Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΜΕ'. Περί θεολογίας ἀκριβεστάτης· καί ὅτι ὁ μή ὁρῶν τό φῶς τῆς τοῦ Θεοῦ δόξης χείρων τυγχάνει τυφλῶν.
Προηγούμενο: ΜΓ'. Ὅτι κρεῖσσον τό καλῶς ποιμαίνεσθαι ἤ τούς μή βουλομένους ποιμαίνειν· οὐδέ γάρ ἔσται κέρδος τῷ ἄλλους μέν σπουδάζοντι σῶσαι, ἑαυτόν δέ διά τῆς ἐκείνων ἀπολέσαντι προστασίας.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

ΜΔ'. Τί ἐστι τό κατ’ εἰκόνα, καί πῶς εἰκότως νοεῖται ὡς τοῦ πρωτοτύπου εἰκών ὁ ἄνθρωπος· καί ὅτι ὁ τούς ἐχθρούς ὡς εὐεργέτας φιλῶν μιμητής ἐστι τοῦ Θεοῦ, Πνεύματος δέ Ἁγίου ἐντεῦθεν μέτοχος γεγονώς θέσει θεός καί χάριτι γίνεται, μόνοις ἐκείνοις γνωριζόμενος, τοῖς ὑπό τοῦ Ἁγίου Πνεύματος ἐνεργουμένοις.

 
Δόξα, αἶνος, ὕμνος, χάρις
τῷ τήν κτίσιν ἐξ οὐκ ὄντων
εἰς τό εἶναι λόγῳ μόνῳ 
καί θελήματι οἰκείῳ
ἅπασαν παραγαγόντι
Θεῷ πάντων, ἐν Τριάδι
ὑποστάσεων, μιᾷ τε 
ἀχωρίστοις καί ἀτμήτοις, 
μία φύσις, μία δόξα,
μία δύναμις ὑπάρχει,
θέλημά τε ἕν ὡσαύτως.
Αὕτη μόνη κτίσις πάντων, 
αὕτη ἐκ πηλοῦ με ὅλον
πλάσασα, ψυχήν τε δοῦσα
ἔθηκεν ἐπί τῆς γῆς με,
δέδωκε τό φῶς τε βλέπειν
καί ὁρᾶν ἐν τούτῳ πάντα
τόνδε τόν αἰσθητόν κόσμον,
ἥλιον, σελήνην λέγω,
τούς ἀστέρας οὐρανόν τε,
γῆν καί θάλασσαν καί πάντα
τά ἐν μέσῳ τούτων ὄντα.
Δέδωκε, καί νοῦν καί λόγον· 
ἀλλά πρόσεχε τῷ λόγῳ! 
Κατ’ εἰκόνα οὖν τοῦ Λόγου
δέδοται ἡμῖν ὁ λόγος· 
λογικοί γάρ ἐκ τοῦ Λόγου
τοῦ ἀνάρχου, τοῦ ἀκτίστου,
τοῦ ἀλήπτου, τοῦ Θεοῦ μου.
Ὄντως κατ’ εἰκόνα ἔστιν
ἡ ψυχή παντός ἀνθρώπου
λογική εἰκών τοῦ Λόγου.
- Πῶς, εἰπέ μοι, δίδαξόν με.
- Ἄκουσον αὐτοῦ τοῦ Λόγου· 
ὁ Θεός ἐκ Θεοῦ Θεός Λόγος,
συναΐδιός τε ἔστι
τῷ Πατρί καί τῷ Πνεύματι.
Οὕτως οὖν καί ἡ ψυχή μου
κατ’ εἰκόνα τούτου ἔστι,
νοῦν γάρ ἔχουσα καί λόγον
φέρει ταῦτα κατ’ οὐσίαν 
ἄτμητα ἀσύγχυτά τε,
ὁμοούσια ὡσαύτως,
ἕν τά τρία ἡνωμένως,
ἀλλά καί διῃρημένως.
Πάντοτε καί ἥνωνταί γε
καί εἰσί μεμερισμένα· 
ἥνωνται γάρ ἀσυγχύτως
καί μερίζονται ἀτμήτως.
Ἕν ἐκ τούτων εἰ καθέλῃς, 
συγκαθεῖλες πάντως πάντα· 
ψυχή γάρ ἄνους, ἄλογος,
ἴσον ἔσται τῶν ἀλόγων· 
ἄνευ δέ ψυχῆς οὐκ ἔστι 
νοῦν ἤ λόγον ὑφεστάναι.
Οὕτως οὖν ἐκ τῆς εἰκόνος
τό πρωτότυπον ἐννόει! 
Ἄνευ Πνεύματος οὐκ ἔστι
οὐ Πατήρ, οὐ Λόγος τούτου· 
πνεῦμα ὁ Πατήρ δέ ἔστι, 
καί Υἱός ὁ τούτου, πνεῦμα, 
εἰ καί σάρκα ἐνεδύθη,
καί Θεός τό Πνεῦμα πάλιν· 
ἕν γάρ φύσει καί οὐσίᾳ
τά ἀμφότερα τελοῦσιν, 
ὥσπερ νοῦς, ψυχή καί λόγος.
Ἀλλ’ ὁ μέν Πατήρ τόν Λόγον 
ἀπεγέννησεν ἀρρήτως.
Ὥσπερ νοῦς ἐκ τῆς ψυχῆς μου,
μᾶλλον δέ ἐν τῇ ψυχῇ μου,
οὕτως ἐκ Πατρός τό πνεῦμα, 
μᾶλλον δ’ ἐν Πατρί καί μένει
καί προέρχεται ἀφράστως.
Ὥσπερ πάλιν δέ ὁ νοῦς μου
πάντοτε γεννᾷ τόν λόγον
καί προφέρει καί ἐκπέμπει
καί γνωστόν ποιεῖ τοῖς πᾶσιν,
οὐ χωρίζεται δέ τούτου,
ἀλλά καί γεννᾷ τόν λόγον
καί ἐντός αὐτόν κατέχει,
οὕτω νόει τόν Πατέρα,
ὅτι ἔτεκε τόν Λόγον,
ὅτι τίκτει ἀενάως,
οὐ χωρίζεται δέ ὅλως
τοῦ Υἱοῦ Πατήρ ὁ τούτου,
ἀλλ’ ἐν τῷ Υἱῷ ὁρᾶται,
καί Υἱός ἐν τούτῳ μένει.
Ταύτην ἀκριβῆ εἰκόνα, 
εἰ καί ἀμυδρά τυγχάνει,
καθυπέδειξεν ὁ λόγος,
ἥν οὐδέποτε θεάσῃ,
οὐδ’ οὐ μή κατανοήσῃς, 
εἰ μή πρότερον καθάρῃς,
εί μή πρότερον ἐκπλύνῃς
τῆς εἰκόνος σου τόν ῥύπον,
εἰ μή κεχωσμένην οὖσαν
ἐν τοῖς πάθεσιν ἐξάξῃς,
ἀποσμήξῃς τε τελείως, 
ἀποδύσῃς τε ὡσαύτως 
καί λευκάνῃς ὡς χιόνα.
Ὅταν ταῦτα δέ ποιήσῃς 
καί καλῶς σαυτόν καθάρῃς 
καί εἰκών τελεία γένῃ, 
τό πρωτότυπον οὐκ ὄψῃ,
οὐδ’ οὐ μή κατανοήσῃς,
εἰ μή ἀποκαλυφθῇ σοι
διά Πνεύματος Ἁγίου. 
Πάντα γάρ Πνεῦμα διδάσκει
ἐν φωτί λάμψαν ἀρρήτῳ, 
νοερῶς τά νοητά σοι
ἅπαντα καθυποδείξει,
ὅσον δύνασαι καί βλέπειν, 
ὅσον ἐφικτόν ἀνθρώπῳ, 
κατά τήν ἀναλογίαν 
ψυχικῆς καθάρσεώς σου,
καί Θεῷ ὁμοιωθήσῃ
ἔργων ἀκριβεῖ μιμήσει, 
σωφροσύνης καί ἀνδρείας,
ἀλλά καί φιλανθρωπίας, 
πειρασμῶν ὑπομονῇ τε
καί τῇ πρός ἐχθρούς ἀγάπῃ.
Τοῦτο γάρ φιλανθρωπίᾳ,
τό ἐχθρούς εὐεργετεῖν σε
καί φιλεῖν αὐτούς ὡς φίλους,
ὡς γνησίους εὐεργέτας, 
εὔχεσθαί τε ὑπέρ πάντων
τῶν σοί ἐπηρεαζόντων,
ἴσην τε πρός πάντας ἔχειν
ἀγαθούς καί πονηρούς τε
ἐνδιάθετον ἀγάπην,
ὑπέρ πάντων δέ τιθέναι
τήν ψυχήν σου καθ’ ἑκάστην,
ὑπέρ σωτηρίας λέγω,
καί τοῦ ἕνα που σωθῆναι
ἤ καί πάντας, εἰ οἷόν τε.
Ταῦτα μιμητήν Δεσπότου 
ἀπεργάσονταί σε, τέκνον,
καί εἰκόνα ἀληθῆ σε
ἀποδείξουσι τοῦ κτίστου,
μιμητήν τε κατά πάντα
τελειότητος τῆς θείας.
Ὁ δέ κτίστης τότε - πρόσχες,
ὅπερ μέλλω σοι ἐκφράσαι! -
Θεῖον ἀποστείλει Πνεῦμα· 
οὐ ψυχήν σοι λέγω ἄλλην,
οἵαν ἔσχες, ἀλλά Πνεῦμα,
τό ἐκ τοῦ Θεοῦ σοι λέγω,
καί ἐμπνεύει καί οἰκήσει
καί οὐσιωδῶς σκηνώσει
καί φωτίσει καί λαμπρύνει
καί ἀναχωνεύσει ὅλον,
τόν φθαρτόν τε ἀφθαρτίσει
καί ἀνανεώσει αὖθις
τόν παλαιωθέντα οἶκον,
οἶκον τῆς ψυχῆς σου λέγω.
Ταύτῃ δέ συναφθαρτίσει 
καί τό σῶμα ὅλον ὅλως
καί θεόν σε κατά χάριν 
ὅμοιον τοῦ πρωτοτύπου
ἀπεργάσεται, ὤ θαῦμα,
ὤ μυστήριον τό πᾶσιν
ἄγνωστον τοῖς ἐμπαθέσιν,
ἄγνωστον τοῖς φιλοκόσμοις,
ἄγνωστον τοῖς φιλοδόξοις,
ἄγνωστον ὑπερηφάνοις,
ἄγνωστον ὄντως ὀργίλοις,
ἄγνωστον καί μνησικάκοις,
ἄγνωστον τοῖς φιλασάρκοις,
ἄγνωστον τοῖς φιλαργύροις,
ἄγνωστον τοῖς φθονεροῖς τε,
ἄγνωστον πᾶσι λοιδόροις, 
ἄγνωστον  ὑποκριταῖς γε,
ἄγνωστον καί γαστριμάργοις, 
ἄγνωστον τοῖς λαθροφάγοις
καί μεθύσοις τε καί πόρνοις· 
ἄγνωστον τοῖς ἀργολόγοις,
ἄγνωστον τοῖς αἰσχρολόγοις,
ἄγνωστον καί τοῖς ῥαθύμοις,
ἄγνωστον τοῖς ἀμελοῦσι
τῆς καθ’ ὥραν μετανοίας,
ἄγνωστον τοῖς μή πενθοῦσιν
ἀενάως καθ’ ἑκάστην 
ἄγνωστον ἀνυποτάκτοις,
ἄγνωστον τοῖς ἀντιλόγοις,
ἄγνωστον ἰδιορρύθμοις,
ἄγνωστον τοῖς οἰομένοις
εἶναί τι, μηδέν δέ οὖσιν,
ἄγνωστον τοῖς καυχωμένοις,
ἀλλά μή καί τερπομένοις
ἐπί σώματος μεγέθει
ἤ δυνάμει εἴτε κάλλει
ἤ χαρίσματι ἑτέρῳ
οἱῳδήποτέ σοι λέγω· 
ἄγνωστον τοῖς μή καρδίαν 
καθαράν προσκτησαμένοις,
ἄγνωστον τοῖς μή αἰτοῦσιν
ἐν θερμότητι καρδίας
τοῦ λαβεῖν τό Θεῖον Πνεῦμα,
ἄγνωστον τοῖς ἀπιστοῦσιν 
ὅτι δίδοται καί ἄρτι 
τοῖς ζητοῦσι Πνεῦμα Θεῖον.
Ἀπιστία γάρ ἀπείργει
καί διώκει Πνεῦμα Θεῖον· 
ἀπιστῶν τις οὐκ αἰτεῖται,
μή αἰτῶν οὐδέ λαμβάνει,
μή λαβών νεκρός ὑπάρχει.
Τόν νεκρόν δέ τίς μή κλαύσει,
ὅτι ζῆν δοκεῖ νεκρός ὤν; 
Οἱ νεκροί νεκρούς οὐδέπω
οὔτ’ ἰδεῖν οὔτε θρηνῆσαι 
ὅλως δύνανται· οἱ ζῶντες
τούτους βλέποντες πενθοῦσι.
Θαῦμα γάρ ὁρῶσι ξένον,
ζῶντας τούς νενεκρωμένους,
ἀλλά καί περιπατοῦντας,
τούς τυφλούς βλέπειν δοκοῦντας
καί κωφούς δέ ὄντως ὄντας
καί ἀκούειν οἰομένους· 
ζῶσι γάρ καί καθορῶσι
καί ἀκούουσιν ὡς κτήνη,
ὡς ἀνόητοι νοοῦσιν
ἐν αἰσθήσει ἀναισθήτῳ,
ἐν ζωῇ νενεκρωμένη.
Ἔστι γάρ καί ζῆν μή ζῶντα,
ἔστι βλέποντα μή βλέπειν
μηδ’ ἀκούοντα ἀκούειν.
Πῶς, εἰπέ μοι; Λέξω τάχος· 
ὅσοι ζῶσι κατά σάρκα,
ὅσοι βλέπουσι τά τῇδε
καί ὠσί σαρκίνοις μόνοις
θείων λόγων ἀκροῶνται,
οὗτοι κατά πνεῦμα πάντες
κωφοί, τυφλοί καί νεκροί γε.
Οὐδέ γάρ ἐκ Θεοῦ γεγέννηνται
ὅλως, ἵνα καί ζῶσί γε,
ἀλλ’ οὐδ’ ἔλαβον τό Πνεῦμα
οὐδ’ ἀνέβλεψαν τάς κόρας,
οὐ κατεῖδον φῶς τό θεῖον·
τούτου δέ μή γνεομένου
ἔμειναν κωφοί εἰς ἅπαν.
Οἱ τοιοῦτοι δέ, εἰπέ μοι,
πῶς Χριστιανοί κληθῶσιν; 
Ἄκουε τοῦ θείου Παύλου
ταῦτά σοι σαφῶς δηλοῦντος,
μᾶλλον δέ Χριστοῦ λαλοῦντος· 
Ἄνθρωπος ἐκ γῆς ὁ πρῶτος
χοϊκός ἐκτίσθη πάντως,
ἄνθρωπος ὁ δεύτερος δέ
ἐκ τῶν οὐρανῶν κατῆλθε.
Πρόσεχε τοῖς λεγομένοις· 
οἷος οὖν ὁ πρῶτος πέλει 
χοϊκός καί οἱ ἐκ τούτου
πάντες χοϊκοί γεννῶνται·
οἷος δέ Χριστός ὑπάρχει
ἐπουράνιος Δεσπότης,
ἐπουράνιοι καί πάντες 
οἱ αὐτῷ  πεπιστευκότες,
ἄνωθεν δέ γεννηθέντες,
βαπτισθέντες δέ ὡσαύτως
Πνεύματι τῷ Παναγίῳ· 
οἷον ἔστι τό γεννῆσαν
Θεός ὄντως, ἐξ αὐτοῦ τε
οἱ γεννώμενοι τοιοῦτοι
ἐκ Θεοῦ θεοί θετοί γε
καί υἱοί ὑψίστου πάντες,
ὥς φησι τό θεῖον στόμα.
Ἤκουσας Θεοῦ τούς λόγους,
ἤκουσας πῶς ἐκ τῶν ἄλλων
τούς  πιστούς ἀναχωρίζει,
πῶς σημεῖον γνώρισμά τε
δέδωκε τοῖς αὐτοῦ δούλοις,
ἵνα μή πλανῶνται λόγοις
ἀλλοτρίων διδασκάλων; 
Ἐκ τῆς γῆς, φησίν, ὁ πρῶτος,
ὅτι χοϊκός ἐκτίσθη,
ὁ δεύτερος ἄνθρωπος δέ, 
τῶν ἁπάντων ὁ Δεσπότης,
ἐκ τῶν οὐρανῶν κατῆλθε.
Θάνατον πᾶσιν ὁ πρῶτος 
προεξένησεν ἀνθρώποις 
καί φθοράν τῇ παραβάσει·
ὁ δέ δεύτερος τῷ κόσμῳ
ἐδωρήσατο καί νῦν δέ
ἅπασι πιστοῖς παρέχει
φῶς, ζωήν καί ἀφθαρσίαν.
Ἤκουσας, ἅπερ σοι λέγει
ὁ τῶν οὐρανίων μύστης; 
ἤκουσας Χριστοῦ λαλοῦντος
δι’ αὐτοῦ καί τούς ἀνθρώπους
ἐκδιδάσκοντος ὁποῖοι
οἱ αὐτῷ πεπιστευκότες
καί τήν πίστιν ἐκ τῶν ἔργων
ἐνδεικνύμενοι τελοῦσι; 
Μή οὖν ἀμφίβαλλε λοιπόν· 
εἰ Χριστιανός ὑπάρχεις,
οἷος ὁ Χριστός ὑπάρχει
ἐπουράνιος, τοιοῦτος 
καί αὐτός ὀφείλεις εἶναι· 
μή ὑπάρχων δέ τοιοῦτος,
πῶς Χριστιανός κληθήσῃ; 
Εἰ γάρ οἷος ὁ Δεσπότης
ἐπουράνιος ὑπάρχει, 
καί τοιούτους εἶναι λέγει
τούς αὐτῷ πεπιστευκότας
πάντως γε ἐπουρανίους, 
ὅσοι κοσμικά φρονοῦσι, 
ὅσοι κατά σάκρα ζῶσιν,
οὐκ εἰσί τοῦ ἐκ τῶν ἄνω 
κατελθόντος Θεοῦ Λόγου,
ἀλλά τοῦ ἐκ γῆς πλασθέντος
χοϊκοῦ ἀνθρώπου πάντως.
Οὕτω φρόνει, οὕτως ἔχε,
οὕτω  πίστευε, καί ζήτει
ἵνα γένησαι τοιοῦτος
ἐπουράνιος, ὡς εἶπεν
ὁ ἐξ οὐρανῶν φοιτήσας
καίδιδούς ζωήν τῷ κόσμῳ.
Οὗτος ἔστι καί ὁ ἄρτος,
ὁ ἐκεῖθεν καταβαίνων,
ὅν οἱ τρώγοντες οὐδ’ ὅλως 
θάνατόν ποτε ὁρῶσιν· 
ἐπουράνιοι γάρ ὄντες
εἰς ἀεί ἔσονται πάντως
τήν φθοράν ἀποδυθέντες,
ἀφθαρσίαν δ’ ἐνδυθέντες,
θάνατον ἀποβαλόντες
καί ζωῇ προσκολληθέντες.
Ἀθάνατοι γάρ, ἄφθαρτοι 
γίνονται καί διά τοῦτο 
ἐπουράνιοι καλοῦνται.
Τίς γάρ ἀπό τοῦ αἰῶνος
ἐχρημάτισε τοιοῦτος,
τῶν Ἀδάμ υἱῶν σοι λέγω,
πρίν ἐξ οὐρανοῦ κατέλθῃ
ὁ Δεσπότης τῶν ἁπάντων
οὐρανίων, ἐπιγείων; 
Οὗτος ἔλαβε τήν σάρκα
τήν ἡμῶν καί Πνεῦμα Θεῖον
δέδωκε, καθώς πολλάκις 
εἴπομεν, καί τοῦτο πάντα 
ὡς Θεός ἡμῖν παρέχει.
Ποῖα πάντα; Ἅ πολλάκις ὑμῖν εἶπον,
ἀλλά καί τά νῦν ἐξείπω.
Γίνεται ὡς κολυμβήθρα
θεία φωτοειδεστάτη,
πάντας συμπεριλαμβάνει
τούς ἀξίους, οὕς ἐφεύροι
ἔνδοθεν, καί πῶς ἐξείπω, πῶς ἐκφράσω
τά γινόμενα ἀξίως; 
Δός μοι λόγον, ὁ ψυχήν μοι
χαρισάμενος Θεός μου.
Θεός ὄν τό Θεῖον Πνεῦμα, 
οὕς ἐντός αὐτοῦ ἄν λάβῃ,
ἀναπλάττει τούτους ὅλως,
ἐξανακαινίζει τούτους,
καινουργεῖ τε παραδόξως.
Πῶς καί τίνα γε τόν τρόπον
οὐ μεταλαμβάνει ὅλως
τοῦ ἐκείνων αὐτό ῥύπου; 
Ὡς οὐδέ τό πῦρ μετέχει
τῆς σιδήρου μελανίας,
μεταδίδωσι δ’ ἐκείνῳ
πάντα τά αὐτῷ προσόντα,
οὕτω καί τό Θεῖον Πνεῦμα
ἄφθαρτον ὄν ἀφθαρσίαν
καί ἀθάνατον ὑπάρχον
δίδωσιν ἀθανασίαν,
φῶς τε ἄδυτον τυχάνον
φῶς ἀποτελεῖ τούς πάντας
ἐν οἷσπερ κατασκηνώσει,
καί ζωήν αὐτοῖς παρέχει.
Ὡς Χριστοῦ ὁμοφυές τε,
ὁμοούσιον ὡσαύτως
καί ὁμόδοξον ὑπάρχον
καί συνηνωμένον πέλον,
τούτους τοῦ Χριστοῦ ὁμοίους 
ἀπεργάζεται εἰς ἅπαν.
Οὐ φθονεῖ γάρ ὁ Δεσπότης
ἴσους ἑαυτῷ ὀφθῆναι
τούς βροτούς χάριτι θείᾳ,
οὐδ’ ἀπαξιοῖ γενέσθαι 
ὁμοίους αὐτῷ τούς δούλους,
ἀλλά τέρπεται καί χαίρει
καθορῶν ἡμᾶς τοιούτους
ἐξ ἀνθρώπων γεγονότας
κατά χάριν, ὡς ἐκεῖνος 
πέφυκε καί ἔστι φύσει.
Εὐεργέτης γάρ ὑπάρχων
βούλεται ἡμᾶς τοιούτους
εἶναι, οἷος καί ἐκεῖνος.
Εἰ γάρ μή τοιοῦτοι ὦμεν
ὅμοιοι ἐν ἀκριβείᾳ, 
πῶς ἐσόμεθα ἐκείνῳ
ἡνωμένοι, καθώς εἶπε, 
πῶς δέ ἐν αὐτῷ μενοῦμεν,
μή ὑπάρχοντες τοιοῦτοι,
πῶς δ’ αὐτός ἐν ἡμῖν μείνῃ
οὖσι τούτου ἀνομοίοις; 
Τοῦτο οὖν σαφῶς εἰδότε
σπεύσατε λαβεῖν τό Πνεῦμα
τό ἐκ τοῦ Θεοῦ καί Θεῖον,
ἵνα γένησθε τοιοῦτοι, 
οἵους ἔδειξεν ὁ λόγος,
ἐπουράνιοι καί θεῖοι, 
ὅσους εἶπεν ὁ Δεσπότης, 
ἵνα καί τῆς βασιλείας 
γένησθε τῆς οὐρανίου 
κληρονόμοι εἰς αἰῶνας. 
Εἰ δέ μή τοιοῦτοι ἦτε
ἤ γένησεσθε ἐνταῦθα
ἐπουράνιοι, ὡς εἶπον, 
πῶς τούς οὐρανούς οἰκῆσαι
ὅλως οἴεσθε σύν τούτῳ; 
πῶς δέ καί εἰς βασιλείαν 
μετά τῶν ἐπουρανίων
εἰσελθεῖν καί βασιλεῦσαι
καί συνέσεσθαι τῷ πάντων
Βασιλεῖ τε καί Δεσπότῃ; 
Δράμετε σπουδῇ οὖν πάντες,
ἵνα καταξιωθῶμεν 
ἔνθοθεν τῆς βασιλείας
τῆς τῶν οὐρανῶν γενέσθαι
καί Χριστῷ συμβασιλεῦσαι,
τῷ Δεσπότῃ τῶν ἁπάντων,
ᾧ πρέπει πᾶσα δόξα
σύν Πατρί καί Πνεύματί τε
εἰς αἰῶνας τῶν αἰώνων,
ἀμήν. 



Ἑπόμενο: ΜΕ'. Περί θεολογίας ἀκριβεστάτης· καί ὅτι ὁ μή ὁρῶν τό φῶς τῆς τοῦ Θεοῦ δόξης χείρων τυγχάνει τυφλῶν.
Προηγούμενο: ΜΓ'. Ὅτι κρεῖσσον τό καλῶς ποιμαίνεσθαι ἤ τούς μή βουλομένους ποιμαίνειν· οὐδέ γάρ ἔσται κέρδος τῷ ἄλλους μέν σπουδάζοντι σῶσαι, ἑαυτόν δέ διά τῆς ἐκείνων ἀπολέσαντι προστασίας.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος