Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΓ'. Περί θεολογίας· καί ὅτι οἱ τό κατ’ εἰκόνα φυλάξαντες τάς πονηράς δυνάμεις τοῦ ἄρχοντος τοῦ σκότους καταπατοῦσιν, οἱ δ’ ἄλλοι, οἷς ἐμπαθής ὁ βίος, ὑπ’ αὐτοῦ κρατοῦνται καί βασιλεύονται.
Προηγούμενο: ΛΑ'. Περί θεολογίας καί ὅτι ἀνεξερεύνητος ἡ θεία φύσις καί πάντῃ τοῖς ἀνθρώποις ἀκατανόητος.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

ΛΒ'. Ὅτι οἱ ἔνδοξοι τῆς γῆς καί σοβαροί τῷ πλούτῳ περί τήν σκιάν τῶν ὁρωμένων πλανῶνται, οἱ δέ γε τῶν παρόντων καταφρονήσαντες ἐν ἀπλανεῖ μεθέξει τοῦ Θείου γίνονται Πνεύματος.

  
Ὑπό πιστῶν με, Δέσποτα, λοιδορούμενον βλέπων 
ὡς ὑπάρχοντα πλάνον τε καί προπεπλανημένον, 
ὅτι τό Πνεῦμα λέγοιμι, τῇ σῇ φιλανθρωπίᾳ
καί τοῦ πατρός μου ταῖς εὐχαῖς, τό Ἅγιον λαβεῖν με,
ἐλέησον καί χάρισαι λόγον, γνῶσιν σοφίαν,
ἵνα οἱ πάντες γνώσωνται οἱ ἀντικείμενοί μοι,
ὅτι τό σόν ἐντός ἐμοῦ λαλεῖ Πνεῦμα τό Θεῖον.
Δός μοι εἰπεῖν, ὡς εἴρηκας, δός κἀμοί, ὡς ὑπέσχου,
οἷς ἀντειπεῖν οὐδείς αὐτῶν ἤ ἀντιστῆναι, Σῶτερ,
ἰσχύσει· σύ γάρ εἶ δοτήρ τῶν ἀγαθῶν ἁπάντων.
Ἐγώ, Χριστέ, κἄν λέγωσι πλανᾶσθαί με, σόν δοῦλον, 
οὐδέποτε πεισθήσομαι βλέπων σε, τόν Θεόν μου,
καί καθορῶν τό ἄχραντον πρόσωπόν σου καί θεῖον
καί ἐξ αὐτοῦ δεχόμενος ἐλλάμψεις σου τάς θείας,
λαμπόμενος ἐν πνεύματι νοερούς ὀφθαλμούς μου.
Ἀλλά μή δῴης, ὦ Θεέ, ἅπαντας πλανηθῆναι
τούς νῦν εἰς σέ πιστεύοντας πλάνην τήν ὀλεθρίαν
τοῦ μή πιστεύειν, ὅτι σύ πάντας καί νῦν φωτίζεις
ἐλλάμπων τῆς θεότητος ἀκτῖσι σου τῆς θείας.
Σύ γάρ πολύς ἐν οἰκτιρμοῖς, ἡμεῖς ἐν ἁμαρτίαις· 
σύ φῶς οἰκεῖς ἀπρόσιτον, σκότος ἡμεῖς δέ πάντες· 
σύ ἔξω εἶ τῆς κτίσεως καί ἡμεῖς ἐν τῇ κτίσει.
Οἱ πλείους δέ τῶν ἐξ ἡμῶν καί τῆς κτίσεως ἔξω
ἐν τῇ αἰσθήσει πέλουσιν ὅλως ἀναισθητοῦντες
καί παρά φύσιν ὄντες δέ ἔξω εἰσίν τῶν πάντων,
οἵ βέποντες οὐ βλέπουσιν, ὁρῶντες οὐχ ὁρῶσιν
οὐδέ Θεοῦ θαυμάσια ἐν νοερᾷ αἰοσθήσει
καταλαβεῖν ἰσχύουσιν, ἀλλ’ εἰσί ἔξω κόσμου,
μᾶλλον δ’ ἐν κόσμῳ ὡς νεκροί εἰσί καί πρό θανάτου
καί πρό ἐξόδου κάτοχοι ἐν ᾅδῃ κατωτάτῳ.
Οὗτοι οὖν ὄντως  πέλουσιν, οὕς ἡ γραφή γε λέγει,
οἱ ἔνδοξοι, οἱ πλούσιοι, οἱ σοβαροί τοῖς πᾶσιν, 
οἱ καί δοκοῦντες εἶναί τι ἐκ τῶν τοιούτων ὅλως,
μή συνιδεῖν ἰσχύοντες τήν ἑαυτῶν αἰσχύνην· 
κἄν γάρ σοφίαν κέκτηνται ἐν ἑαυτοῖς τοῦ κόσμου,
δόξαν τε ὡς ἱμάτιον, οἴησιν τήν ματαίαν 
ὥσπερ σκηνήν δομήσαντες φρεσί πεπλανημέναις
καί τήν μέν ἐνδυσάμενοι, τήν δέ ἐγκατοικοῦντες,
ὡς ἐν πυθμένι κάθηνται ἐν ᾅδου κατωτάτου
καί ἀγνοοῦσι τόν Θεόν, ἀγνοοῦσι τόν κόσμον
καί τά ἐν κόσμῳ ἅπαντα ποιήματα τοῦ κτίστου.
Τίς γάρ τόν κτίστην γνώσεται, πρίν ἤ τήν κτίσιν ἴδοι
ἐν λόγῳ οἷα λογικός, ἐν νοΐ νοερῶς δέ, 
καί ἐν αἰσθήσει νοερᾷ νοερῶς κατοπτεύων; 
Τίς δέ; ὁ καθορῶν πνευματικῶς διά Πνεύματος Θείου
μυστικῶς ἐλλαμπόμενος, ὁδηγούμενος θ’ ἅμα,
πρός γνῶσιν τήν τοῦ ποιητοῦ ἀμυδρῶς πως ἀνέλθοι.
Οὕτω γάρ καθαιρόμενος τρανοτέραν τήν γνῶσιν
λαβεῖν ἀξιωθήσεται, ὡς γραφή πᾶσα λέγει.
Οἱ ἐμπαθεῖς, ὡς ἔφην δέ, ἀπόνοιαν ἐκεῖνοι
φοροῦντες ὡς ἱμάτιον, τήν οἴησιν  ὡς δόξαν
ἐνδεδυμένοι τέρπονται καί γελῶσι τούς ἄλλους
καί παίζουσιν ἐν ταῖς σκιαῖς τόν τῶν σκυλάκων τρόπον.
Κάρυον εἰ προσρίψειας καί κροτήσειε τρέχον, 
ἐπιπηδῶσι, δράσσονται, περιχαίνουσι τοῦτο
καί σύν αὐτῷ κυλίονται καί συσκιρτῶσιν ἅμα· 
κἄν φραγελλίου σύρῃ τις  πρό ποδῶν τό σχοινίον
συστρέφονται καί πίπτουσι καί πόδας εἰς ἀέρα
ἐκτείνουσι καί πρόξενοι γέλωτος τοῖς ὁρῶσιν
ἀνθρώποις ἐπί τῇ αὐτῶν γίνονται πτώσει πᾶσιν. 
Οὕτως οὖν καί οὗτοι δαίμονας τέρπουσιν ἀναισθήτως 
ἐν ταῖς οἰκείαις πράξεσι καί ἤθεσιν ὡσαύτως· 
οἱ γοῦν τοιοῦτοι, λέγε μοι ἐρωτῶντι, ὡς ἔχεις,
πῶς τά Θεοῦ μυστήρια διηγήσονται ἄλλοις; 
Πῶς δέ τό φῶς τῆς γνώσεως φωτισθῶσι κἄν ὅλως
καί ἄλλοις μεταδώσουσιν, εἴτε κρίσιν εὐθεῖαν
ἐν διακρίσει ἀληθεῖ ἐξάξουσι δικαίως,
οἱ σκότος ὡς ἱμάτιον ὄντες ἐνδεδυμένοι,
ἐν αἰσθήσει ἀναίσθητοι, ζωῆς νεκροί ἐν μέσῳ; 
Ἀλλ’, ὦ ὑμεῖς φιλόθεοι, ἀκούσατε ῥημάτων
ἀληθινῶν καί θαυμαστῶν, ὧν τό στόμα Κυρίου
καί προλαβόν ἐλάλησε καί νῦν λαλεῖ τοῖς πᾶσιν.
Εἰ μή δόξαν ἀπώσεσθε, εἰ μή ῥίψετε πλοῦτον,
εἰ μή ματαίαν οἴησιν ἐκδύσεσθε εἰς ἅπαν,
εἰ μή τῶν πάντων γένησθε ἔσχατοι ἐν τοῖς ἔργοις
καί ἐν αὐτοῖς τοῖς λογισμοῖς, μᾶλλον δέ ταῖς ἐννοίαις
ἐσχάτους πάντων ἑαυτούς νομίζετε ὑπάρχειν,
οὐκ ἄν δακρύων ὀχετούς, οὐ κάθαρσιν σαρκός τε
κτήσησθε ἤ θεάσησθε πῶς ἐνεργοῦνται ταῦτα.
Λοιπόν, θρηνεῖτε ἑαυτούς, λοιπόν, μετανοεῖτε,
λοιπόν, θερμά προχέετε δάκρυα καθ’ ἡμέραν,
ἵν’ ὀφθαλμούς ἐκπλύνητε νοερούς τῆς καρδίας,
ἵνα τό φῶς θεάσησθε τό λάμψαν ἐν τῷ κόσμῳ,
ὅ λάμπον κράζει καί βοᾷ· Τό φῶς ἐγώ τοῦ κόσμου
ἤμην, εἰμί καί ἔσομαι καί θέλω καθορᾶσθαι.
Εἰς τοῦτο γάρ ἐλήλυθα σωματικῶς ἐν κόσμῳ,
διπλοῦς ὁ εἷς γενόμενος καί μείνας εἰς ὡσαύτως,
ἵνα Θεόν με ὁρατόν οἱ πιστῶς προσκυνοῦντες
καί τάς ἐμάς φυλάσσοντες ἐντολάς ἀοράτως
ἐλλάμπονται καί νοερῶς μυούμενοι τήν δόξαν
θεότητός μου τῆς φρικτῆς, σαρκός τε προσληφθείσης
καί τό διπλοῦν τῶν φύσεων μυστικῶς καθορῶντες
ὡς ἕνα με τότε Θεόν ἀδιστάκτως ὑμνοῦσιν.
Ἄλλως οὐκ ἔνι γάρ καλῶς ἐμήν οἰκονομίαν,
ἐμήν τε συγκατάβασιν ἐπιγνῶναι καί φρῖξαι
καί προσκυνῆσαι ὡς Θεόν τόν ἐν μορφῇ ἀνθρώπου
γενόμενόν με καί Θεόν μείναντα ἀνεκφράστως· 
δύο τό ἕν, ἀμέριστα ὑποστάσει, οὐ φύσει,
εἷς οὖν Θεός ἐγώ εἰμι, τέλειος ἄνθρωπός τε,
ὁλοτελής, ὁλόκληρος, σάρξ, ψυχή, νοῦς καί λόγος· 
ἄνθρωπος ὅλος καί Θεός ἐν δυσί ταῖς οὐσίαις,
διπλοῦς ὡσαύτως φύσεσι, διπλαῖς ταῖς ἐνεργείαις,
διπλαῖς καί ταῖς θελήσεσιν ἐν μιᾷ ὑποστάσει,
Θεός ὁμοῦ καί ἄνθρωπος, εἷς εἰμι τῆς Τριάδος.
Οἱ οὕτω με πιστεύσαντες εἶναι καί ἐπιγνόντες
ἐν τῷ καθάραι ἑαυτούς σπουδῇ καί μετανοίᾳ
καί δυνηθέντες κατιδεῖν ἐν καθαρᾷ καρδίᾳ
καί μυηθῆναι νοερῶς ἐμήν οἰκονομίαν,
αὐτοί με ἀγαπήσουσιν ἐξ ὅλης τῆς καρδίας,
αὐτοί δέ καί φυλάξονται πάσας τάς ἐντολάς μου
καταπλαγέντες τήν ἐμήν ἄπειρον εὐσπλαγχνίαν,
αὐτοί μοι καί συνέσονται καί κοινωνοί τῆς δόξης, 
τῆς τοῦ Πατρός μου ἔσονται εἰς αἰῶνας αἰώνων·
ἀμήν.



Ἑπόμενο: ΛΓ'. Περί θεολογίας· καί ὅτι οἱ τό κατ’ εἰκόνα φυλάξαντες τάς πονηράς δυνάμεις τοῦ ἄρχοντος τοῦ σκότους καταπατοῦσιν, οἱ δ’ ἄλλοι, οἷς ἐμπαθής ὁ βίος, ὑπ’ αὐτοῦ κρατοῦνται καί βασιλεύονται.
Προηγούμενο: ΛΑ'. Περί θεολογίας καί ὅτι ἀνεξερεύνητος ἡ θεία φύσις καί πάντῃ τοῖς ἀνθρώποις ἀκατανόητος.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος