Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΕ'. Ὅτι πάντες οἱ ἅγιοι ἐλλαμπόμενοι αὐγάζονται καί τήν δόξαν τοῦ Θεοῦ καθορῶσιν, ὡς θεμιτόν ἀνθρωπίνῃ φύσει Θεόν ὁρᾶν.
Προηγούμενο: ΛΓ'. Περί θεολογίας· καί ὅτι οἱ τό κατ’ εἰκόνα φυλάξαντες τάς πονηράς δυνάμεις τοῦ ἄρχοντος τοῦ σκότους καταπατοῦσιν, οἱ δ’ ἄλλοι, οἷς ἐμπαθής ὁ βίος, ὑπ’ αὐτοῦ κρατοῦνται καί βασιλεύονται.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

ΛΔ'. Ὅτι ἡ τοῦ Παναγίου Πνεύματος ἕνωσις πρός κεκαθαρμένας ψυχάς ἐν αἰσθήσει τρανῇ, ἤγουν ἐν ἐπιγνώσει γίνεται καί, ἐν αἷς ἄν γένηται, φωτοειδεῖς ὁμοίας ἑαυτόῦ καί φῶς αὐτάς ἀπεργάζεται.

  
Διΐσταται τῶν ὁρατῶν ὁ ἀόρατος πάντως 
καί τῶν κτισμάτων ὁ αὐτά πρῶτον κατασκευάσας
καί τῶν φθαρτῶν ὁ ἄφθαρτος, τό σκότος τοῦ φωτός τε,
καί μίξις τούτων γέγονε, ὅτε Θεός κατῆλθε.
Τά διεστῶτα τότε γάρ ἥνωσεν ὁ Σωτήρ μου,
ἀλλ’ οἱ τυφλοί τήν ἕνωσιν οὐκ εἶδον, οἱ νεκροί δέ
λέγουσι ταύτης αἴσθησιν μηδ’ ὅλως ἐσχηκέναι,
καί ζῆν καί βλέπειν οἴονται, ὤ μανίας ἐσχάτης,
καί ἀπιστοῦντες λέγουσιν· Οὐδείς τῇ  πείρᾳ τοῦτο
ἔγνωκεν ἤ ἔπαθεν, οὐκ εἶδεν ἐν αἰσθήσει,
ἀλλ’ ἀκοῇ καί διδαχῇ λόγων γίνεται μόνων.
Ἀλλ’ ὦ Χριστέ μου, δίδαξον εἰπεῖν με τί πρός ταῦτα
καί τῆς ἀγνοίας τῆς πολλῆς καί ἀπιστίας τούτους
ἐκσπᾶσαι καί χαρίσασθαι ἰδεῖν σε, φῶς τοῦ κόσμου! 
Ἀκούσατε καί σύνετε, πατέρες, θείους λόγους
καί γνώσεσθε τήν ἕνωσιν ἐν γνώσει γινομένην
καί ἐν αἰσθήσει ἐκ παντός καί  πείρᾳ καί ὁράσει.
Θεός ἐστιν ἀόρατος, ὁρατοί δ’ ἡμεῖς πάντως· 
εἰ οὖν αὐτός τοῖς ὁρατοῖς θελήματι ἑνοῦται,
ἕνωσις ἄρα γίνεται ἀμφοτέρων ἐν γνώσει.
Εἰ δέ ἀγνώστως εἴποιας τοῦτο καί ἀναισθήτως,
πάντως νεκρῶν ἡ ἕνωσις καί οὐ ζωῆς πρός ζῶντας.
Κτισμάτων κτίστης ὁ Θεός, κτιστοί δ’ ἡμεῖς ὡσαύτως· 
εἰ οὖν τῷ κτίσματι Θεός ὁ κτίσας συγκατέλθῃ
καί ἑνωθῇ καί γίνηται ὡς ὁ κτίστης τό κτίσμα,
αἴσθησιν  ὄντως λάβοιεν ἀληθοῦς θεωρίας,
ὅτι τῷ κτίστῃ τό κτιστόν ἀπορρήτως ἡνώθη.
Εἰ δέ μή τοῦτο δώσομεν, ἀπόλωλεν ἡ πίστις
καί ἡ ἐλπίς ἠφάνισται τῶν μελλόντων εἰς ἅπαν,
ἀνάστασις οὐκ ἔσεται οὐδ’ ἡ καθόλου κρίσις.
Ἐπειδή καί τά κτίσματα, ὡς λέγεις, ἀναισθήτως
τῷ ποιητῇ ἑνούμεθα μηδέν γνωστῶς νοοῦντες,
καί κινδυνεύει γε Θεός κατά σέ, ὡς οὐκ ἔστι
ζωή οὐδέ ζωήν ἡμῖν ἑνούμενος παρέχει.
Πάλιν ὁ κτίστης ἄφθαρτος, τά κτίσματα φθαρτά δέ· 
καί γάρ οἱ ἁμαρτήσαντες οὐχί τό σῶμα μόνον, 
ἀλλά καί τάς ψυχάς αὐτάς εἰς φθοράν παρεισῆξαν,
καί σώματι καί ψυχῇ κατά τόν λόγον τοῦτον
φθαρτοί ἐσμεν, ὡς τῇ φθορᾷ τοῦ νοητοῦ θανάτου
κρατηθέντες ὁμοῦ πάντες καί τῇ τῆς ἁμαρτίας.
Εἰ οὖν ὁ φύσει ἄφθαρτος ἑνωθῇ τῷ φθαρτῷ μοι,
ὄντως ἕν τούτων ἔσεται, ὧνπερ λέγει σοι μέλλω·
ἤ γάρ ἐμέ μεταβαλεῖ καί ἄφθαρτον ποιήσει
ἤ πρός φθοράν μεταβληθῇ ὁ ἄφθαρτος· καί οὕτως 
ἴσως ἐγώ οὐ γνώσομαι ἐκείνου πεπονθότος
καί γεγονότος ὡς ἐγώ· ἐγώ δ’ εἰ γένωμαί γε
ἄφθαρτος ὅλος ἐκ φθαρτοῦ  κολληθείς τῷ ἀφθάρτῳ,
πῶς ἄν οὐκ αἰσθανθήσομαι, πῶς ἄν αὐτῇ τῇ πείρᾳ
οὐκ ἴδω οὐδέ γνώσομαι γεγονώς, ὅ οὐκ ἤμην; 
Τό γάρ εἰπεῖν ὅτι Θεός ἑνούμενος ἀνθρώποις
οὐ μεταδίδωσιν αὐτοῖς τῆς θείας ἀφθαρσίας,
ἀλλά ἐκείνων τῇ φθορᾷ συγκατασπᾶται μᾶλλον, 
τοῦ ἀνωλέθρου ὄλεθρον ὁ λέγων δογματίζει
καί βλασφημεῖ καί τῆς ζωῆς αὐτός ὅλως ἐκπίπτει.
Εἰ δέ τοῦτο ἀδύνατον, δέξαι μᾶλλον τό ἄλλο
καί ἀφθαρσίας μετασχεῖν σπούδασον πρό τοῦ τέλους.
Τό φῶς ὑπάρχει ὁ Θεός, οἱ ἐν σκότει ἡμεῖς δέ,
ἤ ἀληθέστερον εἰπεῖν, ἡμεῖς αὐτοί τό σκότος· 
οὐδέ γάρ λάμψει ἀλλαχοῦ ὁ Θεός, μή πλανᾶσθε,
εἰ μή ἐν μόναις ταῖς ψυχαῖς, αἷς ἑνωθῇ  πρό τέλους· 
τοῖς δ’ ἄλλοις, εἰ καί λάμψειεν οἱ κήρυκες, ὡς εἶπον,
ὡς πῦρ αὐτοῖς φανήσεται ἀπρόσιτον εἰς ἅπαν,
τό ἔργον δοκιμάσει τε, ὁποῖον τό ἑκάστου,
καί πάλιν χωρισθήσεται τούτων ὡς ἀναξίων,
ἐκεῖνοι δ’ ἀπολήψονται κόλασιν ἐπαξίαν.
Ὅμως ἐνταῦθα καί ἐκεῖ φῶς ψυχῶν αὐτός μόνος,
ἡμεῖς δέ σκότος τάς ψυχάς ἔχοντες ἀφωτίστους·
εἰ οὖν τό φῶς τό τῶν ψυχῶν ἑνωθῇ τῇ ψυχῇ μου,
ἐκεῖνο συσβεσθήσεται καί γενήσεται σκότος
ἤ ἡ ψυχή μου ὡς τό φῶς ἔσεται φωτισθεῖσα.
Τό φῶς γάρ, ὅταν ἀναφθῇ, φεύγει εὐθύς τό σκότος,
καίτοι ἐστί τοῦ αἰσθητοῦ φωτός ἐκεῖνο ἔργον.
Εἰ δέ τό φῶς παραχθέν ἐνεργεῖ σοι τοιαῦτα
καί ὀφθαλμούς φωτίζει σου καί ψυχήν κατευφραίνει
καί, ἅ τό πρίν οὐκ ἔβλεπες, χαρίζεται ὁρᾶν σοι, 
τί οὐ ποιήσει ἐν ψυχῇ λάμψας ὁ τούτου κτίστης, 
ὁ «Γενηθήτω φῶς» εἰπών καί εὐθύς παρεισήχθη; 
Τί δοκεῖ οὖν σοι, εἰ λάμψει νοερῶς ἐν καρδίᾳ
ἤ ἐν νοΐ ὡς ἀστραπή ἤ ὡς ἥλιος μέγας, 
ἐμποιῆσαι δυνήσεται ψυχῇ τῇ ἐλλαμφθείσῃ; 
Οὐχί φωτίσει ταύτην γε καί γνωρίσαι παρέξει
ἐν ἐπιγνώσει ἀκριβεῖ αὐτόν, ὅστις ὑπάρχει; 
Ναί, ὄντως οὔτως γίνεται, οὕτως ἐπιτελεῖται,
οὕτως ἀποκαλύπτεται τοῦ Πνεύματος ἡ χάρις 
καί δι’ αὐτοῦ καί ἐν αὐτῷ ὁ Υἱός σύν Πατρί τε· 
καί τούτους βλέπει, ὥς ἐστι δυνατόν κατιδέσθαι,
καί τότε τά  περί αὐτῶν ἐξ αὐτῶν ἀπορρήτως 
διδάσκεται καί φθέγγεται καί πᾶσιν ἄλλοις γράφει
καί δόγματα θεοπρεπῆ ἐκτίθεται, ὡς  πάντες
οἱ προλαβόντες ἅγιοι διδάσκουσι πατέρες· 
οὕτως γάρ ἐδογμάτισαν τό σύμβολον τό θεῖον,
τοιοῦτοί τε γενόμενοι, ὡς εἴπομεν, κἀκεῖνοι
μετά Θεοῦ τά τοῦ Θεοῦ ἐφθέγξαντο καί εἶπον.
Τίς γάρ ἐθεολόγησε τριαδικήν μονάδα
ἤ τίς αἱρέσεις ἔτρεψε μή γεγονώς τοιοῦτος
ἤ τίς ἐκλήθη ἅγιος μή μετασχών Ἁγίου
Πνεύματος; Οὐδείς πώποτε. Ὥς καί τό φῶς αἰσθήσει
τό νοητόν προσγίνεσθαι πέφυκεν, οἷς προσέσται.
Οἱ δ’ ἀναισθήτως λέγοντες τούτου μεταλαμβάνειν,
αὐτοί τῷ ὄντι ἑαυτούς καλοῦσιν ἀναισθήτους,
ἡμεῖς δέ καί νεκρούς ὄντας ζωῆς ἐστερημένους,
εἰ καί δοκοῦσιν ἔτι ζῆν, ὤ πλάνης, ὤ μανίας!  
Ἀλλ’, ὦ φῶς, λάμψον εἰς αὐτούς, λάμψον, ὅπως ἰδόντες
πεισθῶσιν ὄντως ὅτι φῶς σύ ἀληθές ὑπάρχεις,
καί οἷς ἑνοῦσαι, ὥσπερ φῶς, ὁμοίους σοι ἐργάζῃ.
Λάμπω καθώς καί πάντοτε τῶν τυφλῶν πρό προσώπου,
ἀλλά ἰδεῖν οὐ βούλονται, καμμύουσι δέ μᾶλλον
καί ἀναβλέψαι πρός ἐμέ  οὐ θέλουσιν, ὦ τέκνον.
Πρός δέ καί ἀποστρέφονται τάς ὄψεις ἀλλαχόθεν,
κἀγώ συμπεριστρέφομαι, τούτων ἔμπροσθεν στήκω,
κἀκεῖνοι πάλιν ἀλλαχοῦ ἐκπέμπουσι τό ὄμμα
καί ὅλως τοῦ προσώπου μου τό φῶς οὐ καθορῶσι.
Τούτων οἱ μέν καλύπτονται καλύμμασι τάς ὄψεις,
οἱ δέ καί ἔξω φεύγουσι μισήσαντές με πάντως.
Τί οὖν τούτους ποιήσαιμι, ἀξαπορῶ εἰς ἅπαν· 
τό ἀβουλήτως γάρ αὐτούς καί βίᾳ τάχα σῶσαι,
καί τοῦτο θλῖψις δόξειε, μή θέλοντας σωθῆναι.
Τό γάρ καλόν θελήματι ἔσται καλόν τῷ ὄντι,
τό δ’ ἀβουλήτως ἀγαθόν οὐκ ἀγαθόν ὑπάρξει,
καί διά τοῦτο θέλοντας καί ὁρῶ καί ὁρῶμαι
καί βασιλείας τῆς ἐμῆς ποιῶ συγκληρονόμους,
τούς δέ μή θέλοντας ἐῶ θέλοντας ἐν τῷ κόσμῳ,
καί γίνονται κριταί αὐτοί ἑαυτῶν πρό τῆς δίκης,
ὅτι ἐμοῦ ἐκλάμποντος φωτός τοῦ ἀπροσίτου
αὐτοί τό σκότος ἑαυτόῖς προεξένησαν μόνοι,
φῶς ἰδεῖν μή θελήσαντες καί μείναντες ἐν σκότει. 



Ἑπόμενο: ΛΕ'. Ὅτι πάντες οἱ ἅγιοι ἐλλαμπόμενοι αὐγάζονται καί τήν δόξαν τοῦ Θεοῦ καθορῶσιν, ὡς θεμιτόν ἀνθρωπίνῃ φύσει Θεόν ὁρᾶν.
Προηγούμενο: ΛΓ'. Περί θεολογίας· καί ὅτι οἱ τό κατ’ εἰκόνα φυλάξαντες τάς πονηράς δυνάμεις τοῦ ἄρχοντος τοῦ σκότους καταπατοῦσιν, οἱ δ’ ἄλλοι, οἷς ἐμπαθής ὁ βίος, ὑπ’ αὐτοῦ κρατοῦνται καί βασιλεύονται.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος