Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΘ'. Ὅτι ὁ πόθος καί ἡ πρός Θεόν ἀγάπη ὑπερβαίνει πᾶσαν ἀγάπην καί πάντα πόθον ἀνθρώπινον· βαφείς δέ ὁ νοῦς τῶν καθαιρομένων ἐν τῷ φωτί τοῦ Θεοῦ ὅλος θεοῦται καί νοῦς ἐκεῖθεν χρηματίζει Χριστοῦ.
Προηγούμενο: ΛΖ'. Δέησις καί προσευχή τοῦ αὐτοῦ πρός Θεόν τῆς ἐκείνου ἕνεκα βοηθείας
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

ΛΗ'. Περί θεολογίας· καί ὅτι ὁ νοῦς τῆς ὕλης τῶν παθῶν καθαρθείς ἀΰλως τόν ἄϋλον καί ἀόρατον καθορᾷ.

 
Ποίαν ὁδόν ὁδεύσοιμι, ποίαν ἐκκλίνω τρίβον; 
Ποίαν ἀνέλθω κλίμακα, ποίαν εἰσέλθω πύλην
ἤ πῶς ἀνοίξω θύραν δέ καί ποίου κουβουκλίου;
Ὁποίας δέ καί ποταπῆς ἔνδον οἰκίας εὕρω
τόν ἐν χειρί τά σύμπαντα καί παλάμῃ κρατοῦντα; 
Ὄρος εἰς ποῖον ἀναβῶ, ἐκ ποίου τε τοῦ μέρους
καί ποῖον ἄρα σπήλαιον ἐκεῖσε ψηλαφήσω
ἤ ποῖον ἕλος διελθών τόν πανταχοῦ παρόντα
καί ἄληπτον τυγχάνοντα ἀόρατόν τε ὄντα
τοῦ κατιδεῖν ἀξιωθῶ καί κατασχεῖν, ὁ τάλας; 
Εἰς ποῖον ᾅδην καταβῶ, εἰς οὐρανόν δέ ποῖον
ἀνέλθω καί εἰς ἔσχατα ποίας θαλάσσης ἆρα
γενόμενος εὑρήσαιμι τόν ἀπρόσιτον πάντῃ,
τόν πάμπαν ἀπερίγραπτον, ἀφηλάφητον ὅλον, 
τό ἄϋλον ἐν ὑλικοῖς, τόν κτίστην ἐν τῇ κτίσει,
τόν ἄφθαρτον ἐν τοῖς φθαρτοῖς, εἰπέ μοι, πῶς εὑρήσω; 
Πῶς δ’ ἔξω κόσμου γένωμαι, ὁ τυγχάνων ἐν κόσμῳ,
πῶς τῷ ἀΰλω συναφθῶ, ὁ συνημμένος ὕλῃ; 
Πῶς τῷ ἀφθάρτῳ συμπλακῶ, φθαρτός ὅλος ὑπάρχων,
ὁ ἐν θανάτῳ τῇ ζωῇ πῶς ὅλως πλησιάσω, 
τῷ ἀθανάτῳ ὁ νεκρός τῶς ἆρα προσπελάσω; 
Ὁ χόρτος ὅλος τῷ πυρί πῶς προσψαῦσαι τολμήσω; 
Ἀλλ’ ὅμως ἄρτι ἄκουε τῶν ἀπορρήτων λύσιν! 
Πρό τοῦ γενέσθαι οὐρανόν, πρό τοῦ γῆν παραχθῆναι
Θεός ὑπῆρχεν, ἡ Τριάς, μόνος μεμονωμένος,
φῶς ἄναρχον, φῶς ἄκτιστον, φῶς ἄφραστον εἰς ἅπαν,
ὅμως Θεός ἀθάνατος, ἀτελεύτητος, μόνος,
ἀΐδιος, αἰώνιος, ἀγαθώτατος ἄγαν.
Νόει καλῶς μόνον Θεόν ἐν ἀρχῇ τήν Τριάδα 
ὑπερανάρχως οὖσαν μέν, ὑπέρ ἀρχήν τε πᾶσαν
ἀνείκαστον, ἀμέτρητον ὕψει, βάθει καί πλάτει,
τοῦ τε μεγέθους καί φωτός πέρας μή κεκτημένον.
Οὐκ ἦν ἀήρ, καθάπερ νῦν, οὐκ ἦν σκότος οὐδ’ ὅλως,
οὐ φῶς, οὐχ ὕδωρ, οὐκ αἰθήρ, οὐκ ἄλλο τι  τῶν ὄντων· 
πνεῦμα δέ μόνον ὁ Θεός, φωτοειδές εἰς ἅπαν,
ὁμοῦ τε παντοδύναμον καί ἄϋλον ὑπῆρχεν.
Ἐποίησεν ἀγγέλους δέ, ἀρχάς καί ἐξουσίας,
τά Χερουβίμ καί Σεραφίμ, κυριότητας, θρόνους
καί τά ἀκατονόμαστα τάγματα λειτουργοῦντα
αὐτῷ καί παριστάμενοα ἐν φόβῳ τε καί τρόμῳ.
Ὕστερον δέ παρήγαγεν οὐρανόν ὡς καμάραν,
ὑλικόν καί ὁρώμενον, αἰσθητόν καί παχύν τε 
καί ἐν ῥιπῇ ἐξέτεινε τοῦτον, ὡς εἶδε μόνος.
Γῆν τε ὁμοῦ καί ὕδατα καί ἁπάσας ἀβύσσους
μέσον αὐτοῦ ἐν τῷ αὐτῷ ἐννοήματι μόνῳ
πεποίηκεν, οἷα καί νῦν πάντα ἡμῖν ὁρῶνται.
Καί ἔμεινεν, ἔνδον τό φῶς τό ἄϋλον μή ἔχων,
ὁ οὐρανός ἐκτανυσθείς αἰσθητός , καθώς εἶπον,
οὐ περιέκοψε φωτός ἀΰλου λαμπηδόνας.
Ἔνυλος γάρ, ὡς εἴρηται, ὤν, τῶν ἀΰλων ἔξω, 
οὐ τόπῳ πάντως, φύσει δέ εὑρέθη καί οὐσίᾳ.
Ἐνύλων γάρ ὁ ἄϋλος ἔστι κεχωρισμένος,
οὐκ ἔχων τόπον ἴδιον, ἀπερίγραπτος γάρ ὤν· 
αὐτός λόγῳ τά σύμπαντα ἐν ἑαυτῷ παράγει
καί φύσει ἔστι τῶν κτιστῶν πάντῃ κεχωρισμένος
καί φέρων πάντα ἐν αὐτῷ ἔξω ἐστί τῶν πάντων.
Ὥσπερ γάρ νοῦς καί ἄγγελος τοίχοις καί θύραις ἔξω
οἰκίας οὐκ ἀπείργονται οὐδέ κρατοῦνται ἔνδον, 
οὕτως ὁ τούτων ποιητής ὅλως οὐκ ἔξω πέλει,
οὐκ ἔνδοθεν τοῦ οὐρανοῦ οὐδ’ ἐν ἑτέρῳ τόπῳ, 
ἀλλ’ ἔστι πάντως πανταχοῦ Θεός κεχωρισμένος
ἐνύλων πάντων καί κτιστῶν ὑπ’ αὐτοῦ παραχθέντων.
Ἐγένετο οὖν οὐρανός ἔνυλος καί διέστη
τῇ φύσει, καθώς εἴρηται, τοῦ φωτός τοῦ ἀΰλου
καί ἔμεινε δίχα φωτός, οἶκος καθάπερ μέγας.
Ὁ δέ Δεσπότης τοῦ παντός τόν ἥλιον ἀνῆψε
καί τήν σελήνην, αἰσθητοῖς αἰσθητῶς ὅπως λάμπῃ,
δέδωκε δέ καί ἐν χερσί φῶς ἐν νυκτί τοῦ φαίνειν,
ἀπό σιδήρου λίθου τε τικτόμενον ἀρρήτως.
Ἐκεῖνος δέ παντός φωτός ἐστί κεχωρισμένος,
ὑπέρφωτος, ὑπέρλαμπρος, ἄστεκτος πάσῃ κτίσει· 
ὡς γάρ ἠλίου λάμποντος οὐ φαίνονται τά ἄστρα,
οὕτως, εἰ λάμψαι βουληθῇ ἡλίου ὁ Δεσπότης,
οὐχ ὑποστήσεται πᾶς ζῶν ἀνατολήν τήν τούτου.
Διό συνέζευξε τόν νοῦν τῷ χοΐ τῷ ἐνύλῳ
καί ἐν ἐνύλοις τέθηκεν ἡμᾶς ἀνθρώπους πάντας,
ἵν’ ἐν βεβαίᾳ πίστει γε καί ἐντολῶν τηρήσει
τόν, ὅνπερ συνεχέαμεν παραβάσεως ζόφῳ,
νοῦν ἄϋλον ἐν ὑλικῶν παθῶν ἐπιθυμίᾳ
καί γεύσει τῇ τῶν ἡδονῶν ἐκκαθάραντες αὖθις, 
τό ἄϋλον ἐν ὑλικοῖς ἀΰλως καθορῶμεν
φῶς, ὅπερ εἶπον, ὅτι ἦν Θεός ὑπερανάρχως,
ἀόρατον τοῖς αἰσθητοῖς ὀφθαλμοῖς καί ἐνύλοις,
ἀπρόσιτον τοῖς νοεροῖς ὄμμασι τῆς καρδίας. 
Θαυμάζω γάρ πῶς ἡ ψυχή, ὅλη ἄϋλος οὖσα
καί νοερόν τόν τοῦ νοός ὀφθαλμόν κεκτημένη,
ὥσπερ θυρίσι γε δυσίν αἰσθητῶς κεχρημένη
τοῦ σώματος τοῖς ὀφθαλμοῖς παρακύπτουσα βλέπει
δι’ αὐτῶν πάντα ὁρατά καί πάλιν ὑποστρέφει,
τά νοητά καί ἄϋλα ἀΰλως καθορῶσα,
μέσον δ’ ἀφθάρτων καί φθαρτῶν ἀρρήτως κρατουμένη· 
ὑπό μέν τῶν καθέλκεται πρός ἡδονάς, πρός πάθη,
ὑπό δέ τῶν πρός οὐρανόν πτερουμένη ἐκεῖσε
μένειν μέν ἐκβιάζεται, κατασπᾶται δέ ὅμως
καί πάλιν ἀναφέρεσθαι ἀεί θερμῶς σπουδάζει
ἀεροβάμων θέλουσα εἶναι ἐξ ὁρωμένων.
Ὡς γάρ παγίδας βλέπουσα τά ἐν τῷ κόσμῳ πάντα
φοβεῖται ὅλως ἐν τῇ γῇ πατῆσαι ἤ καθίσαι,
ἵνα μή πάντως ἐμπαγῇ κρατηθεῖσα ἐν τούτοις
καί γένηται κατάβρωμα θηρίων ἀνημέρων.
Τοιοῦτος ὁ τῶν εὐσεβῶν καί πιστῶν καί ἁγίων
ἁπάντων βίος, ὅνπερ χρή ἐκμιμεῖσθαι τούς πάντας,
ἵνα καί σύν αὐτοῖς Χριστῷ, Θεῷ, κριτῇ τῶν πάντων
ἀμέμπτως παραστήσονται καί κοινωνοί τῆς δόξης 
καί βασιλείας τῆς αὐτοῦ ἔσονται εἰς αἰῶνας,
ἀμήν.



Ἑπόμενο: ΛΘ'. Ὅτι ὁ πόθος καί ἡ πρός Θεόν ἀγάπη ὑπερβαίνει πᾶσαν ἀγάπην καί πάντα πόθον ἀνθρώπινον· βαφείς δέ ὁ νοῦς τῶν καθαιρομένων ἐν τῷ φωτί τοῦ Θεοῦ ὅλος θεοῦται καί νοῦς ἐκεῖθεν χρηματίζει Χριστοῦ.
Προηγούμενο: ΛΖ'. Δέησις καί προσευχή τοῦ αὐτοῦ πρός Θεόν τῆς ἐκείνου ἕνεκα βοηθείας
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος