Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΜΓ'. Ὅτι κρεῖσσον τό καλῶς ποιμαίνεσθαι ἤ τούς μή βουλομένους ποιμαίνειν· οὐδέ γάρ ἔσται κέρδος τῷ ἄλλους μέν σπουδάζοντι σῶσαι, ἑαυτόν δέ διά τῆς ἐκείνων ἀπολέσαντι προστασίας.
Προηγούμενο: ΜΑ'. Εὐχαριστία πρός Θεόν ὑπέρ τῶν παρ’ αὐτοῦ γεγονότων εὐεργεσιῶν καί αἴτησις τοῦ μαθεῖν, τίνος χάριν οἱ τέλειοι γεγονότες ὑπό τῶν δαιμόνων παραχωροῦνται πειράζεσθαι· καί περί τῶν ἀποτασσομένων τῷ κόσμῳ διδασκαλία καί ὑποτύπωσις ῥηθεῖσα παρά Θεοῦ.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

ΜΒ'. Ὅτι οἱ τῷ Θεῷ ἀπ’ ἐντεῦθεν ἤδη διά τῆς τοῦ Ἁγίου Πνεύματος μετουσίας ἑνωθέντες, ἐκδημοῦντες τοῦ βίου εἰς αἰῶνας αὐτῷ ἐκεῖθεν συνέσονται· εἰ δ’ οὖν, ἀλλά τό ἀνάπαλιν τοῖς ἄλλως ἔχουσιν ἐνταῦθα τότε γενήσεται.

 
Ἀρχή τοῦ βίου τέλος μοι καί τό τέλος ἀρχή μοι.
Τό ὅθεν ἥκω, ἀγνοῶ, τό ποῦ εἰμι, οὐκ οἶδα,
καί ποῦ αὖθις ἀφίξομαι, οὐ γινώσκω, ὁ τάλας. 
Γεννῶμαι γῆ ἀπό τῆς γῆς, ἀπό σώματος σῶμα,
ἀπό φθαρτοῦ πάντως φθαρτός, καί θνητός ὅλως πέλων
μικρόν ἐν γῇ χρονοτριβῶ ζῶν ἐν σαρκί καί θνῄσκω
καί βίου ἄλλου ἄρχομαι μεταβαίνων ἐκ τούτου.
Ἐῶ τό σῶμα ἐν τῇ γῇ ἀναστήσεσθαι μέλλον
καί ἀτελεύτητον ζωήν ζήσεσθαι εἰς αἰῶνας.
Νῦν οὖν ἐπίβλεψον, Θεέ, νῦν σπλαγχνίθητι, μόνε, 
νῦν με ἐλέησον! Ἰδού, ἐξέλιπεν ἰσχύς μου,
εἰς γῆρας, Σῶτερ, ἤγγισα, εἰς πρόπυλα θανάτου.
Ἄρχων τοῦ κόσμου ἔρχεται ἀναζητῆσαι θέλων
τά ἔργα καί τάς πράξεις μου, τάς αἰσχράς καί βεβήλους· 
οἱ δήμιοι παρίστανται ἀπηνῶς με ὁρῶντες
καί πρόσταγμα ἐκδέχονται λαβεῖν  καί κατασπάσαι
εἰς ᾅδου, Σῶτερ, βάραθρον ψυχήν μου τήν ἀθλίαν.
Σύ οὖν ὁ φύσει εὔσπλαγχνος, ὁ φιλάνθρωπος μόνος,
ὁ πανοικτίρμων  Κύριος, ἐλέησόν  με τότε
καί μή μνησικακήσῃς μοι, μή με ἐγκαταλίπῃς, 
μή δώσῃς χώραν κατ’ ἐμοῦ ἐχθρῷ μου τῷ δολίῳ,
τῷ καθ’ ἑκάστην ὥραν μοι προσεπαπειλουμένῳ,
ὠρυομένῳ κατ’ ἐμοῦ, τρίζοντι τούς ὀδόντας 
καί· Ποῦ θαρρεῖς, μοι λέγοντι, πῶς δέ διαφυγεῖν μου
ἐλπίζεις χεῖρας, ὅτι με καταλιπών προσῆλθες
Χριστῷ κἀμοῦ τάς ἐντολάς ἄρτι παρελογίσω; 
Ἀλλ’ οὐκ ἐκφύγεις οὐδαμῶς· ποῦ γάρ καί ἀπελεύσῃ; 
Οὐ διαδράσαι πώποτε ὅλως ἐμέ ἰσχύσεις,
τόν τόν Ἀδάμ ἐξάξαντα καί Εὔαν παραδείσου,
τόν καί τόν Κάϊν ἀδελφοῦ ποιήσαντα φονέα,
τόν ἐπί τοῦ κατακλυσμοῦ πάντας ὁμοῦ τῇ πλάνῃ
καί τῷ θανάτῳ τῷ φρικτῷ περιπεσεῖν ἀθλίως
εἰς τέλος δελεάσαντα ταῖς ἐμαῖς ἐξαπάταις,
τόν τόν Δαβίδ πλανήσαντα πρός μοιχείαν καί φόνον,
τόν ἄραντα πρός ἅπαντας πόλεμον τούς ἁγίους 
καί πολλούς θανατώσαντα, σύ με πῶς διαδράσαι
ὅλως θαρρεῖς καί προσδοκᾷς, ὁ ἀσθενής εἰς ἅπαν; 
Ταῦτα ἀκούων, Δέσποτα καί Θεέ μ ου καί κτίστα,
δημιουργέ μου καί κριτά, ὁ ἔχων ἐξουσίαν
ψυχῆς ἐμῆς καί σώματος ὡς ἀμφοτέρων πλάστης,
φρίττω καί ὅλος δέδοικα, ὅλος τρέμω ὁ τάλας.
Προβάλλεται καί λέγει μοι ὁ δόλιος, Χριστέ  μου,
ὅτι· Ἰδού, οὐκ ἀγρυπνεῖς, ἰδού, οὐκ ἐγκρατεύῃ,
ἰδού, εὐχήν οὐκ κέκτησαι, οὐ ποιεῖς προσκυνήσεις,
κόπους οὐκ ἐπιδείκνυσαι, οἵους πάλαι ἀπήρξω,
καί διά ταῦτα μόνα σε τοῦ Χριστοῦ σε χωρίσω
καί μετ’ ἐμοῦ σε λήψομαι ἐν πυρί τῷ ἀσβέστῳ.
Ἐγώ οὖν, οἶδας, Δέσποτα, ὡς οὐδέποτε ἔργοις
ἐπίστευσα ἤ πράξεσι ψυχῆς μου σωτηρίαν,
ἀλλά τῷ σῷ, φιλάνθρωπε, προσέδραμον ἐλέει
θαρρήσας, ὅτι σώσεις με δωρεάν, πανοικτίρμον,
καί ἐλεήσεις ὡς Θεός καθώς ποτε τήν πόρνην
καί ὡς τόν ἄσωτον υἱόν, τό Ἥμαρτον! εἰπόντα.
Οὕτω πιστεύσας ἔδραμον, οὕτω θαρρήσας ἦλθον,
οὕτως ἐλπίσας, Δέσποτα, πρός σέ παρεγενόμην· 
καί νῦν μή ἐγκαυχήσηται κατ’ ἐμοῦ, τοῦ σοῦ δούλου,
μή εἴπῃ· Ποῦ σου ὁ Χριστός, ποῦ σου ὁ ἀντιλήπτωρ; 
Οὐχί ἐκεῖνος σέ αὐτός παρέδωσε χερσί μου; 
Εἰ γάρ καί ἀπατήσῃ με  καί αἰχμάλωτον λάβῃ,
οὐ μή τῇ προαιρέσει μου οὐδέ τῇ ῥαθυμίᾳ 
τοῦτο προσεπιγράψηται, τῇ δέ ἐγκαταλείψει
σῇ τό  πᾶν ἀναθέμενος τά τοιαῦτα ἐρεῖ μοι· 
Ἴδε, εἰς ὅν ἐθάρρησας, ἴδε, εἰς ὅν προςῆλθες,
ἴδε, ὅν οἴου σε φιλεῖν, ὅν οἴου ἀγαπᾶν σε
καί ἀδελφόν καί φίλον σε, υἱόν καί κληρονόμον
ἐνεκαυχῶ κεκτῆσθαί σε, πῶς ἐγκατέλιπέ σε,
εἰς τάς ἐμάς τε, τοῦ ἐχθροῦ, χεῖρας ἐξέδοτό σε
καί αἴφνης ἀπεστράφη σε, αἴφνης ἐμίσησέ σε; 
Μή οὖν ἀκοῦσαι ταῦτά με, Σῶτερ, ἐγκαταλείψῃς,
μή ὄνειδος γενήσεσθαι σοῦ ἐάσῃς, Θεέ μου,
μή Βασιλεῦ, μή Κύριε, ὁ τοῦ σκότους με πάλαι
καί τῶν χειρῶν καί φάρυγγος ἐκείνου με ἐξάξας
καί τῷ φωτί ἐλεύθερον τῷ σῷ με παραστήσας.
Σέ γάρ ὁρῶν τιτρώσκομαι τά ἐντός τῆς καρδίας
καί βλέπειν οὐκ ἰσχύω σε καί  μή βλέπειν οὐ φέρω· 
ἀπρόσιτον τό κάλλος σου, ἀμίμητον τό εἶδος,
ἀσύγκριτος ἡ δόξα σου, καί τίς ποτέ σε εἶδεν
ἤ τίς ἰδεῖν σε δυνηθῇ ὅλον, σέ, τόν Θεόν μου; 
Τό πᾶν γάρ ποῖος ὀφθαλμός κατιδεῖν ἐξισχύσει; 
Τόν ὄντα δέ ὑπέρ τό πᾶν ποῖος νοῦς καταλάβῃ,
περιλαβεῖν τε δυνηθῇ ἤ ἐκτανθῆναι ὅλος
πρός ὅλον καί θεάσασθαι τόν συνοχέα πάντων,
τόν πάντων ἔξω καί τό πᾶν καί τά πάντα πληροῦντα
καί ἔξω πάλιν τόν αὐτόν ὅλον ὄντα ἀφράστως; 
Ὅμως ὡς ἥλιον ὁρῶ καί ὡς ἄστρον σε βλέπω,
καί ἐν τῷ κόλπῳ φέρω σε, καθάπερ μαργαρίτην,
καί ὡς λαμπάδα βλέπω σε σκεύους ἡμμένην ἔνδον.
Ὅτι δέ οὐ πλατύνεσαι, ὅτι μή ὅλον φῶς με
ἀποτελεῖς καί δείκνυσαι ὅλος μοι, οἷος, ὅσος
ὑπάρχεις, ὅλως οὐ δοκῶ ἔχειν σε τήν ζωήν μου,
ἀλλά θρηνῶ ὥς τις πτωχός γεγονώς ἐκ πλουσίων
καί ἐξ ἐνδόξων ἄτιμος καί μή ἔχων ἐλπίδα.
Τοῦτο οὖν βλέπων ὁ ἐχθρός λέγει μοι· Σύ οὐ σῴζῃ· 
καί γάρ ἰδού, ἐκπέπτωκας, ἠστόχησας ἐλπίδων,
ὅτι οὐκ ἔχεις πρός Θεόν ὡς πάλαι παρρησίαν.
Πρός ὅν οὐ βλόγον φθέγγομαι, οὐκ ἀξιῶ, Θεέ μου,
ἀλλ’ ἐμφυσῶ, καί ἄφαντος εὐθύς ἀποτελεῖται.
Οὕτως αἰτοῦμαι, Δέσποτα, οὕτως παρακαλῶ σου
τήν εὐσπλαγχνίαν δώρησαι καί τότε μοι, Σωτήρ μου,
ὅτε ψυχή ἐξέλθῃ μου τοῦ σώματος, ἰσχύσαι
μόνῳ τῷ ἐμφυσήματι ἅπαντας καταισχύναι
τούς κατ’ ἐμοῦ, τοῦ δούλου σου, μέλλοντας ἐπιτρέχειν,
καί διαβῆναι ἀβλαβῆ φρουρούμενον φωτί σου
τοῦ Πνεύματος καί ἔμπροσθεν στῆναι τοῦ βήματός σου,
ἔχοντι χάριν σου, Χριστέ, συνοῦσάν μοι τήν θείαν,
σκέπουσαν, ἀκαταίσχυντον δεικνύουσάν με ὅλον.
Τίς γάρ τολμήσειεν ἄρα ἄμπροσθέν σου ὀφθῆναι,
εἰ μή αὐτήν ἐνδέδυται, εἰ μή αὐτήν ἐντός γε
κατέχει καί φωτίζεται ὑπ’ αὐτῆς; Πῶς τήν δόξαν
τήν ἄστεκτον θεάσασθαι δυνηθῇ πᾶς τις ὅλως;
Δόξαν Θεοῦ γάρ ἄνθρωπος, φύσιν θεότητός τε
φύσις ἀνθρώπου ταπεινή πῶς κατιδεῖν ἰσχύσει; 
Ἔστι Θεός γάρ ἄκτιστος, ἡμεῖς κτιστοί δέ πάντες,
ἐκεῖνος πέλει ἄφθαρτος, ἡμεῖς φθαρτοί καί κόνις,
ἐκεῖνος πνεῦμα πέφυκεν, ὑπέρ ἅπαν δέ πνεῦμα 
ὡς ποιητής πνευμάτων τε καί Δεσπότης ὑπάρχων,
ἡμεῖς σάρκες χοϊκαί καί γεώδης οὐσία,
ἐκεῖνος πάντων ποιητής, ἄναρχος ἄληπτός τε,
ἡμεῖς σκώληκες ὁμοῦ καί βόρβορος καί τέφρα·
καί τίς ἰσχύσει ἐξ ἡμῶν τοῦτον ποτέ ἰδέσθαι
ἐξ οἰκείας δυνάμεως ἤ ἐνεργείας ὅλως,
εἰ μή αὐτός ἐκπέμψειε Πνεῦμα αὐτοῦ τό Θεῖον
καί δι’ αὐτοῦ τῷ ἀσθενεῖ τῆς φύσεως παράσχῃ
ῥώμην, ἰσχύν καί δύναμιν καί ἱκανόν ποιήσῃ
τόν ἄνθρωπον τοῦ κατιδεῖν δόξαν αὐτοῦ τήν θείαν; 
Ἄλλως γάρ οὐ θεάσεται οὐδέ ἰδεῖν ἰσχύσει
ἀνθρώπων τις τόν Κύριον ἐρχόμενον ἐν δόξῃ,
καί οὕτως χωρισθήσονται ἄδικοι τῶν δικαίων
καί σκότει καλυφθήσονται ἁμαρτωλοί καί πάντες
ὅσοι μή ἕξουσι τό φῶς ἐν αὐτοῖς ἀπ’ ἐντεῦθεν.
Οἱ συνημμένοι δέ αὐτῷ ἐκ τῶν ὧδε καί τότε 
μυστικῶς συναφθήσονται τῷ Θεῷ καί γνησίως
καί τῆς αὐτοῦ ὑπάρξουσι μετουσίας ἀχώριστοι· 
οἱ δ’ ἀπελθόντες τοῦ φωτός αὐτοῦ κεχωρισμένοι
πῶς τότε ἑνωθήσονται ἤ κατά ποῖον τρόπον, 
μαθεῖν παρ’ ὑμῶν βούλομαι, εἴτε ὑμᾶς διδάξαι· 
Θεός γέγονεν ἄνθρωπος, ἡνώθη τε ἀνθρώποις,
μετέσχεν ἀνθρωπότητος καί μετέδωκε πᾶσι 
τοῖς εἰς αὐτόν πιστεύουσι καί τήν πίστιν ἐξ ἔργων 
δεικνύουσι θεότητος αὐτοῦ τῇ μετουσίᾳ.
Τούτους οὖν εἶπε σῴζεσθαι μόνους τούς μετασχόντας
ἐκείνου τῆς θεότητος, καθώς αὐτός μετέσχε
τῆς ἡμετέρας φύσεως, ὁ ποιητής τῶν πάντων,
Παῦλος ὡς μαρτύρεται Χριστοῦ τήν ἐκκλησίαν
ἕν γενήσεσθαι σῶμά γε δεσποτικόν καί θεῖον,
ἄσπιλον, ἄμωμον ὁμοῦ, ῥυτίδος πάσης δίχα· 
οἵτινες ἄν εἶεν οἱ πιστοί, κεφαλή ὁ Χριστός δέ.
Εἰ τοῦτο τοίνυν ἔσεται οὕτως, ὥσπερ καί ἔστι,
τίς ἄρα τότε τολμήσει ῥυπαρός αὐτοῦ προσψαῦσαι
ἤ τίς προσκολληθήσεται ἀνάξιος τυγχάνων; 
Εἰ γάρ καί νῦν ἐκβάλλονται τῆς ἐκκλησίας ἔξω
καί μετασχεῖν κωλύονται ἁμαρτωλοί εἰς ἅπαν,
μᾶλλον δέ καί τῆς τῶν θείων θέας ἀποστεροῦνται
οἱ μή πέλοντες ἅγιοι, πῶς οἴμοι τότε ἄρα
τῷ παναμώμῳ σώματι τοῦ Θεοῦ ἑνωθῶσι
καί μέλη γένωνται Χριστοῦ ἐσπιλωμένοι ὄντες; 
Οὐκ ἔστι τοῦτο, ἀδελφοί, οὐ γενήσεται ὅλως! 
Οἱ δέ τοῦ θείου σώματος ἤγουν τῆς ἀκκλησίας
καί τοῦ χοροῦ τῶν ἐκλεκτῶν χωριζόμενοι, λέγε,
ποῦ ἄρα ἀπελεύσονται, εἰς ποίαν βασιλείαν,
εἰς ποῖον τόπον, φράσον μοι, ἐλπίζουσι σκηνῶσαι; 
Πάντως γάρ καί παράδεισος, ὁ Ἀβραάμ τε κόλπος
καί πᾶς τόπος ἀνέσεως τῶν σῳζομένων ἔστιν· 
οἱ δέ σῳζόμενοί εἰσιν ἅγιοι πάντως πάντες,
ὡς πᾶσα θεία μαρτυρεῖ γραφή καί ἐκδιδάσκει.
Πολλαί γάρ καί μοναί εἰσιν, ἀλλ’ ἐντός τοῦ νυμφῶνος· 
καθάπερ γάρ εἷς οὐρανός καί ἐν αὐτῷ ἀστέρες
ἀλλήλων διαφέροντες ἐν τιμῇ τε καί δόξῃ,
οὕτω καί εἷς νυμφών ἐστι καί μία βασιλεία,
ἀλλά γάρ καί παράδεισος καί πόλις ἡ ἁγία
καί πᾶς τόπος ἀνέσεως ὁ Θεός ἐστι μόνος.
Ὡς γάρ οὐκ ἔχει ἄνεσιν ἄνθρωπος ἐν τῷ βίῳ,
ὁ μή μένων ἐν τῷ Θεῷ καί Θεός ἐν αὐτῷ δέ, 
οὕτω καί μετά θάνατον ἐκτός ἐκείνου μόνου,
οἴμαι, οὐκ ἔσται ἄνεσις, οὐ τόπος ἄνευ λύπης,
οὐ στεναγμοῦ, οὐ θλίψεως ὅλως ἀπηλλαγμένος.
Σπουδάσωμεν οὖν, ἀδελφοί, σπουδάσωμεν πρό τέλους
προσκολληθῆναι τῷ Θεῷ, τῷ ποιητῇ τῶν πάντων,
τῷ κατελθόντι δι’ ἡμᾶς ἐπί γῆς τούς ἀθλίους,
τῷ κλίναντι τούς οὐρανούς καί λαθόντι ἀγγέλους
καί ἐν γαστρί σκηνώσαντι τῆς ἁγίας Παρθένου
καί σαρκωθέντι ἐξ αὐτῆς ἀτρέπτως, ἀνεκφράστως
καί προελθόντι εἰς ἡμῶν ἁπάντων σωτηρίαν.
Ἡ σωτηρία δέ ἡμῶν αὕτη πάντως ὑπάρχει,
καθώς πολλάκις εἴπομεν καί νῦν αὖθις ἐροῦμεν,
οὐχί ἡμεῖς ἐξ ἑαυτῶν, ἀλλά τό θεῖον στόμα
ἐπέφανε τό μέγα φῶς τοῦ μέλλοντος αἰῶνος.
Ἡ βασιλεία οὐρανῶν ἐπί τῆς γῆς κατῆλθε,
μᾶλλον δέ ὁ παμβασιλεύς τῶν ἄνω καί τῶν κάτω
ἐλήλυθεν, ἠθέλησεν ὑμῖν ὁμοιωθῆναι,
ἵν’ ἐξ αὐτοῦ ὡς ἐκ φωτός πάντες μεταλαβόντες
φῶτα δειχθῶμεν δεύτερα, ὅμοιά γε τοῦ πρώτου,
καί βασιλείας οὐρανῶν κοινωνοί καί τῆς δόξης
συμμέτοχοι ὑπάρξωμεν ὁμοῦ καί κληρονόμοι
τῶν αἰωνίων ἀγαθῶν, ὧν οὐδείς ποτε εἶδε. 
Ταῦτα δ’ εἰσίν, ὡς πείθομαι καί πιστεύω καί λέγω,
Πατήρ, Υἱός καί Ἅγιον Πνεῦμα, Τριάς Ἁγία,
τοῦτο πηγή τῶν ἀγαθῶν, τοῦτο ζωή τῶν ὄντων,
τοῦτο τρυφή καί ἄνεσις, τοῦτο στολή καί δόξα,
τοῦτοσ χαρά ἀνέκφραστος καί σωτηρία πάντων
τῶν μετασχόντων τῆς αὐτοῦ ἐλλάμψεως ἀρρήτου
καί κοινωνίαν μετ’ αὐτοῦ ἐχόντων ἐν αἰσθήσει.
Ἀκούσατε· Σωτήρ καί γάρ διά τοῦτο καλεῖται, 
ὅτι πᾶσιν, οἷς ἑνωθῇ, σωτηρίαν παρέχει,
ἡ σωτηρία δέ ἐστιν κακῶν μέν πάντων λύσις,
καλῶν δέ πάντων ἐν ταὐτῷ εὕρεσις αἰωνία,
ἀπό θανάτου μέν ζωήν, ἀπό δέ σκότους φάος,
ἀπό δουλείας τῶν παθῶν καί πράξεων αἰσχίστων
ἐλευθερίαν παντελῆ πᾶσι χαριζομένη
τοῖς ἑνωθεῖσι τῷ Χριστῷ καί Σωτῆρι τῶν ὅλων. 
Οἵ καί τότε πᾶσαν μέν χαράν ἀναφαίρετον κτῶνται,
πᾶσάν γε ἀγαλλίασιν καί πᾶσαν εὐφροσύνην,
οἱ δέ κἄν ὅλως πέλοντες τούτου κεχωρισμένοι
καί μή ζητήσαντες αὐτόν ἤ τούτῳ ἑνωθέντες
μηδέ δουλείας τῶν παθῶν καί θανάτου ῥυσθέντες,
κἄν βασιλεῖς, κἄν ἄρχοντες εἰσί, κἄν μεγιστᾶνες, 
κἄν τρυφᾶν κἄν εὐφραίνεσθαι κἄν ἀπόλαυσιν ἔχειν 
οἴονται καί νομίζουσιν ἐν ἀγαθοῖς ὑπάρχειν,
ἀλλ’ οὐδέποτε κτήσονται τοιαύτην εὐφροσύνην,
οἵαν οἱ δοῦλοι τοῦ Χριστοῦ, οἱ ἐλεύθεροι ἐκ πάντων
ἀτόπων ἐπιθυμιῶν, ἡδονῶν τε καί δόξης
ἔχουσιν ἀνεκλάλητον, ἄφραστον οὖσαν πάντῃ,
ἥν οὐδείς ποτε γνώσεται, οὐ μάθῃ, οὐ κατίδῃ
τῶν μή γνωσίως καί θερμῶς τῷ Χριστῷ κολληθέντων,
ἀνακραθέντων τε αὐτῷ ἐν ἑνώσει ἀρρήτῳ,
ᾧ πρέπει δόξα καί τιμή, αἶνος καί ἅπας ὕμνος
ὑπό πάσης τῆς κτίσεως καί πνοῆς εἰς αἰῶνας,
ἀμήν.



Ἑπόμενο: ΜΓ'. Ὅτι κρεῖσσον τό καλῶς ποιμαίνεσθαι ἤ τούς μή βουλομένους ποιμαίνειν· οὐδέ γάρ ἔσται κέρδος τῷ ἄλλους μέν σπουδάζοντι σῶσαι, ἑαυτόν δέ διά τῆς ἐκείνων ἀπολέσαντι προστασίας.
Προηγούμενο: ΜΑ'. Εὐχαριστία πρός Θεόν ὑπέρ τῶν παρ’ αὐτοῦ γεγονότων εὐεργεσιῶν καί αἴτησις τοῦ μαθεῖν, τίνος χάριν οἱ τέλειοι γεγονότες ὑπό τῶν δαιμόνων παραχωροῦνται πειράζεσθαι· καί περί τῶν ἀποτασσομένων τῷ κόσμῳ διδασκαλία καί ὑποτύπωσις ῥηθεῖσα παρά Θεοῦ.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος