Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΖ'. Δέησις καί προσευχή τοῦ αὐτοῦ πρός Θεόν τῆς ἐκείνου ἕνεκα βοηθείας
Προηγούμενο: ΛΕ'. Ὅτι πάντες οἱ ἅγιοι ἐλλαμπόμενοι αὐγάζονται καί τήν δόξαν τοῦ Θεοῦ καθορῶσιν, ὡς θεμιτόν ἀνθρωπίνῃ φύσει Θεόν ὁρᾶν.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

ΛΣΤ'. Εὐχαριστία ὑπέρ τῆς ἐξορίας καί τῶν θλίψεων, ὧν ὑπέστη ἐν τῷ κατ’ αὐτόν διωγμῷ.

 
Εὐχαριστῶ σοι, Κύριε, εὐχαριστῶ σοι, μόνε
καρδιογνῶστα, βασιλεῦ δίκαιε, πανοικτίρμον!
Εὐχαριστῶ σοι, ἄναρχε, παντοδύναμε Λόγε,
ὁ κατελθών ἐπί τῆς γῆς καί σαρκωθείς Θεός μου
καί γεγονώς, ὅπερ οὐκ ἦς, ἄνθρωπος ὅμοιός μου
δίχα τροπῆς καί ῥεύσεως καί πάσης ἁμαρτίας,
ἵνα παθών ὁ ἀπαθής ὑπ’ ἀνόμων ἀδίκως
ἀπάθειαν παράσχῃς μοι τῷ κατακεκριμένῳ
ἐν τῷ μιμήσασθαι τά σά παθήματα, Χριστέ μου.
Δικαία οὖν ἡ κρίσις σου καί ἡ πρόσταξις ἅμα,
ἥνπερ προσέταξας ἡμᾶς φυλάσσειν, πανοικτίρμον.
Αὕτη δ’ ἐστίν ἡ μίμησις τῆς ταπεινώσεώς σου,
ἵν’ ὥσπερ ἔπαθες αὐτός ἀναμάρτητος πέλων,
οὕτως ἡμεῖς ὑποίσωμεν ἁμαρτήσαντες πάντα,
καί πειρασμούς καί διωγμούς καί μάστιγας καί θλίψεις
καί τελευταῖον θάνατον παρά τῶν παρανόμων.
Σύ δαιμονᾶν γάρ ἤκουσας καί πλάνος ἐνομίσθης
ἀθέοις καί ἀντίθεος καί παραβάτης νόμου.
Σύ ὡς κακοῦργος συλληφθείς καί δεθείς μόνος ἤχθης,
πάντων καταλιπόντων σε μαθητῶν τε καί φίλων.
Σύ καί παρέστης τῷ κριτῇ ὡς κατάκριτος, Λόγε,
καί κρίσιν, ἥν ἐξήνεγκε κατά σου, κατεδέξω.
Σύ καί λαλήσας ῥάπισμα παρά δούλου ὑπέστης
καί σιωπήσας θάνατος εὐθύς κατεδικάσθης.
Οἱ λόγοις σου γάρ μάχαιρα τοῖς ἀνόμοις ὑπῆρχον,
ἡ σιωπή δέ, βασιλεῦ, καταδίκης αἰτία· 
διό μή φέροντες ὁρᾶν σέ τόν δίκαιον μόνον
οἱ ἄδικοι θανάτῳ σε παρέδωκαν αἰσχίστῳ.
Ὅθεν ἐτύφθης κεφαλήν καί ἀκάνθαις
ἐστεφανώθης, χλαῖνάν τε κοκκίνην ἐνεδύσω.
Ἐνεπτύσθης τό πρόσωπον, οἴμοι, καί ἐνεπαίχθης,
Χαῖρε! ἀκούσας παικτικῶς, βασιλεῦ, ὑπ’ Ἑβραίων.
Σύ τόν σταυρόν ἐβάστασας, Σῶτερ, ἐπί τῶν ὤμων
καί προσεπάγης ἐν αὐτῷ ἀνυψωθείς, Θεέ μου.
Χεῖρας ἡλώθης πόδας τε, καί ὄξος ἐποτίσθης
καί τήν πλευράν ἐνύγης σου τῇ λόγχῃ, πανοικτίρμον.
Ταῦτα ἡ γῆ μή φέρουσα ἐκλονεῖτο τῷ φόβῳ
καί τούς νεκρούς τούς ἐν αὐτῇ ἀπεδίδου ἐν τάχει· 
ὁ ἥλιος εἰς αἷμα δέ μετεστράφη ὁρῶν σε
καί ἡ σελήνη ζόφωσιν ἐνεδύσατο τότε.
Τό καταπέτασμα τοῦ ναοῦ τοῦ τότε διεσχίσθη
ἀπό τῶν ἄνω γεγονός δύο ἕως τῶν κάτω, 
καί οὐδέν οἱ παράνομοι τούτων συνῆκαν ὅλως,
ἀλλά καί τάφῳ κείμενον φύλακας ἐφιστᾶσι
καί τόν λίθον σφραγίζουσι σέ κατασχεῖν δοκοῦντες. 
Σύ οὖν ἀνέστης, Δέσποτα, ἰδίᾳ ἐξουσίᾳ
καί τάς σφραγίδας ἔλιπες σώας τοῖς παραβάταις·
ἀγγέλων παρουσία δέ ἐκύλισε τόν λίθον
καί τούς ἐκεῖ φυλάσσοντας κατέπληξε τῷ φόβῳ,
καί οὐκ ἠθέλησεν ποσῶς τοῦ συνιέναι ὅλως,
ἀλλ’ ἔμειναν τυφλώττοντες τόν νοῦν καί τήν καρδίαν
πεπωρωμένην τήν αὑτῶν ἔχοντες μέχρι τέλους.
Τί οὖν ὑπάρχει μέγα μοι, εἰ ταῦτα κἀγώ πάθω,
ἅπερ αὐτός σύ πέπονθας ἀναμάρτητος πέλων
ὑπέρ τοῦ κόσμου, Δέσποτα, ἵνα τόν κόσμον σώσῃς,
ὁ ἁμαρτήσας πάμπολλα ἐκ νέας ἡλικίας
καί παροργίσας σε, Χριστέ, ἐν ἔργοις τε καί λόγοις; 
Μέγα μοι ὄντως, μᾶλλον δέ καί ὑπέρ πᾶσαν δόξαν,
ὅτι με μέτοχον ποιεῖ δόξης σου τῆς ἀρρήτου
ἡ κοινωνία τῶν παθῶν, ἡ μίμησις τῶν ἔργων,
καί πρόξενος θεότητος ἡ ταπείνωσις πέλει
ἡ σή τοῖς μετά γνώσεως ταύτην μετερχομένοις.
Εὐχαριστῶ σοι, Δέσποτα, πάσχων μᾶλλον ἀδίκως,
εἰ δέ δικαίως, ἔστω μοι εἰς ἔκτισιν πταισμάτων,
εἰς κάθαρσιν ἀμέτρων μου, Χριστέ, πλημμελημάτων,
καί μή ἐάσῃς μοι ποτέ πόνους ἐπενεχθῆναι
ὑπέρ δύναμιν, Δέσποτα, ἤ πειρασμούς ἤ θλίψεις,
ἀλλά ἀεί μοι χάρισαι τήν ἔκβασιν, Θεέ μου,
καί τήν ἰσχύν τοῦ δύνασθαι ὑπενεγκεῖν τάς λύπας.
Σύ γάρ ὑπάρχεις τῶν καλῶν ὁ παροχεύς ἀρχῆθεν
τοῖς ἐκ ψυχῆς προσπίπτουσι τῷ σῷ κράτει ἀξίως,
τῆς πίστεως, τῶν ἔργων τε καί τῶν χρηστῶν ἐλπίδων
παρέχων τά χαρίσματα, τάς δωρεάς τε πάσας
τοῦ Θείου καί προσκυνητοῦ Πνεύματός σου, οἰκτίρμον,
νῦν καί ἀεί καί πάντοτε εἰς αἰῶνας αἰώνων, 
ἀμήν.



Ἑπόμενο: ΛΖ'. Δέησις καί προσευχή τοῦ αὐτοῦ πρός Θεόν τῆς ἐκείνου ἕνεκα βοηθείας
Προηγούμενο: ΛΕ'. Ὅτι πάντες οἱ ἅγιοι ἐλλαμπόμενοι αὐγάζονται καί τήν δόξαν τοῦ Θεοῦ καθορῶσιν, ὡς θεμιτόν ἀνθρωπίνῃ φύσει Θεόν ὁρᾶν.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος