Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΔ'. Ὅτι ἡ τοῦ Παναγίου Πνεύματος ἕνωσις πρός κεκαθαρμένας ψυχάς ἐν αἰσθήσει τρανῇ, ἤγουν ἐν ἐπιγνώσει γίνεται καί, ἐν αἷς ἄν γένηται, φωτοειδεῖς ὁμοίας ἑαυτόῦ καί φῶς αὐτάς ἀπεργάζεται.
Προηγούμενο: ΛΒ'. Ὅτι οἱ ἔνδοξοι τῆς γῆς καί σοβαροί τῷ πλούτῳ περί τήν σκιάν τῶν ὁρωμένων πλανῶνται, οἱ δέ γε τῶν παρόντων καταφρονήσαντες ἐν ἀπλανεῖ μεθέξει τοῦ Θείου γίνονται Πνεύματος.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

ΛΓ'. Περί θεολογίας· καί ὅτι οἱ τό κατ’ εἰκόνα φυλάξαντες τάς πονηράς δυνάμεις τοῦ ἄρχοντος τοῦ σκότους καταπατοῦσιν, οἱ δ’ ἄλλοι, οἷς ἐμπαθής ὁ βίος, ὑπ’ αὐτοῦ κρατοῦνται καί βασιλεύονται.

 
Φῶς ὁ Πατήρ, φῶς ὁ Υἱός, φῶς τό Ἅγιον Πνεῦμα. 
Βλέπε τί λέγεις, ἀδελφέ, βλέπε μή παρασφάλῃς! 
Ἕν γάρ τά τρία φῶς εἰσιν, ἕν, οὐ κεχωρισμένον,
ἀλλ’ ἡνωμένον ἐν τρισί προσώποις ἀσυγχύτως.
Θεός γάρ ἀδιαίρετος ὅλως ἐστί τῇ φύσει,
καί τῇ οὐσίᾳ ἀληθῶς ὑπέρ πᾶσαν οὐσίαν· 
οὐ τῇ δυνάμει τέμνεται, οὐ τῇ μορφῇ, οὐ δόξῃ,
οὐ τῇ ἰδέᾳ, ὅλος γάρ ἁπλοῦν φῶς καθορᾶται.
Ἐν τούτοις ἕν τά πρόσωπα, ἕν αἱ τρεῖς ὑποστάσεις· 
τά τρία γάρ ἐν τῷ ἑνί, ἕν τά τριά δέ μᾶλλον, 
τά τρία μία δύναμις, τά τρία μία δόξα,
τά τρία μία φύσις γε, οὐσία καί θεότης.
Αὐτά καί φῶς τό ἕν εἰσιν, ὅ φωτίζει τόν κόσμον,
οὐχί τόν κόσμον, ἄπαγε, τόν ὁρώμενον τοῦτον
- οὐδέ γάρ ἔγνωκεν αὐτόν, οὐδέ δύναται γνῶναι
ὁ κόσμος ὁ ὁρώμενος οὐδ’ οἱ τοῦ κόσμου φίλοι· 
ὁ γάρ τόν κόσμον ἀγαπῶν ἐχθρός Θεοῦ τυγχάνει -,
ἀλλ’ ὅν αὐτός πεποίηκεν ἄνθρωπον κατ’ εἰκόνα
αὐτοῦ καί καθ’ ὁμοίωσιν, κόσμον ἡμεῖς καλοῦμεν, 
ὅτι κοσμεῖται ἀρεταῖς, ἄρχει τῶν ἐπιγείων, 
καθώς ἐκεῖνος τοῦ παντός ἔχει τήν ἐξουσίαν,
καί βασιλεύει τῶν παθῶν τοῦτο τό κατ’ εἰκόνα
καί ὑποτάσσει δαίμονας δημιουργούς κακίας, 
καταπατεῖ τόν δράκοντα, τόν ἀρχαῖον, τόν μέγαν,
ὥσπερ στρουθίον εὐτελές· καί πῶς; Ἄκουσον, τέκνον! 
Ὁ ἄρχων οὗτος ὁ πεσών τοῦ φωτός τῇ στερήσει
ἐν σκότει γέγονεν εὐθύς καί ἔστι μετά πάντων
τῶν σύν αὐτῷ ἐξ οὐρανοῦ πεσόντων ἐν τῷ σκότει
καί βασιλεύει ἐν αὐτῷ, τῷ σκότει, πάντων λέγω,
τῶν κρατουμένων ἐν αὐτῷ δαιμόνων καί ἀνθρώπων.
Πᾶσα ψυχή μή βλέπουσα φῶς τῆς ζωῆς τό λάμπον
ἔν τε ἡμέρᾳ καί νυκτί ὑπ’ αὐτοῦ τιμωρεῖται,
τιτρώσκεται, δαμάζεται, ἄγεται καί δεσμεῖται
καί βέλεσι τῶν ἡδονῶν κεντᾶται καθ’ ἡμέραν.
Εἰ καί δοκεῖ ἀνθίστασθαι, εἰ καί δοκεῖ μή πίπτειν,
ἀλλ’ οὖν ἱδρῶτι σύν πολλῷ, κόπῳ, πόνῳ καί μόχθῳ
ἔχει ἀεί τόν πόλεμον ἀκατάλλακτον τούτου.
Ψυχή δέ  πᾶσα ἡ τό φῶς καθορῶσα τό θεῖον,
ὅθεν ἐκεῖνος πέπτωκε, καταφρονεῖ ἐκείνου
καί λαμπομένη παρ’ αὐτοῦ φωτός τοῦ ἀπροσίτου
καταπατεῖ τόν ἄρχοντα τοῦ σκότους ὥσπερ φύλλα
καταπεσόντα ἐπί γῆν ἀφ’ ὑψηλοῦ τοῦ δένδρου.
Ἐν σκότει γάρ τήν δύναμιν ἔχει καί ἐξουσίαν,
ἐν τῷ φωτί δέ γίνεται πτῶμα νεκρόν εἰς ἅπαν.
Φῶς δέ ἀκούων, πρόσεχε ὁποῖον φῶς σοι λέγω,
μή ὑπολάβῃς λέγειν με τό φῶς τό τοῦ ἡλίου! 
Καί γάρ ὁρᾷς ἐν τῷ φωτί τούτου πολλούς ἀνθρώπους
ἐξαμαρτόντας ὡς ἐγώ, δεινῶς μαστιζομένους,
πίπτοντας καί ἀφρίζοντας μεσούσης τῆς ἡμέρας,
καί ἀοράτως πάσχοντας ἐκ πονηρῶν πνευμάτων, 
καί τοῦ ἡλίου λαμποντος οὐδέν ἐκ τούτου πλέον
ἐγγίνεται τό ὄφελος τοῖς δαίμοσιν ἐκδότοις.
τοίνυν οὐ λέγω σοι τό φῶς τοῦ αἰσθητοῦ ἡλίου,
οὐ τῆς ἡμέρας, ἄπαγε, οὐ λυχνιαῖον ὅλως,
οὐ τῶν ἀστέρων τῶν πολλῶν, οὐδέ σελήνης φάος,
οὐκ ἄλλου ὅλως ὁρατοῦ ἀπαύγασμα φωτός σοι
παραδηλῶν ἐνέργειαν τοιαύτην ὅλως ἔχειν.
Τά αἰσθητά τούς αἰσθητούς ὀφθαλμούς καί γάρ μόνους
φωτίζουσι καί λάμπουσι φῶτα καί βλέπειν μόνον
παρέχουσι τά αἰσθητά, τά νοητά οὐ μέντοι.
Πάντες οὖν, ὅσοι βλέπουσι τά αἰσθητά καί μόνον,
τυφλοί εἰσι τά νοερά ὄμματα τῆς καρδίας.
Τά νοερά οὖν ὄμματα τῆς νεορᾶς καρδίας
καί νοερῷ φωτίζεσθαι ὀφείλουσι φωτί γε.
Εἰ γάρ ὁ ἔχων σώματος τάς κόρας ἐσβεσμένας
ὅλος ὑπάρχει σκοτεινός, ἀγνοῶν ποῦ ὑπάρχει,
πόςῳ γε μᾶλλον ὁ ψυχῆς ἔχων τυφλόν τό ὄμμα
ἐσκοτισμένος ἔσεται, καί σώματι καί πράξει
μικροῦ νενεκρωμένος δέ καί πνεύματι ὑπάρξει; 
Νόησον τοίνυν ἀκριβῶς, ὁποῖον φῶς σοι λέγω! 
Οὐ λέγω σοι τήν πίστιν γάρ, οὐ λέγω τήν τῶν ἔργων
πρᾶξιν οὐδέ μετάνοιαν οὐδέ νηστείαν πάντως,
ἀκτημοσύνην οὐδαμῶς, οὐ σοφίαν, οὐ γνῶσιν,
ἀλλ’ οὐδέ τό διδάσκειν· τούτων γάρ οὐδέν ἐστιν,
οὐ φῶς οὐδέ ἀπαύγασμα φωτός, οὗπέρ σοι λέγω,
οὐδέ γε ἡ εὐλάβεια ἡ ἔξωθεν, οὐ σχῆμα
τό ταπεινόν καί εὐτελές· πάντα γάρ ταῦτα πράξεις
καί ἐντολῶν ἐκπλήρωσις, εἴ γε καλῶς τελοῦνται
καί ἐκπληροῦνται, ὡς αὐτός ἐντέλλεται ὁ κτίστης.
Τά δάκρυα κατά πολλούς ἐκχέονται τούς τρόπους
καί ἤ ἐπωφελῆ εἰσιν ἤ καί βλάπτουσι μᾶλλον· 
τέως αὐτά καθ’ ἑαυτά ἀνόνητα εἰς ἅπαν.
ἡ δ’ ἀγρυπνία μοναχῶν οὐκ ἔστι πάντως μόνων,
ἀλλά καί τοῦ κοινοῦ λαοῦ ἔργοις ἀσχολουμένων,
καί ἀγρυπνοῦσι πλείονα ὑφαίνουσαι γυναῖκες,
χρυσοχόοι τε καί χαλκεῖς ἤ μονασταί οἱ πλεῖστοι,
καί διά τοῦτο λέγομεν ὅτι τούτων ἁπάντων 
τῶν ἐναρέτων πράξεων οὐδέν φάος καλεῖται.
Ὅπου καί συναγόμεναι εἰς ἕν αἱ πᾶσαι πράξεις
καί ἀρεταί ἀνελλιπῶς φῶς οὐκ εἰσί τό θεῖον,
διΐστανται γάρ ἐξ αὐτοῦ πᾶσαι πράξεις ἀνθρώπων,
καί αὗται μέν αἱ παρ’ ἡμῶν ἐκπληρούμεναι πράξεις
τό καθ’ ἡμᾶς πρός τούς λοιπούς ζῶντας ἐν πονηρίᾳ
φῶς λέγονται πρός τά καλά κἀκείνους ὁδηγοῦσαι
καί, ὅπερ ἔστιν ἐν ἐμοί σκότος καί ἐκτυφλοῖ με,
φῶς τῷ πλησίον γίνεται καί τοῖς ὁρῶσι λάμπει.
Καί ἵνα μή παράδοξα ὑποπτευθῶ σοι λέγειν,
ἄκουσον, καί λαλήσω σοι αἰνίγματος τήν λύσιν· 
νηστεύω ἴσως διά σέ, ἵνα φανῶ νηστεύων,
καί τοῦτο κέντρον μέν ἐμοῦ τοῖς ὀφθαλμοῖς ὑπάρχει
καί ὡς δοκός ἐμπέπηκται μέσον ἐν τούτοις πάντως· 
σύ δέ φωτίζῃ βλέπων με, εἰ μή με κατακρίνῃς,
ἀλλ’ εἶ μεμφόμενος σαυτόν ὡς γαστρίμαργον πάντως· 
πρός γάρ ἐγκράτειαν γαστρός καθοδηγῇ ἐκ τούτου
καί τῆς τρυφῆς ὑπερορᾷν προφανῶς ἐκμανθάνεις.
Πάλιν ἐγώ ἐνδέδυμαι εὐτελῆ καί ῥακώδη
καί μονοχίτων ἐν παντί περιπατῶν νομίζω
δόξαν ἐκ τῶν ὁρώντων με καί ἔπαινον θηρᾶσθαι
καί ὡς ἀπόστολος αὐτοῖς ἄλλος νέος ὁρᾶσθαι,
καί τοῦτο γίνεται ἐμοί πάσης αἴτιον βλάβης
καί σκότος ὄντως καί παχύ νέφος ἐν τῇ ψυχῇ μου· 
τούς δέ ὁρῶντάς με λαούς φωτίζει καί διδάσκει
ὑπερφρονεῖν καλλωπισμοῦ, ὑπερφρονεῖν καί πλούτου
καί εὐτελοῦς ἀντέχεσθαι καί τραχείας ἐσθῆτος,
ὅπερ καί ἔστιν ἀληθῶς ἔνδυμα ἀποστόλων.
Οὕτως καί πᾶσαι αἱ λοιπαί τῶν ἀρετῶν γε πράξεις
πράξεις εἰσίν ἐκτός φωτός, ἔργα ἀκτῖνος δίχα,
ὁμοῦ γάρ συναγόμεναι πᾶσαι, ὥσπερ προεῖπον,
καί εἰς τό ἕν γινόμεναι αἱ ἐνάρετοι πράξεις,
εἴπερ καί ἔστι δυνατόν ἐν ἀνθρώπῳ γενέσθαι,
λαμπάδι ἐξωμοίωνται φωτός ἐστερημένῃ.
Ὡς γάρ οὐκ ἔστι λέγεσθαι πῦρ τούς καρβῶνας μόνους,
ἀλλ’ οὐδέ πάλιν ἄνθρακας οὐδέ φλόγα τά ξύλα,
οὕτως οὐ πίστις ἅπασα, οὐκ ἔργα οὐδέ πράξεις,
οὐκ ἐντολῶν ἐκπλήρωσις πῦρ, φλόξ ἤ φῶς τό θεῖον
εἰσίν ἄξια λέγεσθαι, οὐ γάρ εἰσι τῷ ὄντι,
ἀλλ’ ὅτι δέξασθαι τό πῦρ, τῷ φωτί τε ἐγγίσαι
καί ἀναφθῆναι δύναται ἀπορρήτῳ ἑνώσει,
τοῦτο ὑπάρχει ἀρετῶν ἔπαινός τε καί κλέος.
Καί διά τοῦτο ἄσκησις πᾶσα καί πᾶσαι πράξεις
ἐπιτελοῦνται παρ’ ἡμῶν, ἵνα φωτός τοῦ θείου
ὥσπερ λαμπάς μετάσχωμεν, ὡς ἕν κηρίον πάσας 
προβαλλομένης τῆς ψυχῆς φωτί τῷ ἀπροσίτῳ· 
μᾶλλον δέ ὥσπερ πάπυρος ἐμβάπτεται κηρίῳ,
οὕτω ψυχή ταῖς ἀρεταῖς ἁπάσαις πιανθεῖσα 
ὅλη ἀνάψει ἐξ αὐτοῦ, ὅσον ὁρᾶν ἰσχύσει,
ὅσον ἐν οἴκῳ τε αὐτῆς εἰσαγαγεῖν χωρήσει,
καί τότε φωτιζόμεναι αἱ ἀρεταί ὡς θείῳ
φωτί συγκοινωνήσασαι φῶς καί αὐταί καλοῦνται,
μᾶλλον δ’ εἰσί καί αὗται φῶς φωτί συγκεκραμέναι,
περιαυγάζουσί τε φῶς ψυχήν αὐτήν καί σῶμα
καί λάμπουσί γε ἀληθῶς πρῶτον τῷ κεκτημένῳ
καί τότε πᾶσι τοῖς λοιποῖς τοῖς ἐν σκότει τοῦ βίου·
οὕς φώτισον ἐν Πνεύματι, Χριστέ, τῷ Παναγίῳ
καί κληρονόμους ποίησον οὐρανῶν βασιλείας
μετά πάντων ἁγίων σου, νῦν καί εἰς τούς αἰῶνας·
ἀμήν.



Ἑπόμενο: ΛΔ'. Ὅτι ἡ τοῦ Παναγίου Πνεύματος ἕνωσις πρός κεκαθαρμένας ψυχάς ἐν αἰσθήσει τρανῇ, ἤγουν ἐν ἐπιγνώσει γίνεται καί, ἐν αἷς ἄν γένηται, φωτοειδεῖς ὁμοίας ἑαυτόῦ καί φῶς αὐτάς ἀπεργάζεται.
Προηγούμενο: ΛΒ'. Ὅτι οἱ ἔνδοξοι τῆς γῆς καί σοβαροί τῷ πλούτῳ περί τήν σκιάν τῶν ὁρωμένων πλανῶνται, οἱ δέ γε τῶν παρόντων καταφρονήσαντες ἐν ἀπλανεῖ μεθέξει τοῦ Θείου γίνονται Πνεύματος.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος