τό παράδοξον τοῦ τρόπου· 
οὐ γάρ ἠδυνήθην γνῶναι, 
οὐδέ νῦν γινώσκω πάντως,
πῶς εἰσῆλθε, πῶς ἡνώθη.
Ἑνωθείς δέ, πῶς σοι εἴπω
τίς ἐστιν ὁ ἑνωθείς μοι,
τίνι δέ κἀγώ ἡνώθην; 
Φρίττω καί φοβοῦμαι μήπως,
ἐάν εἴπω, ἀπιστήσας
περιπέσῃς βλασφημίᾳ
ἐξ ἀγνοίας καί ψυχήν σου
ἀπολέσῃς, ἀδελφέ μου.
Ὅμως ἕν ἐγώ κἀκεῖνος, 
ᾧ ἡνώθην, γεγονότες,
τίνα ἐμαυτόν καλέσω;
Ὁ Θεός διπλοῦς τήν φύσιν,
τήν ὑπόστασιν εἷς ὤν,
διπλοῦν με εἰργάσατο.
Ἐργασάμενος διπλοῦν δέ 
διπλᾶ καί ὀνόματα,
ὡς ὁρᾷς, παρέσχε μοι. 
Βλέπε τήν διαίρεσιν! 
Ἄνθρωπός εἰμι τῇ φύσει,
Θεός δέ τῇ χάριτι.
Ὅρα ποίαν χάριν λέγω
ἕνωσιν τήν μετ’ ἐκείνου
αἰσθητῶς καί νοερῶς τε,
οὐσιωδῶς καί πνευματικῶς τε! 
Ἀλλά τήν μέν νοεράν ἐξεῖπον
ἕνωσίν σοι διαφόρως
καί ποικίλως, αἰσθητήν δέ
τήν τῶν μυστηρίων λέγω.
Καθαρθείς γάρ μετανοίᾳ
καί τοῖς τῶν δακρύων ῥείθροις,
σώματος τεθεωμένου
ὡς Θεοῦ μεταλαμβάνων
Θεός κἀγώ γίνομαι
τῇ ἑνώσει τῇ ἀφράστῳ.
Ὅρα τό μυστήριον! 
Ἡ ψυχή οὖν καί τό σῶμα,
ἵνα ταῦτα πάλιν εἴπω
ἐκ πολλῆς περιχαρείας,
ἕν ἐν οὐσίαις ταῖς δυσί· 
ταῦτα οὖν τά ἕν δύο
τοῦ Χριστοῦ μεταλαβόντα
καί τοῦ αἵματος πιόντα
ἀμφοτέραις ταῖς οὐσίαις
καί ταῖς φύσεσιν ὡσαύτως
ἑνωθέντα τοῦ Θεοῦ μου
γίνονται Θεός μεθέξει,
ὁμωνύμως τε καλοῦνται
τῷ ὀνόματι ἐκείνου,
οὗ οὐσιωδῶς μετέσχον.
Λέγεται οὖν πῦρ ὁ ἄνθραξ
καί ὁ σίδηρος ὁ μέλας
πυρωθείς ὡς πῦρ ὁρᾶται.
Εἰ τοιοῦτος οὖν ὁρᾶται,
καί τοιοῦτος ἄν κληθείη· 
πῦρ ὁρᾶται, πῦρ κληθείη.
Εἰ μή σεαυτόν τοιοῦτον
ἔγνως, τοῖς περί τοιούτων
μή ἀπίστει λέγουσί σοι,
ἀλλά ζήτησον ἐξ ὅλης 
τῆς καρδίας σου καί λήψῃ
μαργαρίτην ἤ σταγόνα
ἤ σινάπεως ὡς κόκκον,
ὡς σπινθῆρα θεῖον σπόρον.
Πῶς ζητήσεις, ὅ σοι λέγω; 
Ἄκουσον, σπουδῇ τε πρᾶξον,
καί εὑρήσεις ἐν συντόμῳ· 
λάβε μοι σαφῆ εἰκόνα,
τήν τοῦ λίθου καί σιδήρου· 
ἔνεστι καί γάρ ἐν τούτοις
τοῦ πυρός ἡ φύσις πάντως,
οὐχ ὁρᾶται δέ κἄν ὅλως.
Συγκρουόμενα δέ ὅμως
συνεχῶς πυρός σπινθῆρας
ἀποπέμπουσι καί πᾶσι
καθορῶνται μέν ἐν πρώτοις,
οὐκ ἀνάπτονται δέ ὅμως,
εἰ μή δράξωνται καί ὕλης.
Ταύτῃ δ’ ἑνωθείς ἐκ τούτων
εἷς σπινθήρ μικρός εἰς ἅπαν
ἐξανάπτει κατ’ ὀλίγον
καί εἰς ὕψος αἴρει φλόγοα
καί φωτίζει τήν οἰκίαν
καί τό σκότος ἐκδιώκει
καί ποιεῖ τοῦ βλέπειν πάντας,
τούς ἐν τῇ οἰκίᾳ ὄντας.
Εἶδες θαῦμα; Λέγε οὖν μοι· 
Πρό τοῦ συνεχῶς κρουσθῆναι
πῶς ἐκπέμψουσι σπινθῆρας; 
Ἄνευ δέ σπινθῆρος ὕλη
αὐτομάτως πῶς ἀνάψει;
Πρίν ἀνάψει, πῶς φωτίσει,
πῶς τό σκότος ἐκδιώξει,
πῶς τοῦ βλέπειν σοι παράσχει; 
Οὐδαμῶς, μοί πάντως εἴπῃς,
δυνατόν ποτε γενέσθαι.
Οὕτως οὖν καί σύ ποιῆσαι
προθυμήθητι καί λήψῃς
- Τί σοι λέγω, ὅτι λήψῃ; - 
θείας φύσεως σπινθῆρα, 
ὅν ὡμοίωσεν ὁ κτίστης
πολυτίμῳ μαργαρίτῃ
καί σινάπεως τῷ κόκκῳ.
Τί ποιῆσαι δέ σοι λέγω; 
Ἄκουσον ἐμπόνως, τέκνον· 
ἔστω σοι ψυχή καί σῶμα
ἀντί λίθου καί σιδήρου,
ὁ δέ νοῦς ὡς αὐτοκράτωρ
τῶν παθῶν ἀδολεσχείτω
πράξεσι ταῖς ἐναρέτοις
καί ἐννοίαις θεαρέστοις
καί ὡς λίθον μέν τό σῶμα,
ὡς δέ σίδηρον τήν ψυχήν
χερσί νοηταῖς κρατήσας
ἑλκυέτω καί ἀγέτω
πρός τάς πράξεις μετά βίας·
βιαστή καί γάρ ὑπάρχει
οὐρανῶν ἡ βασιλεία.
Ποίας πράξεις δέ σοι λέγω; 
Ἀγρυπνίαν καί νηστείαν,
θερμήν τε μετάνοιαν,
δακρύων ὄμβρους καί πένθος,
ἄπαυστον θανάτου μνήμην,
ἀδιάλειπτον εὐχήν τε
καί ὑπομονήν πάντοίων
πειρασμῶν ἐπερχομένων·
πρό τούτων πάντων σιωπήν
καί ταπείνωσιν βαθεῖαν 
καί ὑπακοήν τελείαν
καί θελήματος ἐκκοπήν.
Τούτοις οὖν καί τοῖς τοιούτοις
ἡ ψυχή ἀδολεσχοῦσα
καί ἀεί συνεχομένη
λαμπηδόνας μέν ἐν πρώτοις
δέχεσθαι ποιεῖ τόν νοῦν σου,
ἀλλά σβέννυται συντόμως,
ὅτι οὔπω ἐλεπτύνθη,
ἵνα καί συντόμως ἅψῃ.
Ὅτε δέ καί τῆς καρδίας 
ἅψεται βολίς ἡ θεία,
τότε καί αὐτήν φωτίζει
καί τόν νοῦν ἀποκαθαίρει
καί εἰς ὕψος τοῦτον αἴρει
καί  πρός οὐρανόν ἀνάγει
καί ἑνοῖ φωτί τῷ θείῳ.
Ἅ σοι εἶπον, πρίν  ποιήσῃς,
πῶς, εἰπέ μοι, καθαρθήσῃ; 
Πρό τοῦ καθαρθῆναι δέ σε,
πῶς ὁ νοῦς σου λαμπηδόνας
ὑποδέξεται τάς θείας;
Πῶς δέ, λέγε μοι, καί πόθεν
ἄλλοθεν τῇ σῇ καρδίᾳ
ἐμπεσόν τό πῦρ τό θεῖον
ἀναφθήσεται καί ταύτην
ἐξανάψει καί πυρώσει
καί ἑνώσει καί συνάψει
καί ἀχώριστον ποιήσει
τό κτιστόν μετά τοῦ κτίστου; 
Οὐδαμῶς ποτέ, μοί φήσεις,
τοῦτο δυνατόν ὑπάρξειν
οὐδενί τῶν γεννηθέντων
ἤ γεννήσεσθαι μελλόντων.
Τά δ’ ἐντεῦθεν μή ἐρώτα!
Εἰ ἑνωθῇς γάρ τῷ φωτί, 
πάντα σοι αὐτό διδάξει
καί ἀποκαλύψει πάντα
καί καθυποδείξει, ὅσα
καί συμφέρει τοῦ μαθεῖν σε.
Ἄλλως γάρ ἀδύνατόν σε
τά ἐκεῖσε μαθεῖν λόγῳ· 
τῷ Κυρίῳ ἡμῶν δόξα εἰς τούς αἰῶνας τῶν αἰώνων·
ἀμήν.



Ἑπόμενο: ΛΑ'. Περί θεολογίας καί ὅτι ἀνεξερεύνητος ἡ θεία φύσις καί πάντῃ τοῖς ἀνθρώποις ἀκατανόητος.
Προηγούμενο: ΚΘ'. Ὅτι μόνοις ἐκείνοις καταφανῆ τά τῶν θείων πραγμάτων, οἷς διά τῆς μετουσίας τοῦ Ἁγίου Πνεύματος ὅλοις ὅλος ἡνώθη Θεός.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος