Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΣΤ'. Εὐχαριστία ὑπέρ τῆς ἐξορίας καί τῶν θλίψεων, ὧν ὑπέστη ἐν τῷ κατ’ αὐτόν διωγμῷ.
Προηγούμενο: ΛΔ'. Ὅτι ἡ τοῦ Παναγίου Πνεύματος ἕνωσις πρός κεκαθαρμένας ψυχάς ἐν αἰσθήσει τρανῇ, ἤγουν ἐν ἐπιγνώσει γίνεται καί, ἐν αἷς ἄν γένηται, φωτοειδεῖς ὁμοίας ἑαυτόῦ καί φῶς αὐτάς ἀπεργάζεται.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

ΛΕ'. Ὅτι πάντες οἱ ἅγιοι ἐλλαμπόμενοι αὐγάζονται καί τήν δόξαν τοῦ Θεοῦ καθορῶσιν, ὡς θεμιτόν ἀνθρωπίνῃ φύσει Θεόν ὁρᾶν.

  
Βλέψον ἄνωθεν, Θεέ μου,
καί εὐδόκησον φανῆναι
καί πτωχῷ προσομιλῆσαι.
Ἀποκάλυψον τό φῶς σου
διανοίξας οὐρανούς μοι, 
ἄνοιξον τόν νοῦν μου μᾶλλον,
εἴσελθε καί νῦν ἐντός μου.
Λάλησον, καθάπερ πάλαι,
διά ῥυπαρᾶς μου γλώσσης,
περί ὧν τινες λαλοῦσιν,
ὅτι νῦν οὐδείς ὑπάρχει,
ὅς Θεόν γνωστῶς κατεῖδεν, 
οὐδέ γέγονε πρό τούτου 
παρεκτός τῶν ἀποστόλων.
Ἀλλ’ οὐδέ αὐτούς ἐκείνους 
λέγουσι τρανῶς ἰδέσθαι
τόν Θεόν σου καί Πατέρα,
ἀλλά ἄγνωστον τοῖς πᾶσιν, 
ἀθεώρητον ὡσαύτως 
δογματίζουσιν ὑπάρχειν,
προβαλλόμενοι τό ῥῆμα
τοῦ ὑπερηγαπημένου
μαθητοῦ σου Ἰωάννου
λέγοντος· Θεόν οὐδέπω 
ἑωράκει τις ἀνθρώπων.
Ναί, Χριστέ μου, λέξον τάχος,
ἵνα μή τοῖς ἀσυνέτοις
ἔγωγε δόξω ληρεῖν.
Γράφε, εἶπεν, ἅπερ λέγω,
γράφε καί μή κατοκνήσῃς.
Ἦ Θεός ἐγώ πρό πάντων
ἡμερῶν, ὡρῶν καί χρόνων,
ἀλλά καί αἰώνων πάντων
καί τῶν ὁρωμένων πάντων
νοουμένων τε κτισμάτων.
Ἤμην ὑπέρ νοῦν καί λόγον, 
ὑπέρ ἔννοιάν τε πᾶσαν
μόνος μετά μόνου μόνος,
καί οὐδέν τῶν ὁρωμένων, 
ἀλλ’ οὐδέ τῶν ἀοράτων
ἦν πρό τοῦ γενέσθαι ὄντως.
Μόνος ἄκτιστος ἐγώ
σύν Πατρί καί Πνεύματί μου
μόνος ἄναρχος ὑπάρχω 
ἐξ ἀνάρχου τοῦ Πατρός μου· 
ἀγγέλων δέ οὐδείς οὐδέπω,
ἀλλ’ οὐδέ τῶν ἀρχαγγέλων,
οὐ τῶν ἄλλων τε ταγμάτων
εἶδέ μου ποτέ τήν φύσιν
οὐδ’ αὐτόν ἐμέ τόν κτίστην
ὅλον, οἷόσπερ τυγχάνω. 
Μόνην δέ ἀκτῖνα δόξης
καί ἀπόρροιαν φωτός μου
καθορῶσι καί θεοῦνται.
Ὡς γάρ ἔσοπτρον ἡλίου 
τάς ἀκτῖνας δεδεγμένον 
ἤ κρυστάλλινος ὡς λίθος
ἐλλαμφθείς ἐν μεσημβρίᾳ,
οὕτως δέχονται ἀκτῖνας
τῆς θεότητός μου πάντες.
Ὅλον δέ με κατιδέσθαι
οὔπω τις κατηξιώθη,
οὐκ ἀγγέλων, οὐκ ἄνθρώπων, 
οὐ δυνάμεων ἁγίων.
Ἔξω γάρ εἰμι τῶν πάντων
καί ἀόρατος τοῖς πᾶσιν,
οὐ φθονῶν δέ τούτοις πάντως,
ὅπως μή με καθορῶσιν,
οὐδ’ ὡς ἀκαλλής ὑπάρχων
κρύπτομαι τοῦ μή φανῆναι,
ἀλλά ἄξιος οὐδείς μου 
τῆς θεότητος εὑρέθη,
οὐδέ γέγονε τοῦ κτίστου 
ἰσοδύναμον τό κτίσμα.
Τοῦτο γάρ οὐδέ συμφέρει· 
μικράν δ’ ὁρῶντες ἀπαυγήν
ὄντως εἶναί με μυοῦνται 
καί γινώσκουσι Θεόν με
τόν αὐτούς παραγαγόντα,
καί ἐκπλήξει με καί φόβῳ
ἀνυμνοῦντες λειτουργοῦσιν.
Οὐκ ἐνδέχεται Θεόν γάρ 
ἄλλον φύσει παραχθῆναι 
ἰσοδύναμον τοῦ κτίστου
οὐδ’ ὁμοφυῆ ἐκείνου, 
οὐδέ δυνατόν γάρ ὅλως
ὁμοούσιον τοῦ κτίστου
τό κτιζόμενον γενέσθαι. 
Τῷ ἀκτίστῳ τό κτιστόν γάρ 
πῶς ποτε ἐξισωθείη; 
Τοῦ ἀεί ὡσαύτως ὄντος
καί ἀνάρχου καί ἀκτίστου
τά κτιζόμενα ἐλάττω· 
καί γάρ εἶναι μαρτυρήσεις
καί τοσοῦτον διαφέρειν, 
ὅσον ἅμαξα καί πρίων
τοῦ αὐτά τεκτηναμένου.
Πῶς οὖν ἅμαξα τόν ταύτην 
τεκτηνάμενον ἐκμάθοι; 
Πῶς δέ πρίων τόν κινοῦντα 
ἐπιγνώσεται, εἰπέ μοι,
εἰ μή τούτοις δώσει γνῶσιν, 
εἰ μή ὅρασιν ἐνθείη
ὁ αὐτά κατασκευάσας, 
ὅ ἀδύνατον ὑπάρχει
τοῦτο πᾶσι τοῖς κτισθεῖσιν; 
Οὐδείς ἀνθρώπων ὅλως οὖν,
οὐδείς καί τῶν ἀγγέλων
τοῦ διδόναι πνεῦμα ἄλλοις
ἔλαβε τήν ἐξουσίαν
ἤ ζωήν αὐτοῖς παρέχειν,
ὁ δέ Κύριος τῶν πάντων
ἔχων ἐξουσίαν μόνος, 
μόνος ἔχων δυναστείαν, 
ὡς πηγή ζωῆς ὑπάρχων 
ἔμψυχα παράγει ζῷα, 
οἷα πάντως καί θελήσει,
καί χαρίζεται ἑκάστῳ
ὡς τεχνίτης, ὡς δεσπότης,
ὅσα βούλεται καί θέλει,
ᾧ ἡ δόξα καί τό κράτος
νῦν, ἀεί καί εἰς αἰῶνας τῶν αἰώνων,
ἀμήν.



Ἑπόμενο: ΛΣΤ'. Εὐχαριστία ὑπέρ τῆς ἐξορίας καί τῶν θλίψεων, ὧν ὑπέστη ἐν τῷ κατ’ αὐτόν διωγμῷ.
Προηγούμενο: ΛΔ'. Ὅτι ἡ τοῦ Παναγίου Πνεύματος ἕνωσις πρός κεκαθαρμένας ψυχάς ἐν αἰσθήσει τρανῇ, ἤγουν ἐν ἐπιγνώσει γίνεται καί, ἐν αἷς ἄν γένηται, φωτοειδεῖς ὁμοίας ἑαυτόῦ καί φῶς αὐτάς ἀπεργάζεται.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος