Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Μ'. Ὁμολογία τῆς χάριτος τῶν τοῦ Θεοῦ δωρεῶν· καί ὅπως ὁ ταῦτα γράφων πατήρ ὑπό τοῦ Ἁγίου ἐνηργεῖτο Πνεύματος· καί διδασκαλία ῥηθεῖσα ὑπό Θεοῦ, τοῦ τί δεῖ ποιοῦντα τινά, τῆς τῶν σῳζομένων σωτηρίας τυχεῖν.
Προηγούμενο: ΛΗ'. Περί θεολογίας· καί ὅτι ὁ νοῦς τῆς ὕλης τῶν παθῶν καθαρθείς ἀΰλως τόν ἄϋλον καί ἀόρατον καθορᾷ.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

ΛΘ'. Ὅτι ὁ πόθος καί ἡ πρός Θεόν ἀγάπη ὑπερβαίνει πᾶσαν ἀγάπην καί πάντα πόθον ἀνθρώπινον· βαφείς δέ ὁ νοῦς τῶν καθαιρομένων ἐν τῷ φωτί τοῦ Θεοῦ ὅλος θεοῦται καί νοῦς ἐκεῖθεν χρηματίζει Χριστοῦ.

  
Ἀμήχανον τό κάλλος σου, ἀσύγκριτον τό εἶδος,
ἡ ὡραιότης ἄφατος, ὑπέρ λόγον ἡ δόξα,
τό ἦθος, Δέσποτα Χριστέ, τό ἀγαθόν καί πρᾷον
τῶν γηγενῶν ὑπέρκειται τάς ἐννοίας ἁπάντων,
καί διά τοῦτο ὁ πρός σέ πόθος καί ἡ ἀγάπη
πᾶσαν ἀγάπην τῶν βροτῶν ὑπερνικᾷ καί πόθον.
Καθ’ ὅσον γάρ ὑπέρκεισαι τῶν ὁρωμένων, Σῶτερ,
κατά τοσοῦτον ὁ πρός σέ πόθος ὑπάρχει μείζων
καί συγκαλύπτει ἅπασαν ἀνθρωπίνην ἀγάπην
καί ἔρωτας τῶν σαρκικῶν ἡδονῶν ἀποτρέπει, 
ἐπιθυμίας πάσας δέ ἀποκρούεται τάχος· 
σκότος γάρ ὄντως τῶν παθῶν ἐπιθυμία πέλει
καί νύξ βαθεῖα τῶν αἰσχρῶν ἁμαρτιῶν ἡ πρᾶξις,
φῶς δέ ὁ ἔρως ὁ πρός σέ καί ἡ ἀγάπη, Σῶτερ.
Διό ἐξανατέλλουσα ἐν ψυχαῖς φιλοθέοις
εὐθύς ἡμέραν ἐμποιεῖ ἀπαθείας, Θεέ μου,
ἀποδιώκουσα παθῶν καί ἡδονῶν τό σκότος· 
ὤ θαῦμα, ὤ παράδοξον ἔργον Θεοῦ ὑψίστου
καί μυστηρίων δύναμις τῶν κρυπτῶς τελουμένων!  
Σύ καί τά ἄφθαρτα ἡμῖν καί τά φθαρτά χαρίζῃ,
σύ καί τά γήϊνα, Θεέ, σύν τοῖς ἐπουρανίοις,
τά ἐνεστῶτά τε ὁμοῦ καί τά μέλλοντα, Λόγε,
ὡς πάντων πάντως ποιητής, ὡς ἔχων ἐξουσίαν 
τῶν οὐρανίων, Δέσποτα, καί τῶν καταχθονίων· 
καί πῶς ἡμεῖς οἱ ἄθλιοι ἀγαπῶμεν ἀνθρώπους
ὑπέρ σέ πλέον καί αὐτοῖς δουλούμεθα ἀθλίως,
ἵνα μικρά ληψόμεθα καί φθαρτά παρ’ ἐκείνων
καί αὐτοῖς ἐκδιδόαμεν ψυχάς ἡμῶν ἀθλίας
καί σώματα ὡς ἄτιμα σκεύη τοῦ καταχρᾶσθαι; 
Καί μέλη ὄντες, Δέσποτα, σοῦ τοῦ πάντων Δεσπότου
ἁγίου, πάντως ἅγια αὐτοκρατοῦς Δεσπότου,
τοῖς πονηροῖς οὐ φρίττομεν δαίμοσιν αὐθαιρέτως
ῥίπτειν αὑτούς εἰς ἄτιμα τῆς ἁμαρτίας ἔργα; 
Τίς οὖν μή κλαύσῃ τῶν πιστῶν καί γνησίων σου δούλων,
τίς μή θρηνήσῃ τῆς πολλῆς αὐθαδείας τήν τόλμαν; 
Τίς δέ μή φρίξῃ τήν πολλήν ἀνοχήν σου, Θεέ μου,
τίς μή τρομάσῃ κρίσεως ἀνταπόδοσιν θείας,
τό ἄστεκτον καί ἄσβεστον πῦρ, οἴμοι, τό τῆς γεέννης,
ἔνθα κλαυθμός τε καί βρυγμός ὑπάρχει τῶν ὁδόντων
καί πόνος ἀπαράκλητος καί ἄφραστος ὀδύνη; 
Ἀλλ’, ὦ ἥλιε ἡλίου καί σελήνης,
ἀστέρων πάντων καί φωτός καί παντός ἄλλου κτίστα,
τούτων ἔξω με κρύψον ἐν τῷ φωτί σου,
ἵνα μόνον σέ βλέπων ἐν τῷ φωτί σου
κόσμον μή ὁρῶ μηδέ τά ἐν τῷ κόσμῳ,
ἀλλά βλέπων ἔσομαι ὡς μή βλέπων
καί ἀκούων ὡς μή ἀκούων, Λόγε,
καί καθώσπερ πάσχουσιν οἱ ἐν τῷ σκότει
καθεζόμενοι τῶν ἡδονῶν τοῦ βίου,
φιλοδοξίας σκότει κεκαλυμμένοι,
βλέποντες οὐ βλέπουσι δόξαν σου θείαν
καί ἀκούοντες οὐ συνιοῦσιν ὅλως 
τάς ἐντολάς σου καί τά προστάγματά σου, 
οὕτως κἀγώ ἔσομαι ἐν τῷ φωτί σου
μή βλέπων κόσμον μηδέ τά ἐν τῷ κόσμῳ.
Τίς γάρ ἰδών σε καί ἀστραφθείς αἰσθήσεις
ἐκ τῆς δόξης σου, ἐκ φωτός σου τοῦ θείου,
οὐκ ἠλλοιώθη νοῦν, ψυχήν καί τάς φρένας,
καί βλέπειν ἄλλως καί ἀκούειν ὡσαύτως,
Σῶτερ, κατηξίωται πανεξαισίως; 
Ἐμβάπτεται γάρ ὁ νοῦς ἐν τῷ φωτί σου
καί λαμπρύνεται καί φῶς ἀποτελεῖται
ὅμοιον τῆς δόξης σου, καί νοῦς καλεῖται
σός ὁ τοιοῦτος ἀξιωθείς γενέσθαι,
καί νοῦν ἔχειν σόν τότε καταξιοῦται
καί ἕν μετά σοῦ γίνεται ἀχωρίστως· 
καί πῶς μή βλέπει ὥσπερ σύ καί ἀκούει
πάντα ἀπαθῶς; Πῶς δέ ἐπιθυμήσει
Θεός γεγονώς αἰσθητοῦ τινος ὅλως
ῥευστοῦ καί φθαρτοῦ πράγματος εἴτε δόξης,
ὁ ὑπεράνω γεγονώς τούτων πάντων 
καί ὑπέρ πᾶσαν δόξαν τήν ὁρωμένην; 
Ὑπεράνω γάρ πάντων τῶν ὁρωμένων
ὁ γενόμενος καί Θεῷ πλησιάσας,
μᾶλλον δέ Θεός καί αὐτός χρηματίσας,
πῶς ἐν τῶν κάτω κειμένων δόξαν ὅλως
ἤ τρυφήν θελήσειεν ἐπιζητῆσαι; 
Ταῦτα γάρ αὐτῷ αἰσχύνη ὄντως πέλει,
ὕβρις, ἐξουδένωσις καί ἀτιμία.
Δόξα δέ αὐτῷ καί τρυφή τε καί πλοῦτος
Θεός, ἡ Τριάς, καί τά Θεοῦ καί θεῖα,
ᾧ πρέπει πᾶσα δόξα, τιμή καί κράτος
ἀεί τε καί νῦν καί εἰς πάντας αἰῶνας,
ἀμήν. 



Ἑπόμενο: Μ'. Ὁμολογία τῆς χάριτος τῶν τοῦ Θεοῦ δωρεῶν· καί ὅπως ὁ ταῦτα γράφων πατήρ ὑπό τοῦ Ἁγίου ἐνηργεῖτο Πνεύματος· καί διδασκαλία ῥηθεῖσα ὑπό Θεοῦ, τοῦ τί δεῖ ποιοῦντα τινά, τῆς τῶν σῳζομένων σωτηρίας τυχεῖν.
Προηγούμενο: ΛΗ'. Περί θεολογίας· καί ὅτι ὁ νοῦς τῆς ὕλης τῶν παθῶν καθαρθείς ἀΰλως τόν ἄϋλον καί ἀόρατον καθορᾷ.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος