Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΗ'. Περί θεολογίας· καί ὅτι ὁ νοῦς τῆς ὕλης τῶν παθῶν καθαρθείς ἀΰλως τόν ἄϋλον καί ἀόρατον καθορᾷ.
Προηγούμενο: ΛΣΤ'. Εὐχαριστία ὑπέρ τῆς ἐξορίας καί τῶν θλίψεων, ὧν ὑπέστη ἐν τῷ κατ’ αὐτόν διωγμῷ.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

ΛΖ'. Δέησις καί προσευχή τοῦ αὐτοῦ πρός Θεόν τῆς ἐκείνου ἕνεκα βοηθείας

  
Δέσποτα Χριστέ, Δέσποτα ψυχοσῶστα, 
Δέσποτα Θεέ πάντων τῶν ὁρωμένων
ἀοράτων τε δυνάμεων, ὡς κτίστης
τῶν ἐν οὐρανῷ πάντων, τῶν ὑπεράνω
τοῦ οὐρανοῦ τε καί οὐρανῶν ἁπάντων, 
τῶν ὑπό γῆν τε καί τῶν ἐν γῇ ὡσαύτως! 
Σύ εἶ Κύριος τούτων, Θεός τε καί Δεσπότης,
σύ τῇ χειρί σου περικρατεῖς τήν κτίσιν,
ὅτι ἐν αὐτῇ περιέχεις τά πάντα.
Χείρ σου, Δέσποτα, δύναμις ἡ μεγάλη,
ἥ τό θέλημα τοῦ σοῦ Πατρός πληροῦσα
καί δημιουργεῖ, ἐργάζεται καί κτίζει
καί οἰκονομεῖ τά καθ’ ἡμᾶς ἀρρήτως· 
αὕτη οὖν κἀμέ νυνί παραγαγοῦσα 
ἐκ τοῦ μή ὄντος πεποίηκε τοῦ εἶναι,
ὅε καί γεγονώς ἤμην ἐν τῷδε κόσμῳ
ἀγνοῶν ὅλως σέ, τόν καλόν Δεσπότην,
σέ, τόν κτίστην μου, σέ, ὦ δημιουργέ μου,
καί ὥσπερ τυφλός ὑπῆρχον ἐν τῷ κόσμῳ 
καί ὡς ἄθεος, ἀγνοῶν τόν Θεόν μου.
Αὐτός οὖν ἐλεήσας καί ἐπεσκέψω 
καί ἐπεστρέψας λάμψας ἐν σκότει φῶς μοι
καί ἑλκύσας με πρός ἑαυτόν, ὦ πλάστα,
ἐξαγαγών τε ἐκ κατωτάτου λάκκου,
σκότους τῶν παθῶν, σκότους τοῦ βαθυτάτου
ἐπιθυμιῶν καί ἡδονῶν τοῦ βίου
ἔξειξας ὁδόν, δέδωκας ὁδηγόν μοι
πρός τάς ἐντολάς τάς σάς καθοδηγοῦντα.
Ὧ ἀκολουθῶν ἄφροντις διετέλουν,
ἔχαιρον χαράν οὐ λαλουμένην, Λόγε,
ὁρῶν κατά πόδας σου ἀκολουθοῦντα
καί προσομιλοῦντά σοι πολλάκις τοῦτον.
Ἀλλά καί βλέπων σε, τόν καλόν Δεσπότην, 
τῷ ὁδηγῷ μου καί πατρί συμπαρόντα
ἄφραστον εἶχον ἀγάπην τε καί πόθον, 
ὑπέρ πίστιν τε καί ἐλπίδα ὑπῆρχον
καί· Ἰδού, ὁρῶ τά μέλλοντα, ἔλεγον,
καί τῶν οὐρανῶν πάρεστι βασιλεία
καί τά ἀγαθά ἅ ὀφθαλμός οὐκ εἶδεν,
οὖς οὐκ ἤκουσε, πρό ὀφθαλμῶν μου βλέπω, 
ἔχων τε αὐτά καί τί πλέον ἐλπίσω,
ἤ τήν πίστιν μου ἐν ἄλλοις ποίοις δείξω; 
Μεῖζον γάρ ἄλλο ὑπέρ ταῦτα οὐκ ἔσται.
Ἐν τούτοις ὄντος καί τούτοις ἐντρυφῶντος 
ἔλαβες ἐκ γῆς τόν πατέρα μου, οἴμοι,
ἦρας ὁδηγόν ἐμόν ἐξ ὀφθαλμῶν μου,
ὦ φιλάνθρωπε, καί κατέλιπας μόνον, 
πάντως ὀρφανόν, πάντως μεμονωμένον, 
πάντως ἐκ πάντων ἀβοήθητον ὄντα,
καί ποίμνης, οἴμοι, προστάτην καί ποιμένα, 
τόν ὡς ἀληθῶς ἀπροστάτευον ξένον
ἔστησας αὐτός τοῖς κρίμασιν, οἷς οἶδας.
Διά τοῦτο σέ ἄρτι καθικετεύω,
ἄρτι δέομαι, ἀντιβολῶ προσπίπτων· 
μή ἀποστραφῇς, μή με ἐγκαταλίπῃς
μηδέ ἀφῇς με, ὦ Δέσποτά μου, μόνον! 
Οἶδας τῆς ὁδοῦ τήν δύσβατον πορείαν,
οἶδας τῶν λῃστῶν τήν καθ’ ἡμῶν μανίαν,
οἶδας τήν πληθύν τῶν πονηρῶν θηρίων,
οἶδας τήν ἐμήν ἀσθένειαν, Χριστέ μου,
καί τήν ἄγνοιαν, ἥν ὡς ἄνθρωπος ἔχω. 
Πλήν οὐδ’ ἄνθρωπος ὅλως δοκῶ ὑπάρχειν,
ἀλλά ἀνθρώπων πολύ ἀπολιμπάνειν· 
κατά πάντα γάρ πάντων ἔσχατος πέλω
καί ἐλάχιστός εἰμι ὄντως ἀνθρώπων πάντων.
Ἐπίχεέ μοι, βασιλεῦ καί Θεέ μου,
τό ἔλεός σου, ἐξαιτοῦμια, τό μέγα,
ἵνα τά ἐμά ὑστερήματα, Σῶτερ,
καί ἐλλείματα τοῦτο ἀναπληρώσῃ
καί σῶον ὅλον ἄνθρωπόν με ποιήσῃ
ὑστερούμενον οὐδέν τῶν ἀναγκαίων
καί οὕτω στήσῃ ἐνώπιόν σου, Λόγε,
ἀκατάκριτον, ἄμεμπτόν με σόν δοῦλον, 
ἀνυμνοῦντά σε εἰς αἰῶνας αἰώνων,
ἀμήν.



Ἑπόμενο: ΛΗ'. Περί θεολογίας· καί ὅτι ὁ νοῦς τῆς ὕλης τῶν παθῶν καθαρθείς ἀΰλως τόν ἄϋλον καί ἀόρατον καθορᾷ.
Προηγούμενο: ΛΣΤ'. Εὐχαριστία ὑπέρ τῆς ἐξορίας καί τῶν θλίψεων, ὧν ὑπέστη ἐν τῷ κατ’ αὐτόν διωγμῷ.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος