Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΜΒ'. Ὅτι οἱ τῷ Θεῷ ἀπ’ ἐντεῦθεν ἤδη διά τῆς τοῦ Ἁγίου Πνεύματος μετουσίας ἑνωθέντες, ἐκδημοῦντες τοῦ βίου εἰς αἰῶνας αὐτῷ ἐκεῖθεν συνέσονται· εἰ δ’ οὖν, ἀλλά τό ἀνάπαλιν τοῖς ἄλλως ἔχουσιν ἐνταῦθα τότε γενήσεται.
Προηγούμενο: Μ'. Ὁμολογία τῆς χάριτος τῶν τοῦ Θεοῦ δωρεῶν· καί ὅπως ὁ ταῦτα γράφων πατήρ ὑπό τοῦ Ἁγίου ἐνηργεῖτο Πνεύματος· καί διδασκαλία ῥηθεῖσα ὑπό Θεοῦ, τοῦ τί δεῖ ποιοῦντα τινά, τῆς τῶν σῳζομένων σωτηρίας τυχεῖν.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

ΜΑ'. Εὐχαριστία πρός Θεόν ὑπέρ τῶν παρ’ αὐτοῦ γεγονότων εὐεργεσιῶν καί αἴτησις τοῦ μαθεῖν, τίνος χάριν οἱ τέλειοι γεγονότες ὑπό τῶν δαιμόνων παραχωροῦνται πειράζεσθαι· καί περί τῶν ἀποτασσομένων τῷ κόσμῳ διδασκαλία καί ὑποτύπωσις ῥηθεῖσα παρά Θεοῦ.

  
Γινώσκεις τήν πτωχείαν μου, οἶδας τήν ὀρφανίαν, 
ἐπίστασαι τήν μόνωσιν, ὁρᾷς τό ἀσθενές μου
καί τήν ἀδυναμίαν μου, ὁ πλάσας με Θεός μου
οὐκ ἀγνοεῖς, ἀλλ’ ἐφορᾷς καί τά πάντα γινώσκεις.
Ἴδε καρδίαν ταπεινήν, ἴδε συντετριμμένην,
ἴδε ἐν ἀπογνώσει με ἐγγίζοντα, Θεέ μου,
καί δός ἀφ’ ὕψους χάριν σου, δός Πνεῦμά σου τό Θεῖον.
Δός τόν Παράκλητον, Σῶτερ, πέμψον, καθώς ὑπέσχου, 
ἀπόστειλον κἀμοί καί νῦν τῷ προσκαθεζομένῳ
ἐν ὑπερῴω, Δέσποτα, ὑπεράνωθεν ὄντως
παντός γηΐνου πράγματος, ἔξω παντός τοῦ κόσμου
καί σέ ζητοῦντι καί τό σόν Πνεῦμα ἐκδεχομένῳ.
Μή οὖν βραδύνῃς, εὔσπλαγχνε, μή παρίδῃς, οἰκτίρμον,
μή ἐπιλάθῃ τοῦ ψυχῇ ζητοῦντός σε διψώσῃ.
Μή με στερήσῃς τῆς ζωῆς τόν ἀνάξιον ταύτης
μηδέ βδελύξῃ με, Θεέ, καί μή ἐγκαταλίπῃς.
Τά σπλάγχνα σου προβάλλομαι, τό ἔλεος προτείνω
καί τήν φιλανθρωπίαν σου μεσῖτίν σοι προσφέρω.
Οὐκ ἔκαμον, οὐκ ἔπραξα δικαιοσύνης ἔργα,
οὐδέποτε ἐτήρησα μίαν τῶν ἐντολῶν σου, 
ἀλλά ἀσώτως ἅπαντα τόν βίον μου μετῆλθον, 
πλήν αὐτός οὐ παρεῖδές με, ἀλλά ζητήσας εὗρες
πλανώμενον, ἐπέστρεψας ἐκ τῆς ὁδοῦ τῆς πλάνης
καί ἐπ’ ἀχράντους ὤμους σου φωτί τῆς χάριτός σου
ἐπανεβίβασας, Χριστέ, ἐβάστασας, οἰκτίρμον, 
καί κόπου με οὐκ εἴασας ὅλως ἐπαισθανθῆναι, 
ἀλλ’ ἐπαναπαυόμενον ὡς ἐν ὀχήματί με
κούφως ὁδεῦσαι δέδωκας τάς ὁδούς τάς τραχείας,
ἕως ἀποκατέστησας μάνδρᾳ τῶν σῶν προβάτων,
ἕως συνήνωσας τοῖς σοῖς καί κατέταξας δούλοις.
Κηρύττω σου τόν ἔλεον, ὑμνῶ τήν εὐσπλαγχνίαν, 
εὐχαριστῶν θαυμάζω σου χρηστότητος τόν πλοῦτον· 
ἀνακληθείς δέ παρά σου, ὡς εἴρηται, Θεέ μου,
καί νῦν ὑπάρχων, ὡς δοκῶ, ὅλος δεδουλωμένος,
προσηλωμένος τῷ φωτί καί σοί κεκολλημένος,
κρατούμενος τῷ πόθῳ σου, δεδεμένος ἀγάπῃ,
ἐξαπορῶ, ἐκπλήττομαι καί γινώσκειν οὐκ ἔχω· 
πῶς ἄρα θλῖψις ἅπτεται ψυχῆς μου τῆς ἀθλίας,
πῶς λύπη ἐπεισέρχεται, πῶς ὅλον με ταράττει,
πῶς με τῆς σῆς ἀποστερεῖ γλυκύτητος, Θεέ μου,
καί τῆς χαρᾶς χωρίζει με ἡ τῶν γηΐνων θλῖψις; 
Τί με τοσοῦτον πταίσαντα καί ἐξημαρτηκότα
ἤ τί σε παροργίσαντα ἐπί πλεῖον, Χριστέ μου, 
καταλιμπάνεις, ἀγαθέ, τοῦ λυπεῖσθαι  μειζόνως 
ὑπέρ τό πρῴην, ὅτε ἦν ἐμπαθής ἡ ψυχή μου; 
Εἰπέ καί δίδαξόν με νῦν κριμάτων σου τό βάθος,
εἰπέ καί μή βδελύξῃ με ἀναξίως λαλοῦντα,
ὁ πάλαι συνεσιαθείς ἁμαρτωλοῖς καί πόρναις
καί συνδειπνήσας, Δέσποτα, ἀσώτοις καί τελώναις.
Πρός ταῦτα ὁ Δεσπότης μοι ἀπεκρίθη καί εἶπεν· 
Ἐγώ ἀπό τοῦ κόσμου σε ὡς νήπιον βαστάσας
ἐν ταῖς ἀγκάλαις ἔφερον - πάντως ὅ λέγω οἶδας -.
Ἐγώ καί ἐσπαργάνουν σε ὅλον μέλεσι πᾶσι
καί γάλακτι ἐξέτρεφον ὑπέρ βρῶσιν καί πόσιν
- ἄφραστα γάρ τά κατ’ ἐμέ, ἀνερμήνευτα πάντῃ - ,
παιδαγωγῷ τε δέδωκα - τίνα ὅν λέγω οἶδας - 
καί ὡς  παιδίον σε μικρόν αὐξάνοντα καθ’ ὥραν
ἐξυπηρέτησε καλῶς, ἀνέθρεψεν ἀξίως.
Πρόσηβος ἤδη γέγονας, καί δή καί νεανίσκος· 
οὐκ ἀγνοεῖς δέ καί αὐτός ἀεί σύν σοί με ὄντα
καί συναυξάνοντα ἐν σοί καί περισκέποντά σε,
ἕως πάσας διήμειψας καλῶς τάς ἡλικίας.
Νῦν οὖν οὐχί ἐνήλικος, ἀνήρ δέ μᾶλλον ὄντως
γενόμενος καί τέλειος πρός γῆρας ἤδη κλίνας,
πῶς βούλει, ὥσπερ νήπιος,  νῦν ἀγκαλοφορεῖσθαι, 
πῶς αἰτεῖς σπαργανοῦσθαί σε καί βαστάζεσθαι πάλιν; 
Πῶς γάλακτι ἐκτρέφεσθαι ὑπό παιδαγωγῷ τε
εἶναί σε; Οὐκ ἐρυθριᾷς ταῦτα λέγειν, εἰπέ μοι; 
Ἀνήρ ὑπάρχων ἄλλοις σύ ὑπηρέτει καί τρέφε
καί τά πρός αὔξησιν αὐτῶν ἐπιτήδευε πάντα.
Πρός τούς ἐχθρούς ἀνθίστασο καί πληττόμενος πλῆττε.
Οἶδας ἐχθρούς οὕς λέγω σοι, δαιμόνων παρατάξεις.
Λαμβάνων κροῦε ἀφειδῶς, πίπτων πάλιν ἐγείρου,
τοῖς πεμπομένοις βέλεσι βάλλειν αὖθις μή φείσῃ
τούς βάλλοντας καί κατά σοῦ ταῦτα μηχανωμένους,
ἀλλά ἀνελπιστίᾳ σε τιτρώσκοντες ἐκεῖνοι
ἐλπίδι τιτρωσκέσθωσαν ἐκ σοῦ ἐκπεμπομένῃ, 
ὀργῇ δέ σε πυγμίζοντες καί θυμῷ συνωθοῦντες
ὑπό πρᾳότητος τῆς σῆς ῥαπιζέσθωσαν ὄψεις,
ἔξωθεν ἐκβαλλέσθωσαν, πόρρω τῆς σῆς οἰκίας.
Μή γάρ, ὡς εἶπον, νήπιον ἤ παιδίον τυγχάνεις,
μή γάρ ἀδυναμίᾳ σοι ψυχῆς καί νῦν ὑπάρχει,
μή γάρ ἐξασθενῇ σου νοῦς ἄρτι πρός ἀντιστάσεις; 
Οἶδας καί φεύγειν τούς ἐχθρούς καί νικᾶν αὐτούς πάλιν
καί πολεμῶν γάρ ἔχεις με συνεργόν καί προστάτην
καί φεύγων σκέπην κραταιάν, ὀχυράν κέκτησαί με· 
καί λυπεῖ σε τῶν ἐν γῇ, ποῖον τούτων, εἰπέ  μοι; 
Χρυσίον ἤ ἀργύριον ἤ λίθοι τῶν τιμίων; 
Καί τίς ἐμοῦ λαμπρότερος ἤ τίς ἐκλάμπων πλέον
ἤ ποῖος λίθος, ὡς ἐγώ, ἀτίμητος εἰς ἅπαν; 
Χωρίων δέ σε στέρησις ἤ ἔνδεια τοῦ σίτου
εἴτε τοῦ οἴνου ἔκλειψις ἐκταράσσουσιν ὅλως; 
Καί τίς ἄλλος παράδεισος οἷος ἐγώ τυγχάνει
ἤ γῆ τῶν κάτω καί ῥευστῶν ὡς ἡ γῆ τῶν πραέων;
Ποῖος δέ ἄρτος ἕτοιμος ἤ οἶνος ἐν τῷ κόσμῳ
οἷα ἡ χάρις ἡ ἐμή, οἷον Πνεῦμα τό Θεῖον,
οἷος ὁ ἄρτος τῆς ζωῆς, ὅνπερ ἐγώ παρέχω,
τό σῶμα καί τό αἷμά μου, τοῖς καθαρᾷ καρδίᾳ
καί πίστει ἀδιστάκτῳ με μετά φόβου καί τρόμου
ἐσθίουσι καί πίνουσι νοερῶς αἰσθητῶς τε; 
Ποία τρυφή, ποία χαρά, ποία δόξα, εἰπέ μοι,
μείζων ὑπάρχει ἐπί γῆς, ὡς ἐμέ μόνον βλέπειν,
ἐμέ ὡς ἐν αἰνίγματι ἐνοπτρίζεσθαι μόνον,
ἐμοῦ τῆς δόξης καθορᾶν τήν ἀπαυγήν καί μόνην
καί δι’ αὐτῆς διδάσκεσθαι ταῦτα καί πλείω τούτων
ἀκριβῶς, ὅτι Θεός κτίστης ἐγώ τῶν πάντων,
εἰδέναι καί κατανοεῖν, ὅτι μοι κατηλλάγη
ἄνθρωπος καθεζόμενος ἐν λάκκῳ κατωτάτῳ,
ἀμέσως τε προσομιλεῖ φίλος ὥσπερ πρός φίλον 
μισθίου τάξιν ὑπερβάς καί δουλείας τόν φόβον, 
ἀκαματί δουλεύων μοι, ἀγάπῃ θεραπεύων,
ὑπακοῇ τῶν ἐντολῶν προσοικειούμενός μοι.
Οὐ λέγω τῶν μισθωτικῶς ἐμοί ἐκδουλευόντων
οὐδέ τῶν πάλιν δουλικῶς ἐμοί προσερχομένων,
ἀλλά τῶν φίλων καί γνωστῶν καί υἱῶν μου τάς πράξεις· 
αἵτινες καί πεφύκασιν αὗται, γράφε συντόμως.
Τό πάντων εὐτελέστερον ἡγεῖσθαι τῶν ἐν κόσμῳ 
οὐ μόνον τῶν συνασκητῶν καί κοσμικῶν ἀνθρώπων,
ἀλλά γε καί τῶν ἐθνικῶν ἑαυτόν ὄντως χείρω· 
τό ἔκπτωσιν λογίζεσθαι ζωῆς τῆς αἰωνίου
μιᾶς παράβασιν μικράν ἐντολῆς ἐλαχίστης· 
τό τά παιδία τά μικρά ὥσπερ τελείους ἄνδρας
καθορᾶν τε καί προσκυνεῖν καθάπερ τούς ἐνδόξους· 
τό τοῖς τυφλοῖς ὡσαύτως δέ τήν τιμήν ἀπονέμειν 
ὡς ἀνωθεν ὁρῶντός μου πάντων ἀνθρώπων πράξεις
καί ταῦτα δι’ἐμέ ποιεῖν, ἅπερ καί πάλιν γράφε.
Τό μή ἔχειν κατά τινος ὅλως ἐν τῇ καρδίᾳ
μέχρι ψιλῆς κινήσεως ἤ μικρᾶς ὑπονοίας· 
τό εὔχεσθαι ἀπό ψυχῆς μετά πόνου καρδίας
ἐκ συμπαθείας τούς εἰς σέ ἁμαρτάνοντας πάντας,
ὡσαύτως καί τούς εἰς ἐμέ τά τοιαῦτα τολμῶντας,
μετά δακρύων ἐξαιτῶν ἐπιστροφήν τήν τούτων· 
τό εὐλογεῖν  μεθ’ ἅμα δέ τούς σέ καταρωμένους
καί ἐπαινεῖν τούς φθόνῳ σέ ἀεί λοιδορουμένους
καί τούς ἐπηρεάζοντας ὡς εὐεργέτας ἔχειν,
τούς δέ μή καθυπείκοντας μήθ’ ὑπακούοντάς σου,
ὡς ὅλως ἀρνουμένους με τόν ἑαυτῶν Δεσπότην,
θρηνεῖν καί κλαίειν συνεχῶς· οὕς νουθετῶν μή παύσῃ.
Ὁ γάρ ὑμᾶς δεχόμενος ἐμέ δέχεται, εἶπον, 
καί ὁ ἀκούων δέ ὑμῶν πάντως ἐμοῦ ἀκούει· 
ὁ δέ μή τρόμῳ τούς ὑμῶν λόγους καί παραινέσεις
δεχόμενος καί ἐκπληρῶν αὐτούς μέχρι θανάτου,
οὐ μή μου κοινωνήσειε δόξης τῆς αἰωνίου,
οὐ μή καταγήσεται σύν τῷ ἐσταυρωμένῳ,
ἐμοί τῷ ὑπακούσαντι Πατρί μέχρι θανάτου,
οὐ μή σταθῇ ἐκ δεξιῶν, οὐ μή συγκληρονόμος 
τῶν σταυρωσάντων ἑαυτούς γένηται ὁ τοιοῦτος.
Λοιπόν μή παύσῃ νουθετῶν, λοιπόν μή παύσῃ κλαίων,
λοιπόν μή παύσῃ τήν αὐτῶν ἐκζητῶν σωτηρίαν, 
ἵνα εἰ ὑπακούσωσι καί εἰ ἐπιστραφῶσιν,
ἕξεις αὐτούς ὡς ἀδελφούς, κερδήσεις τά σά μέλη
καί προσαγάγεις μοι αὐτούς ὑπηκόους γνησίους,
ἵνα κἀγώ εἰσδέξωμαι διά σοῦ καί δοξάσω
καί τῷ ἐμῷ σύν σοί Πατρί προσενέγκω ὡς δῶρα.
Εἰ δέ μή ἀπαρνήσονται θελήματα οἰκεῖα,
εἰ μή καταφρονήσουσι ψυχῶν αὐτῶν, ὡς εἶπον,
εἰ μή νεκροί γνήσονται θελήμασιν οἰκείοις
καί σοῦ ἐν τῷ θελήματι ζήσονται ἐν τῷ βίῳ
διά τοῦ σοῦ τό θέλημα τό ἐμόν ἐκπληροῦντες,
οὐκ ἀπολέσεις σου μισθόν, οὐ στερηθήσῃ τούτου,
ἀλλά διπλοῦν σοι ἀνθ’ ἁπλοῦ τοῦτον ἐγώ παρέξω,
ὅτι καί μή εἰσακουόμενος οὐκ ἀπέστης τοῦ λέγειν,
ἀλλά καί μᾶλλον ἐμισοῦ καί μᾶλλον ἀπεστρέφου
καί ἐβδελύσσου παρ’ αὐτῶν, ὡς ἐγώ ἐμισήθην
ποτέ καί νῦν δέ δι’ αὐτῶν καί τῶν τούτοις ὁμοίων.
Διά τοιούτων βούλομαι ἔργων με θεραπεύειν,
διά τοιούτων σπούδαζε καί τῶν τούτοις ὁμοίων
εὐαρεστεῖν μοι· τούτοις γάρ ἐπευφραίνομαι λίαν.
Μή προτιμήσῃς τό ἀργεῖν μηδέ προκρίνῃς ὅλως
ὑπέρ ψυχῆς ὠφέλειαν ἄλλο τι τῶν ἐν κόσμῳ.
Τί γάρ ὠφεληθήσεται ὁ κερδαίνων τόν κόσμον
ἤ ὁ τούς ὄντας ἐν αὐτῷ παιδεύων ἤ διδάσκων
ἤ καί ὁ σῴζων ἅπαντας, εἰ μή καὐτός σωθείη; 
Τίς οὖν ὑπάρχει, εἴτε πῶς ἄλλους σώσας οὐ σώσει
τήν ἑαυτόῦ ὁ ἄθλιος ψυχήν, ἀλλ’ ἀπολέσει; 
Ὁ παραλύων ἐντολήν ἐμήν Δεσπότου πάντων
καί οἱονεί καταπατῶν καί δι’ αὐτῆς ἐκβαίνων
καί παραβαίνων νόμους μου, ὑπερπηδῶν προστάξεις
καί τῆς αὐλῆς τῶν ἐντολῶν καί φραγμοῦ τούτων ἔξω
γενόμενος, εἰ σώσειε κόσμον καί τούς ἐν κόσμῳ,
ξένος ἐμοῦ καί τῶν ἐμῶν πόρρω προβάτων ἔσται,
καί μάλιστα ὡς τόν φραγμόν τῆς αὐλῆς καταλύσας
καί τοῖς προβάτοις ἔξοδον, οὐκ ἐκ τῆς θύρας μόνης,
καί εἴσοδον τήν ἄδικον παρασχών τοῖς θηρίοις,
δίκην ὑποίσει ἄρρητον ὑπέρ ὄλων προβάτων
καί διχοτομηθήσεται καί πυρί καί ταρτάρῳ
καί τῶν σκωλήκων ἔσται κατάβρωμα ὁ τάλας.
Τοῦτο γάρ εἶπεν ὁ Πατήρ δι’ Υἱοῦ καί τό Πνεῦμα
ἐλάλησεν, ὅπερ ἐστί τό στόμα τοῦ Δεσπότου· 
ἄγγελοι προσευφήμησαν φωναῖς ἀκαταπαύστοις,
οἱ δίκαιοι προσέπεσον ἀκούσαντες καί εἶπον· 
Ἀδέκαστος ἡ κρίσις σου, ἀνύποπτος ἡ ψῆφος,
ἀπροσπαθῶς γάρ ἔκρινας, ὦ Θεέ πανοικτίρμον!
Πῶς γάρ ὁ μή τό ἑαυτόῦ θέλημα καταλείψας
καί τοῦ ἐκπροσωποῦντός σε, ὡς τόν σόν τοῦ Δεσπότου,
ἐν προτιμήσει θέμενος καί φυλάξας ἀτρώτως,
ὡς αὐτός σύ ἐτήρησας τοῦ σοῦ Πατρός, οἰκτίρμον,
συγκληρονόμος σου ὀφθῇ συγκοινωνός τε ὅλως,
καί μάλιστα συνθέμενος τοῦτο μέχρι θανάτου,
τό μή  ποιῆσαι θέλημα ἔν τινι τό οἰκεῖον, 
μή  προστεθῆναι αἵματι, μή σάρκα προτιμῆσαι,
ὅπερ ἐστί συγγένεια, σύνδεσμος φυσικός τε,
στοργή συνδοῦσα τούς ἐν γῇ πρός τά ἀπαρνηθέντα
καί ἐπιστρέφουσα αὐτούς ὅλους εἰς τά ὀπίσω; 
Οἱ μάρτυρες ἐβόησαν· Κρίσις δικαία ὄντως! 
Ὡς γάρ ὁ πρός μαρτύριον ἑαυτόν δούς προθύμως
εἶτα ἐλθόντας συγγενεῖς, γυναῖκάς τε καί παῖδας,
ταῦτα σύν πένθει λέγοντας· Οὐκ ἐλεεῖς σά τέκνα
οὐδέ οἰκτείρεις, ἄσπλαγχνε, γυναικός σου χηρείαν; 
Οὐδέ πτωχείᾳ τῇ αὐτῶν συμπαθῶς ἐπικάμπτῃ
οὐδέ ἀπώλειαν αὐτῶν ἐννοεῖς καί οἰκτείρεις,
ἀλλά ἀφίεις ὀρφανά, ξένα, πτωχά, καί χήραν
τήν σήν γυναῖκα, καί σαυτόν προτιμᾷς σῶσαι μόνον; 
Καί πῶς οὐχ ὡς φονεύς μᾶλλον μέλλεις κατακριθῆναι, 
ὅτι κατέλιπες ἡμᾶς εἰς ἀπώλειαν πάντας
καί σῶσαι μόνην σου ζητεῖς τήν ψυχήν; Οὐκ ὀφείλει
ὅλως αὐτῶν κἄν πρός βραχύ τῆς φωνῆς εἰσακοῦσαι, 
ὅλως πρός θρήνους τούς αὐτῶν τήν ἀκοήν προσκλῖναι
καί εἴτε δώροις τά δεσμά καί εἱρκτήν ἀποδράσαι,
ἤ ἀπαρνήσει σου, Χριστέ, τούτων ἀπολυθῆναι,
ἀλά ὡς ἤδη τεθνηκώς ἐμμένειν ταῖς βασάνοις,
ἐγκαρτερεῖν ταῖς φυλακαῖς, λιμῷ τε καί τῷ δίψει,
μή μνημονεύσας τῶν αὐτοῦ πραγμάτων ἤ χρημάτων
μήτε ἐκτός τῆς φυλακῆς τήν ἑαυτόῦ ἐάσας,
εἰ δυνατόν, διάνοιαν κἄν πρός βραχύ γενέσθαι,
ἀλλ’ ἐν αὐτῇ σε καθορᾶν, Δέσποτα τῶν ἁπάντων,
καί τῇ πρός σέ ἀπασχολῶν θεωρίᾳ τάς φρένας, 
μέχρι θανάτου καρτερεῖν τῷ σῷ πόθῳ καί μόνῳ,
καί οὔτε τούς ἐκκλίνοντας βλέπειν ὅλως ὀφείλει,
οὐδέ τούς ἀρνουμένους σε καί στρεφομένους πάλιν
ἐπί τόν πρῴην ἔμε τον, ἐπί τάς πρῴην πράξεις,
ἐπί μερίμνας τῶν ἐν γῇ καί γυναικός καί τέκνων,
μηδέ προφάσει οἱᾳοῦν ἐν ἐκείνοις δεσμεῖσθαι· 
οὐκέτι γάρ τῆς ἑαυτοῦ ψυχῆς ἐξουσιάζει· 
- διό πολλοί τῶν φυλακῶν παρά σοῦ ἀνοιγέντων
καί τῶν δεσμῶν τοῦ σώματος εἰς ἅπαν ἀνεθέντων, 
οὐχ εἵλοντο οἱ δοῦλοί σου ὅλως ἔξω γενέσθαι
οὐδέ φυγεῖν, ἀλλ’ ἔμειναν ὡς δεδεμένοι ὄντες -· 
οὕτως οὖν, Σῶτερ, καί οἱ νῦν τυγχάνοντες ἐν κόσμῳ
καί κόσμον ἀπαρνούμενοι, συγγενεῖς ὁμοῦ πάντας, 
φίλους, ἑταίρους καί πάντα πράγμα τά ἐν κόσμῳ,
καί τά θελήματα αὐτῶν πρό γε τούτων ἁπάντων,
οὐκέτι ὅλως ἑαυτῶν ἔχουσιν ἐξουσίαν,
ἀλλ’ εἰ καί μή κωλύωνται ὑπό τῶν ἡγουμένων,
τήν συνταγήν ὀφείλουσι σοί τηρεῖν τῷ Δεσπότῃ.
Οὐ γάρ ἀνθρώποις ἔφασαν, ἀλλά Θεῷ, φυλάξαι
ὑπακοήν καί δούλωσιν, ἡγουμένοις καί πᾶσι
τοῖς μετ’ αὐτῶν ἐν τῇ μονῇ ἀδελφοῖς συνασκοῦσι.
Νῆσον οὖν ὥσπερ μονήν μέσον θαλάσσης οὖσαν
ὀφείλουσί γε κατοικεῖν καί ἅπαντα τόν κόσμον
αὐτοῖς εἰς ἅπαν ἄβατον νομίζειν καθεστάναι,
ἅτε μεγάλου χάσματος ἐστηριγμένου κύκλῳ
τῆς ἑαυτῶν πάσης μονῆς, ὡς μή τούς ἐν τῷ κόσμῳ
διέρχεσθαι πρός τήν μονήν μήτε τούς ἐν τῇ νήσῳ
διαπερᾶν πρός τούς ἐκεῖ καί προσπαθῶς προσβλέπειν,
μηδ’ ἐν καρδίᾳ ἤ νοΐ τήν τούτων στρέφειν μνήμην,
ἀλλ’ ὡς νεκροί ὀφείλουσι πρός νεκρούς διακεῖσθαι
ἀνεπαισθήτως πρός αὐτούς ἔχοντες τῇ αἰσθήσει,
καί γίνονται ὡς ἀληθῶς ἐθελόθυτοι ἄρνες.
Πρός ταῦτα τά πανάγια ῥήματα τῶν  μαρτύρων,
τοῦ πόθου πλήρη καί στοργῆς μεστά πρός τόν Δεσπότην,
ἀκούσαντα τά Χερουβίμ ὕμνησαν καί ἐν φόβῳ· 
Δόξα σοι, εἶπον, βασιλεῦ, δόξα σοι, πανοικτίρμον,
ὁ δείξας μάρτυρας ἐν γῇ τῶν τυραννούντων δίχα,
μόνῳ τῷ πόθῳ τῷ εἰς σέ μαρτυροῦντας καθ’ ὥραν! 
Ναί, εἶπε πάλιν ὁ Πατήρ δι’ Υἱοῦ καί τό Πνεῦμα
ἔλεξεν· Ὄντως, οἱ Θεόν ἐκ καρδίας φιλοῦντες
καί τῇ ἀγάπῃ τῇ αὐτοῦ μόνῃ προσκαρτεροῦντες
καί τῷ ἰδίῳ θνῄσκοντες θελήματι καθ’ ὥραν,
οὗτοι καί φίλοι γνήσιοι, οὗτοι συγκληρονόμοι,
οὗτοι καί μάρτυρές εἰσι τῇ προαιρέσει μόνῃ,
χωρίς ξεσμῶν, ἀναρτισμῶν, ἐσχαρῶν καί λεβήτων
καί κατακαίοντος πυρός καί ξιφῶν τῶν τεμνόντων.
Πρός ταῦτα ὑπερκόσμιαι ὁμοῦ ἅπασαι τάξεις
ἠλάλαξαν· Δικαία σου ἡ κρίσις, πανοικτίρμον,
γραφήτω, σφραγισθήτω τε νῦν καί εἰς τούς αἰῶνας!
Ἀμήν. 



Ἑπόμενο: ΜΒ'. Ὅτι οἱ τῷ Θεῷ ἀπ’ ἐντεῦθεν ἤδη διά τῆς τοῦ Ἁγίου Πνεύματος μετουσίας ἑνωθέντες, ἐκδημοῦντες τοῦ βίου εἰς αἰῶνας αὐτῷ ἐκεῖθεν συνέσονται· εἰ δ’ οὖν, ἀλλά τό ἀνάπαλιν τοῖς ἄλλως ἔχουσιν ἐνταῦθα τότε γενήσεται.
Προηγούμενο: Μ'. Ὁμολογία τῆς χάριτος τῶν τοῦ Θεοῦ δωρεῶν· καί ὅπως ὁ ταῦτα γράφων πατήρ ὑπό τοῦ Ἁγίου ἐνηργεῖτο Πνεύματος· καί διδασκαλία ῥηθεῖσα ὑπό Θεοῦ, τοῦ τί δεῖ ποιοῦντα τινά, τῆς τῶν σῳζομένων σωτηρίας τυχεῖν.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος